Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἐπεὶ δὲ καὶ ἄλλην λέξιν οὕτως ἔχουσαν ἐκτίθεται ἀπὸ τῆς Πλάτωνος ἐπιστολῆς ὁ Κέλσος· „εἰ δέ μοι ἐφαίνετο γραπτέα τε ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητὰ, τί κάλλιον

v.2.p.76
ἐπέπρακτο ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποις μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς τοῖς πᾶσι προαγαγεῖν;“ φέρε καὶ περὶ τούτου βραχέα διαλεχθῶμεν, πότερον μὲν εἶχέ τι Πλάτων σεμνότερον ὧν ἔγραψε καὶ θειότερον ὧν κατέλιπεν ἢ μὴ, καταλιπόντες ἑκάστῳ ἐξετάζειν κατὰ τὸ δυνατὸν, δεικνύντες (δ᾿) ὅτι καὶ οἱ καθ᾿ ἡμᾶς προφῆται ἐφρόνουν τινὰ μείζονα γραμμάτων, ἅπερ οὐκ ἔγραψαν. ὁ μὲν γὰρ Ἰεζεκιὴλ κεφαλίδα λαμβάνει „βιβλίου,“ γεγραμμένην „ἔμπροσθεν“ καὶ ὄπισθεν, ἐν ᾗ „θρῆνος“ ἦν „καὶ μέλος καὶ οὐαὶ,“ καὶ προστάξαντος αὐτῷ τοῦ λόγου κατεσθίει τὴν βίβλον, ἵν᾿ αὐτὴν μὴ γράψῃ καὶ προδῷ ἀναξίοις· καὶ ὁ Ἰωάννης δὲ τὸ παραπλήσιον ἀναγέγραπται ἑωρακέναι καὶ πεποιηκέναι· ἀλλὰ καὶ ὁ Παῦλος „ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.“ ὁ δὲ πάντων τούτων κρείσσων Ἰησοῦς ὅτι μὲν „ἐλάλει“ τὸν τοῦ θεοῦ λόγον „τοῖς μαθηταῖς“ „κατ᾿ ἰδίαν“ καὶ μάλιστα ἐν ταῖς ἀναχωρήσεσιν εἴρηται, τίνα δ᾿ ἦν
634
ἃ ἔλεγεν, οὐκ ἀναγέγραπται. οὐ γὰρ „ἐφαίνετο“ αὐτοῖς „γραπτέα ἱκανῶς εἶναι“ ταῦτα „πρὸς τοὺς πολλοὺς“ οὐδὲ „ῥητά.“ καὶ, εἰ μὴ φορτικὸν εἰπεῖν περὶ τῶν τηλικούτων ἀνδρῶν τὸ ἀληθὲς, φημὶ ὅτι μᾶλλον Πλάτωνος οὗτοι ἑώρων ἀφ᾿ ὧν ἐλάμβανον χάριτι θεοῦ νοημάτων, τίνα μὲν τὰ „γραπτέα“ καὶ πῶς „γραπτέα“ τίνα δὲ οὐδαμῶς „γραπτέα“ τοὺς πολλοὺς,“ καὶ τίνα μὲν „ῥητὰ“ τίνα δὲ οὐ τοιαῦτα. πάλιν τε αὖ ὁ Ἰωάννης, διδάσκων ἡμᾶς γραπτέων καὶ οὐ γραπτέων
140
διαφορὰν, ἑπτὰ βροντῶν φησιν ἀκηκοέναι περί τινων διδασκουσῶν αὐτὸν καὶ ἀπαγορευουσῶν γραφῇ παραδοῦναι τοὺς λόγους αὐτῶν.

Πολλὰ δ᾿ ἂν καὶ παρὰ τῷ Μωϋσεῖ εὑρεθείη καὶ τοῖς προφήταις, οὐ μόνον Πλάτωνος ἀλλὰ καὶ Ὁμήρου καὶ τῆς τῶν παρ᾿ Ἕλλησι γραμμάτων εὑρέσεως πρεσβυτέροις, ἄξια τῆς εἰς αὐτοὺς χάριτος τοῦ θεοῦ καὶ μεγαλονοίας πεπληρωμένα· οἵτινες οὐχ, ὡς οἴεται Κέλσος, παρακούσαντες τοῦ Πλάτωνος τοιαῦτ᾿ εἰρήκασι. πῶς γὰρ οἷόν τ᾿ ἦν τοῦ μηδέπω γενομένου αὐτοὺς ἀκηκοέναι; ἵνα δὲ καὶ ἐπὶ τοὺς Ἰησοῦ ἀποστόλους τις, νεωτέρους γενομένους Πλάτωνος, ἀναγάγῃ τὸν Κέλσου λόγον, ὅρα εἰ μὴ αὐτόθεν ἀπίθανόν ἐστι τὸ λέγειν

v.2.p.77
Παῦλον τὸν σκηνοποιὸν καὶ Πέτρον τὸν ἁλιέα καὶ Ἰωάννην τὸν καταλιπόντα τὰ δίκτυα τοῦ πατρὸς, παρακούσαντας τῶν Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς εἰρημένων, τοιαῦτα περὶ τοῦ θεοῦ παραδεδωκέναι. πολλάκις δὲ ἤδη ὁ Κέλσος θρυλήσας ὡς ἀξιούμενον εὐθέως πιστεύειν, ὡς καινόν τι παρὰ τὰ πρότερον εἰρημένα πάλιν αὐτό φησιν· ἀρκεῖ δ᾿ ἡμῖν τὰ εἰς ταῦτα λελεγμένα.

ἐπεὶ δὲ καὶ ἄλλην λέξιν ἐκτίθεται Πλάτωνος δι᾿ ὧν φησιν, „ἐρωτήσεσι καὶ ἀποκρίσεσι χρωμένων“ ἐλλάμπειν φρόνησιν τοῖς κατ᾿ αὐτὸν φιλοσοφοῦσι, φέρε παραδείξωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι προτρέπει καὶ ὁ θεῖος λόγος ἡμᾶς ἐπὶ διαλεκτικὴν, ὅπου μὲν Σολομῶντος λέγοντος· „παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται,“ ὅπου δὲ τοῦ τὸ σύγγραμμα τὴν Σοφίαν ἡμῖν καταλιπόντος Ἰησοῦ υἱοῦ Σιρὰχ φάσκοντος· „γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.“ εὐμενεῖς οὖν ἔλεγχοι παρ᾿ ἡμῖν εἰσι μᾶλλον. τοῖς μαθοῦσιν ὅτι δεῖ τὸν προϊστάμενον τοῦ λόγου δυνατὸν εἶναι „τοὺς ἀντιλέγοντας ἐλέγχειν.“ εἰ δὲ ῥᾳθυμοῦσί τινες, οὐκ ἀσκοῦντες προσέχειν ταῖς θείαις ἀναγνώσεσι καὶ ἐρευνᾶν „τὰς γραφὰς“ καὶ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ ζητεῖν τὴν διάνοιαν τῶν γραφῶν καὶ αἰτεῖν περὶ αὐτῶν ἀπὸ τοῦ θεοῦ καὶ κρούειν αὐτῶν τὰ κεκλεισμένα, οὐ παρὰ τοῦτο ὁ λόγος κενός ἐστι σοφίας.

Εἶτά φησι μετὰ ἄλλας λέξεις Πλατωνικὰς, δηλούσας ὅτι „ὀλίγοις“ ἐστὶ γνωστὸν τὸ ἀγαθὸν, ἐπεὶ οἱ

635
πολλοὶ μετὰ „καταφρονήσεως οὐκ ὀρθῆς“ „ὑψηλῆς καὶ χαύνης ἐλπίδος“ πληρωθέντες „ὡς σεμνὰ ἄττα“ μεμαθηκότες λέγουσί τινα ὡς ἀληθῆ, ὅτι ταῦτα προειρηκὼς ὁ Πλάτων ὅμως οὐ τερατεύεται οὐδ᾿ ἀποφράττει τοῦ προαιρεῖσθαι βουλομένου,
v.2.p.78
τί ποτε ἐστὶν ὃ ἐπαγγέλλεται, τὴν γλῶτταν, οὐδ᾿ αὐτόθεν κελεύει φθάσαντας πιστεύειν ὅτι τοιόσδε ἐστὶν ὁ θεὸς καὶ υἱὸν ἔχει τοιόνδε, καὶ οὗτος κατελθὼν ἐμοὶ διελέξατο. καὶ πρὸς ταῦτά φημι ὅτι περὶ μὲν Πλάτωνος Ἀρίστανδρος οἶμαι ἀνέγραψεν ὡς οὐκ Ἀρίστωνος υἱοῦ ἀλλὰ φάσματος, ἐν Ἀπόλλωνος εἴδει προσελθόντος τῇ Ἀμφικτιόνῃ· καὶ ἄλλοι δὲ πλείονες τῶν Πλατωνικῶν ἐν τῷ Πλάτωνος βίῳ τοιαῦτ᾿ εἰρήκασι· περὶ δὲ Πυθαγόρου, πλεῖστα ὅσα τερατευσαμένου καὶ δείξαντος μὲν ἐν πανηγύρει Ἑλλήνων ἐλεφάντινον τὸν μηρὸν ἀνεγνωρικέναι δὲ φήσαντος τὴν ἀσπίδα,
141
ᾗ ἐχρῆτο, ὅτ᾿ Εὔφορβος ἦν, καὶ ἐν μιᾷ λεγομένου ἡμέρᾳ ἐν δύο πεφηνέναι πόλεσι, τί χρὴ καὶ λέγειν; ὁ δὲ βουλόμενος κατηγορεῖν ὡς τερατείας ἱστορουμένης περὶ Πλάτωνος καὶ Σωκράτους ἐκθήσεται καὶ τὸν συνιστάμενον Σωκράτει καθ᾿ ὕπνον κύκνον καὶ τὸν διδάσκαλον εἰπόντα ἐπὶ τῇ συστάσει τοῦ νεανίσκου· „οὗτος ἄρα ὁ κύκνος ἦν.“ ἀλλὰ καὶ ὃν τρίτον εἶδεν ὀφθαλμὸν ἑαυτὸν ἔχοντα ὁ Πλάτων εἰς τερατείαν ἀναλήψεται. οὐ λείψει δὲ τοὺς κακοήθεις καὶ κακηγορεῖν βουλομένους τὰ τοῖς κρείττοσι παρὰ τοὺς πολλοὺς ἐπιφανέντα, διαβολὴ καὶ κακηγορία· οἵτινες καὶ τὸ Σωκράτους δαιμόνιον ὡς πλάσμα χλευάσουσιν.

636
οὐ τερατευόμεθα οὖν τὰ περὶ τοῦ Ἰησοῦ διηγούμενοι, οὐδ᾿ οἱ γνήσιοι αὐτοῦ μαθηταὶ τοιούτους ἀνέγραψαν λόγους περὶ αὐτοῦ. ὁ δὲ πάντ᾿ ἐπαγγελλόμενος εἰδέναι Κέλσος καὶ πολλὰ τῶν Πλάτωνος παρατιθέμενος ἑκὼν οἶμαι σιωπᾷ τὸν περὶ υἱοῦ θεοῦ λόγον, τὸν παρὰ Πλάτωνι λελεγμένον ἐν τῇ πρὸς Ἑρμείαν καὶ Κορίσκον ἐπιστολῇ. οὕτω δὲ ἔχει ἡ τοῦ Πλάτωνος λέξις· „καὶ τὸν τῶν
v.2.p.79
πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμονικοῦ καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας· ὃν, ἂν ὄντως φιλοσοφῶμεν, εἰσόμεθα πάντες (σαφῶς) εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.“

Καὶ ἄλλην δὲ τοῦ Πλάτωνος λέξιν ἐκτίθεται ὁ Κέλσος οὕτως ἔχουσαν· „ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν ὧν πέρι λέγω σαφέστερον ἂν εἴη τι λεχθέντων αὐτῶν· ἔστι γάρ τις λόγος ἀληθὴς, ἐναντίος τῷ τολμήσαντι γράφειν τῶν τοιούτων (καὶ) ὁτιοῦν, πολλάκις μὲν ὑπ᾿ ἐμοῦ καὶ πρότερον λεχθεὶς, ἔοικε δ᾿ οὖν εἶναι καὶ νῦν λεκτέος. ἔστι τῶν ὄντων ἑκάστῳ, δι᾿ ὧν τὴν ἐπιστήμην ἀνάγκη παραγίνεσθαι, τρία, τέταρτον δὲ αὕτη, πέμπτον δὲ αὐτὸ τιθέναι δεῖ, ὅ δὴ γνωστόν τε καὶ ἀληθές ἐστιν· ὧν ἓν μὲν ὄνομα, δεύτερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τὸ τέταρτον δὲ ἐπιστήμη.“ καὶ κατὰ ταῦτα δὲ εἴποιμεν ἂν ὅτι „φωνὴ μὲν βοῶντος ἐν τῇ ἐρήμῳ“ εἰσῆκται ὁ Ἰωάννης πρὸ τοῦ Ἰησοῦ ἀνάλογον τῷ παρὰ Πλάτωνι ὀνόματι, δεύτερος δὲ μετὰ τὸν Ἰωάννην δεικνύμενος ὑπ᾿ αὐτοῦ ὁ Ἰησοῦς, ᾧ ἐφαρμόζει τὸ „ὁ λόγος σὰρξ ἐγένετο“, ἀνάλογον ὂν τῷ παρὰ Πλάτωνι λόγῳ. Πλάτων μὲν οὖν τὸ τρίτον φησὶν εἴδωλον. ἡμεῖς δὲ τὸ ὄνομα τοῦ εἰδώλου ἐπ᾿ ἄλλου τάττοντες τρανότερον φήσομεν ἐν τῇ ψυχῇ γινόμενον μετὰ τὸν λόγον τῶν τραυμάτων τύπον, τοῦτον εἶναι τὸν ἐν ἑκάστῳ Χριστὸν ἀπὸ Χριστοῦ λόγου. εἰ δὲ καὶ ἀνάλογόν ἐστι τῷ τετάρτῳ ὄντι ἐπιστήμη ἡ „ἐν τοῖς“ καθ᾿ ἡμᾶς „τελείοις“ σοφία ὁ Χριστὸς, ἐπιστήσει ὁ δυνάμενος.

Εἶτά φησιν ὅτι ὁρᾷς ὅπως Πλάτων, καίτοι διαβεβαιωσάμενος ὅτι „ῥητὸν“ οὐκ ἔστιν, ὅμως, ἵνα μὴ εἰς ἀνεξέλεγκτον ἀναχωρεῖν δόξῃ, λογισμὸν ὑπέχει ταύτης τῆς ἀπορίας· εἴη γὰρ ἂν τυχὸν „ῥητὸν“ καὶ τὸ μηδέν. ἀλλ᾿ ἐπεὶ τοῦτο

v.2.p.80
φέρει εἰς κατασκευὴν τοῦ δεῖν μὴ ἁπλῶς πιστεύειν ἀλλὰ λογισμὸν ὑπέχειν τῶν
141
πιστευομένων, χρησόμεθα καὶ ἡμεῖς τοῦ Παύλου λέξει ἐγκαλούσῃ τῷ εἰκῇ πιστεύοντι, ἐν ᾗ φησιν· „ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.“

τὸ ὅσον δ᾿ ἐπ᾿ αὐτῷ ἀναγκάζει

637
ἡμᾶς ταυτολογεῖν ταυτολογῶν ὁ Κέλσος, λέγων μετὰ τὰς εἰρημένας ὥσπερ ἀλαζόνων ἀλαζονείας ὅτι ὁ Πλάτων οὐκ ἀλαζονεύεται καὶ ψεύδεται φάσκων αὐτὸς καινόν τι εὑρίσκειν ἢ ἀπ᾿ οὐρανοῦ παρὼν ἀγγέλλειν, ἀλλ᾿ ὁπόθεν ἐστὶ ταῦθ᾿ ὁμολογεῖ. εἴποι ἄν τις οὖν καὶ πρὸς ταῦτα. βουλόμενος ἀπαντᾶν τῷ Κέλσῳ, ὅτι καὶ Πλάτων ἀλαζονεύεται ἐν τῇ τοῦ Διὸς κατὰ τὸν Τίμαιον δημηγορίᾳ λέγων· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς καὶ πατὴρ“, καὶ τὰ ἑξῆς. ἀλλ᾿ εἰ ἀπολογήσεταί τις περὶ τούτων διὰ τὸν νοῦν τοῦ δημηγοροῦντος παρὰ τῷ Πλάτωνι Διὸς, διὰ τί ὁ ἐξετάζων τὸν νοῦν τῶν λόγων τοῦ υἱοῦ τοῦ θεοῦ ἢ τῶν ἐν τοῖς προφήταις τοῦ δημιουργοῦ οὐχὶ καὶ πλεῖόν τι ἐρεῖ παρὰ τὴν ἐν τῷ Τιμαίῳ τοῦ Διὸς δημηγορίαν; τὸ γὰρ χαρακτηρίζον τὴν θεότητα ἡ περὶ μελλόντων ἐστὶν ἀπαγγελία, οὐ κατ᾿ ἀνθρωπίνην φύσιν λεγομένων καὶ ταῖς ἐκβάσεσι κρινομένων ὅτι θεῖον πνεῦμα ἦν τὸ ταῦτα ἀπαγγέλλον.

οὐ πρὸς πάντα οὖν τὸν προσιόντα φαμὲν ὅτι πρῶτον πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, ἀλλ᾿ ἑκάστῳ κατὰ τὸ πρέπον αὐτοῦ τῷ ἤθει καὶ τῇ καταστάσει προσάγομεν τὸν λόγον, μαθόντες „εἰδέναι, πῶς δεῖ ἡμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι.“ καὶ εἰσὶν οἷς πλεῖον μὴ δυναμένοις τοῦ προτραπῆναι εἰς τὸ πιστεύειν τοῦτο κηρύττομεν, ἄλλοις δὲ ὅση δύναμις ἀποδεικτικῶς δι᾿ ἐρωτήσεων καὶ ἀποκρίσεων προσερχόμεθα. ἀλλ᾿ οὐδὲ λέγομεν τὸ μετὰ χλεύης ὑπὸ τοῦ Κέλσου εἰρημένον. ὅτι πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, κἂν ᾖ δεδεμένος ἀτιμότατα ἢ κεκολασμένος αἴσχιστα, κἂν χθὲς καὶ πρώην ἐν τοῖς πάντων ὀφθαλμοῖς ἐπονειδιστότατα κεκαλινδημένος. οὐδέ φαμεν· ταύτῃ καὶ μᾶλλον πίστευσον. εἰς ἕκαστον γὰρ πειρώμεθα λέγειν καὶ πλείονα ὧν ἐν τοῖς ἀνωτέρω ἐξεθέμεθα.