Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἑξῆς δὲ τούτοις φησί· μή με οἰηθῇ τις ἀγνοεῖν, ὡς οἱ μὲν αὐτῶν συνθήσονται τὸν αὐτὸν εἶναι σφίσιν ὅνπερ Ἰουδαίοις θεὸν, οἱ δ᾿ ἄλλον, ᾧ τοῦτον ἐναντίον, παρ᾿ ἐκείνου τε ἐλθεῖν τὸν υἱόν. εἴπερ δὲ τὸ εἶναι αἱρέσεις πλείονας ἐν Χριστιανοῖς κατηγορίαν οἴεται χριστιανισμοῦ εἶναι, διὰ τί οὐχὶ καὶ φιλοσοφίας κατηγορία κατὰ τὸ ἀνάλογον νομισθείη ἂν ἡ ἐν ταῖς αἱρέσεσι τῶν φιλοσοφούντων διαφωνία οὐ περὶ μικρῶν καὶ τῶν τυχόντων ἀλλὰ περὶ τῶν ἀναγκαιοτάτων; ὥρα δὲ καὶ ἰατρικὴν κατηγορεῖσθαι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις. ἔστωσαν οὖν ἐν ἡμῖν οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ Ἰουδαίων θεῷ θεόν· ἀλλ᾿ οὔ τι γε παρὰ τοῦτο κατηγορητέοι οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες ὅτι εἷς καὶ ὁ αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον λέγειν σαφῶς, ἀπὸ Ἰουδαίων προσελθόντα χριστιανισμῷ· „χάριν ἔχω τῷ θεῷ μου, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει.“

ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους· οἶμαι δ᾿ αὐτὸν λέγειν τοὺς ἀπὸ Οὐαλεντίνου. καὶ τί τοῦτο πρὸς ἡμᾶς τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων φύσεις ἐκ κατασκευῆς σῳζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυμένας; ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοὶ, ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους

v.2.p.65
Ἐπικουρείοις. ἀλλ᾿ οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλόσοφοι εἶεν ἂν ἀληθῶς, οὔτε οἱ τὰ ἀλλόκοτα ἀναπλάσματα καὶ μὴ ἀρέσκοντα τοῖς τῆς ἀπὸ τοῦ Ἰησοῦ διαδοχῆς ἐπεισαγαγόντες εἶεν ἂν Χριστιανοί. ἔστωσαν δέ τινες καὶ τὸν Ἰησοῦν ἀποδεχόμενοι ὡς παρὰ τοῦτο Χριστιανοὶ εἶναι αὐχοῦντες, ἔτι δὲ καὶ
625
κατὰ τὸν Ἰουδαίων
137
νόμον ὡς τὰ Ἰουδαίων πλήθη βιοῦν ἐθέλοντες· οὗτοι δ᾿ εἰσὶν οἱ διττοὶ Ἐβιωναῖοι, ἤτοι ἐκ παρθένου ὁμολογοῦντες ὁμοίως ἡμῖν τὸν Ἰησοῦν ἢ οὐχ οὕτω γεγεννῆσθαι ἀλλὰ ὡς τοὺς λοιποὺς ἀνθρώπους· τί τοῦτο φέρει ἔγκλημα τοῖς ἀπὸ τῆς ἐκκλησίας, οὓς ἀπὸ τοῦ πλήθους ὠνόμασεν ὁ Κέλσος; εἶπε δέ τινας εἶναι καὶ Σιβυλλιστὰς, τάχα παρακούσας τινῶν ἐγκαλούντων τοῖς οἰομένοις προφῆτιν γεγονέναι τὴν Σίβυλλαν καὶ Σιβυλλιστὰς τοὺς τοιούτους καλεσάντων.

Εἶτα σωρὸν καταχέων ἡμῶν ὀνομάτων φησὶν εἰδέναι τινὰς καὶ Σιμωνιανοὺς, οἳ τὴν Ἑλένην ἤτοι διδάσκαλον Ἕλενον σέβοντες Ἑλενιανοὶ λέγονται. ἀλλὰ λανθάνει τὸν Κέλσον ὅτι οὐδαμῶς τὸν Ἰησοῦν ὁμολογοῦσιν υἱὸν θεοῦ Σιμωνιανοὶ, ἀλλὰ δύναμιν θεοῦ λέγουσι τὸν Σίμωνα, τερατευόμενοι περὶ αὐτοῦ

626
τινα, οἰηθέντος ὅτι, ἐὰν τὰ παραπλήσια προσποιήσηται οἷς ἔδοξε προσπεποιῆσθαι τὸν Ἰησοῦν, δυνήσεται καὶ αὐτὸς παρ᾿ ἀνθρώποις τοσοῦτον ὅσον Ἰησοῦς τοῖς πολλοῖς. ἀλλ᾿ οὔτε Κέλσος οὔτε Σίμων ἐδυνήθησαν νοῆσαι, πῶς Ἰησοῦς ὡς καλὸς „γεωργὸς“ λόγου θεοῦ δεδύνηται τὴν πολλὴ Ἑλλάδα καὶ τὴν πολλὴν βάρβαρον ἐπισπεῖραι καὶ πληρῶσαι λόγων, μετατιθέντων τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ καὶ ἀναγόντων πρὸς τὸν τῶν ὅλων δημιουργόν. Κέλσος μὲν οὖν οἶδε καὶ Μαρκελλιανοὺς ἀπὸ Μαρκελλίνας καὶ
v.2.p.66
Ἁρποκρατιανοὺς ἀπὸ Σαλώμης καὶ ἄλλους ἀπὸ Μαριάμμης καὶ ἄλλους ἀπὸ Μάρθας· ἡμεῖς δὲ οἱ διὰ τὴν κατὰ τὸ δυνατὸν ἡμῖν φιλομάθειαν οὐ μόνα τὰ ἐν τῷ λόγῳ καὶ τὰς διαφορὰς τῶν ἐν αὐτῷ ἐξετάσαντες, ἀλλ᾿ ὅση δύναμις καὶ τὰ τῶν φιλοσοφησάντων φιλαλήθως ἐρευνήσαντες οὐδέ ποτε τούτοις ὡμιλήσαμεν. ἐμνήσθη δ᾿ ὁ Κέλσος καὶ Μαρκιωνιστῶν, προϊσταμένων Μαρκίωνα.

Εἶθ᾿ ἵνα δοκῇ καὶ ἄλλους εἰδέναι παρ᾿ οὓς ὠνόμασε, φησὶν ἑαυτῷ συνήθως ὅτι ἄλλοι ἄλλον διδάσκαλόν τε καὶ δαίμονα, κακῶς πλαζόμενοι καὶ καλινδούμενοι κατὰ σκότον πολὺν τῶν Ἀντίνου τοῦ κατ᾿ Αἴγυπτον

627
θιασωτῶν ἀνομώτερόν τε καὶ μιαρώτερον. καὶ δοκεῖ μοι ἐπαφώμενος τῶν πραγμάτων ἀληθές τι εἰρηκέναι, ὅτι τινὲς ἄλλοι ἄλλον δαίμονα κακῶς πλαζόμενοι καὶ καλινδούμενοι εὕραντο προστάτην κατὰ πολὺν τὸν τῆς ἀγνοίας σκότον. περὶ δὲ τῶν κατὰ τὸν Ἀντίνουν, παραβαλλόμενον ἡμῶν τῷ Ἰησοῦ, ἐν τοῖς πρὸ τούτων εἰπόντες οὐ παλιλλογήσομεν.

καὶ βλασφημοῦσι δὲ, φησὶν, εἰς ἀλλήλους οὗτοι πάνδεινα ῥητὰ καὶ ἄῤῥητα· καὶ οὐκ ἂν εἴξαιεν οὐδὲ καθ᾿ ὁτιοῦν εἰς ὁμόνοιαν, πάντῃ ἀλλήλους ἀποστυγοῦντες. καὶ πρὸς ταῦτα δ᾿ ἡμῖν εἴρηται ὅτι καὶ ἐν φιλοσοφίᾳ ἔστιν εὑρεῖν αἱρέσεις αἱρέσεσι πολεμούσας καὶ ἐν ἰατρικῇ. οἱ μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες καὶ μεμελετηκότες αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν „λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν·“

137
καὶ οὐκ ἂν ῥητὰ καὶ ἄῤῥητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρ᾿ ἃ ὑπειλήφαμεν· ἀλλ᾿, εἰ μὲν δυνάμεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ
v.2.p.67
βέλτιον διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· „αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.“ ἔτι δὲ (οἱ) τὸ „μακάριοι οἱ εἰρηνοποιοὶ“ νοήσαντες καὶ τὸ „μακάριοι οἱ πρᾳεῖς“ οὐκ ἂν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ οὐδὲ Κίρκας καὶ κύκηθρα αἱμύλα λέγοιεν τοὺς πεπλανημένους.

Παρακηκοέναι δέ μοι φαίνεται τῆς τε ἀποστολικῆς λέξεως φασκούσης· „ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν οἰκείαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ᾿ εὐχαριστίας τοῖς πιστοῖς,“ παρακηκοέναι δὲ καὶ τῶν ταύταις τοῦ ἀποστόλου ταῖς λέξεσι χρησαμένων κατὰ τῶν παραχαραξάντων τὰ χριστιανισμοῦ· διόπερ εἶπεν ὁ Κέλσος ἀκοῆς καυστήριά τινας ὀνομάζεσθαι παρὰ Χριστιανοῖς. αὐτὸς δέ φησι τινὰς καλεῖσθαι αἰνίγματα, ὅπερ ἡμεῖς οὐχ

628
ἱστορήσαμεν. ἀληθῶς δὲ τὸ τοῦ σκανδάλου ὄνομα πολὺ ἐν τοῖς γράμμασι τούτοις ἐστὶν, ὅπερ εἰώθαμεν λέγειν περὶ τῶν διαστρεφόντων ἀπὸ τῆς ὑγιοῦς διδασκαλίας τοὺς ἁπλουστέρους καὶ εὐεξαπατήτους. Σειρῆνας δέ τινας ἐξορχουμένας καὶ σοφιστρίας, κατασφραγιζομένας τὰ ὦτα καὶ ἀποσυοκεφαλούσας τοὺς πειθομένους. ἡμεῖς οὐκ ἴσμεν ὀνομαζομένους, οἶμαι δ᾿ ὅτι οὐδ᾿ ἄλλος τις τῶν ἐν τῷ λόγῳ οὐδ᾿ ἐν ταῖς αἱρέσεσιν.

ἀλλ᾿ οὗτος ὁ πάντ᾿ εἰδέναι ἐπαγγελλόμενος καὶ τοιαῦτά φησι· πάντων δὲ, φησὶν, ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων

v.2.p.68
καὶ σφᾶς αὐτοὺς ταῖς ἔρισιν αἴσχιστα διελεγχόντων λεγόντων τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.“ τοῦτο γὰρ μόνον ἀπὸ τοῦ Παύλου ἔοικεν ἐμνημονευκέναι ὁ Κέλσος· διὰ τί γὰρ οὔ φαμεν καὶ ἄλλα μυρία τῶν γεγραμμένων ὡς τό· „ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ“;

Ἐπεὶ δέ φησιν ὅτι πάντων ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων λεγόντων τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ,“ καὶ τοῦτο ψεῦδος διελέγξομεν. εἰσὶ γάρ τινες αἱρέσεις τὰς Παύλου ἐπιστολὰς τοῦ ἀποστόλου μὴ προσιέμεναι, ὥσπερ Ἐβιωναῖοι ἀμφότεροι καὶ οἱ καλούμενοι Ἐγκρατηταί. οὐκ ἂν οὖν οἱ μὴ χρώμενοι τῷ ἀποστόλῳ ὡς μακαρίῳ τινὶ καὶ σοφῷ λέγοιεν τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ“· διὸ καὶ ἐν τούτῳ

138
ὁ Κέλσος ψεύδεται. καὶ ἐπιδιατρίβει γε κατηγορῶν τῆς ἐν ταῖς αἱρέσεσι διαφορᾶς· οὐ πάνυ δέ μοι δοκεῖ διαρθροῦν ἃ λέγει οὐδ᾿ ἐπιμελῶς αὐτὰ τεθεωρηκέναι οὐδὲ κατανενοηκέναι, πῶς πλεῖον Ἰουδαίων ἐπίστασθαι λέγουσιν ἑαυτοὺς οἱ ἐν τοῖς λόγοις διαβεβηκότες Χριστιανοὶ, καὶ πότερον τοῖς μὲν βιβλίοις συγκατατιθέμενοι τὸν δὲ νοῦν ἀντεξηγούμενοι, ἢ οὐδὲ συγκατατιθέμενοι τοῖς ἐκείνων γράμμασιν· ἑκάτερα γὰρ εὕροιμεν ἂν ἐν ταῖς αἱρέσεσι.

μετὰ ταῦτά φησι·

629
φέρ᾿ οὖν, εἰ καὶ μηδεμίαν ἀρχὴν τοῦ δόγματος ἔχουσιν, αὐτὸν ἐξετάσωμεν τὸν λόγον· πρότερον δὲ ὅσα παρακηκοότες ὑπ᾿ ἀγνοίας διαφθείρουσιν, οὐκ ἐμμελῶς ἐν ἀρχαῖς εὐθὺς ἀπαυθαδιαζόμενοι περὶ ὧν οὐκ ἴσασι, λεκτέον· ἔστι δὲ τάδε. καὶ εὐθέως λέξεσί τισι, τοῖς πιστεύουσι τῷ Χριστιανῶν λόγῳ συνεχῶς ὀνομαζομέναις, ἀντιπαρατίθησιν ἀπὸ τῶν φιλοσόφων, βουλόμενος τὰ καλὰ τῶν νομιζομένων Κέλσῳ παρὰ Χριστιανοῖς λέγεσθαι καὶ βέλτιον καὶ τρανότερον εἰρῆσθαι παρὰ τοῖς φιλοσοφοῦσιν, ἵνα περισπάσῃ ἐπὶ φιλοσοφίαν τοὺς ἁλισκομένους ὑπὸ τῶν αὐτόθεν ἐμφαινόντων δογμάτων τὸ καλὸν
v.2.p.69
καὶ τὸ εὐσεβές. καὶ τὸν πέμπτον δὴ τόμον αὐτόθι καταπαύσαντες ἀρξώμεθα τοῦ ἕκτου ἀπὸ τῶν ἑξῆς.