Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Εἶτα ἑξῆς τὰ ἄμικτα καὶ ἀνόμοια μιγνὺς καὶ

621
ἐξομοιῶν ἀλλήλοις ἐπιφέρει τῷ περὶ τῶν, ὥς φησι, καταβεβηκότων ἑξήκοντα ἢ ἑβδομήκοντα ἀγγέλων λόγῳ. πηγὰς θερμῶν κατὰ αὐτὸν δακρυσάντων, ὅτι καὶ πρὸς αὐτοῦ τοῦ Ἰησοῦ τὸν τάφον ἱστόρηνται ἐληλυθέναι ὑπό τινων μὲν ἄγγελοι δύο ὑπό τινων δὲ εἷς· οὐκ οἶμαι τηρήσας Ματθαῖον μὲν καὶ Μάρκον ἕνα ἱστορηκέναι, Λουκᾶν δὲ καὶ Ἰωάννην δύο. ἅπερ οὐκ ἦν ἐναντία. οἱ μὲν γὰρ ἀναγράφαντες ἕνα τὸν ἀποκυλίσαντα „τὸν λίθον“ ἀπὸ τοῦ μνημείου τοῦτόν φασιν εἶναι, οἱ δὲ τοὺς δύο τοὺς ἐπιστάντας „ἐν ἐσθῆτι ἀστραπτούσῃ“ ταῖς γενομέναις ἐπὶ τὸ μνημεῖον γυναιξὶν ἢ τοὺς θεωρηθέντας ἔνδον „ἐν λευκοῖς καθεζομένους.“ ἕκαστον δὲ τούτων νῦν
v.2.p.60
παραδεικνύναι δυνατὸν καὶ γεγενημένον καὶ δηλωτικόν τινος εἶναι τροπολογίας, τῆς περὶ τῶν προφαινομένων τοῖς τὴν ἀνάστασιν τοῦ λόγου θεωρεῖν παρεσκευασμένοις, οὐ τῆς παρούσης ἐστὶ πραγματείας ἀλλὰ μᾶλλον τῶν τοῦ εὐαγγελίου ἐξηγητικῶν.

Παράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐπιφαίνεσθαί ποτε καὶ τῶν Ἑλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοηθέντες αν ὡς μυθοποιοῦντες ἀλλὰ καὶ (οἱ) οἷον πολὺ ἐπιδειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαλήθως ἐκτίθεσθαι τὰ εἰς αὐτοὺς φθάσαντα. τοιαῦτα δ᾿ ἀνέγνωμεν παρὰ τῷ Σολεῖ Χρυσίππῳ, τινὰ δὲ παρὰ Πυθαγόρᾳ, ἤδη δὲ καὶ παρά τισι τῶν νεωτέρων καὶ χθὲς καὶ πρώην γεγενημένων, ὥσπερ παρὰ τῷ Χαιρωνεῖ Πλουτάρχῳ ἐν τοῖς περὶ ψυχῆς καὶ τῷ Πυθαγορείῳ Νουμηνίῳ ἐν τῷ δευτέρῳ περὶ ἀφθαρσίας ψυχῆς. ἢ Ἕλληνες μὲν ἐὰν τοιαῦτα διηγῶνται καὶ μάλιστα οἱ ἐν αὐτοῖς φιλοσοφοῦντες, οὐ χλεύη οὐδὲ γέλως τὰ λεγόμενα οὐδὲ πλάσματα καὶ μῦθοί εἰσιν, ἐὰν δ᾿ οἱ τῷ θεῷ τῶν ὅλων ἀνακείμενοι καὶ ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ψεῦδος εἰπεῖν περὶ τοῦ θεοῦ

135
πᾶσαν αἰκίαν μέχρι θανάτου ἀναδεχόμενοι ὡς ἰδόντες ἀπαγγέλλωσιν ἀγγέλων ἐπιφανείας, οὐκ ἄξιοι τοῦ πιστεύεσθαι κρίνονται οὐδὲ οἱ λόγοι αὐτῶν ἐν ἀληθέσι κατατάττονται;

ἀλλ᾿ οὐκ εὔλογον οὕτω κρίνειν τὰ περὶ ἀληθευόντων ἢ ψευδομένων. οἱ γὰρ τὸ ἀνεξαπάτητον ἀσκοῦντες μετὰ πολλῆς καὶ ἀκριβοῦς ἐρεύνης καὶ ἐξετάσεως τῶν κατὰ τοὺς τόπους βράδιον καὶ ἀσφαλῶς ἀποφαίνονται περὶ τοῦ τοὺς τοιουσδὶ μὲν ἀληθεύειν τοὺς τοιουσδὶ δὲ ψεύδεσθαι ἐν οἷς ἱστοροῦσι παραδόξοις, οὔτε πάντων τὸ τοῦ πιστεύεσθαι ἄξιον ἐπιδεικνυμένων οὔτε πάντων

622
[τῶν] ἐναργῶς ἀποδεικνυμένων πλάσματα καὶ μύθους τοῖς ἀνθρώποις παραδεδωκέναι.
v.2.p.61
ἔτι δὲ περὶ τῆς τοῦ Ἰησοῦ ἐκ νεκρῶν ἀναστάσεως καὶ ταῦτα λεκτέον, ὅτι τότε μὲν ἕνα ἢ δεύτερον ὦφθαι ἄγγελον, ἀγγέλλοντα αὐτὸν ἐγηγέρθαι καὶ προνοεῖσθαι τῶν ἐπὶ ὠφελείᾳ ἑαυτῶν περὶ τοῦ τοιούτου πιστευόντων, οὐ θαυμαστόν· ἀεὶ δὲ τοὺς τοιούτους τῷ ἐγηγέρθαι τὸν Ἰησοῦν πιστεύοντας, καρπὸν τοῦ πιστεύειν οὐκ εὐκαταφρόνητον ἐπιδεικνυμένους τὸν ἐῤῥωμένον βίον καὶ τὴν ἀπὸ τῆς χύσεως τῶν κακῶν μεταβολὴν, οὐ χωρὶς ἐφαπτομένων τῶν βοηθούντων αὐτῶν τῇ πρὸς θεὸν ἐπιστροφῇ ἀγγέλων γίνεσθαι, οὐκ ἄλογον εἶναί μοι φαίνεται.

Κατηγορεῖ δ᾿ ὁ Κέλσος καὶ τοῦ φάσκοντος λόγου ἄγγελον ἀποκεκυλικέναι τοῦ τάφου, ἔνθα ἦν τὸ Ἰησοῦ σῶμα, „τὸν λίθον“ ὥσπερ μειράκιον, ἐν διατριβῇ λαβὸν τοπικῶς κατηγορῆσαί τινος, καί φησιν ὡς σοφόν τι κατὰ τοῦ λόγου εὑρὼν [καί φησιν] ὅτι ὁ τοῦ θεοῦ παῖς, ὡς ἔοικεν, οὐκ ἐδύνατο ἀνοῖξαι τὸν τάφον, ἀλλ᾿ ἐδεήθη ἄλλου ἀποκινήσοντος τὴν πέτραν. καὶ ἵνα γε μηδὲν περιεργάσωμαι περὶ τῶν κατὰ τὸν τόπον μηδὲ τροπολογίαν ἐπὶ τοῦ παρόντος ἐκτιθέμενος δόξω ἀκαίρως εἰς ταῦτα φιλοσοφεῖν, περὶ αὐτῆς ἐρῶ τῆς ἱστορίας ὅτι σεμνότερον αὐτόθεν φαίνεται τὸ τὸν ἐλάττονα καὶ ὑπηρέτην ἀποκεκυλικέναι „τὸν λίθον“ ἢ τὸν ἐπὶ ὠφελείᾳ ἀνθρώπων ἀνιστάμενον τοῦτο πεποιηκέναι. οὐ λέγω δ᾿ ὅτι οἱ μὲν τῷ λόγῳ ἐπιβουλεύοντες καὶ ἀποκτεῖναι αὐτὸν βουληθέντες καὶ δεῖξαι πᾶσι νεκρὸν καὶ τὸ μηδὲν τυγχάνοντα βούλονται αὐτοῦ μηδαμῶς ἀνοιχθῆναι τὸν τάφον, ἵνα μηδεὶς τὸν λόγον μετὰ τὴν ἐπιβουλὴν αὐτῶν ζῶντα θεάσηται· ὁ δὲ ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιδημῶν συνεργὸς τοῦ ἀγγέλου ἄγγελος θεοῦ ἰσχυρότερος ὢν τῶν ἐπιβουλευόντων ἀποκυλίει τὸν βαρὺν λίθον· ἵνα πεισθῶσιν οἱ νομίζοντες τεθνηκέναι τὸν λόγον ὅτι „οὐκ ἔστι“ „μετὰ τῶν νεκρῶν“ ἀλλὰ ζῇ καὶ „προάγει“ τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν, ἵνα ἐπιδείξηται τὰ ἑξῆς οἷς ἐπεδείξατο πρότερον, τοῖς

v.2.p.62
μὴ χωροῦσί πω αὐτῶν μείζονα κατὰ τὸν πρότερον τῆς εἰσαγωγῆς αὐτῶν χρόνον.

εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως μετὰ ταῦτα παραῤῥίπτει, οὐκ οἶδα εἰς τί τῇ προθέσει αὐτοῦ χρήσιμον εἶναι δοκοῦν, τὸ περὶ τῆς Μαρίας κυούσης ἐληλυθέναι πρὸς τὸν Ἰωσὴφ ἄγγελον καὶ πάλιν ὑπὲρ τοῦ τὸ βρέφος γεννηθὲν καὶ ἐπιβου

136
λευόμενον ἐξαρπάσαντας φυγεῖν εἰς Αἴγυπτον. περὶ τούτων δὲ καὶ ἐν τοῖς ἀνωτέρω πρὸς τὰ ὑπ᾿ αὐτοῦ εἰρημένα διελέχθημεν. τί δὲ βούλεται Κέλσῳ (τὸ) καὶ Μωϋσεῖ καὶ τοῖς ἄλλοις ἱστορεῖσθαι κατὰ τὰς γραφὰς ἀγγέλους πέμπεσθαι; οὐδὲν γάρ μοι φαίνεται συμβάλλεσθαι αὐτῷ πρὸς ὃ βούλεται, καὶ μάλιστα ἐπεὶ οὐδεὶς μὲν ἐκείνων περὶ τοῦ γένους τῶν ἀνθρώπων ἠγωνίσατο, ἵν᾿ αὐτὸ ἐπιστρέψῃ ὅση δύναμις ἀπὸ τῶν
623
ἁμαρτημάτων. καὶ ἄλλοι οὖν πεπέμφθωσαν ἀπὸ τοῦ θεοῦ, καὶ οὗτός τι πλέον ἀπαγγελλέτω, καὶ πλημμελούντων Ἰουδαίων καὶ μεταχαραττόντων τὴν εὐσέβειαν καὶ οὐχ ὅσια δρώντων τὴν βασιλείαν τοῦ θεοῦ μεταδεδωκέτω „ἄλλοις γεωργοῖς,“ τοῖς πανταχοῦ ἐν ταῖς ἐκκλησίαις ἑαυτῶν ἐπιμελουμένοις καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ τὰς ἀπὸ τῆς διδασκαλίας τοῦ Ἰησοῦ ἀφορμὰς προσαγαγεῖν διὰ βίου καθαροῦ καὶ λόγου ἀκολούθου τῷ βίῳ πρὸς τὸν τῶν ὅλων θεόν.

Εἶθ᾿ ἑξῆς φησιν ὁ Κέλσος· οὐκοῦν ὁ αὐτὸς θεὸς Ἰουδαίοις τε καὶ τοῖσδε, δῆλον δ᾿ ὅτι τοῖς Χριστιανοῖς· καὶ ὡσπερεὶ τὸ οὐκ ἂν διδόμενον συνάγων τοῦτό φησι· σαφῶς γε τῶν ἀπὸ μεγάλης ἐκκλησίας τοῦτο ὁμολογούντων καὶ τὰ τῆς παρὰ Ἰουδαίοις φερομένης κοσμογονίας προσιεμένων ὡς ἀληθῆ περί γε τῶν ἓξ ἡμερῶν καὶ τῆς ἑβδόμης, ἐν ᾗ, ὡς μὲν ἡ γραφὴ λέγει, „κατέπαυσεν“ „ἀπὸ τῶν ἔργων ἑαυτοῦ“ ὁ θεὸς ἀναχωρῶν εἰς τὴν ἑαυτοῦ περιωπὴν, ὡς δ᾿ ὁ Κέλσος μὴ τηρήσας τὰ γεγραμμένα μηδὲ συνιεὶς αὐτά φησιν, ἀναπαυσάμενος, ὅπερ οὐ γέγραπται.

v.2.p.63
περὶ δὲ τῆς κοσμοποιΐας καὶ τοῦ μετ᾿ αὐτὴν ἀπολειπομένου σαββατισμοῦ τῷ λαῷ τοῦ θεοῦ „πολὺς“ ἂν εἴη καὶ μυστικὸς καὶ βαθὺς καὶ „δυσερμήνευτος λόγος.“

εἶτα δοκεῖ μοι τὸ βιβλίον συμπληρῶσαι θέλων καὶ μέγα δοκεῖν εἶναι ποιῶν εἰκῇ προστιθέναι τινὰ, ὁποῖά ἐστι καὶ τὰ κατὰ τὸν πρῶτον ἄνθρωπον, ὡς ἄρα λέγομεν τὸν αὐτὸν εἶναι ὡς καὶ Ἰουδαῖοι καὶ τὴν ἀπ᾿ ἐκείνου διαδοχὴν ὁμοίως αὐτοῖς γενεαλογοῦμεν. ἀλλὰ καὶ εἰς ἀλλήλους μὲν ἐπιβουλὴν ἀδελφῶν οὐκ ἴσμεν, τὸν δὲ Κάϊν ἐπιβεβουλευκέναι τῷ Ἄβελ καὶ τὸν Ἠσαῦ τῷ Ἰακώβ· οὐ γὰρ Ἄβελ τῷ Κάϊν ἐπεβούλευσεν οὐδὲ ὁ Ἰακὼβ τῷ Ἠσαῦ· ὅπερ εἰ ἐγεγόνει, ἀκολούθως ἂν εἶπεν ὁ Κέλσος τὰς εἰς ἀλλήλους τῶν ἀδελφῶν ἐπιβουλὰς τὰς αὐτὰς ἡμᾶς Ἰουδαίοις ἱστορεῖν. ἔστω δὲ καὶ τὴν εἰς Αἴγυπτον ἡμᾶς ἀποδημίαν τὴν αὐτὴν λέγειν ἐκείνοις καὶ τὴν ἐκεῖθεν ἐπάνοδον καὶ οὐ φυγὴν, ὡς ὁ Κέλσος νομίζει· τί οὖν ταῦτα συμβάλλεται πρὸς τὴν καθ᾿ ἡμῶν ἢ κατὰ Ἰουδαίων κατηγορίαν; ἔνθα μὲν οὖν ᾤετο χλευάσειν ἡμᾶς ἐν τῷ περὶ τῶν Ἑβραίων λόγῳ, φυγὴν ὠνόμαζεν· ὅπου δ᾿ ἦν τὸ πραγματικὸν ἐξετάσαι περὶ τῶν ἀναγεγραμμένων μαστίγων ἐπεληλυθέναι τῇ Αἰγύπτῳ ἀπὸ τοῦ θεοῦ, τοῦθ᾿ ἑκὼν ἐσιώπησεν.

Εἰ δ᾿ ἀκριβῶς χρὴ ἡμᾶς λέγειν τὰ πρὸς τὸν Κέλσον, οἰόμενον τὰ αὐτὰ ἡμᾶς Ἰουδαίοις

136
περὶ τῶν ἐκκειμένων δοξάζειν, φήσομεν ὅτι τὰ μὲν βιβλία θείῳ γεγράφθαι πνεύματι ὁμολογοῦμεν ἀμφότεροι,
624
περὶ δὲ τῆς ἐκδοχῆς τῶν ἐν τοῖς βιβλίοις οὐκέτι τὰ ὅμοιά φαμεν, οἵ γε οὐδὲ βιοῦμεν ὡς Ἰουδαῖοι τῷ φρονεῖν οὐ τὴν κατὰ τὸ ῥητὸν ἐκδοχὴν τῶν νόμων εἶναι τὴν περιέχουσαν τὸ βούλημα τῆς νομοθεσίας. καὶ λέγομεν δ᾿ ὅτι, „ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν κεῖται“ τῷ τοῖς τὴν διὰ Ἰησοῦ Χριστοῦ μὴ ἀσπασαμένοις ὁδὸν ἐπικεκρύφθαι τὸ βούλημα τοῦ Μωϋσέως νόμου. ἴσμεν δ᾿ ὅτι, „ἐὰν ἐπιστρέψῃ τις πρὸς τὸν κύριον“ („ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι“), περιαιρεθεὶς „τὸ κάλυμμα“ „ἀνακεκαλυμμένῳ προσώπῳ τὴν“ ἐν τοῖς κεκρυμμένοις νοήμασι κατὰ τὰ
v.2.p.64
γράμματα „δόξαν τοῦ κυρίου“ ὡσπερεὶ κατοπτρίζεται καὶ μεταλαμβάνει τῆς καλουμένης θείας δόξης εἰς τὴν ἑαυτοῦ δόξαν (τροπικῶς μὲν λεγομένου προσώπου γυμνότερον δ᾿, ὡς ἂν ὀνομάσαι τις, τοῦ νοῦ). ἐν ᾧ ἐστι τὸ [τοῦ] „κατὰ τὸν ἔσω ἄνθρωπον“ πρόσωπον, πληρούμενον φωτὸς καὶ δόξης ἀπὸ τῆς περὶ τῶν κατὰ τοὺς νόμους ἀληθείας.