Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

(Re SiJ) διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῖ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. »εἰκὼν δὲ »ἐστὶν« φησὶν ὁ ἀπόστολος »τοὺ ἀοράτου θεοῦ«. νῦν δηλονότι, ὁπηνίκα τῆν’ κατ’ εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γάρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι ἠῶ καὶ ὁ πατὴρ ἵν ἐσμεν«. οὔτε γὰρ τὸν λόγον οὔτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν.

Re 84 οὕτω γοῦν καὶ ὁ ἀπόστολός φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«, διά τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἧμίν σημαίνων σάρκα ἣν ὁ δεσπότης ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ ποιήσωμεν ἄνθρωπον« ἔφη »κατ᾿ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν‘‘, καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ᾔδει γάρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου.

Re 85 τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. οὐδὲ γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἄν, ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ κρύπτει διανοίᾳ, ὡς ἔστιν σαφῶς ἀφ’ ὦν γέγραφεν μανθάνειν. ἄλλος μὲν γάρ, φησίν, ἐστὶν ὁ πατὴρ ὁ γεννήσας ἐς αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, βασιλέα, κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δόξης καὶ δυνάμεως ἀπαράλλακτον ὂν εἰκόνα. ταῦτα τὰ ῥητά σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. [*](1—3 24, —21. 48, —31; 1 οὐκοῦν) — 2 θεοῦ) 35, —19 49, 19. 134, —14 — —9 48, —49, 5; —8 ὤν) 24, —29 — — 17 49, — 30 — —23 49, —50, 4 — —S. 206, 4 24, —25, 14; 27 ἄλλος) — 4 Acacius bei Epiphanius haer. 72, ὅ (ed. Dindorf) vgl. 72, 8. 9) [*](2 Kol. 1, 15 — 4 Kol. 1,15 — 7 Kol. 1,15 — 10 Kol. 1,15 — 12 Kol. 1, 15 — 14 Kol. 1, 15 — 16 Joh. 10, 30 — 19 Phil. 2, 7 — 21 Gen. 1, 26 — 27 —31 vgl. S. 186, 5 f. 204, 28 f — 28 Kol. 1, 15) [*](1 οὐκοῦν πρόδηλον < 49, 18 Ι 2 ὁ λόγος καθ’ ἑαυτὸν < 49, 19 | θεοῦ] + ὁ λόγος αὐτοῦ 49, 19 Ι 6 θεοῦ] + τοῦ V 24, 26 Ι 8 καθ’ ἑαυτὸν ὁ λόγος 49, 3f Ι 11 f ὁρατοῦ . . ἀόρατον Μο ἀοράτου . . ὁρατὸν V | 14 ἀληθῶς m Ι 17 τινι mr Ι 23 ἔσται V2 ἐστιν V* | 25 οὐδὲν V, corr. We | 28 ἑαυτοῦ Acac. αὐτοῦ V Ι λόγον] υἱὸν Re | πάσης Acac. | 31 εἰκόνα] + ἄλλος . . . . . ἀοράτου Re vgl. S. 204, 28 f f Ι ῥήματα Acac. Ι αὐτοῦ φαύλην Acac.)

206
πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἓτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἓτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ’ εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.

Re 86 οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι· καὶ εἰ βουλῆς ἐστιν εἰκών οὐκέτι αὐτοβουλὴ εἶναι δύναται· καὶ εἰ δυνάμεως εἰκών, οὐκέτι δύναμις· καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς ἀλλ᾿ ἀλλ’ ἑτέρω· τινὸς εἰκών ἐστιν.

Re 87 ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ’ ὅτι καἰ τινες τῶν προεστάναι δοκούντων τῆς ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι παραδόσεως τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν , ἃ οὐδὲν ἔλαττον τῆς τώι προειρημένων ἔχεται πλάνης.

Re 88 δέον τἀναντία μετὰ δακρύων τε καὶ πένθους πρὸς κύριον βοᾶν »ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν«, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποιήσαμεν, καὶ νῖν μεταγνόντες τῆς παρά σου τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας. ταῦθ’ ἥρμοττεν αὐτῷ, ταῦτα συνέφερεν λέγειν διὰ τὴν ἄμετρον τοῦ θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν. καίτοι ἀκόλουθον ἢν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα »εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ«. ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, »ἰδοὺ» γάρ »ἔσομαι μεθ’ ὑμῶν« ἔφη »πάσας τἀς ἡμέρας« τῆς ζωῆς ὑμῶν »ἓως τῆς συντελείας τοῦ αἰῶνος«. εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά »ἐλθέτω θάνατος ἐπ’ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς καρδίαις αὐτῶν«. τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον <ὄν>τες.

Re 89 ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ’ ὧν πανούργως τά τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλα- [*](5—9 Acacius bei Epiphanius haer. 72, 6. 9 (ed. Divdorf) vgl. 72, 10 — — 14 25, —26, 3 — —29 26, —27, 13 — —S. 207, 10 29, — 28) [*](6 vgl. S. 205, 31 — 16 Dan. 9, Θ΄? — 18f Tit. .8, 4 — 20 Ps. 54, 15 — 24 Matth. 28, 20 — 27 Ps. 54, 16 — 32 vgl. S. 203, 14) [*](1 καὶ] + ὁ V Ι δύναται] + ἔτι Acac. Ι 3 θεός2] + ὄντως Acac. | 4 καὶ1] + ὁ V | 5 οὑν < Ερ. 72, 9 Ι αὐτῶν Ερ. 72, 9 Ι προεῖπον Ερ. 72, 6 Ι πάν τὼς Ερ. 72, 6 | 6 λέγεις Ερ. 72, 9 Ι 6f οὐ δύναται αὐτοουσία Ep. 72, 6 Ι εἰκών1.2 < Ερ. 72, | 9 εἰκών < Ερ. 72, 6 | 16 τὸν V | 19 τὸν g τὸ V οὐ Μο Ι φιλανθρωπίας] + ἄλλα Μο Ι 20 εἰ] + ὁ üb. d. Ζ. V2 Ι 20 ἐπήγαγεν r ἐπήγαγον r Ι 29 ἐντυγχάνοντες V, corr. Μ0 Ι 30 βού- λεται m)

207
σφημίαν, »ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ‘‘ κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν »τὸ πονηρόν«. ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρρητον ἧμίν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν »εἷς ὁ θεός«, εἶτα μετὰ τὸν ἵνα θεόν φησιν ’ρεῖς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς«. εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ’ αὐτόν. »ἐπικατάρατος« γὰρ »ἄνθρωπος« ὁ προφήτης ῾Ιερεμίας ἔφη »ὕς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον«.

Re 90 ἀλλ’ ὁ προειρημένος, βραχέα τῶν ἀγίων προφητῶν φροντίσας, ὅς ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποστόλου θεολογίαν ἐξηγούμενος, »εἷς θεὸς« ἔφη εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς«. καὶ ὁ ταῦτα ταῦτα καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν γραφῶν μεγαλαυχῶν οὐκ ἐνενόησεν ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος ἀπόστολος κἀκεῖνο γέγραφεν »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος«. ὁρᾷς ὅπως (ὥσπερ προιδὼν τῴ πνεύματι τῆν’ τούτων κακουργίαν) ὁ ἱερὸς ἀπόστολος οὕτως ἐν ἑτέρῳ μέρει τὸ »ὡς ἄνθρωπος« ἔγραψεν καὶ »ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος«, ἵνα παίσῃ αὐτῶν τὴν τοσαύτην βλασφημίαν.

Re 91 πῶς οὖν τούτοις μὴ προσχὼν Εὐσέβιος μόνον ἄνθρωπον τὸν σωτῆρα εἶναι βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων.