Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 92 πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῴ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν ὁ Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἧμίν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε τοῦ εἶναι ἀρχὴν λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ’ αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι. οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγένητα, ἀλλὰ ἀκριβῶς πεπεῖσθαι ὅτι οὐρανός τε καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ θεοῦ γεγένηται. εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἓτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῴ πατρί.

[*](11—21 30, 1—14 — 22—24 30, 16—19 — 25—28 (γεγενῆσθαι) 101, 27—32; 25—26 (λόγου) 112 — 32 (ἧν) 100, 16—19; 31 (εἰ) — 33 102, 1–3)[*](1 Matth. 12, 35 — 5 Ι Tim. 2, 5 — 9 Jer. 17, 5 — 13 Ι Tim. 2, 5 — 16 Phil. 2, 6. 7 — 20 Phil. 2, 7 — 22 vgl. Ζ. 2)[*](3 τοῦ) τὸ τοῦ We; od. üge nach ἡμῖν: καὶ ein? Ι 14 — 21 καὶ — βλασφημίαν bisher als Polemik-des Eusebius gegen Marcell gefasst; vgh zu ὁ. 30, S. — 14 Ι κἀκεῖνος V, corr. Mo | 23 —24 οὑ — ῥήσεων als ’ Worte m g Ι 23 τοῦτο μὲν V*, ~ V1 | λέγειν m, λέγει V | 26 τοῦ < V 112, 29 | ὁ < 101, 29 28 ἀρχὴν τοῦ εἶναι 101, 30f. | τοῦ < V 39, 32 | 30 τε < 100, 16 | 31 ἐπὶ] + τῆς 100, 16 Ι ὑπὸ] + τοῦ 100, 17 Ι πιστεύει V 102, 1 Ι 32 ἴν < V 100, 19)
208

Re 93 τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ κα προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἓτερον ἢν πλὴν θεοῦ μόνου.

Re 94 εἴληφεν γὰρ ὁ ἄνθρωπος οὐ μόνον τὴν ἐπὶ γῆς τῶν πραγμάτων ἐξουσίαν, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς, εἰκότως εἰ γὰρ ὅτε καὶ »ἄνθρωπος« ἐγένετο καὶ »μεσίτης θεοῦ καὶ ἀνθρώπων« τότε εἰς αὐτὸν »ἐκτίσθη τὰ πάντα«, ὡς ἔφη ὁ ἀπόστολος, »τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς«, ἀκόλουθόν ἐστιν ἀκριβῶς γινώσκειν ὅτι ἐξουσία οὐ μόνον τῶν ἐπὶ γῆς αὐτῷ, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς δέδοται.

Re 95 εἰ γὰρ περί τινος δόξης δοθείσης αὐτῷ παρὰ τοῦ πατρὸς τὸ ἱερὸν Εὐαγγέλιον λέγει, ταύτην ὁ ἄνθρωπος διὰ τοῦ λόγου εἰληφὼς φαίνεται. »μεσίτης« γὰρ γενόμενος κατὰ τὸν ἱερὸν ἀπόστολον »θεοῦ τε καὶ ἀνθρώπων« τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ πατρὸς δόξῃ τοὺς θεοσεβεῖς ἐδόξασεν ἀνθρώπους.

Re 96 καὶ ἠξίωσεν τὸν πεσόντα διὰ τῆς παρακοῆς ἄνθρωπον τῷ ἑαυτοῦ διὰ τῆς παρθένου συναφθῆναι λόγῳ. ποία γάρ ἐν ἀνθρώποις ἑτέρα μείζων δόξα γένοιτ’ ἂν τῆς δόξης ταύτης; εἰπὼν δὲ ὅτι »ἐδόξασά σε«, ἐπιφέρει λέγων »καὶ πάλιν δοξάσω«, ἵνα δι’ ὑπερβολὴν φιλανθρωπίας ἐν τῇ μετὰ τὴν ἀνάστασιν τῆς σαρκὸς δευτέρᾳ δόξῃ τὸν πρότερον θνητὸν ἄνθρωπον ἀθάνατον ἀπαλλαγῆναι καὶ τοσαύτῃ αὐτὸν δοξάσῃ δόξῃ, ὥστε μὴ μόνον αὐτὸν τῆς προτέρας ἀπαλλαγῆναι δουλείας ἀλλὰ καὶ τῆς ὑπὲρ ἄνθρωπον ἀξιωθῆναι δόξης.

Re 97 ἵνα, ὡς ἔφην, ὑπὸ τοῦ διαβόλου ἀπατηθέντα πρότερον τὸν ἂνθρωπον αὐτὸν αὖθις νικῆσαι τὸν διόβολον παρασκευάσῃ. διὰ τοῦτο ἀνείληφεν τὸν ἄνθρωπον, ἵνα ἀκολούθως τούτον ἀπαρχὴν τῆς ἐξουσίας παραλαβεῖν παρασκευάσῃ.

(Re 35 = 97) οὑτος γάρ ἐστιν ὁ ἀγαπητός, ὁ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, περὶ οὗ ὁ εὐαγγελιστὴς ἔφη οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ὧ εὐδόκησα«.

Re 98 ὅτι ὁ λόγος τοῦ ἀοράτου θεοῦ διά παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τήν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι’ αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισάμενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρασκευάσῃ, ἀλλά καὶ σύνθρονον ἐν οὐρανοῖς τῴ θεῷ.

Re 99 ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσλαβὼν κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διά τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον [*](1—3 40, 5—7. 100, 11—14; 2 (μήπω) — 3 77 4—9 50, 18—24 — 10—13 50, 26—30 — 1420 51, 6—9 — 25—26 51, 11—13 — 27—30 51, 15—19 — 31—S.) [*](2 Joh. 17, 5 — 5f Ι Tim. 2, 5 — 6 Kol. 1, 16 — 10 Job. 17, 5? — 12 Ι Tim. 2, 5 — 16 f f Joh. 12, 28 — 25 Ps. 44, 1? — 26 Matth. 3, 17) [*](1 ἐξουσίαν] δόξαν V 100, 11 Ι 3 μηδὲν 101, 14 | 16 σε < NT Ι 27 ὃτι] zum Citat örig? Ι 28 καὶ2] zu str,? Ι 29 αὐτὸν] 1. αὐτὴν?)

209
οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὶν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης Δαυὶδ προφητικῶς λέγει »ὁ κύριος ἐβασίλευσεν, ἀγαλλίάσθω ἧ γῆ«.