Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 78 καίτοι εἰ δεῖ τἀληθὲς περί Ὠριγἐνους εἰπεῖν, τοῦτο προσήκει λέγειν, ὅτι ἄρτι τῶν κατά φιλοσοφίαν ἀποστὰς μαθημάτων, καὶ τοῖς θείοις ὁμι- λῆσαι προελόμενος λόγοις πρὸ τῆς ἀκριβοῦς τῶν γραφῶν καταλήψεως, διὰ τὸ πολὺ καὶ φιλότιμον τῆς ἔζωθεν παιδεύσεως θᾶττον τοῦ δέοντος ἀρζάμενος [ὕπο] γράφειν ὑπὸ τῶν τῆς φιλοσοφίας παρήχθη λόγων, καί τινα δι’ αὐτοὺς οὐ καλῶς γέγραφεν. δῆλον δέ· ἔτι γὰρ τῶν Πλάτωνος μεμνημένος δογμάτων , καὶ τῆς τῶν ἀρχῶν παρ’ αὐτῷ διαφορὰς, ΠΕΡ1 ΛΡΧΒΝ γέγραφεν βιβλίον, καὶ ταύτην ψ συγγράμματι τὴν ἐπιγραφὴν ἔθετο. δεῖγμα δὲ τούτου μέγιστον τὸ μηδὲ ὄλλοθἐν ποθεν τὴν ἀρχι〉ν τῶν λέξεων αὐτὸν ἢ τὴν ἐπιγραφὴν τοῦ βιβλίου ποιήσασθαι, ἀλλ’ ἀπὸ τῶν Πλάτωνι λεχθέντων ῥημάτων· γέγραφεν γὰρ ἀρχόμενος οὕτως· οἱ πεπιστευ. κότες καὶ πεπεισμένοι. τοῦτο \τό) ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν ψ Γοργίᾳ Πλάτωνος.
Re 70 ἀζιῶ δὲ τοὺς ἐντυγχόν ὄντας τῶν ἀγίων, ὡσπερεὶ σπέρματα καὶ ἀρχὰς τ-́ισδε τῆς ἐζηγήσεως ἀληθῶς εἰληφότας, πλείονας ἀποδείξεις προσθεῖ- ’ναι τοῖς εἰρημένοις ὥστε ἔτι μᾶλλον τἀς τῶν [περὶ] τὴν πίστιν διαστρεφόντων ἐλέγχεσθαι προαιρέσεις. ὄντως γὰρ θεὸν τὸν γεννήσαντα αὐτοὺς ,,ἐγκατέλιπον, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους ‘‘ .
Re 80 ἀκόλουθον ἡγοῦμαι βραχέα καὶ περὶ τῆς εἰκόνος εἰπεῖν. γέγρα. φεν γὰρ· ἄλλος δέ ἐστιν ὁ ἐξ αὐτοῦ γεννηθείς ,,ὅς ἐστιν εἰκὼν τοῦθεοῦ τοῦ ἀο ρἀτουα. εἰκόνος διὰ τοῦτο μέμνηται θεοῦ ἀοράτου Ἀστέριος, ἵνα τόσου ’τον τὸν θεὸν τοῦ λόγου διαφέρειν διδάξῃ, ὅσον καὶ ἄνθρωπος ἦς ἑαυτοῦ εἰκόνος διαφέρειν δοκεῖ.