Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 75 πῶς οὖν οὐ τὴν αὐτὴν οὗτοι τοῖς ἔξωθεν κακίστην ὀδὸν τραπέντες τὰ αὐτὰ διδάξαί τε καὶ γράψαι προὔθεντο, τοῦ μὲν Εὐσεβίου Οὐαλεν τίνω τε καὶ ῾Ερμῇ ὁμοίως εἰρηκότος, τοῦ δὲ Ναρκίσσου Μαρκίωνί τε καὶ Πλάτωνι.
Re 76 ἀλλ’ ἀφέμενος τῆς ἀληθοῦς γνώσεως τὴν ἔντεχνον ἡμῖν καὶ νῦν ἐπεδε΄ξατο θεωρίαν, οὐκ ἔχων γάρ ἐκ τῶν θείων γραφῶν τὸ ἑαυτοῦ κάτα σκευάσαι βούλημα, ἐπὶ τοὺς σοφωτάτους, ὡς οἴεται, ἀνατρέχει πατέρας φάσκων ὅπερ οἱ σοφώτατοι τῶν πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπε φήναντο. ἀπόφασιν ἀποπεφάσθαι τοὺς ἑαυτοῦ πατέρας Ἀστέριός φησιν κα δόγμα περὶ θεοῦ γεγραφέναι ἀπὸ τῆς οἰκείας ἐαυτῶν προαιρέσεως. τὸ γὰρ τοῦ δόγματος ὄνομα τῆς ἀνθρωπίνης ἔχεται βουλῆς τε καὶ γνώμης. ὅτι δὲ τοῦθ οὕτως ἔχει μαρτυρεῖ μὲν ἧμίν ἱκανῶς ἡ δογματικὴ τῶν ἰατρῶν τέχνη, μαρτυρεῖ δὲ καὶ τὰ τῶν φιλοσόφων καλούμενα <δόγματα>· ὅτι δὲ καὶ τὰ συγκλήτῳ ἔτι καὶ νῦν δόγματα συγκλήτου λέγεται, οὐδένα ἀγνοεῖν οἶμαι.
[*](3—9 26, 14—21; 3—5 ἐκπέπτωκεν) ἐκπέπτωκεν) 30, —24 — —16 27 — —21 28, —20 — —24 26, —26 — —34 20, 23)[*](12 Gal. 4, 19 — 15 vgl. Nr. 82 und oben S. 29, 30. 30, 20 f. — 20 vgl. S. 195, 14 — 28 f vgl. Nr. 34)[*](4 ὀνομάσας 30, 23 Ι 5f γέγραφεν — οὕτως als ’ Worte m g Ι 8 ὣν m | 12 εἰπὼν V, corr Kl Ι —16 ὤδινεν — λέγοντας als ’ Worte m g Ι 22 τοῖς r τῆς V | 26 ἀπεδείξατο ra Ι 29 ἀποπέφαται V, corr. Mo Ι 31 τῆς < r | ἔχεται] ἔχει τι Neander | 33 δόγματα Mo)Re 77 συνηγορἶͅσαι γὰρ βουληθεὶς τῷ τὴν ἐπστολἡν κακῶς γράψαντι Εὐσεβίῳ, πρῶτον μὲν οὐ διδασκαλικῶς ἀναπτύξας, ἔφη, τὸ δόγμα τὴν ἐπιστολὴν συνέταξεν, οὐ γὰρ πρὸς τὴν ἐκκλησίαν οὐδὲ πρὸς τοὺς ἀγνοοῦντας ἐγίγνετο τὸ γράμμα ἀλλὰ πρὸς τὸν μακάριον Π αυλἶνον, μακάριον αὐτὸν διὰ τοῦτο εἰπών, ὅτι τὴν αὐτὴν εἶχεν Ἀστερίῳ δόζαν. οὐκοῦν ἐπειδήπερ τοὺς σοφωτάτους πατέρας Ἀστερίου μεμαθήκαμεν, ἀκόλουθον ἡγοῦμαι λέγειν καὶ τὸν Παυλίνου τε καὶ τῶν ἄλλων γενόμενον διδάσκαλον. ἀπὸ γὰρ τἶίς Παυλίνου ἐπιστολῆς ὁ κἀκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ’ ἂν ἡμῖν.