Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 55 ὥσπερ γάρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τά λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος Μώσης ἄγγελον ἐνταῦθα ὀνομάζει τὸν λόγον , ὅτι δι’ οὐδὲν ἓτερον ἐφάνη, ἀλλ’ ἵνα ἀναγγείλῃ τῴ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς ᾿Ισραὴλ ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἵνα θεὸν εἶναι νομίζειν. διὸ καὶ πρὸς αὐτὸν ἐγὼ εἰμι ὁ ὢν« ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἓτερον θεὸν εἶναι διδάξῃ. τοῦτο δὲ ῥᾴδιον , οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ τὰ. πεινοῦ καθ’ ἡμὰς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῴ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρω ἧ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ.

Re 56 ἐνταῦθα »ἐγώ εἰμι ὁ ὢν« λέγει μὲν τῴ Μωσεῖ ὁ πατὴρ, λέγει δὲ δηλονότι διὰ τοῦ λόγου. πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διά τοῦ λόγου λέγων φαίνεται τοῦτο δὲ δῆλον ἐστιν καὶ ἀφ’ ἡμῶν αἰτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.

Re 57 τίνα τοίνυν τὸν »ἐγώ εἰμι ὁ ’κ λέγοντα Ἀστέριος εἶναι οἴεται τὸν υἱὸν ἢ τὸν πατέρα; δύο γὰρ ὑποστάσεις, εἰς τὴν ἀνθρωπίνην ᾦ ὁ τοῦ θεοῦ λόγος ἀνείληφεν σάρκα ἀφορῶν καὶ δι’ αὐτὴν οὕτω φανταζόμενος, [*](3—12 153, —22; —8 αὐτόν) 42, —31. 107, —31; —10 αὐτῷ) 156, —22 — —22 40, 12—24; —14 σημαίνεται) —21. 109, 15 19 (τοῦτο) — 22 77, —29. 118, —29. vgl. 21 (ἓν) — 22 77, 12 —27 —41, 4; 24 πάντα) — 27 —35. —21. —26 — —S. 197, 2 123, —12; —29 πατέρα) 130, 31) [*](1 Prov. 8, 27 — 8 Prov. 8, —30 — 11 Ι Kor. 1, 24 — 15 Ex. 3. 2 — 18 Ex. 3, 14 — 23 Ex. 3, 14 — 28 Ex. 3, 14) [*](3 εἶναι] ποιῆσαι 156, 15 Ι ὁ < V 153, 11 | 4 τὰ] + τε 107, 25 Ι καὶ] + τὰ 153, 12. 156, 16 | ἐπὶ] + τῆς 153, 13. 156, 16 1 προὔθετο ποιῆσαι 42, 27 προέθετο ποιῆσαι 107, 26 Ι 6 πλὴν] + τοῦ 42, 28 Ι 7 ποιητὴς τοῦ κόσμου καὶ V 156, 20 Ι ἑτοιμάζω,] ὀνομάζων V 42, 30 vgl. S. 195, 29 Ι 9 συμπαρ. αὐτῷ“ λέγων 156, 22 | 13 γὰρ < 77, 19 Ι 14 γέγονεν — λόγου < V 40, 13 f 19 δὲ < V 40, 19 Ι 21 χωρῆσαι V 77, 27 | ἀνθρωπείῳ V 77, 11 Ι 23 ἐγώ V2 μὲν V* Ι 24 ἂν < V 112, 22 Ι λέγει V 112, 22 | 27 ποιοῦμεν] + καὶ λέγομεν Μο (doch vgl. zu S. 32, 2?) | 30 καὶ δὴ V2 a. R.)

197
πατρός τε καὶ υἱοῦ ἔφησεν εἶναι, οὕτω τὸν υἱὸν τοῦ θεοῦ χωρίζων τοῦ πατρὸς, ὡς καὶ υἱὸν ἀνθρώπου χωρίσειεν ἄν τις τοῦ κατά φύσιν πατρός.

Re 58 εἰ τοίνυν τὸν πατέρα χωρίζοντα ἑαυτὸν τοῦ υἱοῦ πρὸς τὸν Νωσέα ταῦτ’ εἰρηκέναι φήσει, οὐκ εἶναι τὸν υἱὸν θεὸν ὁμολογήσει. πῶς γὰρ ἐγχωρεῖ τὸν λέγοντα ἠῶ εἰμι ὁ ‘̓ονκ μὴ συνομολογεῖν ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὥν ἑαυτὸν εἶναί φησιν; εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ "ἐγώ εἰμι ὁ ὢν", ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται. ἑκάτερον δὲ τούτων ἀσεβές.

Re 59 ἄρζομαι τοίνυν ἀπὸ τῆς ὑπ’ αὐτοῦ γραφείσης ἐπιστολῆς πρὸς ἴκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν. γέγραφεν πιστεύειν εἰς πα- τέρα θεὸν παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ θεόν, τδν κύριον ἥμων Ἰησοῦν Χριστὸν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον καί φησιν ἐκ τῶν θείων γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας τΟόπον. ἐγὼ δὲ ὅταν μὲν τοῦτο λέγῃ ἀποδέχομαι σφόδρα τὰ λεγόμενα, κοινὸς γὰρ οἶτος ἀπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρόπος, πιστεύειν εἰς πατέρα καὶ υἱὸν κ αἰ ἄγιον πνεῦμα· ὅταν δὲ μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως ἀνθρω- πικὁτερον ἧμίν διά τινος ἐντέχνου θεωρίας τόν τε πατέρα πατέρα λέγῃ καὶ τὸν υἱὸν υἱὸν, οὐκέτ’ ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον. διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει, ὅπερ σαψφως ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων. ἔφη γὰρ τὸν μὲν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι νόμιζε ι ν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως.

Re 60 ἀδύνατον γὰρ τρεῖς ὑποοτὰσεις οὔσας ἑνοῦσθαι μονάδι, εἰ μὴ πρότερον ἡ τριὰς τὴν ἀρχὴν ἀπὸ μονάδος ἔχοι. ἐκεῖνα γὰρ ἀνακεφαλαιοῦσθαι ἔφησεν μονάδι ὁ ἱερὸς Παῦλος, ἃ μηδὲν τῇ ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γάρ ὁ λόγος καὶ τὸ πνεῦμα τώ θέοι διαφέρει μόνα.

Re 60 εἰ τοίνυν ὁ λόγος φαίνοιτο ἐξ αὐτοῦ τοῦ πατρὸς ἐξελθὼν καὶ πρὸς ἧμάς ἐληλυθώς, τὸ δὲ πνεῦμα τὸ ἅγιον, ὡς καὶ Ἀστέριος ὁμολόγησεν παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὖθίς τε ὁ σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ύμῖνα, οὐ σαφῶς καὶ φαἔρως ἐνταῦθα ἀπορρήτῳ (δὲ) λόγῳ ἡ μονὰς φαίνεται, πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμός ὑπομένουσα; εἰ γὰρ ὁ μὲν λόγος ἐκ τοῦ πατρὸς ἐκπορεύεται, τὸ δὲ πνεῦμα καὶ αὐτὸ ὁμολογεῖται ἐκ τοῦ πατρὸς ἐκπο- ρεύεσθαιι αὖθίς τε περὶ τοῦ πνεύματος τὸν σωτῆρα λέγειν ,,ἐκεῖνος ἐκ τοῦ ἐμοῦ [*](3—8 ΠΑ· Μο; ὅ (ὅτι) — 8 ’εο, 34—131, Ρ — 9—2’i 18, ΑέΛρ — 2θ— ρσ ’ὅr, 32—36 — ῥ͂Α 198, 14 158, 226) [*](5 Es. 3, 14 — 7 iJx. 3, 14 — 24 Eph. 1, 10 — 28f Job. 15ι 26 — 30 Job. 16. 13. 14 — 33 f Joh. 1δ, 26 — 35 Job. 16, 14) [*](1 f τοΙ· πατρός] καὶ πατρός?Μo \ 1 φἀσκειV Vl’i.lS Ι λέγων Ύ"^ 12?,, ΥΑ \ 9 α vgl. zu S. 18, 14; Conybeare bat inzwiscben seine Ansiebt geändert ZNTW 6, 2. 11) ὥσπερ V. corr. We 1 2() τοῦ θεοῦ Υ*, corr. Λ’2 Ι 31 δοξάζει V*. corr. 2 32 όΐ Μο)

198
λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐκ ὄρα πρόδηλόν ἐστιν κεκρυμμένον ἀνακαλύπτεσθαί τι μυστήριον; πῶς γάρ, εἰ μὴ ἧ μονὰς ἀδιαίρετος οὖσα εἰς τριάδα πλατύνοιτο, ἐγχωρεῖ αὐτὸν περὶ τοῦ πνεύματος ποτὲ μὲν λέγειν ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται , ποτὲ δὲ λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, αὖθίς τε ἐμφυσήσαντα τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἃγιον« εἰρηκέναι; πῶς γὰρ εἰ ἐκ τοῦ πατρὸς ἐκπορεύεται παρὰ τοῦ υἱοῦ τὴν διακονίαν ταύτην λαμβάνειν ἐπαγγέλλεται; ἀνάγκη γὰρ εἰ δύο διαιρούμενα, ὃς Ἀστέριος ἔφη, πρόσωπα εἴη, ἧ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορευόμενον μὴ δεῖσθαι τῆς παρὰ τοῦ υἱοῦ διακονίας πὰν γὰρ τὸ ἐκ πατρὸς ἐκπορευόμενον τέλειον εἶναι ἀνάγκη, μηδαμῶς προσδεόμενον τῆς παρ’ ἑτέρου βοηθείας), ἡ, εἰ παρὰ τοῦ υἱοῦ λαμβάνοι καὶ ἐκ τῆς ἐκείνου δυνάμεως διακονοίη τὴν χάριν, μηκέτι ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι.

Re 60 εἰ δὲ τὸ Εὐαγγέγγέλιον ὅτι ἐμφυσήσας τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἃγιον« ἔφησεν, δῆλον ὅτι ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐξῆλθεν. πῶς οὑν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πόλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται;

Re 60 οὐκ ὀρθῶς οὖν οὐδὲ προσηκόντως εἴρηκεν τρεῖς ὑποστάσεις εἶναι φήσας οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον.

Re 61 τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῴ ἀνθρώπῳ διαφέρειν γιγνώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν.

Re 62 εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἒν καὶ ταὐτὸν εἰκότως ἀν’ ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἧ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.

Re 63 ἓν γὰρ εἶναι καὶ ταὐτὸν Ἀστέριος κατὰ τοῦτο ἀπεφήνατο μόνον τὸν πατέρα καὶ τὸν υἱόν, καθ’ ὃ ἐν πᾶσιν συμφωνοῦσιν. οὓτω γάρ ἔφη· καὶ διὰ τὴν ἐν πᾶσιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν »ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν«.

Re 64 εἰ οὖν αὐτὸς λέγει ταῦτα ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἣκω«, καὶ αὖθις καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με πατρός« καὶ »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμὰ ἐστιν«, δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρία ἵνα ἐν θεῷ μὲν ᾗ ὁ λόγος ὁ τοῦτο λέγων ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος. »θεοῦ« γὰρ αὐτὸν »δύναμιν καὶ θεοῦ σοφίαν« ἀξιόπιστος εἴρηκεν μάρτυς. οὐ διὰ τὴν ἐν [*](12—14 158, —31 — —16 158, —34 — —18 37, 20. —18 — —22 35, —36. 102, —25; —20 (φαίνοιτο) 77, 8 —26 29, —12 — —S. 199, 17 37, —38, 16; 32 οὐ) —S. 199, 3 λόγου) 102, 2 30) [*](3 Joh. 15, 26 — 4 Joh. 16, 14 — 5 Joh. 20, 22 — 12 Joh. 20, 22 — 26 Joh. 10, 30 — 27 Joh. 8. 42 — 28 Joh. 14,24 — 29 Joh. 16, 15 - 30 Joh. 1038 — 31 I Kor. 1, 24 — 32 ff vgl. Nr. 72) [*](1 οὐκ ὄρα Kl οὐ γὰρ V οὐ γοῦν Re j 6 λαμβάνειν Kl vgl. Z. 10 διακονεῖν V Ι 10 λαμβάνει V, corr. Kl | 12 Εὐαγγέλιον] + λέγει? | 17 γινώσκομεν 102, 17 Ι 20 ὁ λόγος < 8.5, 84 Ι εἰ V2 ἡ V*) 102, 22 Ι ἧ V2 εἰ ? V*) 35, 34 Ι 26 πατὴρ] + ἔφη r | 30 μὲν ᾖ] μένῃ mr vgl. Job. 14, 10)

199
ἅπασί οὑν λόγοις τε ἰαὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτῆρ’ λέγει »ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν«, ἀλλά διότι ἀδύνατόν ἐστιν, ἧ λόγον θεοῦ ἧ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. ἐπεὶ εἰ διὰ τὴν ἐν ἃπασιν συμφωνίαν τοῦτο εἰρηκέναι τὸν σωτῆρα Ἀστέριος οἴεται, καὶ μὴ τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγκαῖόν ἐστιν ὑπομνῆσαι αὐτόν, πῶς ἐνίοτε τὸ] κατὰ τὸ σὴν] φαινόμενον ἀσυμφωνίαν ἔστιν ἰδεῖν. οὕτω γὰρ ἧμάς ἆ ῥητά διδάσκει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος »πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο«, ἐπιφέροντος δὲ κἀκεῖνο »πλὴν μῆ ὡς ἐγὼ ἀλλ᾿ ἀλλ’ ὡς σύ«. οὐ συμφωνοῦντος γάρ ἦν πρῶτον μὲν τὸ λέγειν »παρελθέτω τὸ ποτήριον τοῦτο«· οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ, λέγει γὰρ »μὴ τὸ ἐμὸν ἀλλὰ τὸ σὸν γενέσθω, πάτερ, θέλημα«. ἀκούεις ὅπως ἀσυμφωνίαν κατά τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῖ μὲν θέλον. τος. 〈τοῦ δὲ μὴ θέλοντος〉 ὅτι μὲν γὰρ ἐβούλετο ὁ πατὴρ δῆλον ἀφ’ ὦν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο ὁ υἱὸς δῆλον δι’ ὃν παραιτεῖται Λαὶ αὖθις οὐ ζητῶ‘ φησὶν τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῖ· πέμψαντός με πατρός·. πῶς οὔ διὰ τῆν’ ἐν ἅπασιν συμφωνίαν ίαν τὸν σωτῆρα εἰρηκέναι φησὶν ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν«.

Re 65 πῶς συμφωνίαν ἔχειν πρὸς τὸν πατέρα ὁ υἱὸς δύναται ἢ ὁ πατὴρ πρὸς τὸν υἱόν, τοῦ υἱοῦ »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμὰ ἐστιν« λέγοντος; ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ υἱοῦ τὸν πατέρα τὸ λέγειν »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν «. τούτου γὰρ χάριν, παρεὶς τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν εἰπεῖν, πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν‘‘ ἔφη. καίτοι οὐκ ἢν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλά· πάντα ὅσα ἔχει ὁ πατὴρ κοινὰ ἐστιν. εἰ γὰρ αἱ τῶν ἀποστόλων Πραξεῖς τήν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι πάντα ἦν αὐτοῖς κοινὰ« ἔφασαν, καὶ ἐπ’ ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους; νυνὶ δὲ ἐν μὲν τῷ λέγειν »πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν« πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν πατέρα »ὁ« γὰρ »λόγος ὃν ἀκούετε« φησὶν οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός«), ἀφαιρεῖσθαι τὸν πατέρα τὰ ἴδια τοῖ· παιδὸς δείκνυσιν. ἑκάτερα δὲ κατά τὴν Ἀστερίου οἴησιν οὐκ ἀκολούθως εἰρημένα φαίνεται ἔδει γάρ τὸν συμφωνοῦντα μὴ τὰ <τῷ> ἑτέρῳ προσόντα παρασπᾶσθαι γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. ὥστε ὅταν μὲν εἰς τῆν’ ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οἴα ὥσπερ Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν σωτῆρα »ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν«, οὐ γάρ διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν , ὡς αὐτὸς γέγραφεν, [*](18—S, 200, 14 38) [*](2 Joh. 10, 30 — 8 Matth. 26, 39 — Matth. 26, 30 — 10 Matth. 26, 39 — 11 Matth. 26, 39 — 15 Joh. 5, 30 — 17 Joh. 10, 30 — 19 Joh. 16, 15 — 20 Joh. 16, 15 — 22 Joh. 16,15 — 25 Act. 4, 32 — 28 Joh. 16, 15 — 30 Joh. 14, 24 — 35 vgl. Nr. 72. 73 — 36 Joh. lU, 30) [*](6 κατὰ τὸ mr vgl. Z. 12 τὸ κατὰ τήν σὴν V Ι 7 τοῦτο] + μὲν? Ι 13 τοῦ δὲ μ’ θέλοντος V2 a. R. Ι 13f f ὃ ἐβούλετο zu str. ? 1 20 τὸ λέγειν Kl vgl. Ζ. 23 τοῦ λέγοντος V Ι 21 χάριν γὰρ V*, ~ V1 | 26 ὀφείλει Μο ὀφειλόντων V Ι 27 υἱὸν] + τῆς αὐτῆς Μο Ι 33 τῴ We)

200
ὁ σωτὴρ εἴρηκεν ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν«. εἰ γὰρ τοῦτ’ ἦν, πάντως ἂν ἔφη· ἐγὼ καὶ ὁ πατὴρ ἐν ἅπασιν πρὸς ἀλλήλους συμφωνοῦμεν. νυνὶ δὲ »ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν« ἔφη. οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἥν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, τὸν σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι ἡνίκα ἂν »ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν« λέγῃ, τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὂν ἀνείληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ’ εἰς τὸν ἐκ τοῦ πατρὸς προελθόντα λόγον. εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀναφέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ λόγος. εἰ δὲ ἑνότης λέγοιτο, αὕτη τῷ λόγῳ διαφέρουσα φαίνεται. ὅθεν οὐ μόνον τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἵν ἐσμεν« εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· »τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμί, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα«, δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυναμένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρχει καὶ ὁ τούτου λόγος. οὐ διὰ τὴν ἐν ἅπασιν οὑν συμφωνίαν τοῦτ’ ἔφη πρὸς Φίλιππον.

Re 66 αὐτὸς γὰρ ὁμολογεῖ λέγων ’ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρία· ὅτι δὲ τοῦτο οὐχ ἁπλῶς οὐδὲ ἀσκόπως εἴρηκεν, δῆλον καὶ ἀφ’ ἑτέρας ἀποστολικῆς ῥήσεως· »εἷς« γὰρ ὁ εἰπὼν »κύριος, μία πίστις, ἓν βάπτισμα« »εἷς θεὸς« ἔφη »καὶ πατήρ, ὁ ἐπὶ πάντων καὶ διὰ πόντων καὶ ἐν πᾶσιν«. ὁρᾷς ὅτι οὐδ’ ἐνταῦθα ἀφίσταται τῖς συμφωνίας ἀλλά καὶ ἐνταῦθα τὸ αὐτὸ πέπονθεν, »εἷς« γάρ εἰπὼν κύριος« αὖθις εἶς θεὸς« ἔφη, ἵνα ἡνίκα ἂν τοῦ ἑνὸς κυρίου μνημονεύῃ περιλαμβάνῃ καὶ τὸν πατέρα, ἡνίκα δ᾿ ἂν περὶ τοῦ πατρὸς λέγῃ μὴ ἐκτὸς εἶναι τὸν λόγον τοῦ θεοῦ μαρτυρῇ.

Re 67 εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἓνα ἡμῖν θεὸν βεβαιούσης, »ἐγὼ θεὸς« φησὶν »πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εὶμι«· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν, αἱ γὰρ δύο ῥήσεις ἒν ἡμῖν πρόσωπον σημαίνουσιν. »ἐγὼ« γάρ εἰπὼν ἐπάγει καὶ τὸ »εἰμί« ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα. εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέζομαι προφήτην λέγοντα ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός«. εἰ ὑποστάσει διῃρημένον τὸν ὺἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι’ ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα· ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσίς. τίς οὖν ἔστιν ὁ λέγων οὐκ ἔστιν πλὴν ἐμοῦ θεός« ; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης »οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ‘‘. εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτὴρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἵνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ. αὖθις »ἒμπροσθέν μου« [*](15—22 123, 23—31 — 23—S. 201, 18) [*](1 Job. 10, 30 — 2 Joh. 10, 30 — 5 Job. 10, 30 — 9 Job. 10, 30 — 10 Job. 14, it — 15 Job. 10, 38 — 17 Epb. 4, 5. 6 — 20 Epb. 4, 5. 6 — 24 Jes.41,4 — 26 Jes. 41, 4 — 29 Jes. 44, — 33 Jes. 44, — 34 Jes. 45, 21 — 37 Jes. 43, 10. 11) [*](3 ἐσμεν ἔφη V1 a. R. Ι οὐκοῦν εἰ in Ras. V1 Ι 5 ἓν V1 üb. d. Z. Ι λέγει V Ι 11 πατέρα] + ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν) πατέρα r, wobl mit Recbt | 16 τοῦτο οὐχ V2 τοῦτο V* | 18 θεὸς ἐφ’ V*, corr. V2 | πατήρ] + πάντων NT Ι 35 δίκαιον Μο δοκεῖν V Ι 36 ἔτι V2 ἔτι V*)

201
φησὶν »οὐκ ἐγένετο ἂλλος, καὶ μετ’ ἐμὲ οὐκ έσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ ἐμοῦ σῴζων«. εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέν<λεχθέν> ἀκουέτω αὐτοῦ Ἠσαίου λέγοντος »μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ«. οὐκ εἶπεν· ἐγὼ θεὸς ἵνα καὶ διὰ τῆς τοῖ· ἄρθρου προσθήκης ἵνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ ῾Ωσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τά αὐτὰ μαρτυρεῖ, »ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου« λέγων »καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ«; αὖθίς τε ὁ Μαλαχίας »οὐχὶ θεὸς εἶς ἔκτισεν ὑμᾶς;« φησὶν »οὐχὶ πατὴρ εἴς πάντων ὑμῶν;« ἀλλὰ τὸν Δαυὶδ φήσει που Ἀστέριος μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄτα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς ὑποστάσει διῃρημένους νομίζειν εἶναι προσήκει εἴτε καὶ μὴ. οὐκοῦν ἵνα μὴ τοῦτο λέγῃ, ἀκόλουθον ἡγοῦμαι καὶ αὐτὸν ἐπιδεῖξαι αὐτῷ τὰ αὐτὰ τοῖς προειρημένοις ἀγίοις λέγοντα· »ἄκουσον,« φησὶν »λαός μου, καὶ λαλήσω σοι· ᾿Ισραήλ, καὶ διαμαρτύρομαί σοι. ἐάν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου«. ὁ αὑτὸν ἐπιδεικνὺς καὶ λέγων »ἐγώ εἰμι«, οὐ δῆλός ἐστιν ἵνα θεὸν μόνον εἶναι λέγων, τουτέστιν ἑαυτόν;

Re 68 τί οὖν; εἰ μὴ τῴ πνεύματι προσέχοντες δυνάμει ἀδιαίρετον τὴν μονάδα εἶναι νομίζοιμεν, ἆρα οὐχ ἁμαρτησόμεθα, σαφῶς τοῦ λόγου διδάσκοντος ἡμᾶς »κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις«. τὸ αὐτὸ δὲ καὶ διὰ τοῦ κατὰ Μᾶρκον Εὐαγγελίου κηρύττει· ἑνὸς γὰρ τινος γραμματέως προσελθόντος αὐτῷ καὶ πυνθανομένου, τίς εἴη πρώτη τῶν ἐντολῶν, ἀπεκρίνατο πρὸς αὐτόν οὕτως εἰπὼν »πάντων πρῶτον· ἄκουε, »Ισραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐς ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη· καὶ δευτέρα ὁμοία ταύτῃ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ«. ἀλλ’ ὁ μὲν γραμματεὺς διὰ τοῦ νόμου τὴν θεοσέβειαν μεμαθηκέναι δοκῶν, ἐπαινῶν τὸ τοῖ σωτῆρος ῥητὸν φαίνεται φαίνεται »ἄκουε, ᾿Ισραήλ«, λέγοντος κύριος ὁ θεός σου εἷς ἐστιν« καὶ ὅρκῳ καλῶς εἰρῆσθαι πιστούμενος· »ἐπάληθείας« γάρ φησιν »εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος πλὴν αἰ·τοῦ‘ οἱ δὲ τὰ τῆς νέας διαθήκης αὐχοῦντες εἰδέναι μυστήρια, οὗτοι καὶ δεύτερον ἀναπλάττειν θεὸν βούλονται ὑποστάσει καὶ δυνάμει χωριζόμενον τοῦ πατρός.

Re 68 ὅτι δὲ τὴν μονάδα κύριον καὶ θεὸν οἶδεν καλεῖν ἧ θεία γραφή, ἡδῆ καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονεν , δι’ ὧν πρὸς τὸν ἑαυτοῦ [*](19—34 124, —21 — —S. 202, 19 124, —125, 17) [*](4 Jes. 40, 8. 9 — 8 Hos. 13, — 9 Mal. 2, 10 — 15 Ps. 80, —11 — 18 Ps. 80, 11 — 21 Matth, 4, 10. Luk. 4, 8 — 22 ff Mark. 12, 28. 29 — 24 Mark. 12, —32 — 30 Mark. 12, 29 — 32 Mark. 12, 32) [*](1 ἄλλο V2 Ι 3 λεχθέν,τος g | 5 ἔστιν] + ἔτι LXX Ι 6 θεός] + ἀλλ’ „ἐγὼ ὁ θεὸς“ We Ι 8 ἐξ] ἐκ γῆς LXX 1 9 ἐμοῦ m ὅμου V Ι 17 αὐτὸν V | 19 μή] μὲν mr Ι 25 ὑμῶν V2 | ὅλης] + τῆς καρδίας σου καὶ ἐς ὃλης NT 26 ὅλης] + τῆς διανοίας σου καὶ ἐξ ὅλης NT (< DH usw.) | 27 ἑαυτὸν corr. V2 Ι 31 λέγων V, corr. Kl Ι πιστούμενος r vgl. S. 136, 12. 29 πιστευόμενος V)

202
θεράποντα Μωσέα ὁ θεὸς ἔφη εἶπεν δὲ ὁ θεὸς πόλιν πρὸς Μωσέα· οὕτως ἐρεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν , ὁ θεὸς ᾿Αβραὰμ καὶ ὁ θεὸς ᾿Ισαὰκ καὶ ὁ θεὸς ᾿Ιακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς«. ὁρῷς ὅπως ἒν ἐπιδεικνὺς ἡμῖν ἐνταῦθα πρόσωπον τὸ αὐτὸ κύριον καὶ θεὸν προσαγορεύει. αὖθίς τε ὁμοίως ἧ γραφὴ λέγει »καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων· ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονται σοι θεοὶ ἓτεροι πλὴν ἐμοῦ«· ἀκούεις ὅπως διὰ τῆς ἀντωνυμίας ἕνα εἶναι θεὸν μόνον ἀποφαίνεται καὶ αὔεις μικρὸν ὕστερον »ἐγώ εἰμι κύριος ὁ θεὸς σου« φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι’ ἑτέρας γραφῆς μανθάνομεν; »καὶ γνώσῃ σήμερον« φησὶν »καὶ οὐ διαστραφήσῃ τῇ διανοία, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ 〈ἄνω〉 καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ‘‘ καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ »ἄκουε, ᾿Ισραήλ« φησὶν »κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας«. καὶ πόλιν ἐν τῷ αὐτῷ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω καὶ ἰάσομαι«. πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως προσποιούμενος προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον »κύριος ὁ θεὸς σου, οὕτος θεὸς ἐν τῴ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ‘‘, καὶ ὅτι »εἷς ἐστιν« καὶ »πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν«;

Re 69 πῶς οὖν ὁ ἱερὸς προφήτης ῾Ιερεμίας οὐ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; τὰ γάρ κατὰ τὸν σωτῆρα ἡμῖν προφητεύων οὕτως ἔφη »οὗτος ὁ θεὸς 〈ἡμῶν〉, οὐ λογισθήσεται ἓτερος πρὸς αὐτὸν. ἐξεῦρεν πᾶσαν ὀδὸν ἐπιστήμης, καὶ ἔδωκεν ᾿Ιακὼβ τῴ παιδὶ αὐτοῦ καὶ ᾿Ισραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.

Re 70 ὥστε κἀν ἐκεῖνο τις λέγῃ, κατασκευάζων πρῶτον εἶναι θεὸν καὶ δεύτερον, ὡς Νάρκισσος αὐταῖς λέξεσιν γέγραφεν (οὐδὲ γὰρ συγχωρεῖ ὁ λέγων ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«), ὅτι μὲν αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ δύο εἰσίν, αὐτοῦ τοῦ κυρίου μαρτυροῦντος καὶ τῶν ἀγίων γραφῶν ἐκ μέρους ἠκούσαμεν. εἰ τοίνυν Νάρκισσος διὰ τοῦτο διαιρεῖν δυνάμει τὸν λόγον τοῦ πατρὸς ἐθέλοι, γνώτω ὅτι ὁ γράψας προφήτης ὡς τοῦ θεοῦ εἰρηκότος ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, αὐτὸς γέγραφεν »καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον«.