Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 34 καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις ὡς λόγος, ἐνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου προειρημένον· »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσιν ὁ θεός‘‘. ἔσται γὰρ τηνικαῦτα τοῦθ’ ὅπερ πρότερον ἦν.

Re 36 ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν«, μηδὲν ἕτερον ὥν ἧ λόγοι ὁ δὲ τῴ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος) ὡς διδάσκει ἧμάς Ἰωάννης λέγων καὶ ὁ λόγος σὰρξ ἐγένετο«. διὰ τοῦτο τοίνυν τοῦ λόγοι μνημονεύων φαίνεται μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μηνμονεύει ἧ θεία γραφή τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· »παρέστησαν« γάρ φησιν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«.

Re 37 ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἡ τοῦθ’ ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ Εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ [τὴν] μετὰ τῆν’ τῆς σαρκὸς ἀνάληψιν Χριστὸς τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὀδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ〉 παρὰ τοῦτο ἀγνοεῖν ἡμὰς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῴ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀργῆς καὶ μηδενὸς νεωτέρου, »ἐν ἀρχῇ ἢν ὁ λόγος« ἔφη »καοὶ ὁ λόγος ἢν πρὸς τὸν θεὸν, καὶ θεὸς ἤν ὁ λόγος«, ἴνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ᾿ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπ[[ηρξε κατὰ σάρκα οἰκονομίας.

Re 38 Σαβέλλιος γάρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὔτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὔτε τὸν ἅγιον αὐτοῦ λόγον. ὁ γὰρ μῆ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα, εἰ μὴ ὁ υἱός«, [*](1—6 42, 33—43, 6. 107, 32—108, 4; 13 84, 29—32 — 7—16 43, —44, 6; —14 εἰρημένον) 79 33 79, —14; —19 (εἴρηκεν) 89, —8; 19 (ἐπειδὴ) — 20 (ἡμέρα) 12, 2829 26 ἵνα) — 27 οἰκονομίας) 89, 10—11 — —S. 193, 7 74, 75 30 (οὐδεὶς)—193, 1 (λόγος) 76) [*](5 Ι Kor. 15 28 — 7 Jok 1,1 — 9 Joh. 1, 14 — 14 Ps. 2, 2 — 24 Joh. 1, 1 — 30 Mattb. 11, 27) [*](1 f ἀλλὰ — λέγει] ἀλλ’ V 42, 33 Ι 1 αὐτὸν V 84, 29 | 2 θέσει τὸν] φύσει Re | 3 τῆς . . κοινωνίας 75, 34. 84, 31. 107, 34 Ι 4 πράξεως] κρίσεως Re Tgl. zu S. 43, 2 | 5 εἰρημένον 108, 2 | 6 ᾐ] + τὰ 108, 3 | ὁ θεός] χς V 43, 5 | 8 ἄνθρωπος str. Re We νεύτερον (? vgl. oben S. 44, 18f 20f) Η 9 λέγων < 79, 27 | 10 i 12 τὸ < V 79, 31 1 ἐπὶ < V 79, 32 | τῷ < 12, 28 Ι τὴν str.(?) V2 79, 4 | 22 üb. νεωτέρου] ὀνόματος ἐμνήσθη? Re | 26 ὅτι < V 79, 12 | 27 σάρκα] + καὶ V 79, 13)

193
τουτέστιν ὁ λόγος ὁ γὰρ λόγος δι’ ἑαυτὸ τὴν τοῖ· πατρὸς παρέχει νῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ’ αὐτοῦ τὸν λόγον, δι’ οὗ μόνου γινώσκεται ὁ θεός, ἔλεγεν οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«. ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνού.

Re 39 καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ ὒ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ’ ἀληθῆ ὄντα λόγον.

Re 40 οὐ καταχρηστικῶς λόγος ὀνομασθείς, κὰν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.

Re 41 ***** τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου, ὂν οὓτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἑ, αὖθίς τε ὁ αὐτὸς »ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. Σολομὼν δὲ »ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλοντό. Ἠσαίας τε »ἐκ γὰρ Σιῶν ἐξελεύσεται« ἔφη νόμος, καὶ λόγος κυρίου ἐς ῾Ιερουσαλήμ«. καὶ αὖθις ῾Ιερεμίας »ᾐσχύνθησαν σοφοὶ« φησὶν καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν«. καὶ ῾Ωσηὲ δὲ ὁ προφήτης »ἐμίσησαν «ἔφη» ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο«. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων »ἐκ Σιὼν« ἔφη »ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ ῾Ιερουσαλήμ«.

(Ke 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἓτερον ἢν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«, ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἧ λόγος.

Re 44 εἰκότως οἷν πρὸ τῆς καθόδου τοῦτο ἢν, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν, ἐπειδὴ »ὁ λόγος σάρξ ἐγένετο«.

[*](1 τουτέστιν ὁ λόγος) 76, 20; 1 (ὁ γὰρ) — (γνῶσιν) 76, 12; ὅ (ἀδύνατον) — (λόγου) 76 14—15 — 8—9, 35 29—31. 111, 4—6 — —11 41, 14. —111, 2; 11 (κυρίως) — (λόγος) 112, 5 — 12—22 134, 31—135, 8; ’δ’ 22 36, —23 — —26 35, —5. —20. —17. —15 — 2729 44, —11; —29 (τετύχηκεν) 80, 4)[*](3 Matth. 11, 27 — 14 Ps. 32, 6 — 15 Ps. 106, 20 — Prov. 1, 28. 29 — 17 Jes. 2, 3 — 18 Jer. 8, 9 — 20 Arnos 5, 10 — 21 Micha 4,2 — 25 Hebr. 12 — 29 Joh. 1, 14)[*](1 f ὁ γὰρ λόγος < V 75, If Ι αὐτοῦ V 75, 2 | 5 θεὸν] + ἢ 76, 14 | 7 ἀκριβῶς < r | 8 καὶ < 111, 4 | 9 ἀλλ’ < V 111, 5 | ἀληθῶς m Ι λόγος 110, 35 | 11 τε < 112, 5 Ι, λόγος < V 112, 5 Ι 12 ***** r Ι 13 Δαυὶδ] ὁ | 134, 33 | 14 τε αὐτὸς ἐξαποστελεῖ καὶ ἰάσεται 36, 14 | 17 79, 20 Ι ἢ ἢ 89, 17. 111, 15 (V2 ἢν οἱ V*) ἢ ὁ V 35, 5 ἦ 79, 20 | 27 τοῦτο ἦν <> V 44, 8)
194

Re 45 τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἧ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον »ἐν τῷ θεῷ« τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδενα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ’ ἧμάς τοῦ πλούτου »τῆς δόξης« καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί.

Re 46 ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου ᾿Ιωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη ἒν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγου. οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει.

Re 47 ἵν’ ἐν μὲν τῴ φῆσαι ἐν ἀρχῇ ἦν ὁ λόγος« δείξῃ δυνάμει ἐν τῆ, πατρὶ εἶναι τὸν λόγον ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς »ἐξ οὖ τὰ πάντα«) ἐν δὲ τῷ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν«), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μῆ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτό καὶ αὐτὸς ἐν τῴ λόγῳ· »ἐν ἐμοὶ« γὰρ φησιν »ὁ πατὴρ, κἀγὼ ἐν τῷ πατρί«.

Re 48 τοίνυν τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι; καὶ διὰ τοῦτο ἂρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, »ἐν ἀρχῇ ἦν ὁ λόγου λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.

Re 40 τί τοίνυν ἢν τὸ κατελθὸν τοῦτο πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο ἐθέλοι λέγειν, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ«. εἰ δὲ πνεῦμα εἶναι φήσει, ἀκουέτω τοῦ σωτῆρος λέγοντος πνεῦμα ὁ θεός‘.

Re 50 ἀλλ’ ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς τὰ αὐτὰ ἐκείνῳ φρονοῦσιν. δοκεῖ γὰρ τοῦτο τῷ θεσπεσίῳ προφήτῃ Ἠσαίᾳ τῷ δι’ ἁγίου λέγοντι πνεύματος καὶ προσκυνήσουσίν σοι, καὶ ἡ σοὶ [*](1—4 41, —20. 135, —31; —3 εἰδέναι) 97, —12 — —9 36 113, —6; —8 λόγος1) 135, —136, 2 — —16 37, —8. 113, —18 — —21 35, —13. 102, 6—8 + —14; 20 τρισὶν) — 21 113, —9 — 25 35, —25. 99, —21 — —S. 195, 3 125, —33; 2627 99, 3031) [*](1 f Eph. 3, 9. Kol. 1, 26 — 4 Eph. 3, 16. 20 — 7 Joh. 1, 1 — 10 Joh. 1, 1 — 11 Ι Kor. 8, 6. 12 — Joh. 1, 1 — 13 Joh. 1, 3 — 14 Joh. 1, 1 — 15 Joh. 10, 38 — 19 Joh. 1, 1 — 24 Luk. 1, 35 — 25 Joh. 4, 24 — 28 Jes. 45, 14. 15) [*](1 ἡ τὸ] ἢ V 41, 16 < V 97, 9 9 Ι 2 τοῦτο 07, 10 Ι 4 ἀποκεκαλυμμένου Re | 5 δ’ V2 36, 27 | 6 καὶ < V 36, 28. 113. 2 Ι 9 σημαίνει τοῦ λόγου 113 6 | 11 λόγον] + ἐν V 37, 2 | 14 θεὸν] θῶ V 113, 16 (καὶ θεὸν mr) | 15 τε] τὸ V 37, < Ι αὐτὸς] οὕτος V 37, 7 Ι 22 τοῦτο < 99, 17 | 23 λέγειν ἐθέλοι 99, 18 Ι 25 φησι V 09, 20 Ι ἄκουε 35, 25 Ι 27 τὰ αὐτὰ] ταῦτα V 99. 31 | τοῦτο m τούτω V)

195
προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλήν σου. σὺ γὰρ εἶ ὁ θεός.» ὁρᾷς ὃπως πρόρριζον ἀνατρέπει τὴν τῶν ἑτεροδιδασκαλούντων ἔντεχνον κακουργίαν.

Re 51 κἀνταῦθα ὁμοίως ὁ προφήτης περὶ τοῦ τὴν ἡμετέραν ἀνειληφότος σάρκα λόγου διαλέγεται.

Re 51 πνεῦμα σκιᾶς ποιητικὸν οὐκ ἄν ποτε γένοιτο. πνεῦμα δὲ ὅτι αὐτὸς ὁ θεός, ὁ σωτὴρ ἔφη »πνεῦμα ὁ θεός«. ὅτι δὲ ὁ θεὸς φῶς ἐστιν, αὐτὸς διδάσκει ἧμάς »ἐγώ εἰμι τὸ φῶς« λέγων.

Re 52 τίς γάρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἧ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὂν ὁ πατὴρ »ποιήσωμεν ἂνθρωπον« ἔφη »κατ᾿ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν«, οὐκ ὄντος ἑτέρου θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. »ἐγὼ« γάρ εἰμι, φησίν, »θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς ἓτερος οὐκ ἔστιν«. οὔτε οὖν νεώτερός τις θεὸς ἦν, οὔτε ἄλλος τις »μετὰ ταῦτα« θεὸς ὢν θεῷ συνεργεῖν δυνατὸς ἢν. ἀλλ’ εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ’ ἡμᾶς παραδείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν· ὡσπερ ὄν τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνήρ , ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτώ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρεπὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῴ καθ’ ἓκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσ- φορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν (οὐδὲν γάρ μὴ λόγῳ γιγνόμενον ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς ἑαυτὸν ὡς πρὸς ἓτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλά τῷ ἑαυτοῦ λόγῳ παρακελεύεται λέγων »ποιήσωμεν ἄνθρωπον«, οὐ τὸν αὐτὸν τοῖς ἄλλοις τρόπον· λόγῳ γὰρ ἡ πᾶσα ἐγένετο κτίσις.

Re 53 οὐ γὰρ δὴ πέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῴ λόγῳ [*](4—5 100, —2 — —8 100 —6 — —28 41, —42, 13; —12 ἔφη) 119, —9; 15 (ἀλλ᾿) — (λέγων) 119, —25; 25 ἄγε1) — ἁνδριάντα) 78, 14. 157, 21 — —S. 196, 2 40, —32. 118, —119, 3) [*](6 Klagel. 4, 20 — 7 Joh. 4, 24 — 8 Joh. 8, 12 — 10 Gen. 3, 19? — 11 Gen. 1, 26 — 13 Jes. 44, 6 — 15 Jes. 44, 6) [*](1 θρωπίνης] danach ücke? Mo ὑπουργἰας Re εἰκόνος? We vgl. zu S. 41, 21 ἑαυτοῦ 118, 34)

196
σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν εἰκότως ἔφη »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

Re 54 πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἧ τοῦ κόσμοι· γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλῆν θεοῦ Πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι) , τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὅς διδάσκει ἧμάς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν λέγων »συμπαρήμην αὐτῷ« καὶ »ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἥμην ᾗ προσέχαιρεν«. ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν.