Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 4 οὐκοῦν εἰ »πρωτότοκος« μὲν ἐστιν »ἁπάσης κτίσεως« αὐτός, »ἐν αὐτῷ« δὲ »ἐκτίσθη τὰ πάντα«, προσήκει εἰδέναι ἧμάς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ ὁ ἀπόστολος νυνὶ μέμνηται.

Re 5 »πρωτότοκος« οὖν »ἁπάσης κτίσεως« διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ διὰ τὴν πρώτην, ὡς αὐτοὶ οἴονται, κτίσιν.

Re 6 οὐ τοίνυν οὗτος ὁ ἁγιώτατος λόγος πρὸ τῆς ἐνανθρωπήσεως πρωτότοκος ἁπάσης κτίσεως« ὠνόμαστο (πῶς γὰρ δυνατὸν τὸν ἀεὶ ὄντα πρωτότοκον εἶναί τινος;), ἀλλά τὸν πρῶτον »καινὸν ἂνθρωπον«, εἰς ὂν »τὰ πάντα ἀνακεφαλαιώσασθαι« ἐβουλήθη ὁ θεός, τοῦτον αἱ θεῖαι γραφαὶ »πρωτότοκον πάσης« ὀνομάζουσιν »κτίσεως«.

Re 7 ἀκούεις ὅπως οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ προυπάρχοντα »ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ« κατὰ τὴν καινὴν κτίσιν »ἐκτίσθαι« συμβαίνει.

Re 8 καὶ μὴ τοῦτο ἀπίθανον εἶναι νομιζέτω Ἀστέριος, εἰ νεώτερον ὂν αὐτοῦ <τὸ> σῶμα τοσαύτης τυχεῖν ἀρχαιότητος ἐδινήθη ἀλλ’ ἐννοείτω, #x003C; καὶ μάλιστα τὴν ἀνθρωπίνην σάρκα νεωτέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι’ ἁγνῆς ἀξιώσας παρθένου λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον πρωτότοκον πάσης κτίσεως« τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειργάσατο ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς.

Re 9 τὸ τοίνυν κεφάλαιον τουτὶ τῆς Παροιμίας οὐ τὴν ἀρχὴν τῆς θεότητος, ὥσπερ αὐτοὶ νομίζουσιν, τοῦ σωτῆρος ἡμῶν παραστῆσαι βουλόμενον [*](4—10 19, —20, 7 — 11—13 45, 11—13 — 1415 16—20 45, 18—23 — 21—23 45, 25—27 — 24—30 44 S. 187, 2 46, 1216) [*](1 II ön. 4, 35 — 2 Joh. 11, 44 — 5 ff vgl. S. 205, 27ff — 5 Joh. 1, 18 — 6 Kol. 1, 15 — 11f Kol. 1, 15. 16 — 14 Kol. 1, 15 — 17 Kol. 1, 15 — 18 Eph. 2, 15 — Epb. 1, 10 — 19 Kol. 1, 15 — 21 f Kol. 1, 10 — 28 Kol. 1, 15) [*](3 κεκοιμημένων] + ἁγίων? Ι 5 αὐτοῦ V*, corr. V2 | 10 ᾗ πρωτότοκος V2 a. R. ἢ V* Ι 25 τὸ σῶμα τοσαύτη,ς Kl (vgl. Mo Re Zahn) σώματος αὐτῆς V | 25f ὅτι εἰ καὶ r καὶ ὅτι V | 28 ἀπειργάσατο < r | 29 μόνων V)

187
κύριος ἔκτισέ με« ἔφη, ἀλλὰ τὴν δευτέραν κατὰ σάρκα οἰκονομίαν· διὸ καὶ κτίσεως μέμνηται προσφόρως τῆς ἀνθρωπίνης σαρκὸς

Re 9 οὐκοῦν ἡ κτίσις τῇ κατὰ ἄνθρωπον αὐτοῦ διαφέρει πραγματείᾳ. διό φησιν ἔκτισέν ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἔκτισέν με δηλονότι διὰ τῆς παρθένου Μάριας δι’ ἧς ὁ θεὸς ἑνῶσαι τὴν ἀνθρωπίνην σάρκα τῷ ἑαυτοῦ λόγῳ προείλετο.

Re 10 τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοία τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον κεφάλαιον ἔκτισέν με ἀργὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«. ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὅν πεποιηκὼς ὁ δεσπότης θεός· θεὸς· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μῆ οὖσαν »ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοὺς.

Re 11 οὐκοῦν εἰκότως τῶν ἀρχαίων παρεληλυθότων, καινῶν δὲ ἔσεσθαι μελλόντων ἀπόντων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν καινότητος, ὁ δεσπότης ἡμῶν ὁ Χριστὸς διὰ τοῦ προφήτου ἐβόα λέγων »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«.