Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 1 Ὅτι οὐδὲν ὄνομα μεῖζον ᾿Ιησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομασθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ Εὐαγγέλιον ἔνθα »ὁ ἄγγελος« τῇ Μαριὰμ »μὴ φοβοῦ« ἔφη »εὐρες γὰρ χάριν παρὰ τοῦ θεοῖ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται«· δῆλον δέ ἐστιν καὶ ἀπὸ τῆς τοῦ Ζαχαρίου προφητείας, πάλαι περὶ τοῦ ὀνόματος τούτου προφητευσάσης, »ἔδειξεν« γάρ »μοι« φησὶν »κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ ὁ διόβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν ῾Ιερουσαλήμ«. πότε γάρ αὐτῷ ἐπετίμησεν; ὅτε τὸν ἀγαπηθέντα ὑπ’ αὐτοῦ ἄνθρωπον τῴ ἑαυτοῦ συνῆψεν λόγῳ. »ὁ ἑκλεξάμενος« φησὶν »τὴν ῾Ιερουσαλήμ«, δηλονότι ταύτην τὴν ἡμετέραν, περὶ ἦς ὁ ἀπόστολος λέγει ἡ δὲ ἡμετέρα ·Ιερουσαλὴμ ἂνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς«. τηνικαῦτα γὰρ ἐν τῇ μεγάλῃ αὐτῇ ῾Ιερουσαλήμ, τουτέστιν ἐν τῇ ἡμετέρᾳ ἐκκλησίᾳ, γενόμενος ἐπετίμησεν τῷ διαβόλῳ κατά τὴν προφητείαν εἰπὼν ἄπελθε ὀπίσω μου, σατανᾶ, ὅτι σκάνδαλον εἶ ἐία; οὗτος τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ μέγας, οὗ τύπον ἔσῳζεν ὁ τηνικαῦτα ᾿Ιησοῦς. οὐ γάρ ἦν δυνατὸν ἐκεῖνον μέγαν κληθῆναι ἱερέα, καίτοι ἔνδοξον ἐν πᾶσιν γεγονότα, Μώσεως μὴ ὀνομασθέντος μεγάλου (οὔπω γὰρ μέγας ἦν Μωσῆς, ὅτι καὶ θεράπων ἤκουσεν θεοῖ· καὶ θεὸς τοῖ ὑπ’ αὐτοῦ τοῦ θεοῦ ὠνομάσθη). εἰ δέ τις κατὰ τοῦτο μέγαν εἰρῆσθαι ᾿Ιησοῦν νομίζοι, ὅτι αὐτὸς ἠξιώθη εἰσαγαγεῖν τὸν λαὸν εἰς τὴν ἁγίαν γῆν καὶ ἕτερα πολλὰ θαυμαστὰ ἐποίησεν, γνώτω καὶ διὰ τούτου, ὅτι οὐ τοι τυπικῷ τοσοῦτον διέφερεν πράγματι τὸ λεχθὲν μέγεθος ἐπὶ τοῖ Ἰησοῦ, ἀλλὰ τῷ μικρὸν ὕστερον τὸν ἑαυτοῦ λαὸν εἰς τὴν μεγάλην ταύτην ῾Ιερουσαλὴμ εἰσαγαγεῖν μέλλον<τι>.
Re2 οὐ μόνον τοίνυν τῆς » καινῆς κτίσεως‘‘ πρωτότοκον αὐτὸν ὁ ἀπόστολος εἶναι φησίν, ἀλλὰ καὶ πρωτότοκον »ἐκ νεκρῶν«, δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν. ἀλλ’ ἵνα διὰ τοῦ πρωτοτόκου »τῶν νεκρῶν«, ὅπως καὶ πρωτότοκος ἁπάσης κτίσεως« εἴρηται, γνωσθῆναι δυνηθῇ. οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης [*](1—23 19—10, 12 (ἡ — ἐστιν) (ἡ) — 13 — 24—S. 186, 3 11) [*](2 Luk. 1, 30—32 — 6 Zach. 3, 1. 2 — 10 Zach. 3, 1. 2 — 12 Gal.4,2G. — 14 Matth. 16, 23 — 18 Ex. 14, 31 usw. — Ex. 7, 1 — 20 Deut. 31,23 — 24 Kol. 1, 15 — 25f Kol. 1, 18 — 26 Kol. 1, 15) [*](1 ὅτι] τί δὲ a. R. V2 w. e. seh. | 6 ἔδειξεν m ἔλεξεν V | σοὶ] καὶ ἐπιτιμήσαι κύριος ὲν σοὶ LXX; einzuschieben? | 13 l. ταύτῃ? | 18 οὒπω Re οὕτω V | ὅτι] εἰ? Loofs Ι 20 νομίζοι m νομίζει V | 21 θαύματα V, corr. Kl Ι 22 f τῴ . . . μέλλοντι (od. μέλλειν) Re τὸ . . . μέλλον V | 24 κοινῆς Μο)
Re 3 νυνὶ δὲ ἐξετάσωμεν ἵν τι ῥητὸν τῶν ὑπὸ Ἀστερίου γραφέντων· ἔφη γὰρ οὗτος ἄλλος μὲν γὰρ ἐστιν ὁ πατήρ, ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως. ἀμφότερα συνάψας γέγραφεν μονογενῆ καὶ πρωτότοκον, πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τούτοις, ὃς ἔστιν ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσιν γνῶναι δῆλον γὰρ ὅτι ὁ μονογενής, εἰ ὄντως μονογενὴς εἴη, οὐκέτι πρωτότοκος εἶναι δύναται, καὶ ὁ πρωτότοκος ᾗ 〈πρωτότοκος〉 οὐ δύναται μονογενὴς εἶναι.