Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 26 διὰ τοῦτο τοίνυν τοῦ τὴν ἡμέραν δηλοῦντος ἀστέρος ἑωσφόρου ὑπὸ τοῦ προφήτου Δαυὶδ εἰκότως ὀνομασθέντος, οὐκέτι ζητεῖσθαι δίκαιον τὸν [*](3—5 48, 5—7. 149, 28—30 — 6—7 149, 3233 10—15 48, 9—15; 12 πρὸ) — 15 150, 18—21 — 1621 —24 24, —34 — 25—27 12, —26 — —S. 190, 6 50, 16) [*](1 Ex. 15, 27 — 4 Prov. 8, 24 — 6 Matth. 28, 19 — 12 Prov. 8, 25 — 18 Ps. 109, 3 — 22 Act. 13, 10 — 24 Ps. 109, 3 vgl. Nr. 28 — 26 ? Joh. 14, 6. 9, 4. 5) [*](4 λέγων 149, 29 l. λέγων τὸ? Ι 12 γὰρ < 150, 18 Ι τῶν < 150, 18 | 13 λέγει] εἶναι V 48, 5 | 14 τὴν κατ’ αὐτῶν] τηνικαῦτα τοὺς V 150, 21 | 16 ἔτι r τι V Ι 17 διῆλθεν V, corr. Mo Ι 17—21 τὰ — ἐβουλήθη als Worte m g | 20f „ἐξ“ ἑλὼν . . . ἄνω γέννησιν Zahn 113 vgl. Mo Re | 27 ἑαυτὸν Mo)
Re 27 ἐπεὶ ποθεν ἧμίν ἐκ τῶν θείων δυνήσονται δεῖξαι ῥητῶν, ὅτι εῖς μὲν ἀγέννητος, εἶς δὲ γεννητὸς οὕτως, ὡς αὐτοὶ γεγεννῆσθαι αὐτὸν πεπιστεύκασιν, οὔτε προφητῶν οὔτε εὐαγγελιστῶν ἧ ἀποστόλων τοῦτ’ εἰρηκότων.
Re 28 ὁ τοίνυν ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ ᾿Ιωάννης τῆς ἀιδιότητος αὐτὸ, μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, θέν ἀρχῇ ἢν ὁ ’κ λέγων καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος«. οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ λόγου, ἀλλ’ ἐπαλλήλοις τρισὶν μαρτυρίαις χρώμενος, ἐβεβαίου ἐν ἀρχῇ τὸν λόγον εἶναι.
Re 29 ὑπομνήσω δέ σε ὧν αὐτὸς γέγραφεν συνιστάμενος τοῖς κακῶς ὑπὸ Εὐσεβίου γραφεῖσιν, ἳνα γνῷς ὅτι ἀφίσταται σαφῶς τῆς προτέρας ἐπαγγελίας. γέγραφεν γάρ αὐταῖς λέξεσιν οὕτως· τὸ γάρ κεφάλαιον εἶναι τῆς ἐπιστολῆς ἐπὶ τὴν βουλὴν τοῦ πατρὸς ἀνενεγκεῖν τοῦ υἱοῦ τὴν γένεσιν, καὶ μὴ πόθος ἀποφῆναι τοῦ θεοῦ τὴν γονήν. ὅπερ οἱ σοφώτατοι τῶν πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο, φυλαξάμενοι τῶν αἱρετικῶν τὴν ἀσέβειαν, οἱ σωματικήν τινα καὶ παθητικὴν κατεψεύσαντο τοῦ θεοῦ τὴν τεκνογονίαν, τὰς προβολὰς δογματίζοντες.
Re 30 ὥστε συνηγορῆσαι Εὐσεβίῳ κακῶς γράψαντι βουλόμενος Ἀστέριος, φύσεως τε πατρὸς καὶ φύσεως ἀ]γεννητοῦ μνημονεύσας, αὐτὸς ἑαυτοῦ κατήγορος γέγονεν. πολὺ γὰρ βέλτιον ἦν τὸ βάθος τοῦ νοήματος Εὐσεβίου, ὡς αὐτὸς γέγραφεν, ἐν βραχυλογίᾳ κείμενον ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγαγεῖν.
Re 31 τὸ μὲν οὑν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δ’ οὐκέτι ὑγιῶς οὐδ’ εὐσεβῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐς αὐτοῦ προελθόντα καὶ τοῦτον εἰναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ’ ἁπλῶς υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἰωθεν.
[*](7—9 28, —30 —14 37, —16; 10—13 λόυου) 107, 7 —22 19 —20 — —28 19, —28 — —34 36, —8. 106, 36)[*](2 Ps. 109, 3 — 5 Matth. 1, 25 — 6 Matth. 2, 2 — 11 Joh. 1, 1 — 16 vgl. Nr. 78 a. Ε. — vgl. Theodoret. h. e. 1, 5 — 29 vgl. Nr. 18)[*](5 τετέχθαι V2 a. R.; τε, τεχθείς V* | 10 τε [< 107, 3 | 11 τῆς < 1074"/> Ι 12 λέγων < V 107, 5 | 15 γέννησιν m αὐτοῖς V | συνεσταλμένος m νως 16 ἀπαγγείας V1 | 18 γέννησιν Re | 24 γεννητοῦ Re | 25 ἑαυτοῦ ἑαυτῷ V | βάθος Re σκότος? We πάθος V | 31 αὐτὸν παραλέλειπται 106, 33 1 32 τοῦτον] + μὴ Re | 33 ἁπλῶς] ἀληθῶς 106, 35)Re 32 οὐκ εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ᾿ ἔγραψεν Παυλῖνος, ὁμολογῶν δὲ ἐνίους μὲν ἀφ’ ἑαυτῶν οὕτω κινεῖσθαι, ἐνίοις δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημένων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον. εἶτα τέλος, ὥσπερ τινὰ κορωνίδα τῆς ἀποδείξεως ἐπάγων, ἐκ τόν ᾿Ωριγένους ῥητῶν τῇ ἑαυτοῦ ὑπέγραψεν ἐπιστολῇ ὡς μᾶλλον πεῖσαι δυναμένου παρὰ τοὺς εὐαγγελιστὰς καὶ τοὺς ἀποστόλους. ἔστιν δὲ τὰ ῥητὰ ταῦτα· ὥρα ἐπαναλαβόντα περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὀλίγα τῶν τότε παραλελειμμένων διεξελθεῖν· περὶ πατρὸς ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος υἱοῦ γίγνεται πατήρ, οὐ πρὸ βαλὼν αὐτόν, ὡς οἴονταί τινες. εἰ γὰρ πρόβλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον.
Re 32 ταῦτα Ὠριγένης γέγραφεν, μὴ παρὰ τῶν ἱερῶν προφητῶν τε καὶ ἀποστόλων περὶ τῆς ἀιδιότητος τοῦ λόγου μαθεῖν βουληθείς, ἀλλ’ ἑαυτῷ δεδωκὼς πλεῖον δευτέραν ὑπόθεσιν διηγήσασθαι τοῦ λόγου μάτην τολμᾷ.
Re 32 ὅτι τὰ τοιαῦτα γράφων Ὠριγένης ἰδίοις ἐχρῆτο δόγμασιν, δῆλον ἀφ’ ὦν καὶ τὰ ἑαυτοῦ ἀνατρέπει πολλάκις ἐν γοῦν ἑτέρῳ χωρίῳ ἅτινα περὶ θεοῦ λέγει, ἀκόλουθόν ἐστιν ὑπομνῆσαι. γράφει δὲ οὕτως· οὐ γὰρ ὁ θεὸς πατὴρ εἶναι ἤρξατο κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. εἰ γὰρ ἀεὶ τέλειος ὁ θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι πατέρα τοιούτου υἱοῦ, <τί> ἀναβάλλεται καὶ τοῦ καλοῦ στερίσκει καἰ, ὡς ἐστιν εἰπεῖν, ἐξ οὑ δύναται πατὴρ εἶναι, οὐ #x003C;; τὸ αύτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου πνεύματος λεκτέον. πῶς οὖν ᾿Ωριγένους καὶ τοῦτο γράψαντος, ὁ μακάριος κατ’ αὐτὸν Παυλῖνος τοῦτο μὲν ἀποκρύψασθαι οὐκ ἀκίνδυνον ἐνόμισεν, χρήσασθαι δὲ εἰς κατασκευὴν τῶν ἑαυτῷ δοκούντων τοῖς ἐναντίοις, ὧν οὐδὲ αὐτὸν ἂν Ὠριγένη εἴποιμι τὸν λόγοι ἀποδοῦναι δυνατὸν εἶναι;