Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 33 τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλίνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν δεύτερον θεὸν λέγων τὸν Χριστὸν καὶ τοῦτον ἀνθρωπικώτερον γεγενῆσθαι θεόν, ποτὲ δὲ κτίσμα αὐτὸν εἶναι διοριζόμενος. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, καὶ πρὸς ἡμὰς ποτε, τὴν Ἄγκυραν διιών, κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν.
[*](1—12 21, —22 — —15 21, —22, 2 — —28 22, —23 — 33 28, 712)[*](6 vgl. Origenes de princ. IV, 1, 28 — 18 Origenes in Gen. comm. l. I (vgl. Pamphilus apol. 3) — 25 vgl. S. 204, 5)[*](5"/> ῥητῶν] + τινα Mo | τῆς . . ἐπιστολῆς V, corr. Μο Ι 10 γέννημα We γεννᾷ μὲν V vgl. zu S. 21, 21 Ι 13 γέγραφεν] + καὶ? | 15 ὑπόστασιν Mo | μάτην Kl μαθεῖν V (str. Re) Ι 18 θέὸς] danach vgl. zu S. 22, 11 22 τί Re διατί We Ι 23 καὶ] + οὐκ εὐθὺς We vgl. oben S. 22. 1(3 Ι 23 f οὐ γίνεται πατήρ Kl nach υἱοῦ V Ι 27 ὣν r ὡς V Ι ὠριγένει V*, corr. V1? εἴποιμι Re εἴ τι V | 28 εἶναι Zahn ἢν V Ι 80 ταῦτα V | 31 θεὸν ui θεοῦ V)Re 34 καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις ὡς λόγος, ἐνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου προειρημένον· »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσιν ὁ θεός‘‘. ἔσται γὰρ τηνικαῦτα τοῦθ’ ὅπερ πρότερον ἦν.
Re 36 ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν«, μηδὲν ἕτερον ὥν ἧ λόγοι ὁ δὲ τῴ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος) ὡς διδάσκει ἧμάς Ἰωάννης λέγων καὶ ὁ λόγος σὰρξ ἐγένετο«. διὰ τοῦτο τοίνυν τοῦ λόγοι μνημονεύων φαίνεται μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μηνμονεύει ἧ θεία γραφή τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· »παρέστησαν« γάρ φησιν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«.
Re 37 ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἡ τοῦθ’ ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ Εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ [τὴν] μετὰ τῆν’ τῆς σαρκὸς ἀνάληψιν Χριστὸς τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὀδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ〉 παρὰ τοῦτο ἀγνοεῖν ἡμὰς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῴ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀργῆς καὶ μηδενὸς νεωτέρου, »ἐν ἀρχῇ ἢν ὁ λόγος« ἔφη »καοὶ ὁ λόγος ἢν πρὸς τὸν θεὸν, καὶ θεὸς ἤν ὁ λόγος«, ἴνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ᾿ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπ[[ηρξε κατὰ σάρκα οἰκονομίας.
Re 38 Σαβέλλιος γάρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὔτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὔτε τὸν ἅγιον αὐτοῦ λόγον. ὁ γὰρ μῆ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα, εἰ μὴ ὁ υἱός«, [*](1—6 42, 33—43, 6. 107, 32—108, 4; 13 84, 29—32 — 7—16 43, —44, 6; —14 εἰρημένον) 79 33 79, —14; —19 (εἴρηκεν) 89, —8; 19 (ἐπειδὴ) — 20 (ἡμέρα) 12, 2829 26 ἵνα) — 27 οἰκονομίας) 89, 10—11 — —S. 193, 7 74, 75 30 (οὐδεὶς)—193, 1 (λόγος) 76) [*](5 Ι Kor. 15 28 — 7 Jok 1,1 — 9 Joh. 1, 14 — 14 Ps. 2, 2 — 24 Joh. 1, 1 — 30 Mattb. 11, 27) [*](1 f ἀλλὰ — λέγει] ἀλλ’ V 42, 33 Ι 1 αὐτὸν V 84, 29 | 2 θέσει τὸν] φύσει Re | 3 τῆς . . κοινωνίας 75, 34. 84, 31. 107, 34 Ι 4 πράξεως] κρίσεως Re Tgl. zu S. 43, 2 | 5 εἰρημένον 108, 2 | 6 ᾐ] + τὰ 108, 3 | ὁ θεός] χς V 43, 5 | 8 ἄνθρωπος str. Re We νεύτερον (? vgl. oben S. 44, 18f 20f) Η 9 λέγων < 79, 27 | 10 i 12 τὸ < V 79, 31 1 ἐπὶ < V 79, 32 | τῷ < 12, 28 Ι τὴν str.(?) V2 79, 4 | 22 üb. νεωτέρου] ὀνόματος ἐμνήσθη? Re | 26 ὅτι < V 79, 12 | 27 σάρκα] + καὶ V 79, 13)
Re 39 καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ ὒ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ’ ἀληθῆ ὄντα λόγον.
Re 40 οὐ καταχρηστικῶς λόγος ὀνομασθείς, κὰν διαρραγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.
Re 41 ***** τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου, ὂν οὓτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἑ, αὖθίς τε ὁ αὐτὸς »ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. Σολομὼν δὲ »ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλοντό. Ἠσαίας τε »ἐκ γὰρ Σιῶν ἐξελεύσεται« ἔφη νόμος, καὶ λόγος κυρίου ἐς ῾Ιερουσαλήμ«. καὶ αὖθις ῾Ιερεμίας »ᾐσχύνθησαν σοφοὶ« φησὶν καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν«. καὶ ῾Ωσηὲ δὲ ὁ προφήτης »ἐμίσησαν «ἔφη» ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο«. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων »ἐκ Σιὼν« ἔφη »ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ ῾Ιερουσαλήμ«.
(Ke 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἓτερον ἢν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«, ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἧ λόγος.