Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
(oben 111) διό μοι δοκεῖ ὁ σοφώτατος οὖτος προφήτης καὶ τά πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι.
(oben 112) οὐδὲν γάρ ἄτοπον, οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν.
ΑΛΛ᾿ Η ΤΟΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος ὑπολάβοι ἄν τις κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ’ αὐτοῖς »ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων« ἔφη. τὸ δ’ οὐχ οὕτως ἔχειν οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν· ἀλλ’ ἐπειδὴ Ἀθηναίους Σικελιῶται φασίν, πολέμῳ νικήσαντες μόνους ἔσῳζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δὴ τινας φυγόντας καὶ ἐπανελθόντας ἐρωτωμένους τε ὑπὸ Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς ἔφασαν εἰρηκέναι ΑΛΛ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ.
τί δὲ καὶ τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ; νομίσειεν ὄν τις [εἰρῆσθαι], ἵνα πρότερον τὰ περὶ αὐτῆς λεγόμενα, πάντως που διὰ <τὸ> τὴν θυομένην αἶγα τὴν μάχαιραν ἀφορᾶν εἰρῆσθαι τὴν παροιμίαν. ἀλλ’ οὔτι γε οἤτι ἔφασαν οἱ [*](5 (νυνὶ) —12 42, 15—23. 107, 13—22 vgl. — 11 (ἐνεργείᾳ) 112, 31—33 — 13 —14 12, 4—5 — 15 16 13, 7—8 — 19 —S. 213, 41 14, 115) [*](6 Joh. 1, 3 — 8 Ι Kor. 15, 28. 24 — 13 Röm. 1, 4 — 15 Prov. 13 vgl. die Separatausgabe Schneidewins im Corpus paroemiographorum graecorum ed. Leutsch et Schneidewin I, XX ff. 1839— 23 Demosthenes de cor. 315) [*](1f ἄρτι — ἐπεγνώσθημεν] καὶ τὰ ἔζης 166, 27 | 4 θείας] + γραφῆς V* 166, 29 (str. V2 | θείῳ < 166, 29 | νῦν V 56, 1 | 5 εἱς] + ὁ 107, 13 | λόγος] + θεὸς V 42,16 | 9 ἵνα 56, 6 | τῷ < 56,7. 42,20 | 10 ἤ] + τοῦ 107, 20 | 11 ὁ λόγος οὗτος] λόγος 107, 21 | 23 ἐδίδασκες Demostb. ἐδιδάσκετο V | δ Demosth. δὲ V | 27 δή We δέ V | 28 τινων διαφερόντων] τῶν διαφθαρέντων Schneidewin | 30 εἰρῆσθαι str. Ga | ἵνα θῶ Heyse, Schneidewin μὴν ἅ θῶ V 31 πάντως Schneidewin πάντων V | τὸ g | 32 οὔτι γε ΚΙ οὐ τινὲς V)
τί δὲ τὸ ΑΛΙΣ ΔΡΥΟΣ σημαίνει; φησί τις· οὐ γὰρ δυνατὸν ἐκ τοῦ προχείρου γιγνώσκειν τῆν’ παροιμίαν. οἱ παλαιοί, ὡς ἔφασαν, πρὸ τῆς τοῦ σίτου γεωργίας βαλανηφαγοῦντες, ἐπειδὴ ὡς ᾤοντο ὁ καρπὸς οὕτος ὕστερον εὑρέθη, ἐκείνῳ προσέχοντες τὸν νοῦν καὶ τῇ μεταβολῇ προσχαίροντες ΑΛΙΣ ΛΠΥΟΣ ἔλεγον· καὶ τοῦτο τὶν παροιμίαν ἔφασαν εἶναι.
αὖθίς τε ἑτέρας παροιμίας ὑπὸ πλείστων τῶν παρ’ αὐτοῖς σοφῶν ἐν πλείστοις καὶ διαφόροις βιβλίοις εἰρημένης, τίνα περὶ αὐτῆς γεγράφασιν οἱ τὰς παροιμίας ἑρμηνεῦσαι προελόμενοι ἀναγκαῖον ἐν τῷ παρόντι μνημονεῦσαι, * * * ἀλλ’ ἵν’ ἐλέγξωμεν Ἀστέριον, καὶ ἀπὸ τῶν ἔξωθεν αὐτὸν μαθημάτων εἰδότα μὲν ἀκριβῶς τὸ τῆς παροιμίας ἐξαίρετον, ἐν δὲ τῷ παρόντι ἄγνοιαν προσποιηθέντα, ἵνα τὸ ἑαυτοῦ βούλημα διὰ τῆς τοῖ παροιμιώδους ῥητοῦ χρήσεως πιθανῶς κατασκευάζειν δόξῃ. ἔστιν δὲ ΓΛΑΥΚΟΥ ΤΕΧΝΗ. ταύτης οἱ ἔξωθεν σοφοὶ τῆς παροιμίας μνημονεύσαντες διαφόρως ἀίτην ἐξηγήσαντο. ὁ μὲν γὰρ αἰτῶν τις ἔφη, Γλαῦκόν τινα ἐπιστήμονα τέχνης τινὸς γεγονότα † πολλὸν οὖσαν θαυμασιωτάτην, ἀπολέσθαι ἅμα ἐκείνῳ κατὰ θάλατταν, μηδενός πω διακηκοότος αὐτῆς. ἕτερος δέ, τὴν ἐπ’ ἄκρον μουσικῆς ἐμπειρίαν μαρτυρήσας τῴ Γλαύκῳ, τοὺς κατασκευασθέντας ὑπ αὐτοῦ δίσκοις χαλκοῦς φησιν τέσσαρας, πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν· ἔνθεν τε εἰρῆσθαι τὴν παροιμίαν. ἄλλος δέ τις Ἁλυαττικῶν ἀναθημάτων φησὶν ἀνακεῖσθαι κρατῆρα καὶ ὑποκρατήριον θαυμάσιον, Γλαίκου Χίου ποίημα. ἕτερος δέ, Γλαῦκον αὐτὸν ἀναθεῖναι εἰς Δελφοὺς τρίποδα χαλκοῖν, οὕτω δημιουργήσαντα τοῖς † παχέως τε κρουομένου, τούς τε πόδας, ἐφ’ ὧν βέβηκεν, καἰ τὸ ὄνω περικείμενον καὶ τὴν στεφάνην τὴν ἐπὶ τοῦ λέβητος καὶ τὰς ῥάβδους διά μέσου τεταγμένας φθέγγεσθαι λύρας φωνῇ. καὶ αὖθις θέρος, ἀπὸ Γλαύκου τινὸς δόξαντός τι πλέον πεποιηκέναι εἰρῆσθαι παροιμίαν. παροιμίαν.
ὁρᾷς, ὅπως τὸ δυσχερὲς τῆς παροιμίας καἰ διὰ τούτου δείκνυται, διά τοῦ μηδὲ ἐπὶ τῆς αὐτῆς ἑρμηνείας στῆναι τοὺς τὶν παροιμίαν ταύτην ἐξηγήσασθαι βουληθέντας. οὕτως δυσεύρετόν τι πρᾶγμα τὸ τῆς παροιμίας καὶ παρὰ τοῖς ἔξωθεν εἶναι δοκεῖ. διὸ καί τις τῶν παρ’ αἰτοῖς σοφῶν συναγαγὼν τἀς ὑπὸ πολλῶν καὶ διαφόρως λεχθείσας παροιμίας, εἰς αὐτὰς γέγραφεν ἒξ βιβλία, δύο μὲν τῶν <ἐμ>μέτρων, τῶν δὲ ἀμέτρων τέσσαρα. ταύτας δὲ παροιμίας ὠνόμασαν ἔξωθεν δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος [*](37 (ἐπειδὴ)—S. 214, 3 (τρόπον) 16, 23—26 νgl. noch 16, 12 ff) [*](7 vgl. Bernays, Theophrasts Schrift über die Frömmigkeit S.) [*](7 l. φήσει? | 8 ὡς zu str.? | 13 οἱ m οὐ V | 14 * * * We | ἀλλ’ str. Scbneidewin | ἵν᾿ Vc ἦν V* | 15 καὶ] | ὡς ? | αἰτῶν? Schneidewin | 17 παροιμιωδῶς? Schneidewin | 20 γεγονότα] + ναυαγῆσαι ὥστε We | πολλῶν] πολλῷ Schneidewin ἣν πολλῶν Heindorf | οὔσα V | οὖσα V | ἄκρων V , corr. Schneidewin τέσσαρας * * * ? We | 25 ἀλυατιῶν V*, corr. V2 | 27 τοῖς παχέως τε] θαυμαστῶς ὥστε Heindorf τῷ πάχει ὥστε Petavius | 28 τὸν ἄνω γεγραφέναι V, corr. Heindorf | 30 τι m τις V | 35 γέγραφεν ἕξ Ga Nauck γεγραφέναι V | 36 ἐμμέτρων m | 37 ἐπεὶ δὲ V 16, 23)
(oben 113) οὐκοῦν τοῦτ’ ἐστιν τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν εἰς ἔργα αὐτοῦ«.