Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

(oben 114) (ἔφη) τὸν τοῦ θεοῦ λόγον τὴν ἀνθρωπίνην σάρκα διὰ τῆς ἀναστάσεως ἀθάνατον γενέσθαι παρεσκευακέναι καὶ ὥσπερ τινὰ νίκης στέφανον ἀναδησάμενον ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι.

(oben 115) (ἕν τι . . . σύγγραμμα συντάξας τοῦτό διά τὸ ἵνα γνωρίζειν θεόν.

Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν.

Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῴ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νικαίαν συνόδῳ διήλεγξα, κατ’ ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μηδὲ ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες, τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ’ ἐμοῦ γράψαντας μεταστείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ’ ἀμφοτέροις ἐλεγχθῆναι ὑπ’ ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ’ ἐμοῦ ψευδῆ ὄντα τυγχάνει, καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ καὶ δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν.

ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτούς, καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἠγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι ἣν ἔμαθον ἔκ τε τῶν θείων γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ’ αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς οἶς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις τὴν ἀλήθειαν κρύπτειν βούλονται. φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν λόγον εἶναι τοῦ παντοκράτορος θεοῦ τὸν υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ’ ἕτερον αὐτοῦ λόγον εἶναι καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. τοῦτον γενόμενον ὑπ’ αὐτοῦ ὠνομάσθαι λόγον καὶ σοφίαν καὶ δύναμιν, καὶ διὰ τὸ οὕτως αὐτοὺς φρονεῖν ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ πατρὸς εἶναί φασιν ἔτι μέντοι καὶ προυπάρχειν τοῖ υἱοῦ τὸν πατέρα δι’ ὧν γράφουσιν ἀποφαίνονται <καὶ< μὴ εἶναι αὐτὸν ἀληθῶς υἱὸν ἐκ τοῦ ἀλλὰ κἄν λέγωσιν ἐκ τοῦ θεοῦ οὕτως λέγουσιν ὡς καὶ τὰ πάντα. ἔτι μὴν καὶ [*](5—6 46, 29—30 147, 1—2 — 7—9 167, 79 60, 12 (vgl. noch 1, 14). — 12—S. 215, 39 Epiphanius haer. 72, 23 Dindorf)) [*](5 Prov. 8, 22 — 7 f vgl. 8. 211, 20 — 14 f vgl. Julius ep. ad Danium etc. (Athan. Apol. 23): Μάρκελλος μὲν γὰρ ἐμαρτυρήθη ἧμίν καὶ ἐν τῇ Νικαίαν συνόδῳ τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντειρηκώς — 30 f l Kor. 1, 24) [*](1 προχείρου] + καὶ mr | 3 γεγραφήκασι(??) V 16, 26 | 5 τὸ] ὁ V 46, 29 8 νίκην V*, corr. V2 | 18 ἀπαντήσαντος codd., corr. Cornarius Petavius | 33 μέντοι] μὲν alius 1. μὴν? vgl. Ζ. 35 | 34 καὶ Cornarius Oehler)

215
ὅτι ἦν ποτε ὅτε οὐκ ἦν λέγειν τολμῶσι καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διορίζοντες αὐτὸν ἀπὸ τοῦ πατρός. τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίως τῆς καθολικῆς ἐκκλησίας εἶναι πεπίστευμαι.

πιστεύω δὲ ἑπόμενος ταῖς θείαις γραφαῖς ὅτι εἰς θεὸς καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῴ πατρὶ καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκώς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθείς, οὐ ποιηθείς, ἀλλὰ ἀεὶ ὥν, ἀεὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρί«, οὖ »τῆς βασιλείας« κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν »οὐκ ἔσται τέλος«. οὗτος υἱός, οὗτος δύναμις, οὗτος σοφία. οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ θεοῦ λόγος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀδιαίρετος δύναμις τοῦ θεοῦ, δι’ οὖ [τὰ] πάντα τὰ γενόμενα γέγονε καθὼς τὸ Εὐαγγέλιον μαρτυρεῖ λέγον ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«. οὗτός ἐστιν ὁ λόγος περὶ οὐ καὶ Λουκᾶς ὁ εὐαγγελιστὴς μαρτυρεῖ λέγων »καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου«. περὶ τούτου καὶ Δαυὶδ ἔφη »ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν«. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ Εὐαγγελίου λέγων »ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω«. οὗτος »ἐπ᾿ ἐσχάτων τῶν ἠμερῶν« κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἐκ τῆς παρθένου Μάριας γεννηθεὶς τὸν ἄνθρωπον ἔλαβε.

πιστεύω οὖν εἰς θεὸν παντοκράτορα· καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα καὶ ταφέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς καὶ καθήμενον ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἁγίαν ἐκκλησίαν, ὄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον. ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν. εἰ γάρ τις χωρίζει τὸν υἱόν, τουτέστι τὸν λόγον, τοῦ παντοκράτορος θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο θεοὺς εἶναι νομίζειν (ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται) ἢ τὸν λόγον μὴ εἶναι θεὸν ὁμολογεῖν (ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος »καὶ θεὸς ἦν ὁ λόγος«). ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν, ᾗ δύναμις, τοῦ πατρὸς ὁ υἱός. αὐτὸς γὰρ ὁ σωτήρ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, φησὶν ἒν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί« καὶ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα«. ταύτην καὶ παρὰ τῶν θείων γραφῶν εἰληφὼς τήν πίστιν καὶ παρὰ τῶν κατὰ θεὸν προγόνων διδαχθεὶς ἔν τε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κηρύττω καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ’ ἐμαυτῷ κατασχών. καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους πους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμάς κἀκείνοις τοῖς ὑπ’ αὐτῶν γραφεῖσι προσέχοντες ἀπατηθῶσιν.

Ἔρρωσθε.

[*](7 I Kor. 15, 24 — Luk. 1, 33 — 10 Joh. 1, 1. 3 — 13 Luk. 1, 2 — 14 Ps. 44, 2 — 16 Joh. 8, 42 — 17 Hebr. 1, 2 — 19—24 vgl. Hahn, Bibliotbek Symbole3 1897 S. 22f — 30 Joh. 1, 1 — 32 Joh. 10, 38 — Joh. 10, 30 — 33 Joh. 14, 9 — 33 ff vgl. Julius ep. ad Danium etc. (Αthan. apol. 32): καὶ οὐ νῦν ταῦτα πεφροντικέναι διεβεβαιώσατο ἀλλὰ καὶ ἔκπαλαι)[*](9 ἡμῶν, Ἰησοῦς, Χριστός alius | 10 τὰ str. Kl. | λέγων codd. | 18 ἀνέλαβε ? vgl. Register | 21 σταυρωθέντα, καὶ ταφέντα, καὶ alius | 31 ἐστιν ἡ δύναμις τοῦ codd. | 37 κἀκείνους cod. Jen.)