Fragmenta

Marcellus of Ankara

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Re 90 ἀλλ’ ὁ προειρημένος, βραχέα τῶν ἀγίων προφητῶν φροντίσας, ὅς ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποστόλου θεολογίαν ἐξηγούμενος, »εἷς θεὸς« ἔφη εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς«. καὶ ὁ ταῦτα ταῦτα καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν γραφῶν μεγαλαυχῶν οὐκ ἐνενόησεν ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος ἀπόστολος κἀκεῖνο γέγραφεν »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος«. ὁρᾷς ὅπως (ὥσπερ προιδὼν τῴ πνεύματι τῆν’ τούτων κακουργίαν) ὁ ἱερὸς ἀπόστολος οὕτως ἐν ἑτέρῳ μέρει τὸ »ὡς ἄνθρωπος« ἔγραψεν καὶ »ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος«, ἵνα παίσῃ αὐτῶν τὴν τοσαύτην βλασφημίαν.

Re 91 πῶς οὖν τούτοις μὴ προσχὼν Εὐσέβιος μόνον ἄνθρωπον τὸν σωτῆρα εἶναι βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων.

Re 92 πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῴ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν ὁ Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἧμίν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε τοῦ εἶναι ἀρχὴν λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ’ αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι. οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγένητα, ἀλλὰ ἀκριβῶς πεπεῖσθαι ὅτι οὐρανός τε καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ θεοῦ γεγένηται. εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἓτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῴ πατρί.

[*](11—21 30, 1—14 — 22—24 30, 16—19 — 25—28 (γεγενῆσθαι) 101, 27—32; 25—26 (λόγου) 112 — 32 (ἧν) 100, 16—19; 31 (εἰ) — 33 102, 1–3)[*](1 Matth. 12, 35 — 5 Ι Tim. 2, 5 — 9 Jer. 17, 5 — 13 Ι Tim. 2, 5 — 16 Phil. 2, 6. 7 — 20 Phil. 2, 7 — 22 vgl. Ζ. 2)[*](3 τοῦ) τὸ τοῦ We; od. üge nach ἡμῖν: καὶ ein? Ι 14 — 21 καὶ — βλασφημίαν bisher als Polemik-des Eusebius gegen Marcell gefasst; vgh zu ὁ. 30, S. — 14 Ι κἀκεῖνος V, corr. Mo | 23 —24 οὑ — ῥήσεων als ’ Worte m g Ι 23 τοῦτο μὲν V*, ~ V1 | λέγειν m, λέγει V | 26 τοῦ < V 112, 29 | ὁ < 101, 29 28 ἀρχὴν τοῦ εἶναι 101, 30f. | τοῦ < V 39, 32 | 30 τε < 100, 16 | 31 ἐπὶ] + τῆς 100, 16 Ι ὑπὸ] + τοῦ 100, 17 Ι πιστεύει V 102, 1 Ι 32 ἴν < V 100, 19)
208

Re 93 τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ κα προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἓτερον ἢν πλὴν θεοῦ μόνου.

Re 94 εἴληφεν γὰρ ὁ ἄνθρωπος οὐ μόνον τὴν ἐπὶ γῆς τῶν πραγμάτων ἐξουσίαν, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς, εἰκότως εἰ γὰρ ὅτε καὶ »ἄνθρωπος« ἐγένετο καὶ »μεσίτης θεοῦ καὶ ἀνθρώπων« τότε εἰς αὐτὸν »ἐκτίσθη τὰ πάντα«, ὡς ἔφη ὁ ἀπόστολος, »τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς«, ἀκόλουθόν ἐστιν ἀκριβῶς γινώσκειν ὅτι ἐξουσία οὐ μόνον τῶν ἐπὶ γῆς αὐτῷ, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς δέδοται.

Re 95 εἰ γὰρ περί τινος δόξης δοθείσης αὐτῷ παρὰ τοῦ πατρὸς τὸ ἱερὸν Εὐαγγέλιον λέγει, ταύτην ὁ ἄνθρωπος διὰ τοῦ λόγου εἰληφὼς φαίνεται. »μεσίτης« γὰρ γενόμενος κατὰ τὸν ἱερὸν ἀπόστολον »θεοῦ τε καὶ ἀνθρώπων« τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ πατρὸς δόξῃ τοὺς θεοσεβεῖς ἐδόξασεν ἀνθρώπους.

Re 96 καὶ ἠξίωσεν τὸν πεσόντα διὰ τῆς παρακοῆς ἄνθρωπον τῷ ἑαυτοῦ διὰ τῆς παρθένου συναφθῆναι λόγῳ. ποία γάρ ἐν ἀνθρώποις ἑτέρα μείζων δόξα γένοιτ’ ἂν τῆς δόξης ταύτης; εἰπὼν δὲ ὅτι »ἐδόξασά σε«, ἐπιφέρει λέγων »καὶ πάλιν δοξάσω«, ἵνα δι’ ὑπερβολὴν φιλανθρωπίας ἐν τῇ μετὰ τὴν ἀνάστασιν τῆς σαρκὸς δευτέρᾳ δόξῃ τὸν πρότερον θνητὸν ἄνθρωπον ἀθάνατον ἀπαλλαγῆναι καὶ τοσαύτῃ αὐτὸν δοξάσῃ δόξῃ, ὥστε μὴ μόνον αὐτὸν τῆς προτέρας ἀπαλλαγῆναι δουλείας ἀλλὰ καὶ τῆς ὑπὲρ ἄνθρωπον ἀξιωθῆναι δόξης.

Re 97 ἵνα, ὡς ἔφην, ὑπὸ τοῦ διαβόλου ἀπατηθέντα πρότερον τὸν ἂνθρωπον αὐτὸν αὖθις νικῆσαι τὸν διόβολον παρασκευάσῃ. διὰ τοῦτο ἀνείληφεν τὸν ἄνθρωπον, ἵνα ἀκολούθως τούτον ἀπαρχὴν τῆς ἐξουσίας παραλαβεῖν παρασκευάσῃ.

(Re 35 = 97) οὑτος γάρ ἐστιν ὁ ἀγαπητός, ὁ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, περὶ οὗ ὁ εὐαγγελιστὴς ἔφη οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ὧ εὐδόκησα«.

Re 98 ὅτι ὁ λόγος τοῦ ἀοράτου θεοῦ διά παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τήν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι’ αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισάμενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρασκευάσῃ, ἀλλά καὶ σύνθρονον ἐν οὐρανοῖς τῴ θεῷ.

Re 99 ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσλαβὼν κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διά τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον [*](1—3 40, 5—7. 100, 11—14; 2 (μήπω) — 3 77 4—9 50, 18—24 — 10—13 50, 26—30 — 1420 51, 6—9 — 25—26 51, 11—13 — 27—30 51, 15—19 — 31—S.) [*](2 Joh. 17, 5 — 5f Ι Tim. 2, 5 — 6 Kol. 1, 16 — 10 Job. 17, 5? — 12 Ι Tim. 2, 5 — 16 f f Joh. 12, 28 — 25 Ps. 44, 1? — 26 Matth. 3, 17) [*](1 ἐξουσίαν] δόξαν V 100, 11 Ι 3 μηδὲν 101, 14 | 16 σε < NT Ι 27 ὃτι] zum Citat örig? Ι 28 καὶ2] zu str,? Ι 29 αὐτὸν] 1. αὐτὴν?)

209
οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὶν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης Δαυὶδ προφητικῶς λέγει »ὁ κύριος ἐβασίλευσεν, ἀγαλλίάσθω ἧ γῆ«.

(Re lOU) δι’ ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἧ προφητεία φησὶν »ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοὺς.

Re 100 διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος »πᾶσαν ἀρχὴν« τοῦ διαβόλου »καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει«. δεῖ γὰρ αὐτὸν βασιλεύειν« φησὶν »ἄχρι οὗ ἀν’ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«. τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστολος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ.

Re 101 μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακαλύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας· τίλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.

Re 102 ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι. ἔστιν μὲν μία ἡ λέγουσα ψῶ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον ἑτέρα ἑτέρα δέ »ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοῖς, καὶ αὖθις ὃ κύριος ἐβασίλευσεν , ἀγαλλιάσθω ἡ γῆ«. καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διά τοῦ λόγου. εἰ οὑν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρα- κοσίων, οὐδὲν παράδοξον, εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τῆν’ βασιλείαν, δηλονότι τῴ θεῶ τοῖ καταστήσαντι αὐτόν, ὡς ἧ γραφή φησιν, βασιλέα.

Re 103 οὐκοῦν ἐνεργείᾳ μόνῃ διὰ τὴν τῆς σαρκὸς πρόφασιν ἄχρι τοσούτου κεχωρίσθαι τοῦ πατρὸς φαίνεται, ἄχρι οὖ ἂν ὁ προσιὼν τῆς κρίσεως ἀναφανῇ καιρός, ἵνα τῶν τηνικαῦτα ἐκκεντησάντων κατὰ τὴν προφητείαν ἑωρακότων τὸν ἐκκεντηθέντα, οὕτω καὶ τὸ λειπόμενον ἀκολούθως γένηται. πόντων γὰρ ἐν τῷ καιρῷ τοῦ τέλους ὑποτάσσεσθαι μελλόντων τῷ Χριστῷ, ὡς ὁ ἀπόστολος ἔφη, τηνικαῦτα »αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τά πάντα«. τί τοίνυν [*](5—7 51, 36—38 — —13 52, —18; —10 καταργήσει) 52 —16 52, —22 177. —12 — —26 52, —53, 2: —19 χριόμενοι) 177, —16; 21 (καὶ) — 25 (θεῷ) 177, —23 — —S. 210, 5 53, —16q 32 (τί) — 3 (καιροῦ) 177, 29) [*](3 Ps. 96, 1 — 6 Ps. 2, li — 10 Ι Kor. 15, 24 — I Kor. 15, 25 — 14 ff ἡ Kor. 15, 25 — 17 vgl. Nr. 112 — 19 Ps. 2, 6 — 20 Ps. 98, 1 — 21 Ps. 96, 1 — 25 Ι Kor. 15, 24 — 26 Ps. 2, 6 — 30 Joh. 19, 37 (Zach. 12, 10) — 30 ff Kor. 15, 28) [*](3 γοῦν r Ι S καὶ < 52, 12 | βασιλεύσει V2 52, 12 βασιλεύειν V* .52, 12 βασιλεύειν ἳνα V 52, 2 Ι 9 ὁ κενωθεὶς V 52, 3 | 10 καταργήσῃ V 52, 5 Ι 12 τοῦτο r οὑ τὸ V οὕτω mr | 15 μὲν < V 177, 11 | 23 ἧ < V 52,32 | 25 δηλονότι < 177, 23 1 32 τι] ὅτε V 53, 11)

210
μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δι’ ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν; πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἵζει ἢ ἄχρι μόγου τοῦ τῆς κρίσεως καιροῦ; ἀνάγκη γὰρ τὸ ὑπὸ τοῦ προφήτου λεχθὲν ἔργῳ βεβαιωθῆναι. ὄψονται γὰρ« φησὶν »εὶς εἰς ὂν ἐξεκέντησαν«· ἐξεκέντησαν δὲ δηλονότι τιν’ σάρκα.

Re 104 ὅτι γὰρ οὐχ ἵν ὁ λόγος ὠφεληθῇ τὴν ἡμετέραν ἀνείληφεν σάρκα, ἀλλ’ ἵνα ἡ σὰρξ διὰ τὴν πρὸς τὸν λόγον κοινωνίαν ἀθανασίας τύχῃ, δῆλόν ἐστιν καὶ ἀπ’ τῆς τοῦ τοῦ σωτῆρος ἀποφάσεως. περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς οὕτω λέγει τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀπιόντα ὅποι ἢν τὸ πρότερον· τὸ πνεῦμα ζωοποιεῖ, ἧ σὰρξ οὐδὲν ὠφελεία. εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγῳ; διὰ τοῦτο γὰρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ θεός, ὁ δεσπότης, πρὸς αὐτὸν λέγειν »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρίζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν »ἓως ἂν θώ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. τοῦτο δὲ τὸ προφητικὸν τοῦ Δαυὶδ ῥητὸν σαφέστερον ἡμὶν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πὼς ἔφη »φεὶ γὰρ αὐτὸν βασιλεύειν , ἴως ἂγ θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ«. οὐκοῦν ὅρον τινὰ ἔχειν δοκεῖ ἧ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία. οὐδὲν γὰρ ἓπερον βούλεται ἡ· τοῦτο τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθὲν »ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ«. οὐκοῦν ἐπειδὰν τούς ἐχθροὺς σχῇ ὑποπόδιον τῶν ποδῶν οὐκέτι χρῄζει τῆς ἐν μέρει ταύτης βασιλείας, πάντων καθόλου βασιλεὺς ὑπάρχων· συμβασιλεύει γὰρ »τῷ θεῷ καὶ πατρί«, οὖ ὁ λόγος ἦν τε καὶ ἐστί;. οὐδὲ γὰρ αὐτὸς καθ’ ἑαυτὸν ὁ λόγος ἀρχὴν βασιλείας εἴληφεν, ἀλλ’ ὁ ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἄνθρωπος διὰ τῆς τοῦ λόγου δυνάμεως βασιλεὺς γέγονεν, ἵνα βασιλεὺς γενόμενος τὸν πρότερον ἀπατήσαντα νικήσῃ διάβολον. διὰ τοῦτο καὶ αἱ Πραξεῖς τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὂν ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, οὕτως διδάσκουσιν λέγουσαι »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« . καὶ αὗται ὥσπερ ὅρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι ἐν ἧπερ προσήκει τὴν κατὰ ἄνθρωπον οἰκονομίαν ἡνῶσθαι τῷ λόγῳ οὕτω λέγουσιν τί γὰρ ἕτερον βούλεται τὸ »ἄχρι χρόνων [*](6—S. 211, 11 53, 18—55, 22; 8 (περὶ) — 13 (λόγῳ) 167, 32 — 13 λόγῳ) 45, —3. 165, —25. 169, —21; 11 πῶς) — 13 λόγῳ) 49 —15; ’δ’ διὰ) — 21 βασιλεία) 170, — 11; 28 διὰ) — 32 ὁρίζουσαι) 170 13—17 vgl. auch 169, 27) [*](2 vgl. S. 209, 23 — 4 Job. 19, 37 (Zacb. 12, 10) — 9 Joh. 6, —63 — 14 Ps. 109, 1 — 17 Ps. 109, 1 — 19 I Kor. 15, 25 — 22 1 Kor. 15, 25 — 25 I Kor. 15, 24 — 26 ff vgl. Nr. 113 — 31 Act. 3, 21 — 33 Act. .3, 21) [*](1 εἴληφεν V 177, 26 | 2 πότερόν ποτε] τότε V53, 13 Ι 3 ἐξείη V* 177, 27f ἢ ἓξει V2 Ι 4 ἔργῳ V2 ἔργον V* | 8 ἀπ’ g ὑπ’ V Ι 11 αὐτόν < 45, αὐτός? Μο Ι 12 καὶ < 45, 2. 49, 15 Ι ὡς αὐτῷ λυσιτελουσαν < 49, 15 Ι ὡσαύτως V2 ὡς αὔτως V*) 53, 26 αὐτῷ V 45, 3. 167, .31 | 14 θεός ὁ < 53, 27 | δεσπότης] + αύτοῦ Μο + ἡμῶν r Ι 16 δοκῶ V 53, 30 Ι ῥητόν] εἴρηται V 170, 4 Ι 19 γὰρ αὐτῷ V* (corr. Vc) 170, 8 Ι 25 θεῷ] δαδ V 54, 8 Ι 28 καὶ διὰ τοῦτο 17013 Ι 31 οὐρανὸν μὲν] μὲν ἄνον V 54, 15 | αὐταὶ m)

211
ἀποκαταστάσεως«, ἢ αἰῶνα μέλλοντα ἧμίν σημαίνειν, ἐν ᾧ δεῖ πάντα τῆς τελείας τυχεῖν ἀποκαταστάσεως; εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἀπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῖς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη (λέγει γὰρ »ὅτι καὶ αὐτὴ ἧ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«), πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεἷναι τῷ λόγῳ δυνατὸν γένοιτ’ ἄν; σαφῶς δ’ οὖν καὶ διαρρήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ λόγου δι’ ἡμὰς γεγενῆσθαι συμβεβηκέναι καὶ ταύτην ὥσπερ ἀρχὴν οὕτως καὶ τέλος ἕξειν ὁ θεσπέσιος εἴρηκεν Παῦλος, οὕτω πως εἰπὼν »εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί«.

Re 105 τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν »τοῦτο ὑμᾶς σκανδαλίζει;« ἔφη »ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἥν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἧ σὰρξ οὐδὲν ὠφελεῖ«.

Re 106 οὐκοῦν οὐ δι’ ἑαυτόν ἀλλὰ δι’ ἧμάς τὴν ἀνθρωπίνην ἀνείληφεν σάρκα. εἰ δὲ δι’ ἧμάς ἀνειληφὼς φαίνεται, πάντα δὲ τὰ καθ’ ἧμάς τῇ αὐτοῦ προνοίᾳ καὶ ἐνεργείᾳ ἐν τῷ καιρῷ τῆς κρίσεως τέλους τεύξεται, οὐκέτι οὐδὲ ταύτης τῆς ἐν μέρει βασιλείας ἔσται χρεία.

Re 107 εἰ δέ τις λέγοι, διὰ τοῦτο τὴν ἀνθρωπίνην σάρκα ἀξίαν εἶναι τοῦ λόγου, ὅτι διὰ τῆς ἀναστάσεως ἀθάνατον αὐτὴν ἀπειργάσατο, γνώτω ὅτι οὐ πᾶν, ὅπερ ἀθάνατον, τοῦτο ἄξιον θεοῦ. μείζων γὰρ καἰ αὐτῆς τῆς ἀθανασίας ὁ θεὸς, ὁ τῇ ἑαυτοῦ βουλήσει καὶ τὰ μὴ ὄντα ἀθάνατα ποιεῖν δυνάμενος ὅτι δὲ οὐ πᾶν τὸ ἀθάνατον ἡνῶσθαι θεῷ ἄξιον δῆλόν ἐστι καὶ ἀπὸ τοῦ ἀρχὰς καὶ ἐξουσίας καὶ ἀγγέλους ἀθανάτους ὄντας μηδὲν διαφέρειν τῇ ἑνότητι τοῦ θεοῦ.