Fragmenta
Marcellus of Ankara
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
Re 108 εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῴ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα; ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῴ ἱερῷ ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη· »βλέπομεν γὰρ ἄρτι« φησὶν »δι᾿ ἐσόπτρου ἐν [*](2 (εἰ) — 7 (ἂν) 165, 27—33; 5 11 1 (πατρί) 170, 19—26 — 12—14 169, 8—11 7 1 2 1518 55, 11—18 — 25—S. 212, 9 (ἦν) 55 2256 25—S. 212, 4 (δυνήσομαι) 166, 18–30) [*](4 Röm. 8, 21 — 5f Phil. 2, 7 — 10 I Kor. 15, 24 — 13 Joh. 6, 6163 31 Ι Kor. 13, 12) [*](1 αἰῶνα μέλλοντα We ὅν ἔμελεν V2 (? ? V*) | 2 εἰ] ἢ V 54, 21 | 24 καιρῷ — καὶ] in V 54, 21—23 z Τ. nicht mehr zu lesen vgl. zu S. 54, 21 — | 5 ἔτι] ἔστι V 54, 25 ἔδει V 45, 5 | 6 λόγῳ] + δι’ αὐτὴν V 165, 33 + διὸ V 45, 6 + δι’ αὐτοῦ V 170, 20 (str. V2) | 7 ἀδύνατον V 45, 6 | γἐνοιτ᾿ ἂν δυνατόν 165,33 | γένοιτ’ ἄν; σαφῶς] vgl. zu S. 54, 26 f | δ’ οὑν] γοῦν 170, 21 | 9 συμβέβηκεν 54, 29 | ἔχειν 170, 24 | 10 παραδῷ V2 170, 25 | 12 γραψάμενος V* , corr. V2 | 23 ἐστι ΚΙ ὅτι V | 24 μηδὲν V* μηδὲ Vc | διαφέρειν r διαφορεῖν V | 25 εἰ δέ τις περὶ u. 29—30 πρὸς—ἀποκεκρυμμένα] vgl. zu S. 55, 24. 27—29 | 27 V 55, 24 V* 166, 20 (corr. V2) | 31 εἰσόπτρου V 166, 26 | ἐν < V 166, 26)
(oben 109) οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη »τοῦ προορισθέντος υἱοῦ θεοῦ«.
(oben 110) τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν »δέξασθαί τε στροφὰς λόγων« ἔφη, καὶ πάλιν »ῥήσεις τε σοφῶν καὶ αἰνίγματα«,
(oben 111) διό μοι δοκεῖ ὁ σοφώτατος οὖτος προφήτης καὶ τά πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι.
(oben 112) οὐδὲν γάρ ἄτοπον, οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν.
ΑΛΛ᾿ Η ΤΟΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος ὑπολάβοι ἄν τις κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ’ αὐτοῖς »ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων« ἔφη. τὸ δ’ οὐχ οὕτως ἔχειν οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν· ἀλλ’ ἐπειδὴ Ἀθηναίους Σικελιῶται φασίν, πολέμῳ νικήσαντες μόνους ἔσῳζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δὴ τινας φυγόντας καὶ ἐπανελθόντας ἐρωτωμένους τε ὑπὸ Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς ἔφασαν εἰρηκέναι ΑΛΛ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ.
τί δὲ καὶ τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ; νομίσειεν ὄν τις [εἰρῆσθαι], ἵνα πρότερον τὰ περὶ αὐτῆς λεγόμενα, πάντως που διὰ <τὸ> τὴν θυομένην αἶγα τὴν μάχαιραν ἀφορᾶν εἰρῆσθαι τὴν παροιμίαν. ἀλλ’ οὔτι γε οἤτι ἔφασαν οἱ [*](5 (νυνὶ) —12 42, 15—23. 107, 13—22 vgl. — 11 (ἐνεργείᾳ) 112, 31—33 — 13 —14 12, 4—5 — 15 16 13, 7—8 — 19 —S. 213, 41 14, 115) [*](6 Joh. 1, 3 — 8 Ι Kor. 15, 28. 24 — 13 Röm. 1, 4 — 15 Prov. 13 vgl. die Separatausgabe Schneidewins im Corpus paroemiographorum graecorum ed. Leutsch et Schneidewin I, XX ff. 1839— 23 Demosthenes de cor. 315) [*](1f ἄρτι — ἐπεγνώσθημεν] καὶ τὰ ἔζης 166, 27 | 4 θείας] + γραφῆς V* 166, 29 (str. V2 | θείῳ < 166, 29 | νῦν V 56, 1 | 5 εἱς] + ὁ 107, 13 | λόγος] + θεὸς V 42,16 | 9 ἵνα 56, 6 | τῷ < 56,7. 42,20 | 10 ἤ] + τοῦ 107, 20 | 11 ὁ λόγος οὗτος] λόγος 107, 21 | 23 ἐδίδασκες Demostb. ἐδιδάσκετο V | δ Demosth. δὲ V | 27 δή We δέ V | 28 τινων διαφερόντων] τῶν διαφθαρέντων Schneidewin | 30 εἰρῆσθαι str. Ga | ἵνα θῶ Heyse, Schneidewin μὴν ἅ θῶ V 31 πάντως Schneidewin πάντων V | τὸ g | 32 οὔτι γε ΚΙ οὐ τινὲς V)
τί δὲ τὸ ΑΛΙΣ ΔΡΥΟΣ σημαίνει; φησί τις· οὐ γὰρ δυνατὸν ἐκ τοῦ προχείρου γιγνώσκειν τῆν’ παροιμίαν. οἱ παλαιοί, ὡς ἔφασαν, πρὸ τῆς τοῦ σίτου γεωργίας βαλανηφαγοῦντες, ἐπειδὴ ὡς ᾤοντο ὁ καρπὸς οὕτος ὕστερον εὑρέθη, ἐκείνῳ προσέχοντες τὸν νοῦν καὶ τῇ μεταβολῇ προσχαίροντες ΑΛΙΣ ΛΠΥΟΣ ἔλεγον· καὶ τοῦτο τὶν παροιμίαν ἔφασαν εἶναι.
αὖθίς τε ἑτέρας παροιμίας ὑπὸ πλείστων τῶν παρ’ αὐτοῖς σοφῶν ἐν πλείστοις καὶ διαφόροις βιβλίοις εἰρημένης, τίνα περὶ αὐτῆς γεγράφασιν οἱ τὰς παροιμίας ἑρμηνεῦσαι προελόμενοι ἀναγκαῖον ἐν τῷ παρόντι μνημονεῦσαι, * * * ἀλλ’ ἵν’ ἐλέγξωμεν Ἀστέριον, καὶ ἀπὸ τῶν ἔξωθεν αὐτὸν μαθημάτων εἰδότα μὲν ἀκριβῶς τὸ τῆς παροιμίας ἐξαίρετον, ἐν δὲ τῷ παρόντι ἄγνοιαν προσποιηθέντα, ἵνα τὸ ἑαυτοῦ βούλημα διὰ τῆς τοῖ παροιμιώδους ῥητοῦ χρήσεως πιθανῶς κατασκευάζειν δόξῃ. ἔστιν δὲ ΓΛΑΥΚΟΥ ΤΕΧΝΗ. ταύτης οἱ ἔξωθεν σοφοὶ τῆς παροιμίας μνημονεύσαντες διαφόρως ἀίτην ἐξηγήσαντο. ὁ μὲν γὰρ αἰτῶν τις ἔφη, Γλαῦκόν τινα ἐπιστήμονα τέχνης τινὸς γεγονότα † πολλὸν οὖσαν θαυμασιωτάτην, ἀπολέσθαι ἅμα ἐκείνῳ κατὰ θάλατταν, μηδενός πω διακηκοότος αὐτῆς. ἕτερος δέ, τὴν ἐπ’ ἄκρον μουσικῆς ἐμπειρίαν μαρτυρήσας τῴ Γλαύκῳ, τοὺς κατασκευασθέντας ὑπ αὐτοῦ δίσκοις χαλκοῦς φησιν τέσσαρας, πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν· ἔνθεν τε εἰρῆσθαι τὴν παροιμίαν. ἄλλος δέ τις Ἁλυαττικῶν ἀναθημάτων φησὶν ἀνακεῖσθαι κρατῆρα καὶ ὑποκρατήριον θαυμάσιον, Γλαίκου Χίου ποίημα. ἕτερος δέ, Γλαῦκον αὐτὸν ἀναθεῖναι εἰς Δελφοὺς τρίποδα χαλκοῖν, οὕτω δημιουργήσαντα τοῖς † παχέως τε κρουομένου, τούς τε πόδας, ἐφ’ ὧν βέβηκεν, καἰ τὸ ὄνω περικείμενον καὶ τὴν στεφάνην τὴν ἐπὶ τοῦ λέβητος καὶ τὰς ῥάβδους διά μέσου τεταγμένας φθέγγεσθαι λύρας φωνῇ. καὶ αὖθις θέρος, ἀπὸ Γλαύκου τινὸς δόξαντός τι πλέον πεποιηκέναι εἰρῆσθαι παροιμίαν. παροιμίαν.
ὁρᾷς, ὅπως τὸ δυσχερὲς τῆς παροιμίας καἰ διὰ τούτου δείκνυται, διά τοῦ μηδὲ ἐπὶ τῆς αὐτῆς ἑρμηνείας στῆναι τοὺς τὶν παροιμίαν ταύτην ἐξηγήσασθαι βουληθέντας. οὕτως δυσεύρετόν τι πρᾶγμα τὸ τῆς παροιμίας καὶ παρὰ τοῖς ἔξωθεν εἶναι δοκεῖ. διὸ καί τις τῶν παρ’ αἰτοῖς σοφῶν συναγαγὼν τἀς ὑπὸ πολλῶν καὶ διαφόρως λεχθείσας παροιμίας, εἰς αὐτὰς γέγραφεν ἒξ βιβλία, δύο μὲν τῶν <ἐμ>μέτρων, τῶν δὲ ἀμέτρων τέσσαρα. ταύτας δὲ παροιμίας ὠνόμασαν ἔξωθεν δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος [*](37 (ἐπειδὴ)—S. 214, 3 (τρόπον) 16, 23—26 νgl. noch 16, 12 ff) [*](7 vgl. Bernays, Theophrasts Schrift über die Frömmigkeit S.) [*](7 l. φήσει? | 8 ὡς zu str.? | 13 οἱ m οὐ V | 14 * * * We | ἀλλ’ str. Scbneidewin | ἵν᾿ Vc ἦν V* | 15 καὶ] | ὡς ? | αἰτῶν? Schneidewin | 17 παροιμιωδῶς? Schneidewin | 20 γεγονότα] + ναυαγῆσαι ὥστε We | πολλῶν] πολλῷ Schneidewin ἣν πολλῶν Heindorf | οὔσα V | οὖσα V | ἄκρων V , corr. Schneidewin τέσσαρας * * * ? We | 25 ἀλυατιῶν V*, corr. V2 | 27 τοῖς παχέως τε] θαυμαστῶς ὥστε Heindorf τῷ πάχει ὥστε Petavius | 28 τὸν ἄνω γεγραφέναι V, corr. Heindorf | 30 τι m τις V | 35 γέγραφεν ἕξ Ga Nauck γεγραφέναι V | 36 ἐμμέτρων m | 37 ἐπεὶ δὲ V 16, 23)
(oben 113) οὐκοῦν τοῦτ’ ἐστιν τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν εἰς ἔργα αὐτοῦ«.
(oben 114) (ἔφη) τὸν τοῦ θεοῦ λόγον τὴν ἀνθρωπίνην σάρκα διὰ τῆς ἀναστάσεως ἀθάνατον γενέσθαι παρεσκευακέναι καὶ ὥσπερ τινὰ νίκης στέφανον ἀναδησάμενον ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι.
(oben 115) (ἕν τι . . . σύγγραμμα συντάξας τοῦτό διά τὸ ἵνα γνωρίζειν θεόν.
Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν.
Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῴ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νικαίαν συνόδῳ διήλεγξα, κατ’ ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μηδὲ ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες, τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ’ ἐμοῦ γράψαντας μεταστείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ’ ἀμφοτέροις ἐλεγχθῆναι ὑπ’ ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ’ ἐμοῦ ψευδῆ ὄντα τυγχάνει, καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ καὶ δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν.
ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτούς, καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἠγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι ἣν ἔμαθον ἔκ τε τῶν θείων γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ’ αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς οἶς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις τὴν ἀλήθειαν κρύπτειν βούλονται. φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν λόγον εἶναι τοῦ παντοκράτορος θεοῦ τὸν υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ’ ἕτερον αὐτοῦ λόγον εἶναι καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. τοῦτον γενόμενον ὑπ’ αὐτοῦ ὠνομάσθαι λόγον καὶ σοφίαν καὶ δύναμιν, καὶ διὰ τὸ οὕτως αὐτοὺς φρονεῖν ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ πατρὸς εἶναί φασιν ἔτι μέντοι καὶ προυπάρχειν τοῖ υἱοῦ τὸν πατέρα δι’ ὧν γράφουσιν ἀποφαίνονται <καὶ< μὴ εἶναι αὐτὸν ἀληθῶς υἱὸν ἐκ τοῦ ἀλλὰ κἄν λέγωσιν ἐκ τοῦ θεοῦ οὕτως λέγουσιν ὡς καὶ τὰ πάντα. ἔτι μὴν καὶ [*](5—6 46, 29—30 147, 1—2 — 7—9 167, 79 60, 12 (vgl. noch 1, 14). — 12—S. 215, 39 Epiphanius haer. 72, 23 Dindorf)) [*](5 Prov. 8, 22 — 7 f vgl. 8. 211, 20 — 14 f vgl. Julius ep. ad Danium etc. (Athan. Apol. 23): Μάρκελλος μὲν γὰρ ἐμαρτυρήθη ἧμίν καὶ ἐν τῇ Νικαίαν συνόδῳ τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντειρηκώς — 30 f l Kor. 1, 24) [*](1 προχείρου] + καὶ mr | 3 γεγραφήκασι(??) V 16, 26 | 5 τὸ] ὁ V 46, 29 8 νίκην V*, corr. V2 | 18 ἀπαντήσαντος codd., corr. Cornarius Petavius | 33 μέντοι] μὲν alius 1. μὴν? vgl. Ζ. 35 | 34 καὶ Cornarius Oehler)
πιστεύω δὲ ἑπόμενος ταῖς θείαις γραφαῖς ὅτι εἰς θεὸς καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῴ πατρὶ καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκώς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθείς, οὐ ποιηθείς, ἀλλὰ ἀεὶ ὥν, ἀεὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρί«, οὖ »τῆς βασιλείας« κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν »οὐκ ἔσται τέλος«. οὗτος υἱός, οὗτος δύναμις, οὗτος σοφία. οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ θεοῦ λόγος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀδιαίρετος δύναμις τοῦ θεοῦ, δι’ οὖ [τὰ] πάντα τὰ γενόμενα γέγονε καθὼς τὸ Εὐαγγέλιον μαρτυρεῖ λέγον ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«. οὗτός ἐστιν ὁ λόγος περὶ οὐ καὶ Λουκᾶς ὁ εὐαγγελιστὴς μαρτυρεῖ λέγων »καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου«. περὶ τούτου καὶ Δαυὶδ ἔφη »ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν«. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ Εὐαγγελίου λέγων »ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω«. οὗτος »ἐπ᾿ ἐσχάτων τῶν ἠμερῶν« κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἐκ τῆς παρθένου Μάριας γεννηθεὶς τὸν ἄνθρωπον ἔλαβε.
πιστεύω οὖν εἰς θεὸν παντοκράτορα· καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα καὶ ταφέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς καὶ καθήμενον ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἁγίαν ἐκκλησίαν, ὄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον. ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν. εἰ γάρ τις χωρίζει τὸν υἱόν, τουτέστι τὸν λόγον, τοῦ παντοκράτορος θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο θεοὺς εἶναι νομίζειν (ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται) ἢ τὸν λόγον μὴ εἶναι θεὸν ὁμολογεῖν (ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος »καὶ θεὸς ἦν ὁ λόγος«). ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν, ᾗ δύναμις, τοῦ πατρὸς ὁ υἱός. αὐτὸς γὰρ ὁ σωτήρ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, φησὶν ἒν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί« καὶ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα«. ταύτην καὶ παρὰ τῶν θείων γραφῶν εἰληφὼς τήν πίστιν καὶ παρὰ τῶν κατὰ θεὸν προγόνων διδαχθεὶς ἔν τε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κηρύττω καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ’ ἐμαυτῷ κατασχών. καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους πους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμάς κἀκείνοις τοῖς ὑπ’ αὐτῶν γραφεῖσι προσέχοντες ἀπατηθῶσιν.
Ἔρρωσθε.
[*](7 I Kor. 15, 24 — Luk. 1, 33 — 10 Joh. 1, 1. 3 — 13 Luk. 1, 2 — 14 Ps. 44, 2 — 16 Joh. 8, 42 — 17 Hebr. 1, 2 — 19—24 vgl. Hahn, Bibliotbek Symbole3 1897 S. 22f — 30 Joh. 1, 1 — 32 Joh. 10, 38 — Joh. 10, 30 — 33 Joh. 14, 9 — 33 ff vgl. Julius ep. ad Danium etc. (Αthan. apol. 32): καὶ οὐ νῦν ταῦτα πεφροντικέναι διεβεβαιώσατο ἀλλὰ καὶ ἔκπαλαι)[*](9 ἡμῶν, Ἰησοῦς, Χριστός alius | 10 τὰ str. Kl. | λέγων codd. | 18 ἀνέλαβε ? vgl. Register | 21 σταυρωθέντα, καὶ ταφέντα, καὶ alius | 31 ἐστιν ἡ δύναμις τοῦ codd. | 37 κἀκείνους cod. Jen.)