Fragmentum [Sp.] (e cod. Paris. gr. 2448)

Diophantus Alexandrinus

Diophantus Alexandrinus, Fragmentum [Sp.] (e cod. Paris. gr. 2448), Diophanti Alexandrini opera omnia, vol. 2, Tannery, Teubner, 1895

Κύκλος οὗ ἡ μὲν διάμετρος ιδ, ἡ δὲ περίμετρος μδ· [*](2a) εὑρεῖν τὸ ἐμβαδὸν ἀπὸ τῆς περιμέτρου καὶ διαμέτρου. ποίει οὕτως· λάβε τῆς περιμέτρου τὸ U+2220΄, γίνονται κβ· καὶ τῆς διαμέτρου τὸ U+2220΄, γίνονται ζ· πολυπλασίασον τὰ ζ ἐπὶ τὰ κβ, γίνονται ρνδ· τοσοῦτον ἔσται τὸ ἐμβαδόν.

Καὶ ἄλλως. πολυπλασίασον τὰ μδ ἐπὶ τὰ ιδ, γίνονται [*](b) χις· τούτων λάβε δʹ, γίνονται ρνδ· τοσοῦτον τὸ ἐμβαδόν.

Ἔτι. κύκλου περίμετρος μδ· εὑρεῖν αὐτοῦ τὴν διάμετρον. ποίησον καθολικῶς τοὺς μδ ἑπτάκις, γίνονται τῆ· τούτων τὸ κβ΄, ιδ· τοσοῦτον ἡ διάμετρος.

Τριῶν κύκλων ἁπτομένων ἀλλήλων, εὑρεῖν τοῦ μέσου σχήματος τὸ ἐμβαδόν· ἔστωσαν δὲ αὐτῶν αἱ διάμετροι ἀνᾶ ζ. ποίει οὕτως· τὴν διάμετρον ἐφʼ ἑαυτήν, γίνονται μθ· ταῦτα δίς, γίνονται ??η· τούτων τὸ ιδʹ, γίνονται ζ· ἔσται τὸ ἐμβαδὸν τοσοῦτον.