Fragmentum [Sp.] (e cod. Paris. gr. 2448)

Diophantus Alexandrinus

Diophantus Alexandrinus, Fragmentum [Sp.] (e cod. Paris. gr. 2448), Diophanti Alexandrini opera omnia, vol. 2, Tannery, Teubner, 1895

Τεσσάρων κύκλων ἁπτομένων ἀλλήλων, εὑρεῖν τοῦ μέσου σχήματος τὸ ἐμβαδόν· ἔστωσαν δὲ αὐτῶν αἱ διάμετροι ἀνὰ ζ. ποίει οὕτως· τὴν διάμετρον ἐφʼ [*](1 b. Cf. Geom. 87, 4, Geep. 63. — 2a. Cf Geom. 88, 10. — 2 b. Cf. Geom. 101, 3 et 9. — 3. Cf. Geom. 88, 3; 101, 2. —) [*](4. alsa prorsus solutio: inveniendus enim era numerus 2 quam proxime. — 5. Simile quid Geom. 101, 9.) [*](20 ἀνὰ] ἀπὸ A. 21 δίς] δὲ A in rasura.)

17
ἑαυτήν, γίνονται μθ· ταῦτα τρισσάκις, γίνονται ρμζ ὧν ιδʹ, ι U+2220΄· τοσοῦτον τὸ ἐμβαδόν.

Ἔστω ἡμικύκλιον οὗ ἡ βάσις ιδ, ἡ δὲ κάθετος ζ· εὑρεῖν τὴν περίμετρον καὶ τὸ ἐμβαδόν. ποίει οὕτως· σύνθες τὴν βάσιν --- ἐπὶ τὴν κάθετον, τουτέστι τοὺς ιδ ἐπὶ τοὺς ζ, γίνονται ??η· ταῦτα καθολικῶς ἑνδεκάκις, γίνονται αοη· τούτων τὸ ιδʹ, οζ· τοσοῦτον τὸ ἐμβαδόν.

Ἔστω σφαῖρα ἔχουσα τὴν διάμετρον ι· εὑρεῖν αὐτῆς τὴν ἐπιφάνειαν. ποίει οὕτως· τὰ ι ἐφʼ ἑαυτά, γίνονται ρ· ταῦτα ἐπὶ τὰ ια, γίνονται αρ· τούτων τὸ ιδʹ, οη U+2220΄ ιδʹ· ταῦτα τετράκις, γίνονται τιδ δʹ κη· τοσοῦτον ἡ ἐπιφάνεια τῆς σφαίρας.

Τὸ δὲ πλινθίον συνέστηκεν ἐπὶ τῶνδε τῶν ἀριθμῶν· Ϛ, η, θ, ιβ ὁ μὲν οὖν η πρὸς τὸν ϛ ἐν ἐπιτρίτῳ λόγῳ, καθʼ ἣν ἡ διὰ τεσσάρων ἐστὶν ἁρμονία· ὁ δὲ ιβ πρὸς τὸν ϛ ἐν διπλασίῳ, καθʼ ἣν ἡ διὰ πασῶν --- ἕξεων ἔλεγχοι καὶ τῆς ἀναλογίας ἀριθμητικῆς μὲν ἐκ τῶν ϛ καὶ θ καὶ ιβ· οἷς γὰρ ἂν ὑπερέχῃ ὁ μέσος τοῦ πρώτου, τοσούτοις ὑπερέχεται τοῦ τελευταίου. γεωμετρικὴ δὲ ἡ τῶν τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ η πρὸς τὰ ϛ, τοσοῦτον τὰ ιβ πρὸς τὰ θ ὁ δὲ λόγος ἐπίτριτος.

[*](9a)