Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Ταῦτα εἰπὼν ὁ ἀπόστολος ἐπέστη ταῖς γυναιξὶ λέγων· Κύριέ μου καὶ θεέ μου, οὐ διαιροῦμαι ἀπὸ σοῦ οὐδὲ ἀπιστῶν ἐπικαλοῦμαί σε, πάντοτε ὄντα ἡμῶν βοηθὸν καὶ ἐπίκουρον καὶ ἐπανορθωτήν· ὁ τὴν ἑαυτοῦ δύναμιν ἐμπνέων ἡμῖν καὶ παραθαρσύνων ἡμᾶς καὶ παρέχων παρρησίαν ἐν ἀγάπῃ τοῖς ἰδίοις σου δούλοις· δέομαί σου, ἰαθεῖσαι αἱ ψυχαὶ ἀναστήτωσαν καὶ γενέσθωσαν οἷαι ἦσαν πρὸ τοῦ πληγῆναι ὑπὸ τῶν δαιμόνων. Ταῦτα δὲ αὐτοῦ εἰπόντος στραφεῖσαι αἱ γυναῖκες
ἐκαθέσθησαν. καὶ παρεκελεύσατο τῷ στρατηλάτῃ ὁ ἀπόστολος ἵνα οἱ τούτου θεράποντες λαβόντες αὐτὰς εἰσαγάγωσιν. αὐτῶν δὲ εἰσελθόντων εἶπεν τοῖς ὀνάγροις ὁ ἀπόστολος· Ἀκολουθήσατέ μοι. Καὶ εἰπόντος αὐτοὶ ἕως ἔξω τῶν πυλῶν· ἐξελθόντων δὲ αὐτῶν εἶπεν αὐτοῖς· Ἀπέλθετε μετ᾽ εἰρήνης ἐπὶ τὰς νομὰς ὑμῶν. Ἀπῄεσαν οὖν οἱ ὄναγροι προθύμως· ἑστὼς δὲ ὁ ἀπόστολος προσεῖχεν αὐτοῖς ἵνα μὴ ὑπό τινος ἀδικηθῶσιν, ἕως ὅτε πόρρω γενόμενοι ἀφανεῖς ἐγένοντο· ὑπέστρεψεν δὲ ὁ ἀπόστολος σὺν τῷ ὄχλῳ εἰς τὴν οἰκίαν τοῦ στρατηλάτου.Ἔτυχεν δὲ γυναῖκά τινα, Χαρισίου τοῦ ἔγγιστα τοῦ βασιλέως, ᾗ ὄνομα Μυγδονία, ἐλθεῖν ἐπὶ τὸ θεάσασθαι καὶ ἰδεῖν ὄνομα νέον καὶ θεὸν νέον καταγγελλόμενον καὶ νέον ἀπόστολον ἐπιδημήσαντα τῇ αὐτῶν χώρᾳ· ἐφέρετο δὲ ὑπὸ τῶν ἰδίων δούλων· καὶ διὰ τὸν πολὺν ὄχλον καὶ τὴν στενοχωρίαν οὐκ ἠδύναντο αὐτὴν εἰσαγαγεῖν πρὸς αὐτόν. ἔπεμψεν δὲ πρὸς τὸν ἴδιον ἄνδρα ἵνα πέμψῃ αὐτῇ πλείονας τοὺς αὐτῇ ἐξυπηρετουμένους· ἦλθον δὲ καὶ προσῆλθον αὐτῇ θλίβοντες
καὶδέροντες τοὺς ἀνθρώπους. ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Τίνος ἕνεκεν καταστρέφετε τοὺς ἐρχομένους ἀκοῦσαι τὸν λόγον, οἳ καὶ προθυμίαν ἔχουσιν; ὑμεῖς δὲ βούλεσθε παρ᾽ ἐμοὶ μὲν εἶναι, πόρρω τυγχάνοντες· καθὼς εἴρηται ἐπὶ τοῦ ὄχλου τοῦ ἐρχομένου πρὸς τὸν κύριον, ὅτι Ὀφθαλμοὺς μὲν ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε. Καὶ ἔλεγεν πρὸς τοὺς ὄχλους· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω · Καί· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.Ἀπιδὼν δὲ πρὸς τοὺς βαστάζοντας αὐτὴν εἶπεν αὐτοῖς· Οὗτος ὁ μακαρισμὸς καὶ ἡ παραίνεσις[*](Text follows sources used in M. R. James translation.) ὁ ἐκείνοις ἐπαγγελθεὶς ὑμῖν περὶ ὑμῶν εἴρηται, οἵτινες αὐτοῖς ἐστιν τοῖς ἐπιφορτισμένοις νῦν. ὑμεῖς ἐστε οἱ τὰ δυσβάστακτα φορτία βαστάζοντες καὶ αὐτῆς κελεύσει, παραφερόμενοι· καὶ ἀνθρώποις ὑμῖν οὖσιν ὡσπερ τοῖς ἀλόγοις ζῴοις ἐπιτιθέασιν ὑμῖν φόρτους, τοῦτο νομίζοντες οἱ
τὴν ἐξουσίαν καθ᾽ ὑμῶν ἔχοντες ὅτι οὐκ ἐστὲ ἄνθρωποι οἷοι καὶ αὐτοί εἰσιν, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· οὔτε γὰρ τοὺς πλουσίους ἡ κτῆσις ὀφειλήσει τι, οὔτε τοὺς πένητας ἡ πενία ῥύσεται ἀπὸ τῆς δίκης· οὔτε εἰλήφαμεν ἐντολὴν ἣν οὐ δυνάμεθα ποιῆσαι· οὔτε φορτία δυσβάστακτα ἡμῖν ἐπέθηκεν ἃ οὐ δυνάμεθα βαστάσαι· οὔτε οἰκοδομὴν τοιαύτην ἣν οἱ ἄνθρωποι κτίζουσιν· οὔτε λίθους λατομῆσαι καὶ οἴκους κατασκευάσαι ὡς οἱ τεχνῖται ὑμῶν διὰ τῆς ἰδίας ἐπιστήμης ποιοῦσιν. ταύτην δὲ τὴν ἐντολὴν εἰλήφαμεν παρὰ τοῦ κυρίου ἵνα ὃ οὐκ ἀρέσκει ἡμῖν ὑπὸ ἄλλου γινόμενον τοῦτο ἄλλῳ τινὶ μὴ ποιοῦμεν.ἀπέχεσθε οὖν πρῶτον τῆς μοιχείας· πάντων γὰρ τῶν κακῶν αὕτη ἐστὶν ἀφορμή·
ἔπειτακαὶ κλοπῆς, ἥτις Ἰούδαν Ἰσκαριώτην δελεάσασα εἰς ἀγχόνην ἤγαγεν· ὅσοι γὰρ τῇ πλεονεξίᾳ οἰκοῦσιν οὐχ ὁρῶσιν τὰ ὑπ᾽ αὐτῶν γινόμενα· καὶ ἀπὸ τῆς ἀλαζονείας καὶ ἀπὸ πάντων τῶν αἰσχρῶν πράξεων, μάλιστα τῶν σωματικῶν, ἐν ᾧ κατάκρισις αἰωνία γίνεται. ἔστιν γὰρ αὕτη ἡ μητρόπολις τῶν κακῶν ἁπάντων· ὁμοίως δὲ καὶ τοὺς ὑψαυχενοῦντας ἄγει εἰς τυραννίδα, κατασπῶσα αὐτοὺς εἰς βάθος καὶ χειρουμένη αὐτοὺς ὑπὸ τὰς αὐτῆς χεῖρας, ἵνα μὴ θεάσωνται ἃ πράττουσιν· ὅθεν τὰ διαπραττόμενα ὑπ᾽ αὐτῶν ἄδηλα αὐτοῖς ἐστιν.ἀλλ᾽ ὑμεῖς πάντων τῶν ἀγαθῶν εὐάρεστοι γίνεσθε τῷ θεῷ ἐν πρᾳότητι καὶ ἡσυχίᾳ· τούτων γὰρ φείδεται ὁ θεός, καὶ ζωὴν αἰωνίαν παρέχει καὶ τὸν θάνατον ἐξουθενεῖ· καὶ ἐν ἐπιεικείᾳ, πᾶσιν τοῖς ἀγαθοῖς ἐπακολουθεῖ, ἡ πάντας τοὺς ἐχθροὺς καταγωνιζομένη καὶ τὸν στέφανον τῆς νίκης μόνη λαβοῦσα· ἐν ἡσυχίᾳ καὶ τῷ
διὰχειρὸς ὀρέγοντι τοῖς πένησιν καὶ πληροῦντι τὸ ἐνδεὲς τῶν λειπομένων, κομίζουσα καὶ μεταδιδοῦσα τοῖς δεομένοις· μάλιστα τοῖς ἐν ἁγιωσύνῃ πολιτευομένοις· αὕτη γὰρ ἐπίλεκτός ἐστιν παρὰ τῷ θεῷ καὶ εἰσάγουσα εἰς τὴν αἰώνιον ζωήν· αὕτη γὰρ μητρόπολίς ἐστιν παρὰ τῷ θεῷ τῶν ἀγαθῶν ἁπάντων· οἱ γὰρ μὴ ἀγωνιζόμενοι ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὐ μὴ τύχωσιν τῆς ἁγιωσύνης. ἡ δὲ ἁγιωσύνη ὤφθη ἐκ τοῦ θεοῦ, καταργοῦσα τὴν πορνείαν, καταστρέφουσα τὸν ἐχθρόν, εὐαρεστοῦσα τῷ θεῷ. ἀθλητὴς γὰρ ἀήττητός ἐστιν, ἔχουσα ἀξίωμα τοῦ θεοῦ, παρὰ πολλῶν δοξαζομένη. πρεσβευτής ἐστιν εἰρήνης, καταγγέλλουσα εἰρήνην. εἴ τις κτήσεται αὐτήν, ἀφορόντιστος μένει, τῷ κυρίῳ εὐαρεστῶν, προσδεχόμενος τὸν καιρὸν τῆς ἀπολυτρώσεως. οὐδὲν γὰρ παράτοπον διαπράττεται, παρέχουσα ζωὴν καὶ ἀνάπαυσιν καὶ χαρὰν πᾶσιν τοῖς αὐτὴν κτωμένοις.ἡ δὲ πρᾳότης τόν θάνατον ὑπέταξεν, ὑπ᾽ ἐξουσίαν αὐτὸν ποιήσασα· ἡ πρᾳότης
τὸνἐχθρὸν κατεδουλώσατο· τὸν ἡ πρᾳότης ζυγός ἐστιν ἀγαθός· ἡ πρᾳότης οὐδένα φοβεῖται καὶ τοῖς πολλοῖς οὐκ ἐναντιοιῦται· ἡ πρᾳότης εἰρήνη ἐστὶν καὶ χαρὰ καὶ ἀγαλλίασις τῆς ἀναπαύσεως· μείνατε οὖν ἐν τῇ ἁγιωσύνῃ καὶ δέξασθε τὴν ἀμεριμνίαν καὶ ἐγγὺς γίνεσθε τῆς πρᾳότητος· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις εἰκονογραφεῖται ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. ἡ ἁγιωσύνη ναός ἐστιν τοῦ Χριστοῦ, καὶ ὁ οἰκῶν ἐν αὐτῇ οἰκητήριον αὐτὴν κτᾶται· τεσσαράκοντα γὰρ ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐνήστευσεν οὐδενὸς γευσάμενος· καὶ ὁ ταύτην φυλάττων ἐν αὐτῇ οἰκήσει ὡς ἐν ὄρει. ἡ δὲ πρᾳότης καύχημα αὐτοῦ ἐστιν· εἶπεν γὰρ Πέτρῳ τῷ συναποστόλῳ ἡμῶν· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὰ ὀπίσω καὶ ἀποκατάστησον εἰς τὴν θήκην αὐτῆς· εἰ γὰρ ἤθελον τοῦτο ποιῆσαι, μὴ οὐκ ἠδυνάμην πλέον ἣ δώδεκα λεγεῶνας παρὰ τοῦ πατρός μου παραστῆσαι ἀγγέλων;Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἀλλήλους συνεπάτουν θλίβοντες· ἡ δὲ γυνὴ Χαρισίου τοῦ συγγενοῦς τοῦ βασιλέως ἐκπηδήσασα ἐκ τοῦ δίφρου καὶ ἑαυτὴν ῥίψασα ἐπὶ τῆς γῆς ἔμπροσθεν τοῦ ἀποστόλου καὶ τῶν ποδῶν αὐτοῦ ἁπτομένη καὶ δεομένη ἔλεγεν· Μαθητὰ τοῦ θεοῦ τοῦ ζῶντος, εἰσῆλθες εἰς χώραν ἔρημον· ἐν ἐρημίᾳ γὰρ οἰκοῦμεν, ἐοικότες ζῴοις ἀλόγοις ἐν τῇ ἀναστροφῇ ἡμῶν· νῦν δὲ διὰ τῶν σῶν χειρῶν σωθησόμεθα· δέομαι οὖν σου, φρόντισόν μου καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα ἡ εὐσπλαγχνία τοῦ ὑπὸ σοῦ καταγγελλομένου θεοῦ γένηται ἐπ᾽ ἐμέ, κἀγὼ γένωμαι
αὐτοῦοἰκητήριον, καὶ καταλλαγῶ ἐν τῇ εὐχῇ καὶ τῇ ἐλπίδι καὶ τῇ πίστει αὐτοῦ, καὶ δέξωμαι κἀγὼ σφραγῖδα, καὶ γένωμαι ναὸς ἅγιος, καὶ κατοικήσῃ ἐν ἐμοὶ αὐτός.Καὶ ὁ ἀπόστολος εἶπεν· Εὔχομαι καὶ δέομαι ὑπὲρ ὑμῶν πάντων ἀδελφοὶ τῶν εἰς τὸν κύριον πιστευόντων καὶ ὑμῶν τῶν ἀδελφιδῶν τῶν εἰς τὸν Χριστὸν ἐλπιζουσῶν ἵνα εἰς πάντας κατασκηνώσῃ ὁ λόγος τοῦ θεοῦ καὶ ἐν αὐτοῖς ἐνσκηνώσῃ· ἡμεῖς γὰρ αὐτῶν ἐξουσίαν οὐκ ἔχομεν. Καὶ ἤρξατο λέγειν πρὸς τὴν γυναῖκα Μυγδονίαν· Ἀνάστα ἀπὸ τῆς γῆς καὶ ἀναπόλησον σεαυτήν· οὐδὲν γάρ σε ὠφελήσει ὁ ἐπίθετος κόσμος οὗτος, οὐδὲ τὸ κάλλος τοῦ σώματός σου, οὐδὲ τὰ ἀμφιάσματά σου· ἀλλ᾽ οὔτε ἡ φήμη τοῦ περὶ σὲ ἀξιώματος, οὔτε ἡ ἐξουσία τοῦ κόσμου τούτου, οὔτε ἡ κοινωνία ἡ ῥυπαρὰ ἡ πρὸς τὸν ἄνδρα σου αὕτη ὀνήσει σε στερηθεῖσαν ἀπὸ τῆς κοινωνίας τῆς ἀληθινῆς· ἡ γὰρ φαντασία τοῦ καλλωπισμοῦ καταργεῖται, καὶ τὸ σῶμα γηράσκει καὶ ἀλλάσσεται, καὶ τὰ ἐνδύματα παλαιοῦται, καὶ ἡ ἐξουσία καὶ ἡ δεσποτεία παρέρχεται μετ᾽ αὐτῶν καὶ ὑπόδικον εἶναι, ἐν ᾧ ἤδη πολλοὶ ἐπολιτεύσαντο. παρέρχεται δὲ καὶ ἡ κοινωνία τῆς παιδοποιίας ὡς δὴ κατάγνωσις οὖσα. Ἰησοῦς μόνος μένει ἀεὶ καὶ οἱ εἰς αὐτὸν ἐλπίζοντες. Ταῦτα εἰπὼν λέγει πρὸς τὴν γυναῖκα ·
Ἄπελθεμετ᾽ εἰρήνης, καὶ ὁ κύριος τῶν ἰδίων μυστηρίων ἀξίαν σε ποιήσει. Ἣ δὲ εἶπεν· Φοβοῦμαι ἀπελθεῖν, μή με ἄρα καταλείψας ἀπέλθῃς εἰς ἄλλο ἔθνος. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Κὰν ἐγὼ πορευθῶ, οὐ καταλείψω σε μόνην, ἀλλὰ Ἰησοῦς διὰ τὴν εὐσπλαγχνίαν αὐτοῦ μετὰ σοῦ. Ἣ δὲ πεσοῦσα προσεκύνησεν αὐτὸν καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς.Χαρίσιος δὲ ὁ συγγενὴς Μισδαίου τοῦ βασιλέως λουσάμενος ἀνῆλθεν καὶ ἀνεκλίθη δειπνῆσαι. ἐξήταζεν δὲ περὶ τῆς ἰδίας γαμετῆς ποῦ ἐστιν· οὐ γὰρ ἐληλύθει εἰς άπάντησιν αὐτοῦ ἀπὸ τοῦ ἰδίου κοιτῶνος ὡς ἔθος εἶχεν· αἱ δὲ θεραπαινίδαι αὐτῆς εἶπον αὐτῷ· Ἀνωμάλως ἔχει. Ὃ δὲ εἰσπηδήσας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὴν κατακειμένην εἰς τὴν κοίτην καὶ ἐσκεπασμένην· καὶ ἀνακαλύψας αὐτὴν κατεφίλησεν αὐτὴν λέγων· Τίνος ἕνεκεν σήμερον περίλυπος εἶ; Ἣ δὲ εἶπεν· Ἀνωμάλως ἔχω. Ὃ δὲ λέγει πρὸς αὐτήν· Διὰ τί γάρ σχῆμα οὐκ ἐποίησας τῆς σῆς ἐλευθερίας καὶ ἔμεινας ἐν τῷ οἴκῳ σου, ἀλλ᾽ ἀπελθοῦσα κατήκουσας λόγων ματαίων καὶ ἔργα μαγικὰ ἐθεάσω; ἀλλὰ ἀνάστα, συνδείπνησόν μοι· ἄνευ γὰρ σοῦ οὐ δύναμαι δειπνῆσαι. Ἣ δὲ εἶπεν πρὸς αὐτόν · Σήμερον παραιτοῦμαι· πάνυ γὰρ πεφόβημαι.
Ταῦτα ἀκούσας ὁ Χαρίσιος παρὰ τῆς Μυγδονίας οὐκ ἠβουλήθη ἐξελθεῖν ἐπὶ τὸ δεῖπνον, ἀλλὰ παρεκελεύσατο τοῖς οἰκείοις αὐτοῦ ἵνα προσαγάγωσιν αὐτὴν συνδειπνῆσαι
αὐτῷ· εἰσαγαγόντων οὖν ἠξίουν αὐτὴν συνδειπνῆσαι αὐτῷ· ἣ δὲ παρῃτεῖτο. μὴ βουληθείσης οὖν αὐτῆς μόνος ἐδείπνησεν λέγων αὐτῇ· Διὰ σὲ παρῃτησάμην δειπνῆσαι παρὰ τῷ βασιλεῖ Μισδαίῳ, καὶ σὺ οὐκ ἠβουλήθης συνδειπνῆσαί μοι; Ἣ δὲ ἔφη· Διὰ τὸ ἀνωμάλως με ἔχειν. Ἀναστὰς οὖν ὁ Χαρίσιος κατὰ τὸ εἰωθὸς ἐβούλετο συγκαθεύδειν αὐτῇ· ἣ δὲ ἔφη· Οὐκ εἶπόν σοι τὴν σήμερον παραιτήσασθαι;Ταῦτα ἀκούσας ἀπελθὼν εἰς ἄλλην κλίνην ἐκοιμήθη· ἐγερθεὶς δὲ ἐκ τοῦ ὕπνου εἶπεν· Κυρία μου Μυγδονία ἄκουσον τοῦ ὀνείρου τοῦ ὀφθέντος μοι. εἶδον ἐμαυτὸν ἀνακεκλιμένον ἐγγὺς Μισδαίου τοῦ βασιλέως, καὶ παρέκειτο ἡμῖν πανδέκτης· καὶ εἶδον ἀετὸν κατελθόντα ἀπ᾽ οὐρανοῦ καὶ ἁρπάσαντα ἀπ᾽ ἔμπροσθεν ἐμοῦ τε καὶ τοῦ βασιλέως δύο πέρδικας, οὓς εἰσήνεγκεν εἰς τὴν ἑαυτοῦ καρδίαν· καὶ πάλιν ἐπέστη ἡμῖν περιιπτάμενος ἐπάνω ἡμῶν· ὁ δὲ βασιλεὺς παρεκελεύσατο τόξον αὐτῷ ἀφεθῆναι· ὁ δὲ ἀετὸς πάλιν ἥρπαξεν ἀπ᾽ ἔμπροσθεν ἡμῶν περιστερὰν καὶ τρυγόνα. ὁ δὲ βασιλεὺς ἐξέπεμψεν κατ αὐτοῦ βέλος· καὶ διῆλθεν αὐτοῦ ἀπὸ πλευρᾶς εἰς πλευράν, καὶ οὐκ ἠδίκησεν αὐτόν· ὃ δὲ μηδὲν ἀδικηθεὶς ὑψοῦτο εἰς τὴν ἰδίαν καλιάν. καὶ διυπνισθεὶς ἐγὼ ἔμφοβός εἰμι καὶ περίλυπος, διότι γευσάμενος ἤμην τοῦ πέρδικος, καὶ οὐ συνεχωρησέν μοι ἔτι προσαγαγεῖν τῷ στόματί μου. Ἡ δὲ Μυγδονία ἔφη πρὸς αὐτόν· Ὁ ὄνειρός σου καλός ἐστιν· σὺ γὰρ καθ᾽ ἡμέραν πέρδικας ἐσθίεις, ὁ δὲ ἀετὸς οὗτος οὐκ ἦν γευσάμενος πέρδικος ἕως τοῦ νῦν.
Ὄρθρου δὲ γενομένου ἀπελθὼν ὁ Χαρίσιος ἐνεδύσατο, καὶ τὸ ἀριστερὸν ὑπόδημα εἰς τὸν δεξιὸν πόδα ὑπεδήσατο. καὶ ἐπισχὼν εἶπεν πρὸς τὴν Μυγδονίαν· Τί ἄρα ἐστὶν τοῦτον τὸ πρᾶγμα; ἰδοὺ γὰρ ὁ ὄνειρος καὶ ἡ τούτου πρᾶξις. Ἡ δὲ Μυγδονία πρὸς αὐτὸν ἔφη· Καὶ τοῦτο αὐτὸ οὐκ ἐστὶν φαῦλον, ἀλλὰ κάλλιστόν μοι δοκεῖ· ἀπὸ γὰρ φαύλου πράγματος εἰς τὸ κρεῖττον γενήσεται. Ὃ δὲ νιψάμενος τὰς χεῖρας εἰς ἀσπασμὸν Μισδαίου τοῦ βασιλέως ἀπῄει.
Ὁμοίως δὲ καὶ ἡ Μυγδονία ὀρθρίσασα ἀπῄει εἰς ἀσπασμὸν Ἰούδα Θωμᾶ τοῦ ἀποστόλου. κατέλαβεν δὲ αὐτὸν ὁμιλοῦντα μετὰ τοῦ στρατηλάτου καὶ τοῦ παντὸς ὄχλου· καὶ παρῄνει αὐτοῖς λέγων περὶ τῆς γυναικὸς τῆς δεξαμένης τὸν κύριον ἐν τῇ αὐτῆς ψυχῇ, τίνος εἴη σύνοικος. τοῦ ἀρχιστρατηλάτου εἰπόντος ὅτι Γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς Μισδαίου τοῦ βασιλέως, Καὶ ὅτι Ἐστὶν ἀνὴρ ἀπόσκληρος καὶ πᾶν ὅ τι τῷ βασιλεῖ εἴπῃ τούτῳ πείθεται, Καὶ ὅτι Οὐ συγχωρεῖ αὐτὴν παραμεῖναι τῇ γνώμῃ ταύτῃ ᾗ ὡμολόγησεν· καὶ γὰρ πολλάκις ἐπὶ τοῦ βασιλέως ἐνεγκωμίασεν αὐτήν, λέγων μὴ εἶναι ἄλλην τοιαύτην εἰς ἀγάπην. πάντα οὖν ὅσα ἂν διαλεχθῇς αὐτῇ ξένα αὐτῆς τυγχάνει. Εἶπεν δὲ ὁ ἀπόστολος· Εἰ ἀληθῶς καὶ βεβαίως ἀνέτειλεν ὁ κύριος εἰς τὴν ταύτης ψυχήν, καὶ προσεδέξατο τὸν καταβληθέντα σπόρον, οὔτε τῆς προσκαίρου
ζωῆς φροντίδα ποιήσεται οὔτε τὸν θάνατον φοβηθήσεται, ούτε Χαρίσιός τι ταύτην καταβλάψαι δυνήσηται· μείζων γάρ ἐστιν ἐκεῖνος ὃν ὑπεδέξατο εἰς τὴν ἰδίαν ψυχήν, εἰ ἀληθῶς αὐτὸν ὑπεδέξατο.Ταῦτα δὲ ἀκούσασα Μυγδονία εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς κύριέ μου ἐδεξάμην τῶν σῶν λόγων τὸν σπόρον, καὶ καρποὺς ἐοικότας τοῦ τοιούτου σπόρου ἀποκυήσω. Λέγει ὁ ἀπόστολος· Ἐξομολογοῦνταί σοι κύριε καὶ εὐχαριστοῦσιν αἱ ψυχαί· γὰρ αὗται σοὶ ὑπάρχουσιν· εὐχαριστοῦσίν σοι τὰ σώματα ἃ κατηξίωσας γενέσθαι οἰκητήρια τῆς δωρεᾶς σου τῆς ἐπουρανίου. Εἶπτεν δὲ καὶ πᾶσιν τοῖς παρεστῶσιν· Μακάριοι οἱ ἅγιοι ὧν αἱ ψυχαὶ οὐδέποτε ἑαυτῶν κατέγνωσαν· ταύτα γὰρ κτησάμενοι οὐ διαιροῦνται καθ᾽ ἑαυτῶν· μακάρια τὰ πνεύματα τῶν ἁγίων τὰ καὶ ὁλόκληρον τὸν ἐπουράνιον δεξάμενα στέφανον ἀπὸ τοῦ προσταχθέντος αὐτοῖς αἰῶνος· μακάρια τὰ σώματα τῶν ἀγίων, ὅτι κατηξιώθησαν ναοὶ θεοῦ γενέσθαι, ἵνα Χριστὸς ἐνοικήσῃ ἐν αὐτοῖς· μακάριοί ἐστε ὅτι ἐξουσίαν ἔχετε ἀφιέναι ἁμαρτίας· μακάριοί ἐστε ἐὰν τὸ παραδοθὲν ὑμῖν μὴ ἀπολέσητε ἀλλὰ χαίροντες καὶ ἀπιόντες συναναφέρητε ἑαυτοῖς τοῦτο. μακάριοί ἐστε οἱ ἅγιοι, ὅτι ὑμῖν δέδοται αἰτῆσαι καὶ λαβεῖν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμᾶς κατηξίωσεν ὁ θεὸς κληρονόμους γενέσθαι τῆς βασιλείας τῆς ἐπουρανίου. μακάριοί ἐστε οἱ πραεῖς· ὑμεῖς γάρ ἐστε οἱ
νικήσαντεςτὸν πονηρόν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμεῖς ὄψεσθε τὸ πρόσωπον τοῦ κυρίου. μακάριοί ἐστε οἱ πεινῶντες ἕνεκεν κυρίου, ὅτι ὑμῖν τετήρηται ἡ ἀνάπαυσις· ὧν καὶ αἱ ψυχαὶ ἀπὸ νῦν ἀγαλλιῶνται. μακάριοί ἐστε οἱ ἡσύχιοι τῆς ἁμαρτίας καὶ τῆς ἀμοιβῆς τῶν ζώντων καθαρῶν καὶ τῶν ἀκαθάρτων ἀπαλλαγῆναι. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἡ Μυγδονία μᾶλλον ἐστηρίζετο τῇ πίστει καὶ τῇ δόξῃ καὶ τῇ μεγαλειότητι τοῦ Χριστοῦ.Χαρίσιος δὲ ὁ τοῦ βασιλέως συγγενής τε καὶ φίλος ἦλθεν ἐπὶ τὸ ἄριστον καὶ οὐχ εὗρεν αὐτοῦ τὴν γαμετὴν ἐν τῇ οἰκίᾳ· καὶ ἐξήταζεν πάντας ἐν τῷ οἴκῳ αὐτοῦ· Ποῦ ἀπῆλθεν ἡ δέσποινα ὑμῶν; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν εἶπεν ὅτι Πρὸς τὸν ξένον ἐκεῖνον ἀπῆλθεν. Ὃ δὲ ταῦτα ἀκούσας παρὰ τοῦ δούλου αὐτοῦ ἠγανάκτησεν πρὸς τοὺς λοιποὺς αὐτοῦ οἰκείους, ὅτι οὐκ εὐθὺς αὐτῷ ἀνήγγειλαν τὸ γεγονός· καὶ καθεσθεὶς ταύτην ἐξεδέχετο. ἐσπέρας δὲ γενομένης εἰσιούσης αὐτῆς ἐν τῷ οἴκῳ εἶπεν αὐτῇ· Ποῦ ἦς; Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Εἰς τὸν ἰατρόν. Ὃ δὲ εἶπεν· Ἐκεῖνος ὁ ξένος ἰατρός ἐστιν; Ἣ δὲ εἶπεν· Ναί, ἰατρός ἐστιν ψυχῶν· οἱ γὰρ πολλοὶ τῶν ἰατρῶν σώματα ἰατρεύουσιν τὰ λυόμενα, οὗτος δὲ ψυχὰς τὰς μὴ φθειρομένας. Ταῦτα ἀκούσας ὁ Χαρίσιος πάνυ ἐν ἑαυτῷ ἐχαλέπαινεν πρὸς τὴν Μυγδονίαν διὰ τὸν ἀπόστολον· οὐδὲν δὲ ἀπεκρίνατο αὐτῇ φοβούμενος· βελτίω γὰρ αὐτοῦ ὑπῆρχεν καὶ τῷ πλούτῳ καὶ τῇ γνώμῃ· ἀπῆλθεν δὲ ἐπὶ τὸ
δεῖπνον, αὐτὴ δὲ εἰς τὸν κοιτῶνα αὐτῆς εἰσῄει. ὃ δὲ εἶπεν τοῖς οἰκέταις· Καλέσατε αὐτὴν ἐπὶ τὸ δεῖπνον. Ἣ δὲ οὐκ ἐβούλετο.Ἀκούσας δὲ ὅτι οὐ βούλεται ἐξελθεῖν ἀπὸ τοῦ κοιτῶνος, εἰσελθὼν εἶπεν αὐτῇ· Τίνος ἕνεκεν οὐ βούλει συνδειπνῆσαί μοι, τάχα δὲ οὐδὲ συγκαθευδῆσαι κατὰ τὸ εἰωθός; καὶ περὶ τούτου μείζονα τὴν ὑποψίαν ἔχω· ἥκουσα γὰρ ὅτε ὁ μάγος ἐκεῖνος καὶ πλάνος τοῦτο διδάσκει, ἵνα μή τις συνοκήσῃ γυναικὶ ἰδίᾳ, καὶ ὃ ἡ φύσις ἀπαιτεῖν οἶδεν καὶ ἡ θεότης ἐνομοθέτησεν αὐτὸς ἀνατρέπει. Ταῦτα εἰπόντος τοῦ Χαρισίου ἡ Μυγδονία ἡσύχαζεν. λέγει πάλιν πρὸς αὐτὴν· Κυρία μου καὶ σύμβιέ μου Μυγδονία μὴ πλανῶ λόγοις ἀπατηλοῖς καὶ ματαίοις, μηδὲ τοῖς ἔργοις τῆς μαγείας οἷς ἥκουσα τοῦτον διαπραττόμενον εἰς ὄνομα πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος· οὐ γὰρ ἠκούσθη ποτὲ ἐν τῷ κόσμῳ τούτῳ ὅτι νεκρόν τις ἤγειρεν· ὡς δὲ ἀκούω τὰ περὶ τούτου φημιζόμενα ὅτι νεκροὺς ἐγείρει. καὶ ὅτι οὐδὲ ἐσθίει οὔτε πίνει, μὴ οὖν νομίσῃς ὅτι διὰ δικαιοσύνην οὔτε ἐσθίει οὔτε πίνει· τοῦτο δὲ ποιεῖ διὰ τὸ μηδὲν κεκτῆσθαι αὐτόν· τί γὰρ ἂν ποιήσειεν ὃς οὐδὲ τὸν ἡμερήσιον ἄρτον ἔχει; καὶ ἓν ἔνδυμα ἔχει διὰ τὸ πένητα εἶναι αὐτόν· τὸ δὲ μὴ λαμβάνειν παρά τινός τι
συγγινώσκωνἑαυτὸν τοῦ θεραπεύειν.Ταῦτα δὲ τοῦ Χαρισίου εἰπόντος ἡ Μυγδονία ὥσπερ πέτρα τις ἡσύχαζεν· ηὔχετο δὲ πότε διαφαύσει, ἵνα ἀπέλθῃ πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ· ἀναχωρεῖ δὲ ἀπ᾽ αὐτῆς, καὶ ἀπέρχεται ἐπὶ τὸ δεῖπνον ἀθυμῶν· ἐμερίμνα γὰρ κατὰ τὸ ἔθος συγκαθευδῆσαι αὐτῇ. ἐξελθόντος δὲ ἐκείνου κλίνασα τὰ γόνατα ηὔχετο λέγουσα· Κύριε θεὲ δέσποτα, πατὴρ ἐλεήμων, σωτὴρ Χριστέ, σὺ δός μοι δύναμιν ἵνα νικήσω τὴν ἀναίδειαν Χαρισίου, καὶ παράσχου μοι φυλάξαι τὴν ἁγιωσύνην εἰς ἣν σὺ χαίρεις, ἵνα κἀγὼ δι᾽ αὐτῆς εὕρω ζωὴν αἰώνιον Ταῦτα δὲ εὐξαμένης αὐτῆς ἔθηκεν ἑαυτὴν ἐπὶ τὴν κλίνην σκεπασθεῖσα.
Ὁ δὲ Χαρίσιος δειπνήσας ἐπέστη αὐτῇ· αὐτὴ δὲ ἐβόα λέγουσα· Οὐκ ἔχεις λοιπὸν χώραν πρὸς ἐμέ· ὁ γὰρ κύριός μου Ἰησοῦς κρείττων σοὺ ἐστιν ὁ σὺν ἐμοὶ ὢν καὶ ἐν ἐμοὶ ἀναπαυόμενος. Ὃ δὲ γελάσας εἶπεν· Καλῶς χλευάζεις ταῦτα λέγουσα περὶ ἐκείνου τοιῦ φαρμακοῦ, καὶ καλῶς αὐτοῦ καταγελᾷς λέγοντος ὅτι Ζωὴν οὐκ ἔχετε παρὰ τῷ θεῷ ἐὰν μὴ ἁγνίσητε αὐτούς. Ταῦτα εἰπόντος αὐτοῦ ἐπεχείρει πρὸς αὐτὴν καθευδῆσαι· ἣ δὲ μὴ ὑπομένουσα ἀλλὰ πικρῶς κραυγάζουσα ἔλεγε· Ἐπικαλοῦμαί σε κύριε Ἰησοῦ, μὴ ἐγκαταλίπῃς με· πρὸς σὲ γὰρ τὴν καταφυγὴν ἐποιησάμην· ὡς γὰρ ἀνέμαθον ὅτι σὺ εἶ ὁ ἐπιζητῶν τοὺς ἐν ἀγνοίᾳ ἐπειλημμένους καὶ ῥυόμενος τοὺς ἐν τῇ πλάνῃ κατεχομένους· νυνὶ δὲ ἐγὼ σοῦ δέομαι οὗ τὴν
φήμηνἤκουσα καὶ ἐπίστευσα, σὺ ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ ῥῦσαί με ἀπὸ τῆς ἀναισχυντίας Χαρισίου, ὥστε μὴ κατεξουσιάσῃ μου ἡ τούτου μιαρότης. Καὶ τύψασα ἑαυτῆς τὰς χεῖρας ἔφυγεν ἀπ᾽ αὐτοῦ γυμνή· καὶ ἐξιοῦσα κατέσπασεν τὸ βῆλον τοῦ κοιτῶνος, καὶ τοῦτο περιβαλομένη ἀπῄει πρὸς τὴν ἑαυτῆς τροφόν, κἀκεῖ παρ᾽ αὐτῇ ὕπνωσεν.Ὁ δὲ Χαρίσιος δι᾽ ὅλης τῆς νυκτὸς ἐν ἀθυμίᾳ ὑπῆρχεν, τὰς χεῖρας αὐτοῦ πατάσσων κατὰ τῆς ὄψεως· ἐβούλετο δὲ αὐτῇ τῇ ὥρᾳ ἀπελθεῖν καὶ ἀνενέγκαι τῷ βασιλεῖ περὶ τῆς βίας τῆς περιστάσης αὐτῷ· ἐνεθυμεῖτο δὲ ἐν ἑαυτῷ λέγων· Ἐὰν ἡ πολλὴ ἀθυμία ἡ περὶ ἐμὲ οὖσα ἀναγκάσῃ με ἀπελθεῖν ἄρτι πρὸς τὸν βασιλέα, τίς εἰσφέρει με εἰς αὐτόν; ἐγὼ γὰρ ἐπίσταμαι ὅτι ἡ ἐμὴ κακηγορία κατέστρεψέν με τῆς ὑψαυχενίας μου καὶ τῆς ἀλαζονείας καὶ τῆς μεγαλωσύνης καὶ εἰς ταύτην με τὴν σμικρότητα κατέβαλεν καὶ τὴν ἀδελφήν μου Μυγδονίαν ἀπεχώρισεν ἀπ᾽ ἐμοῦ, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς πρὸ ἀπεχώρισεν ἀπ᾽ ἐμοῦ, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς πρὸ τῶν θυρῶν εἰστήκει τῇ ὥρᾳ ταύτῃ, οὐκ ἂν ἐξελθὼν ἀπόκρισιν αὐτῷ ἔδωκα. ἀλλ᾽ ἀναμείνω ἕως ὅτε διαφαύσει· οἶδα δὲ ὅτι εἴ τι ἂν αἰτήσω τὸν βασιλέα παρέχει μοι. ἐρῶ δὲ περὶ τῆς μανίας τοῦ ξένου ἐκείνου, ἥτις τυραννίδι χρησάμενος καταβάλλει τοὺς μεγάλους
καὶ ἐπισήμους εἰς βάθος. οὐ γὰρ τοῦτό με λυπεῖ ὅτι ἐστερήθην τῆς κοινωνίας αὐτῆς, ἀλλὰ περὶ αὐτῆς λυποῦμαι, ὅτι ἡ παμμεγέθης ψυχὴ αὐτῆς ἠλαττώθη. γυνὴ εὐσχήμων οὖσα, ἣν οὐδείς ποτε τῶν οἰκείων κατέγνω, γυμνὴ ἔφυγεν ἀπὸ τοῦ ἰδίου κοιτῶνος ἔξω τρέχουσα· καὶ οὐκ οἶδα ποῦ ἀνεχώρησεν· καὶ τάχα ἐμμανὴς γενομένη ὑπὸ τοῦ φαρμακοῦ ἐκείνου μανεῖσα εἰς τὴν ἀγορὰν ἐξῆλθεν ζητοῦσα ἐκεῖνον· οὔτε γάρ τι ἐράσμιον αὐτῇ φαίνεται ἀλλ᾽ ἐκεῖνος καὶ τὰ ὑπ᾽ αὐτοῦ λεχθέντα.Καὶ ταῦτα εἴπων ἤρξατο ὀδυρόμενος λέγειν· Οὐαί μοι σύμβιε, ἔπειτα καὶ σοί· ἐστερήθην γάρ σου τάχιον. οὐαί μοι προσφιλεστάτη· παντος γὰρ τοῦ γένους μου βελτίων ὑπάρτον χεις· οὔτε υἱὸν οὔτε θυγατέρα ἐκ σοῦ ἔσχον ἵνα ἐπ᾽ αὐτοῖς ἐπαναπαύσωμαι· οὐδὲ πλήρης ἐνιαυτὸν συνῴκησάς μοι, βάσκανος δὲ ὀφθαλμὸς ἀφήρπασέν σε ἀπ᾽ ἐμοῦ· ὡς εἴθε ἡ τοῦ θανάτου βία εἰλήφει ἄν σε, καὶ κατεψηφισάμην βασιλεῦσιν καὶ ἐξάρχοις· ἀλλὰ ὑπὸ ξένου παθεῖν με τοιοῦτον· καὶ τάχα δοῦλος ὢν ἀπέδρα τῷ ἐμῷ κακῷ καὶ τῆς ψυχῆς
μουτῆς κακίστης. μὴ γένοιτο δέ μοι ἐμπόδιον ἕως ἂν τοῦτον ἀπολέσω καὶ ἐκδικήσω τὴν νύκτα ταύτην· καὶ μηδὲ εὐάρεστος γένωμαι ἔμπροσθεν Μισδαίου τοῦ βασιλέως ἂν μὴ τὴν ἐκδίκησιν ποιήσῃ μοι διὰ τῆς τοῦ ξένου κεφαλῆς καὶ περὶ Σιφόρου τοῦ στρατηλάτου, ὃς καὶ πρόφασις γέγονεν. διὰ γὰρ τούτου ἐνθάδε ὤφθη, καὶ παρ᾽ αὐτῷ κατάγεται· καὶ πολλοί εἰσιν οἱ εἰσιόντες καὶ ἐξιόντες, οὓς διδάσκει νέαν διδαχήν, τοῦτο λέγων, ὅτι οὐδεὶς δύναται ζῆσαι ἐὰν μή τις ἀπαλλαγῇ πάντων τῶν ὑπαρχόντων καὶ γένηται ἀποτεταγμένος ὥσπερ καὶ αὐτός· καὶ σπουδάζει πολλοὺς κοινωνοὺς ἑαυτῷ ποιῆσαι.