Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(58) τέλεσον οὖν εἰς ἡμᾶς ταῦτα ἕως τέλους, ἵνα ἔχωμεν παρρησίαν τὴν ἐν σοί· ἔπιδε εἰς ἡμᾶς, ὅτι διὰ σὲ κατελείψαμεν τοὺς οἴκους ἡμῶν καὶ τὰ γονικὰ ἡμῶν, καὶ διὰ σὲ ξένοι γεγόναμεν ἡδέως καὶ ἑκόντες· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε,
ὅτιτὴν ἰδίαν κτῆσιν κατελείψαμεν διὰ σέ, ἵνα σὲ τὴν ἀναφαίρετον κτῆσιν κτησώμεθα· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, ὅτι τοὺς διαφέροντας ἡμῖν κατὰ γένος καταλείψαμεν, ἵνα τῇ σῇ συγγενείᾳ καταμιγῶμεν· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε τοὺς καταλείψαντας τοὺς πατέρας ἑαυτῶν καὶ τὰς μητέρας καὶ τοὺς τροφέας, ἵνα τὸν σὸν πατέρα θεασώμεθα καὶ κορεσθῶμεν τῆς αὐτοῦ τροφῆς τῆς θεϊκῆς· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, διὰ σὲ γὰρ τὰς συζύγους ἡμῶν τὰς σωματικὰς κατελείψαμεν καὶ τοὺς καρποὺς ἡμῶν τοὺς ἐπιγείους, ἵνα κοινωνήσωμεν ἐκείνῃ τῇ κοινωνίᾳ τῇ παραμόνῳ καὶ ἀληθινῇ, καὶ καρποὺς ἀληθινοὺς ἀποκυήσωμεν, ὧν ἡ φύσις ἄνωθεν ὑπάρχει, ὧν οὐδεὶς ἀφελέσθαι ἐξ ἡμῶν δύνάται, οἷς παραμένομεν καὶ αὐτοὶ ἡμῖν παραμένουσιν.Τοῦ δὲ ἀποστόλου Ἰούδα Θωμᾶ καταγγέλλοντος ἐν πάσῃ τῇ Ἰνδίᾳ τὸν λόγον τοῦ θεοῦ στρατηλάτης τις τοῦ βασιλέως Μισδαίου ἦλθεν πρὸς αὐτόν, καὶ ἔλεγεν αὐτῷ· Ἀκήκοα περὶ σοῦ ὅτι μισθὸν παρά τινος οὐ λαμβάνεις, ἀλλ᾽ ὅπερ καὶ ἔχεις τοῖς δεομένοις παρέχεις· εἰ γὰρ μισθοὺς ἐλάμβανες, ἀπέστειλα ἂν χρῆμα ἱκανόν, καὶ αὐτὸς ἐνθάδε οὐ παρεγενόμην· ὁ γὰρ βασιλεὺς ἐκτὸς ἐμοῦ οὐδὲν διαπράττεται· πολλὰ γὰρ ὑπάρχοντά μοί εἰσιν καὶ πλούσιός εἰμι, εἷς τῶν
ἐντῇ Ἰνδίᾳ· καὶ οὐδ᾽ ὅλως ἠδίκησά ποτέ τινα· τὸ δὲ ἐναντίον μοι συνέβη· γαμετὴν ἔχω, καὶ ἔσχον ἐξ αὐτῆς θυγατέρα, καὶ πάνυ διάκειμαι πρὸς αὐτήν, ὡς καὶ ἡ φύσις ἀπαιτεῖ, ἄλλης δὲ γυναικὸς οὐ πεπείραμαι. ἔτυχεν δὲ γάμον γενέσθαι ἐν τῇ ἡμετέρᾳ πόλει, καὶ πάνυ μοι προσφιλεῖς ἦσαν οἱ τὸν γάμον ποιοῦντες· εἰσελθόντες οὖν ἠξίουν με καλοῦντες αὐτὴν καὶ τὴν θυγατέρα αὐτῆς. ἐπεὶ οὖν πάνυ μοι φίλοι ἦσαν, οὐκ ἠδυνήθην παραιτήσασθαι· ἀπέστειλα οὖν αὐτὴν καίπερ μὴ βουλομένην ἀπελθεῖν, πολλοὺς δὲ καὶ οἰκέτας συναπέστειλα αὐταῖς. ἀπῄεσαν οὖν κόσμον πολὺν κεκοσμημέναι αὐτὴ καὶ ἡ θυγάτηρ αὐτῆς·ἐσπέρας δὲ γενομένης καὶ καιροῦ ἐστάντος ἀναλῦσαι ἀπὸ τῶν γάμων λαμπάδας καὶ δᾷδας ἔπεμψα εἰς ἀπάντησιν αὐτῶν· κἀγὼ ἐν τῇ ὁδῷ εἱστήκειν κατοπτεύων πότε ἔλθῃ καὶ θεάσομαι αὐτὴν σὺν τῇ θυγατρί μου. καὶ ἑστὼς φωνὴν ὀλολυγμοῦ ἤκουον· Οὐαὶ αὐτῇ ἐκ παντὸς στόματος ἠκούετο· οἱ δὲ δοῦλοι τὴν ἐσθῆτα ἔχοντες περιερρηγμένην ἤρχοντο πρός με ἀναγγέλλοντες τὰ γενόμενα. Εἴδομέν φησιν ἄνθρωπόν τινα καὶ παῖδα σὺν αὐτῷ· καὶ ὁ μὲν ἄνθρωπος ἐπέβαλεν αὐτοῦ τὴν χεῖρα ἐπὶ τὴν γυναῖκά σου καὶ
ὁπαῖς ἐπὶ τὴν θυγατέρα σου, αἳ δὲ ἔφυγον ἀπ᾽ αὐτῶν· ἡμεῖς δὲ τοῖς ξίφεσιν ἐτρώσαμεν αὐτούς· τὰ δὲ ξίφη ἡμῶν εἰς γῆν ἔπεσον. καὶ αὐτῇ τῇ ὥρᾳ κατέπεσον αὐταὶ ταῖς ὀδοῦσι τρίζουσαι καὶ τὰς κεφαλὰς εἰς γῆν κρούουσαι· καὶ ταῦτα εἰδότες ἤλθομεν ἀναγγεῖλαί σοι. Ταῦτα δὲ παρὰ τῶν δούλων ἀκούσας ἐγὼ τὴν ἐσθῆτα περιέρρηξα, καὶ τὰς χεῖρας ἐπὶ τὴν ὄψιν ἐπάταξα, καὶ ὥσπερ ἐμμανὴς γενόμενος ἔτρεχον τὴν ὁδόν· καὶ ἀπελθὼν εὗρον αὐτὰς ἐρριμμένας ἐν τῇ ἀγορᾷ· καὶ λαβών αὐτὰς ἤγαγον εἰς τὴν οἰκίαν μου, καὶ μετὰ πολλὴν ὥραν ἔνηψαν, καὶ κατασταθεῖσαι ἐκαθέσθησαν.ἠρξάμην οὖν ἐξετάζειν τὴν γυναῖκά μου· Τί ἐστιν τὸ συμβάν σοι; Ἣ δέ μοι ἔφη· Οὐκ ἔγνως ἃ διεπράξω ἐν ἐμοί; ἐδεόμην γάρ σου μὴ ἀπιέναι εἰς τὸν γάμον, ἐπειδὴ ἀνωμάλως εἶχον τῷ σώματί μου· καὶ ἀπιοῦσα κατὰ τὴν ὁδόν, ἐγγὺς γενομένη τοῦ ἀγωγοῦ ἐν ᾧ τὸ ὕδωρ ἔρρεεν, ἔβλεπον ἄνδρα μέλανα ἑστῶτα ἀντικρύς μου, τῇ κεφαλῇ αὐτοῦ ὑπογρυλίζοντά με, καὶ παῖδα ὅμοιον αὐτοῦ παρεστῶτα. καὶ εἶπον τῇ θυγατρί μου· Ἄπιδε εἰς τοὺς ἄνδρας τούτους τοὺς δύο τοὺς δυσειδεῖς, ὧν οἱ ὀδόντες αὐτῶν ὥσπερ γάλα, τὰ δὲ χείλη αὐτῶν ὡς ἀσβόλη. Καὶ καταλείψασαι αὐτοὺς πρὸς τὸν ἀγωγὸν ἀπήλθομεν. δύσεως δὲ γενομένης καὶ ἀπὸ τῶν γάμων ἀναλύσασαι,
διερχομένων ἡμῶν σὺν τοῖς νεανίσκοις, ἔγγιστα γενομένων τοῦ ἀγωγοῦ, ἡ θυγάτηρ μου πρότερον εἶδεν αὐτούς · καὶ διαλαθοῦσα προσέφυγέν μοι· καὶ μετὰ ταύτην κἀγὼ αὐτοὺς ἐθεασάμην ἐρχομένους κατέναντι ἡμῶν, καὶ ἐφχύγαμεν ἀπ᾽ αὐτῶν· οἱ δὲ παῖδες οἱ ὄντες μεθ᾽ ἡμῶν κρούσαντες ἡμᾶς κατέβαλον ἐμέ τε καὶ τὴν θυγατέρα μου. Καὶ ταῦτα αὐτῆς διηγησαμένης μοι ἐπῆλθον αὐταῖς πάλιν οἱ δαίμονες καὶ κατέβαλον αὐτάς· καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας προελθεῖν οὐ δύνανται ἔξω, ἐγκεκλεισμέναι οὖσαι ἐν ἑνὶ οἴκῳ ἢ δευτέρῳ. καὶ διὰ ταύτας πολλὰ ἐγὼ πάσχω καὶ ἀνιῶμαι· καταβάλλουσιν γὰρ αὐτὰς ὅπου ἐὰν εὕρωσιν καὶ ἀπογυμνοῦσιν. δέομαί σου καὶ ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ, βοήθησον καὶ ἐλέησόν με. τρία γὰρ ἔτη εἰσὶν ἀφ᾽ οὗ τράπεζα ἐν τῇ οἰκίᾳ μου οὐκ ἐτέθη καὶ ἡ γυνή μου καὶ ἡ θυγάτηρ μου εἰς τράπεζαν οὐκ ἐκάθισαν· καὶ μάλιστα διὰ τὴν θυγατέρα μου τὴν ἀθλίαν, ἣ οὐδ᾽ ὅλως τι ἀγαθὸν εἶδεν ἐν τῷ κόσμῳ τούτῳ.Ταῦτα ἀκούσας ὁ ἀπόστολος παρὰ τοῦ στρατηλάτου
πάνυἐλυπήθη περὶ αὐτοῦ· εἶπεν δὲ προς αὐτόν· Πιστεύεις ὅτι θεραπεύει αὐτὰς ὁ Ἰησοῦς; Ὁ δὲ στρατηλάτης Ναί φησιν· καὶ ὁ ἀπόστολος· Παράθου οὖν τῷ Ἰησοῦ σεαυτόν, καὶ αὐτὸς αὐτὰς θεραπεύει, ποιούμενος αὐτῶν βοήθειαν. Εἶπεν δὲ ὁ στρατηλάτης· Δεῖξόν μοι αὐτόν, ἵνα δεηθῶ αὐτοῦ καὶ πιστεύσω εἰς αὐτόν. Εἶπεν δὲ ὁ ἀπόστολος· Οὐ φαίνεται τούτοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς, ἀλλ᾽ ἐν τοῖς ὀφθαλτων μοῖς τῆς ἐννοίας εὑρίσκεται. Ἐπάρας οὖν τὴν φωνὴν αὐτοῦ ὁ στρατηλάτης εἶπεν· Πιστεύω σοι Ἰησοῦ, καὶ δέομαί σου καὶ ἱκετεύω, βοήθησον τῇ ὀλιγοπιστίᾳ μου ᾗ εἰς σὲ ἔχω. Παρεκελεύσατο δὲ ὁ ἀπόστολος Ξενοφῶντι τῷ διακόνῳ συναγαγεῖν πάντας εἰς ἕν· συναθροισθέντος δὲ παντὸς τοῦ ὄχλου ὁ ἀπόστολος ἑστὼς ἐν μέσῳ ἔλεγεν·Τέκνα μου καὶ ἀδελφοὶ οἱ εἰς τὸν κύριον πιστεύσαντες, παραμείνατε ἐν ταύτῃ τῇ πίστει, εὐαγγελιζόμενοι Ἰησοῦν τὸν ἐξ ἐμοῦ ὑμῖν καταγγελθέντα, ἔχοντες ἐν αὐτῷ τὰς ἐλπίδας· καὶ μὴ ἀπολειφθῆτε αὐτοῦ, καὶ οὐ καταλιμπάνει ὑμᾶς. καθευδόντων ὑμῶν ἐν τῷ ὕπνῳ τούτῳ τῷ καταβαροῦντι τοὺς καθεύδοντας
αὐτὸς ἄυπνος ὢν διαφυλάσσει· καὶ ἐν θαλάσσῃ πλεόντων ὑμῶν καὶ ἐν κινδύνῳ ὄντων καὶ οὐδενὸς βοηθεῖν δυναμένου αὐτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων ὑπορθοῖ βοηθῶν. ἐγὼ γὰρ ἤδη ἄπειμι ἐξ ὑμῶν, καὶ ἄδηλόν ἐστιν εἰ ἔτι ὄψομαι ὑμᾶς κατὰ σάρκα. μὴ οὖν καὶ ὑμεῖς ἐξομοιωθῆτε τῷ λαῷ Ἰσραήλ, οἵτινες ἀπιδόντες τοὺς ποιμένας πρὸς ὥρας καιρὸν ἐσκανδαλίσθησαν. Ξενοφῶντα δὲ τὸν διάκονον καταλιμπάνω πρὸς ὑμᾶς εἰς τὸν τόπον μου· καὶ γὰρ καὶ αὐτὸς ὥσπερ κἀγὼ καταγγέλλει τὸν Ἰησοῦν· οὔτε γὰρ ἐγώ εἰμί τι οὔτε αὐτός, ἀλλὰ Ἰησοῦς· καὶ γὰρ κἀγὼ ἄνθρωπός εἰμι σῶμα ἐνδεδυμένος, υἱὸς ἀνθρώπου ὡς εἷς ἐξ ὑμῶν· οὔτε γὰρ πλοῦτον ἔχω ὡς ἐνίοις εὑρίσκεται, ὂς καὶ τοὺς κεκτημένους ἐλέγχει ἀποίητος παντάπασιν ὑπάρχων καὶ καταλιμπανόμενος ἐπὶ τῆς γῆς ἀφ᾽ ἧς καὶ ἐγένετο· τὰ δὲ ἐκ τούτου τοῖς ἀνθρώποις συμβαίνοντα παραπτώματα καὶ τὰς κηλῖδας τῶν ἁμαρτιῶν συναποφέρεται. σπανίως δὲ πλούσιοι εὑρίσκονται ἐν ἐλεημοσύναις· οἱ δὲ ἐλεήμονες καὶ ταπεινοὶ τῇ καρδίᾳ αὐτοὶ κληρονομήσουσιν τὴν βασιλείαν τοῦ θεοῦ. οὐ γὰρ τὸ κάλλος τοῖς ἀνθρώποις παράμονόν ἐστιν· οἱ γὰρ τούτῳ θαρροῦντες τοῦ γήρους καταλαμβάνοντος αἰφνιδίως καταισχυνθήσονται. πάντα οὖν καιρὸν ἔχει· καιρῷ οὖν φιλεῖται καὶ καιρῷ μισεῖται. ἔστω οὖν ἡ ἐλπὶς εἰς Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἀεὶ φιλούμενον καὶ ἀεὶ ποθούμενον. καὶ μέμνησθε ἡμῶν ὡς καὶ ἡμεῖς ὑμῶν. ἡμεῖς γὰρ αὐτοῖς ἐὰν μὴ τὸ τῶν ἐντολῶν φορτίον τελέσωμεν, οὐκ ἄξιοί ἐσμεν κήρυκες εἶναι τοῦ ὀνόματος τούτου, καὶ ὕστερον τιμωρίαν ἀποτίσομεν τῆς ἑαυτῶν κεφαλῆς.Καὶ συνευξάμενος αὐτοῖς, πολλὴν ὥραν παραμείνας τῇ εὐχῇ καὶ τῇ δεήσει, παραθέμενος αὐτοὺς τῷ κυρίῳ εἶπεν· Κύριε ὁ δεσπόζων πάσης ψυχῆς τῆς ἐν σώματι οὔσης· κύριε πάτερ τῶν ψυχῶν τῶν εἰς σὲ τὰς ἐλπίδας ἐχουσῶν καὶ προσδεχομένων τὰ ἐλέη σου· ὁ λυτρούμενος ἀπὸ τῆς πλάνης τοὺς ἰδίους ἀνθρώπους καὶ ἐλευθερῶν ἀπὸ τῆς δουλείας καὶ φθορᾶς τοὺς ὑπηκόους καὶ ἐρχομένους εἰς τὸ καταφύγιόν σου· σὺ γενοῦ ἐν τῇ ποίμνῃ τοῦ Ξενοφῶντος, καὶ ἀλείψας αὐτὴν ἐλαίῳ ἁγίῳ θεράπευσον ἀπὸ τῶν ἑλκῶν καὶ διατήρησον
αὐτὴνἀπὸ τῶν λύκων τῶν διαρπαζόντων. Καὶ ἐπιθεὶς αὐτοῖς τὴν χεῖρα εἶπεν· Ἔσται ἐφ᾽ ὑμᾶς ἡ εἰρήνη τοῦ κυρίου καὶ ἡμῖν συνοδεύσει.Ἐξῆλθεν οὖν ὁ ἀπόστολος ἀπιέναι κατὰ τὴν ὁδόν· καὶ πάντες δακρύοντες προέπεμπον αὐτὸν ἐνορκίζοντες αὐτὸν μνήμην αὐτῶν ἔχειν ἐν ταῖς δεήσεσιν αὐτοῦ καὶ μὴ ἐπιλανθάνειν αὐτῶν. ἀνελθὼν οὖν καὶ καθεσθεὶς ἐπὶ τοῦ ὀχήματος, πάντων τῶν ἀδελφῶν ἀπολειφθέντων, προσελθὼν ὁ στρατηλάτης διήγειρεν τὸν ἡνίοχον λέγων· Ἐγὼ δέομαι καὶ εὔχομαι ἄξιος γενέσθαι ὑπὸ τοὺς πόδας αὐτοῦ καθεσθῆναι, καὶ γενήσομαι αὐτοῦ ἡνίοχος κατὰ τὴν ὁδὸν ταύτην, ἵνα καὶ αὐτὸς γένηταί μου παραπομπὸς εἰς ἐκείνην τὴν ὁδὸν δι᾽ ἧς ὀλίγοι πορεύονται.
Ὁδευσάντων οὖν αὐτῶν ὡσεὶ μίλια δύο ἐδεήθη ὁ ἀπόστολος τοῦ στρατηλάτου, καὶ ἀναστήσας αὐτὸν συγκαθεσθῆναι ἐποίησεν αὐτῷ, ἐπιτρέψας τῷ ἡνιόχῳ εἰς τὸν ἴδιον τόπον καθεσθῆναι. ἡνίκα δὲ ἀπῄεσαν κατὰ τὴν ὁδόν, συνέβη ἐκ τοῦ πολλοῦ καύσωνος κεκοπιακέναι τὰ ὑποζύγια καὶ μὴ δυνάμενα ὅλως σαλευθῆναι. ὁ δὲ στρατηλάτης περίλυπος γενόμενος πάνυ ἠθύμει, ἐνθυμούμενος τοῖς ἰδίοις ποσὶν δρόμῳ
χρήσασθαικαὶ ἕτερα ὑποζύγια ἀγαγεῖν πρὸς τὴν τοῦ ὀχήματος χρείαν· ὁ δὲ ἀπόστολος εἶπεν· Μὴ ταρασσέσθω σου ἡ καρδία μηδὲ δειλιάτω, ἀλλὰ πίστευσον εἰς Ἰησοῦν Χριστὸν ὃν κατήγγειλά σοι, καὶ θαυμάσια ὄψει μεγάλα. Ἀπιδὼν δὲ εἶδεν ἀγέλην ὀνάγρων νεμομένην παρὰ τὴν ὁδόν· καὶ εἶπεν τῷ στρατηλάτῃ· Εἰ ἐπίστευσας εἰς Χριστὸν Ἰησοῦν, πορευθεὶς εἰς τὴν ἀγέλην ἐκείνην τῶν ὀνάγρων εἰπέ· λέγει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος τοῦ Χριστοῦ τοῦ νέου θεοῦ· ᾽Ελθέτωσαν ἐξ ὑμῶν τέσσαρες ὧν ἂν χρείαν ἔχωμεν.Ἀπῆλθεν δὲ ὁ στρατηλάτης ἔμφοβος ὤν· πολλοὶ γὰρ ὑπῆρχον· καὶ ἀπιόντος αὐτοῦ αὐτοὶ εἰς ἀπάντησιν ἤρχοντο · ἐγγὺς δὲ γενομένων εἶπεν αὐτοῖς· Κελεύει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος τοῦ νέου θεοῦ· Ἐλθέτωσαν ἐξ ὑμῶν τέσσαρες ὧν χρείαν ἔχω. Ταῦτα ἀκούσαντες οἱ ὄναγροι ὁμοθυμαδὸν δρόμῳ χρησάμενοι πρὸς αὐτὸν ἤρχοντο, ἐλθόντες δὲ προσεμένων κύνησαν αὐτόν. εἶπεν δὲ αὐτοῖς ὁ ἀπόστολος· Εἰρήνη ὑμῖν. ὑποζεύξατε τέσσαρας ἀντὶ τῶν κτηνῶν τούτων τῶν ἀποσταθέντων. Καὶ προσῆλθον ἕκαστος αὐτῶν καὶ ὑπέθλιβον ὑποζευχθῆναι. ἦσαν οὖν ἐκεῖ τέσσαρες ἰσχυρότεροι, οἳ καὶ ἐζεύχθησαν·
οἱ δὲ ἄλλοι οἳ μὲν προῆγον, οἳ δὲ ἠκολούθουν· ὀλίγον δὲ ὁδευσάντων ἀπέλυσεν τοὺς πώλους λέγων· Ὑμῖν λέγω τοῖς συνοίκοις τῆς ἐρήμου, εἰς τὰς νομὰς ὑμῶν ἀπέλθατε· εἰ γὰρ πάντων ἔχρῃζον, πάντες ἂν συναπῄειτέ μοι. νῦν δὲ ἄπιτε εἰς τὸν χῶρον ὑμῶν ἐν ᾧ διατρίβετε. Οἳ δὲ ἀπιῄεσαν ἐν ἡσυχίᾳ ἕως οὗ ἀφανεῖς ἐγένοντο.Ἀπερχομένου οὖν τοῦ τε ἀποστόλου καὶ τοῦ στρατηλάτου καὶ τοῦ ἡνιόχου εἷλκον ἐν ἡσυχίᾳ οἱ ὄναγροι ὁμαλῶς, ἵνα μὴ ταράξωσιν τὸν ἀπόστολον τοῦ θεοῦ. ἐγγὺς δὲ γεναμένων τῆς πύλης τῆς πόλεως παραστρέψαντες ἔστησαν πρὸ τῶν θυρῶν τῆς οἰκίας τοῦ στρατηλάτου. ὁ δὲ στρατηλάτης εἶπεν· Ἀσυγχώρητόν μοί ἐστιν ἐξηγήσασθαι τὰ γεγονότα, ἀλλὰ τὸ τέλος ἰδὼν τότε λέξω. Ἡ οὖν πόλις πᾶσα ἤρχετο ἰδοῦσα τοὺς ὀνάγρους ἐζευγμένους· ἤκουσαν δὲ καὶ τὴν φήμην τοῦ ἀποστόλου μέλλοντος ἐκεῖ ἐπιδημεῖν. ὁ δὲ ἀπόστολος ἐπυνθάνετο τοῦ στρατηλάτου· Ποῦ ἐστίν σου ἡ οἴκησις καὶ ποῦ ἡμᾶς ἀπάγεις; Ὃ δὲ εἶπεν αὐτῷ· Σὺ αὐτὸς ἐπίστασαι ὅτι πρὸ τῶν θυρῶν ἑστήκαμεν, καὶ οὗτοι οἱ διὰ τῆς σῆς ἐντολῆς ἐλθόντες σὺν σοὶ μᾶλλον ἐμοῦ ἐπίστανται.
Ταῦτα δὲ εἰπὼν καθῆκεν ἑαυτὸν ἀπὸ τοῦ ὀχήματος. ἤρξατο οὖν ὁ ἀπόστολος λέγειν· Ἰησοῦ Χριστὲ ὁ βλασφημούμενος διὰ τὴν σὴν ἐπίγνωσιν ἐν τῇ χώρᾳ ταύτῃ· Ἰησοῦ οὗ ἡ φήμη ξένη ἐν τῇ πόλει ταύτῃ· Ἰησοῦ ὁ παραλαμβάνων πάντας
τοὺςἀποστόλους ἐν πάσῃ χώρᾳ καὶ ἐν πάσῃ πόλει, καὶ πάντες οἱ σοὶ ἄξιοι ἐν σοὶ δοξάζονται· Ἰησοῦ ὁ τύπον λαβὼν καὶ γενόμενος ὡς ἄνθρωπος καὶ πᾶσιν ἡμῖν φανεὶς ἵνα μὴ ἡμᾶς ἀποχωρίσῃς τῆς ἰδίας ἀγάπης· σὺ εἶ κύριε ὁ ἑαυτὸν δοὺς ὑπὲρ ἡμῶν καὶ τῷ αἵματί σου ἡμᾶς ἐξαγοράσας καὶ κτησάμενος ἡμᾶς κτῆμα πολυτίμητον· τί δὲ ἔχομέν σοι δοῦναι κύριε ἀντικατάλλαγμα τῆς σῆς ψυχῆς ἧς ἔδωκας ὑπὲρ ἡμῶν; ὃ γὰρ θέλομεν ἐκεῖνο ἡμῖν δίδως· τοῦτο δέ ἐστιν ἵνα δεηθῶμέν σου καὶ ζήσωμεν.Ταῦτα δὲ εἰπόντος αὐτοῦ πολλοὶ πανταχόθεν συνηθροίζοντο ἰδεῖν τὸν ἀπόστολον τοῦ νέου θεοῦ. εἶπεν δὲ πάλιν ὁ ἀπόστολος· Τί ἑστήκαμεν ἀεργεῖς; Ἰησοῦ κύριε, ἡ ὥρα πάρεστιν· τί ἀπαιτεῖ γενέσθαι; κέλευσον οὖν ἐκπληρωθῆναι ὃ δὴ γενέσθαι ὀφείλει. Ἡ δὲ γυνὴ τοῦ στρατηλάτου καὶ ἡ τούτου θυγάτηρ ἐβαρήθησαν σφόδρα ὑπὸ τῶν δαιμόνων οὕτως ὡς νομίζειν τοὺς οἰκείους ὅτι οὐκέτι ἀνίστανται· οὐδ᾽ ὅλως γὰρ συνεχώρησάν τινος μεταλαβεῖν αὐτάς, ἀλλὰ κατέβαλον αὐτὰς ἐπὶ ταῖς κλίναις αὐτῶν μηδ᾽ ὅλως τινὰς ἐπιγινωσκούσας ἕως ἐκείνης τῆς ἡμέρας ἐν ᾗ ὁ ἀπόστολος ἐκεῖσε ἦλθεν. εἶπεν δὲ ὁ ἀπόστολος ἐνὶ τῶν ὀνάγρων τῶν ἐν τῷ δεξιῷ μέρει ἐζευγμένων· Εἴσελθε ἐντὸς τῆς αὐλῆς· καὶ ἑστὼς ἐκεῖσε κάλεσον τοὺς δαίμονας καὶ εἰπὲ αὐτοῖς· Λέγει ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος καὶ μαθητὴς Ἰησοῦ Χριστοῦ· Ἔλθετε ὧδε ἔξω ·
δι᾽ὑμᾶς γὰρ ἀπεστάλην καὶ εἰς τοὺς διαφέροντας ὑμῖν κατὰ γένος, ἵνα ὑμᾶς ἀπολέσω καὶ διώξω εἰς τὸν ὑμέτερον χῶρον, ἕως ὅτε καιρὸς γένηται συντελείας καὶ εἰς τὸ ὑμέτερον βάθος τοῦ σκότους κατέλθητε.Εἰσῄει δὲ ὁ ὄναγρος ἐκεῖνος πολλοῦ ὄχλου συνόντος αὐτῷ καὶ ἔλεγεν· Ὑμῖν λέγω τοῖς ἐχθροῖς τοῦ Ἰησοῦ τοῦ καλουμένου Χριστοῦ· ὑμῖν λέγω τοῖς τοὺς ὀφθαλμοὺς καμμύουσιν τοῦ μὴ ὁρᾶν τὸ φῶς· οὐ γὰρ δύναται ἡ κακίστη φύσις μεταβληθῆναι εἰς τὸ ἀγαθόν· ὑμῖν λέγω τοῖς τέκνοις τῆς γεέννης καὶ τῆς ἀπωλείας, ἐκείνου τοῦ ἀπαύστου εἰς τὸ κακὸν ἕως τοῦ νῦν, ὃς ἀεὶ ἀνακαινίζει αὐτοῦ τὰ ἐνεργήματα καὶ τὰ πρέποντα τῇ ἑαυτοῦ οὐσίᾳ· ὑμῖν λέγω τοῖς ἀναιδεστάτοις, τοῖς δι᾽ ἑαυτῶν ἀπολλυμένοις· τί δὲ εἴπω περὶ τῆς ὑμῶν ἀπωλείας τε καὶ τέλους, τί δὲ καὶ ὑφηγήσωμαι, οὐκ οἶδα· πολλὰ γάρ ἐστιν καὶ πρὸς τὴν ἀκρόασιν ἀναρίθμητα ὑπάρχοντα. μείζονα δέ εἰσιν αἱ ὑμέτεραι πράξεις ἀπὸ τῆς κολάσεως τῆς ὑμῖν τετηρημένης. σοὶ δὲ λέγω τῷ δαίμονι καὶ τῷ σῷ υἱῷ τῷ συνεπομένῳ σοι· νυνὶ γὰρ ἐφ᾽ ὑμᾶς ἀπέσταλμαι· τίνος δὲ ἕνεκα πολλοὺς λόγους ποιοῦμαι τῆς ὑμῶν φύσεώς τε καὶ ῥίζης, ἣν ὑμεῖς αὐτοὶ οἴδατε καὶ ἀναιδεύεσθε; λέγει δὲ ὑμῖν Ἰούδας Θωμᾶς ὁ ἀπόστολος Χριστοῦ τοῦ Ἰησοῦ, ὃς διὰ πολλῆς ἀγάπης καὶ διαθέσεως ἐνθάδε ἀπεστάλη· Ἐπὶ
τοῦἐνθάδε ἑστῶτος ὄχλου ἐξελθόντες εἴπατέ μοι ποίου γένους ἐστέ.Καὶ εὐθέως ἐξῆλθεν ἡ γυνὴ σὺν τῇ θυγατρὶ αὐτῆς, νενεκρωμέναι καὶ ἠτιμασμέναι· θεασάμενος δὲ αὐτὰς ὁ ἀπόστόλος ἐλυπήθη, μάλιστα διὰ τὴν παῖδα, καὶ λέγει τοῖς δαίμοσιν· Μὴ γένοιτο ἱλασμὸν γενέσθαι καὶ φειδὼ εἰς ὑμᾶς· οὐδὲ γὰρ τὸ φείδεσθαι ἢ τὸ ἐλεεῖν ἐπίστασθε· πλὴν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ ἀπόστητε ἀπ᾽ αὐτῶν καὶ ἐκ πλευρᾶς στῆτε. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου πεσοῦσαι αἰ γυναῖκες ἀπενεκρώθησαν· οὔτε γὰρ πνεῦμα εἶχον οὔτε φωνὴν ἐδίδουν· ὁ δὲ δαίμων ἀποκριθεὶς φωνῇ μεγάλῃ εἶπεν· Πάλιν ἥκεις ἐνθάδε ὁ τὴν φύσιν ἡμῶν διαγελῶν καὶ τὴν γενεάν; ἥκεις πάλιν ὁ τὴν τέχνην ἡμῶν ἀπαλείφων; καὶ ὡς νομίζω οὐ συγχωρεῖς ἡμῖν ὅλως ἐπὶ τῆς γῆς εἶναι· τοῦτο δὲ νῦν ἐν τῷ καιρῷ τούτῳ ποιῆσαι οὐ δύνασαι. Ἐστοχάσατο δὲ ὁ ἀπόστολος ὅτι ὁ δαίμων οὗτος ἐκεῖνός ἐστιν ὁ ἀπελαθεὶς ἀπ᾽ ἐκείνης τῆς γυναικός.
Ὁ δὲ δαίμων εἶπεν· Δέομαί σου, ἐπίτρεψόν με καὶ ὅπου βούλει με ἀπελθόντα οἰκῆσαι καὶ παρὰ σοῦ ἐντολὴν δέξασθαι, καὶ οὐ φοβοῦμαι τὸν ἐξουσιαστὴν τὸν κατ᾽ ἐμοῦ ἔχοντα τὴν ἐξουσίαν. ὥσπερ γὰρ σὺ ἦλθες εὐαγγελίσασθαι, οὕτως κἀγὼ ἦλθον ἀφανίσαι· καὶ ὥσπερ σὺ ἐὰν μὴ τελέσῃς
τὸθέλημα τοῦ πέμψαντός σε, κατὰ κεφαλῆς δίδωσίν σοι τὴν τιμωρίαν, οὕτως κἀγώ, ἐὰν μὴ ποιήσω τὸ θέλημα τοῦ ἀποστείλαντός με πρὸ καιροῦ καὶ τῆς προθεσμίας, εἰς τὴν ἐμαυτοῦ φύσιν ἀποστέλλομαι· καὶ ὥσπερ σοὶ βοηθεῖ ὁ Χριστός σου ἐν οἷς διαπράττῃ, οὕτως καὶ ἐμοὶ βοηθεῖ ὁ πατήρ μου ἐν οἷς διαπράττομαι· καὶ ἅσπερ σοὶ κατασκευάζει σκεύη τοὺς ἀξίους τῆς σῆς οἰκήσεως, οὕτως καὶ ἐμοὶ ἐπιζητεῖ σκεύη δι᾽ ὧν τὰς αὐτοῦ πράξεις τελίσκω· καὶ ὥσπερ τρέφει καὶ οἰκονομεῖ τοὺς ὑπηκόους, οὕτως κἀμοὶ κολάσεις καὶ βασάνους σὺν τοῖς ὀκητηρίοις μοι γενομένοις παρασκευάζει· καὶ ὥσπερ σοὶ τὴν ἀντιμισθίαν τῆς σῆς ἐνεργείας δίδωσιν τὴν αἰώνιον ζωήν, οὕτως κἀμοὶ παρέχει τὰς ἀμοιβὰς τῶν ἔργων μου τὴν αἰωνίαν ἀπώλειαν· καὶ ὥσπερ σὺ τῇ εὐχῇ σου καὶ τοῖς ἀγαθοῖς ἔργοις ἐπαναπαύῃ ἐν ταῖς πνευματικαῖς σου δοξολογίαις, οὕτως κἀγὼ ἐπαναπαύομαι φόνοις τε καὶ μοιχείαις καὶ θυσίαις ταῖς διὰ οἴνου γινομέναις ἐν τοῖς βωμοῖς· καὶ ὥσπερ σὺ ἐπιστρέφεις τοὺς ἀνθρώπους εἰς ζωὴν αἰώνιον, οὕτως κἀγὼ ἀποστρέφω τοὺς ὑπακούοντάς μοι εἰς ἀπώλειαν καὶ κόλασιν αἰωνίαν· καὶ σὺ τοὺς ἰδίους δέχῃ κἀγὼ τοὺς ἐμούς.Τοιαῦτα καὶ ἕτερα πλείονα εἰπόντος του δαίμονος
ὁἀπόστολος εἶπεν· Κελεύει σοι Ἰησοῦς καὶ τῷ σῷ παιδὶ δι᾽ ἐμοῦ ἵνα μηκέτι εἰσέλθῃς εἰς κατοίκησιν ἀνθρώπου· ἀλλ᾽ ἐξέλθετε καὶ ἀπέλθετε καὶ οἰκήσατε ἔξω παντελῶς τῆς οἰκήσεως τῶν ἀνθρώπων. Οἱ δὲ δαίμονες εἶπον αὐτῷ· Ἀπηνῶς προσέταξας ἡμῖν· τί δὲ καὶ πρὸς τούτους πράξεις τοὺς νῦν ἀποκεκρυμμένους ἀπὸ σοῦ; οἱ γὰρ κατασκευάσαντες τὰ πάντα ξόανα ἐν αὐτοῖς χαίρουσιν μᾶλλον σοῦ· οὓς οἱ πολλοὶ πολλοὺς προσκυνοῦσιν καὶ τὰ θελήματα αὐτῶν διαπράττονται, θύοντες αὐτοῖς καὶ τὰς τροφὰς προσάγοντες ἐν σπονδαῖς καὶ διὰ οἴνου καὶ ὕδατος προσφέροντες καὶ ἀναθήμασιν. Καὶ ὁ ἀπόστολος εἶπεν· Καὶ αὐτοὶ νῦν καταργηθήσονται σὺν ταῖς πράξεσιν αὐτῶν. Καὶ αἰφνιδίως ἄφαντοι γεγόνασιν οἱ δαίμονες· αἱ δὲ γυναῖκες ὡς εἰς τύπον νεκρῶν ἐρριμμέναι ἔκειντο ἐπὶ γῆς, μὴ ἔχουσαι φωνήν.Καὶ οἱ ὄναγροι πρὸς ἀλλήλους ἔστησαν καὶ οὐκ ἀφίσταντο ἀπ᾽ ἀλλήλων, ἀλλ᾽ ἐκεῖνος ᾧ ὁ λόγος ἐδόθη ἐν δυνάμει τοῦ κυρίου, πάντων σιγώντων καὶ ἀφορώντων τί ἄρα διαπράξονται,
εἶπεν τῷ ἀποστόλῳ ὁ ὄναγρος· Τί ἔστηκας ἀεργὴς ἀπόστολε Χριστοῦ τοῦ ὑψίστου, ἀφορῶντος ἵνα αὐτὸν αἰτήσῃς τὰ κάλλιστα μαθήματα; τί οὖν βραδύνεις; ὁ γὰρ σὸς διδάσκαλος βούλεται τὰ μεγαλεῖα αὐτοῦ διὰ τῶν σῶν χειρῶν δεῖξαι· τί στήκεις ὁ κῆρυξ τοῦ ἀποκρύφου; ὁ γὰρ σὸς βούλεται διὰ σοῦ τὰ ἀπόρρητα ἐκφᾶναι διατηρῶν αὐτὰ τοῖς ἀξίοις αὐτοῦ ταῦτα ἀκούειν. τί ἡσυχάζεις ὁ τὰ μεγαλεῖα διαπραττόμενος εἰς ὄνομα τοῦ κυρίου; ὁ γὰρ σὸς δεσπότης προτρέπεταί σε θάρσος σοι ἐγγεννῶν. μὴ τοίνυν φοβοῦ· οὐ γὰρ ἀφήσει ψυχὴν τὴν προσήκουσάν σοι κατὰ γένος. ἄρξαι οὖν τοῦ ἐπικαλεῖσθαι αὐτὸν καὶ αὐτός σου ἑτοίμως ἀκούσῃ. τί ἕστηκας θαυμάζων πάσας αὐτοῦ τὰς πράξεις καὶ τὰς ἐνεργείας; μικρὰ γάρ ἐστιν ταῦτα ἃ δι᾽ αὐτῶν ἔδειξεν. τί δὲ καὶ ὑφηγήσῃ περὶ τῶν μεγάλων αὐτοῦ δωρημάτων; οὐ γὰρ ἐξαρκέσεις ἐξειπεῖν. τί δὲ καὶ θαυμάζεις περὶ τῶν σωματικῶν αὐτοῦ ἰάσεων ἅτινα ἐνεργεῖται; καὶ μάλιστα ἐπιστάμενος ἐκείνην αὐτοῦ τὴν ἴασιν τὴν βεβαίαν καὶ παραμονὴν τῇ ἰδίᾳ φύσει προφέρει. τί δὲ καὶ ἀποβλέπεις εἰς ταύτην τὴν πρόσκαιρον ζωὴν καὶ περὶ τῆς αἰωνίας οὐδὲν ἐνθυμεῖσαι;ὑμῖν δὲ τοῖς παρεστῶσιν ὄχλοις καὶ προσδοκῶσιν τὰς καταβεβλημένας ἐγερθῆναι λέγω, πιστεύσατε τῷ ἀποστόλῳ Ἰησοῦ Χριστοῦ· πιστεύσατε τῷ διδασκάλῳ τῆς ἀληθείας· πιστεύσατε τῷ τὴν ἀλήθειαν ὑμῖν ὑποδεικνύοντι· πιστεύσατε Ἰησοῦ· πιστεύσατε ἐπὶ τῷ γεννηθέντι Χριστῷ ἵνα οἱ γεννηθέντες διὰ τῆς αὐτοῦ ζωῆς ζήσωσιν· ὃς καὶ ἀνετράφη διὰ νηπίου, ἵνα ἡ τελειότης διὰ τοῦ ἀνθρώπου αὐτοῦ φανῇ. ἐδίδαξεν τοὺς ἰδίους αὐτοῦ μαθητάς· τῆς γὰρ ἀληθείας διδάσκαλος αὐτός ἐστιν καὶ τῶν σοφῶν ὁ σοφιστὴς· ὃς καὶ ἐν ναῷ τὸ δῶρον προσήνεγκεν ἵνα δείξῃ πᾶσαν τὴν προσφορὰν ἁγιάζεσθαι. οὗτος ὁ ἀπόστολος ἐκείνου ἐστίν, ἐνδείκτης τῆς ἀληθείας. οὗτός ἐστιν ὁ τὸ θέλημα διαπραττόμενος ἐκείνου τοῦ ἀποστείλαντος αὐτόν. ἐλεύσονται δὲ ἀπόστολοι ψευδεῖς καὶ προφῆται τῆς ἀνομίας, ὧν τὸ τέλος ἔσται πρὸς τὰς αὐτῶν πράξεις, κηρύσσοντες μὲν καὶ νομοθετοῦντες φυγεῖν ἀπὸ τῶν ἀσεβειῶν, αὐτοὶ δὲ πάντοτε ἐν ἁμαρτίαις ἐξεταζόμενοι· ἠμφιεσμένοι μὲν ἐνδύματα προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες· οἵτινες μιᾷ γυναικὶ οὐκ ἀρκούμενοι πολλὰς γυναῖκας ἐξαφανίζουσιν· οἳ τέκνων λέγοντες καταφρονεῖν πολλοὺς παῖδας ἀπόλλουσιν,
ὧν τὴν τιμωρίαν διδόασιν· οἱ μὴ ἐπαρκούμενοι τῇ ἑαυτῶν κτήσει ἀλλὰ θέλοντες πάντα τὰ ἀχρειώδη αὐτοῖς ἐξυπηρετεῖσθαι μόνοις, ἐπαγγελλόμενοι ὡς μαθηταὶ αὐτοῦ. καὶ ἐν μὲν τῷ στόματι αὐτῶν ἄλλα φθέγγονται, τῇ δὲ καρδίᾳ αὐτῶν ἄλλα ἐνθυμοῦνται· τοῖς ἄλλοις μὲν παρακελευόμενοι ἀσφαλίζεσθαι ἀπὸ τῶν πονηρῶν, αὐτοὶ δὲ οὐδὲν ἀγαθὸν διαπράττονται. οἳ σώφρονες νομίζονται εἶναι καὶ τοῖς μὲν ἄλλοις παρακελεύονται ἀπέχεσθαι πορνείας, κλοπῆς καὶ πλεονεξίας, ταῦτα δὲ πάντα ἐν αὐτοῖς ἀποκρύφως πολιτεύονται, διδάσκοντες τοὺς ἄλλους ταῦτα μὴ διαπράττεσθαι.Ταῦτα ἐκφάναντος τοῦ ὀνάγρου πάντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ σιγήσαντος αὐτοῦ εἶπεν ὁ ἀπόστολος· Τίνα ἐνθυμηθῶ περὶ τῆς σῆς εὐπρεπείας Ἰησοῦ, τίνα δὲ καὶ περὶ σοῦ ἐξηγήσωμαι οὐκ ἔχω. μᾶλλον δὲ οὐ δύναμαι· οὐ γὰρ χωρῶ ἐξειπεῖν αὐτὰ ὦ Χριστὲ ἀναπεπαυμένε καὶ μόνε σοφέ, ὁ τὰ ἐγκάρδια γινώσκων μόνος καὶ ἐπιστάμενος τὰ τοῦ λογισμοῦ· σοὶ δόξα ἐλεῆμον καὶ ἤρεμε· σοὶ δόξα λόγε σοφέ· δόξα τῇ εὐσπλαγχνίᾳ σου τῇ ἐπικυηθείσῃ ἡμῖν· δόξα τῷ ἐλέει σου τῷ ἐφ᾽ ἡμᾶς ἁπλωθέντι· δόξα τῇ μεγαλωσύνῃ σου τῇ δι᾽ ἡμᾶς σμικρυνθείσῃ· δόξα τῇ ὑψίστῳ σου βασιλείᾳ ἥτις
δι᾽ἡμᾶς ἐταπεινώθη· δόξα τῇ ἰσχύι σου ἣ δι᾽ ἡμᾶς ἠλαττώθη· δόξα τῇ θεότητί σου ἣ δι᾽ ἡμᾶς εἰς ἀπεικασίαν ἀνθῶσιν, θρώπων ὤφθη· δόξα τῇ ἀνθρωπότητί σου, ἥτις δι᾽ ἡμᾶς ἀπέθανεν, ἵνα ἡμᾶς ζωοποιήσῃ· δόξα τῇ ἀναστάσει σου τῇ ἀπὸ τῶν νεκρῶν· διὰ γὰρ ταύτης ἔγερσις καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ἡμῶν γίνεται· δόξα καὶ εὐφημία τῇ ἀνόδῳ σου τῇ ἐπὶ τοὺς οὐρανούς· δι᾽ αὐτῆς γὰρ ἡμῖν ὑπέδειξας τὴν ἄνοδον τοῦ ὕψους ἐπαγγειλάμενος ἡμῖν ἐκ δεξιῶν σου καθεσθῆναι καὶ συγκρῖναι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. σὺ εἶ ὁ ἐπουράνιος λόγος τοῦ πατρός· σὺ εἶ τὸ ἀπόκρυφον φῶς τοῦ λογισμοῦ, ὁ τὴν ὁδὸν ὑποδεικνύων τῆς ἀληθείας, διῶκτα τοῦ σκότους καὶ τῆς πλάνης ἐξαλειπτά.