Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Ταῦτα διανοουμένου τοῦ Χαρισίου διέφαυσεν· καὶ ἐννυχεύσας ἐνεδύσατο ἐσθῆτα εὐτελῆ, καὶ ὑποδησάμενος ἀπῄει σκυθρωπὸς ἐν ἀθυμίᾳ ὑπάρχων εἰς ἀσπασμὸν τοῦ βασιλέως. ἰδὼν δὲ αὐτὸν ὁ βασιλεὺς εἶπεν· Τίνος ἕνεκεν περίλυπος εἶ καὶ ἐν τοιούτῳ σχήματι ἧλθες; ὁρῶ δὲ καὶ τὸ πρόσωπόν σου ἐνηλλαγμένον. Ὁ δὲ Χαρίσιος λέγει πρὸς τὸν βασιλέα· Καινόν σοι ἔχω ὑφηγήσασθαι πρᾶγμα καὶ ἐρημίαν νέαν, ἣν Σιφὼρ
ἤγαγενἐν τῇ Ἰνδίᾳ, ἄνδρα τινὰ Ἑβραῖον μάγον, ὃν ἔχει καθεζόμενον ἐν τῷ ἰδίῳ οἴκῳ, ὃς οὐκ ἀφίσταται αὐτοῦ· πολλοὶ δέ εἰσιν οἱ εἰσιόντες πρὸς αὐτόν· οὓς καὶ διδάσκει νέον θεὸν καὶ νόμους νέους ἐντίθησιν αὐτοῖς τοὺς μή πω ἀκουσθέντας, λέγων· Ἀδύνατόν ἐστιν ὑμᾶς εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν ἣν ἐγὼ καταγγέλλω ὑμῖν, ἐὰν μὴ ἀπαλλαγῆτε ὑμεῖς τῶν ἰδίων γυναικῶν, ὁμοίως καὶ αἱ γυναῖκες τῶν ἰδίων ἀνδρῶν. Ἔτυχεν δὲ καὶ τὴν κακότυχον γυναῖκά μου ἀπελθεῖν πρὸς αὐτὸν καὶ κατήκοον γενέσθαι τοῖς λόγοις αὐτοῦ· οἷς καὶ ἐπίστευσεν καὶ διὰ τῆς νυκτὸς καταλιποῦσά με προσέδραμεν τῷ ξένῳ. ἀλλὰ μετάπεμψαι τόν τε Σιφόρα καὶ ἐκεῖνον τὸν μάγον τὸν ἐν αὐτῷ κρυπτόμενον, καὶ ἐπίθες τῇ κεφαλῄ αὐτῶν, ἵνα μὴ πάνtες οἱ τοῦ ἔθνους ἡμῶν ἀπολοῦνται.Ταῦτα δὲ ἀκούσας Μισδαῖος ὁ φίλος αὐτοῦ λέγει αὐτῷ· Μὴ λυποῦ μηδὲ ἀθύμει· ἐγὼ γὰρ μεταπεμψάμενος αὐτὸν ἐκδικήσω σε, καὶ σὺ τὴν σεαυτοῦ γυναῖκα πάλιν ἕξεις καὶ τοὺς ἄλλους τοὺς μὴ δυναμένους ἐγὼ ἐκδικήσω. Ἐξελθὼν δὲ ὁ βασιλεὺς ἐκαθέσθη ἐπὶ τοῦ βήματος· καθεσθέντος δὲ αὐτοῦ ἐκέλευσεν Σιφόρα τόν ἀρχιστρατηλάτην κληθῆναι· ἀπελθόντες οὖν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρον αὐτὸν καθεζόμενον ἐν δεξιᾷ
τοῦἀποστόλου, καὶ Μυγδονίαν πρὸς τοῖς ποσὶν αὐτοῦ, σὺν παντὶ τῷ ὄχλῳ κατακούουσαν αὐτοῦ. καὶ προσελθόντες οἱ ἀποσταλέντες παρὰ τοῦ βασιλέως τῷ Σιφόρῳ λέγουσιν· Σὺ ἐνθάδε καθέζῃ ἀκούων ματαίων λόγων, καὶ Μισδαῖος ὁ βασιλεὺς ἐν τῇ ὀργῇ αὐτοῦ σκέπτεταί σε ἀπολέσαι διὰ τὸν μάγον τοῦτον καὶ πλάνον ὃν εἰσήγαγες εἰς τὸν οἶκόν σου. Ταῦτα ἀκούσας ὁ Σιφὼρ ἠθύμησεν, οὐ διὰ τὴν ἀπειλὴν τὴν τοῦ βασιλέως πρὸς αὐτόν, ἀλλὰ περὶ τοῦ ἀποστόλου, ὅτι ἐναντίως ἔγνω ὁ βασιλεὺς περὶ αὐτοῦ· καὶ εἶπεν τῷ ἀποστόλῳ· Ἐγὼ περὶ σοῦ λυποῦμαι· εἶπον γάρ σοι ἀπ᾽ ἀρχῆς ὅτι ἡ γυνὴ ἐκείνη γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς καὶ φίλου τοῦ βασιλέως, καὶ οὐ συγχωρεῖ αὐτὴν ποιῆσαι ὃ ἐπαγγέλλεται, καὶ πάντα ὅσα ἂν αἰτήσῃ τὸν βασιλέα παρέχει αὐτῷ. Ὁ δὲ ἀπόστολος τῷ Σιφόρῳ λέγει· Μηδὲν φοβοῦ ἀλλὰ πίστευσον Ἰησοῦ τῷ ἀπολογουμένῳ ὑπὲρ ἡμῶν ἀπάντων· πρὸς γὰρ τὴν καταφυγὴν αὐτοῦ συνηθροίσμεθα. Ταῦτα δὲ ἀκούσας ὁ Σιφὼρ καὶ περιβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀπῄει πρὸς Μισδαῖον τὸν βασιλέα.Ὁ δὲ ἀπόστολος ἐξήταζεν τὴν Μυγδονίαν· Τίς ἡ αἰτία ἡ γενομένη τοῦ ὀργισθῆναι τὸν σὸν ἄνδρα καὶ ταῦτα ἡμῖν κατασκευάσαι; Ἣ δὲ εἶπεν· Ἐπειδὴ οὐκ ἐξέδωκα ἐμαυτὴν τῷ ὀλέθρῳ αὐτοῦ. ἐβουλήθη γὰρ ὀψὲ ὑποτάξαι με καὶ ὑποβαλεῖν ἐκείνῳ ᾧ λατρεύει πάθει· καὶ ἐλυτρώσατό με ἐκεῖνος ᾧ
τὴν ψυχήν μου παρεθέμην ἀπὸ τῶν χειρῶν αὐτοῦ. κἀγὼ γυμνὴ ἀπέφυγον αὐτὸν καὶ πρὸς τὴν τροφόν μου ἐκαθεύδησα. τὸ δὲ συμβὰν αὐτῷ οὐκ ἐπίσταμαι διὰ τί ταῦτα ἐτεχνάσατο Ὁ ἀπόστολος λέγει· Ταῦτα ἡμᾶς οὐ βλάψει, ἀλλὰ πίστευσον εἰς τὸν Ἰησοῦν, καὶ αὐτὸς ἀνατρέψει τὴν ὀργὴν Χαρισίου καὶ τὴν μανίαν καὶ τὸν οἶστρον ἐκείνου. καὶ αὐτός σοι σύνοδος γένηται ἐν τῇ φοβερᾷ λεωφόρῳ, καὶ αὐτός σε ὁδηγήσει εἰς τὴν βασιλείαν αὐτοῦ· εἰσάξει δέ σε εἰς τὴν αἰωνίαν ζωήν, παρέχων σοι τὴν παρρησίαν τὴν μὴ παρερχομένην μήτε ἀλλασσομένην.Σιφὼρ δὲ παρέστη τῷ βασιλεῖ, καὶ ἐξήταζεν αὐτόν· Τίς ἐστιν καὶ πόθεν καὶ τί διδάσκει ὁ μάγος ἐκεῖνος ὃν ἔχεις ἐμφωλεύοντα ἐν τῷ οἴκῳ σου; Ὁ δὲ Σιφὼρ ἀπεκρίνατο τῷ βασιλεῖ· Οὐ μὴ ἀγνοῇς βασιλεῦ οἶον πόνον καὶ λύπην ἔσχον σὺν τοῖς φίλοις μου περὶ τῆς γυναικός μου, ἢν καὶ σὺ οἶδας καὶ ἄλλοι πολλοὶ διὰ μνήμης ἔχουσιν· καὶ τὰ περὶ τῆς θυγατρός μου, ἣν καὶ προτιμῶ πάσης τῆς κτήσεώς μου, οἷον καιρὸν καὶ πειρασμὸν πέπονθα· ἐγενόμην γὰρ γέλως καὶ κατάρα πάσῃ τῇ χώρᾳ ἡμῶν. ἤκουσα δὲ τῆς φήμης τοῦ ἀνδρὸς τούτου, καὶ γενόμενος πρὸς αὐτὸν ἐδεήθην αὐτοῦ, καὶ παραλαβὼν αὐτὸν ἤγαγον ἐνθάδε· καὶ ἐρχόμενος κατὰ τὴν ὁδὸν
θαυμάσιακαὶ ἔκπληκτα εἶδον, καὶ ἐνθάδε πολλοὶ κατήκουσαν τοῦ ὀνάγρου καὶ περὶ τοῦ δαίμονος ἐκείνου ὃν ἐξήλασεν, καὶ ἐθεράπευσεν τήν τε γυναῖκά μου καὶ τὴν θυγατέρα, καὶ νῦν ὑγιαίνουσιν· καὶ μισθοὺς οὐκ ᾔτησεν, ἀλλ᾽ ἀπαιτεῖ πίστιν καὶ ἁγιωσύνην, ἵνα κοινωνοὶ αὐτῷ γένωνται ἐν οἷς διαπράττεται. τοῦτο διδάσκει, σέβειν καὶ φοβεῖσθαι ἕνα θεὸν τὸν πάντων δεσπότην καὶ Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, ἵνα σχῶσιν τὴν αἰώνιον ζωήν. ὃ δὲ ἐσθίει ἄρτος ἐστὶν καὶ ἄλας, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ ἀφ᾽ ἐσπέρας ἕως ἐσπέρας, πολλὴν εὐχὴν ποιούμενος· καὶ ὅσα ἂν αἰτήσῃ τὸν θεὸν αὐτοῦ, δίδωσιν αὐτῷ. καὶ διδάσκει ὅτι θεὸς οὗτος ἅγιός ἐστιν καὶ δυνατὸς καὶ ὁ Χριστὸς ζωὴ καὶ ζωοποιῶν. διὸ καὶ παραινεῖ τοῖς παροῦσιν αὐτῷ ἐν ἁγιωσύνῃ καὶ ἁγνείᾳ καὶ ἀγάπῃ καὶ πίστει προσέρχεσθαι αὐτῷ.Καὶ ταῦτα ἀκούσας Μισδαῖος ὁ βασιλεὺς παρὰ Σιφόρου πολλοὺς ἔπεμψεν στρατιώτας εἰς τὸν οἶκον Σιφόρου τοῦ στρατηλάτου, ἀγαγεῖν Θωμᾶν τὸν ἀπόστολον καὶ πάντας τοὺς εὑρισκομένους ἐκεῖσε. εἰσελθόντες δὲ οἱ πεμφθέντες ἔσω εὗρον αὐτὸν πλῆθος πολὺ διδάσκοντα· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ ἐκάθητο. θεασάμενοι δὲ τὸν πολὺν ὄχλον περὶ αὐτὸν ἐφοβήθησαν καὶ ἀπῆλθον πρὸς τὸν βασιλέα αὐτῶν καὶ εἶπον· Οὐκ ἐτολμήσαμεν εἰπεῖν αὐτῷ τι· ὄχλος γὰρ
ηνπολὺς περὶ αὐτόν· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ καθεζομένη ἠκροᾶτο τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα. Καὶ ταῦτα ἀκούσαντος Μισδαίου τοῦ βασιλέως καὶ Χαρισίου ἐκπηδήσας ὁ Χαρίσιος ἀπ᾽ ἔμπροσθεν τοῦ βασιλέως συνεπισπασάμενος ὄχλον πολὺν εἶπεν· Ἐγὼ αὐτὸν φέρω βασιλεῦ καὶ τὴν Μυγδονίαν, ἧς τὸν νοῦν ἀφείλατο. Καὶ ἦλθεν εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρατηλάτου ἐντάραχος. καὶ εὗρεν αὐτὸν διδάσκοντα· Μυγδονίαν δὲ οὐ κατέλαβεν, ἀναχωρήσασα γὰρ ἧν εἰς τὸν οἶκον αὐτῆς, ἐγνωκυῖα ὅτι ἐμηνύθη τῷ ἀνδρὶ αὐτῆς ὅτι ἐκεῖ ἦν.Ὁ δὲ Χαρίσιος εἶπεν τῷ ἀποστόλῳ· Ἀνάστα πονηρὲ καὶ ἀφανιστὰ καὶ ἐχθρὲ τοῦ ἐμοῦ οἴκου· ἐμὲ γὰρ ἡ σὴ μαγεία οὐ βλάπτει· τὴν γὰρ σὴν μαγείαν ἐπὶ τὴν σὴν κεφαλὴν θήσομαι. Ταῦτα δὲ αὐτοῦ εἰπόντος προσέσχεν αὐτῷ ὁ ἀπόστολος καὶ εἶπεν αὐτῷ· Αἱ ἀπειλαί σου ἐπιστρέψουσιν πρὸς σέ. ἐμὲ γὰρ ἐν οὐδενὶ καταβλάψεις· μείζων γὰρ σοῦ ἐστιν καὶ τοῦ σοῦ βασιλέως καὶ πάσης ὑμῶν τῆς στρατιᾶς ὁ κύριος Ἰησοῦς Χριστὸς εἰς ὅν τὰς ἐλπίδας ἔχω. Λαβὼν δὲ ὁ Χαρίσιος ἡμιφόριον ἑνὸς τῶν οἰκείων αὐτοῦ ἐπέβαλεν τῷ τραχήλῳ τοῦ ἀποστόλου λέγων· Σύρατε καὶ ἀπαγάγετε αὐτόν· ἴδω εἰ δύναται ὁ θεὸς ῥύσασθαι αὐτὸν ἀπὸ τῶν χειρῶν μου. Σύραντες δὲ αὐτὸν ἀπήγαγον πρὸς Μισδαῖον τὸν βασιλέα. στάς δὲ ὁ ἀπόστολος ἔμπροσθεν τοῦ βασιλέως λέγει αὐτῷ ὁ βασιλείς· Εἰπὲ τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα διαπράττῃ. Ὁ δὲ ἀπόστολος ἡσύχαζεν. ἐκέλευσεν δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις αὐτοῦ μαστιχθέντα αὐτὸν ἑκατὸν κή δέσμιον βληθῆναι εἰς
τὴνφρουράν. οἳ δὲ δεσμεύσαντες αὐτόν ἀπήγαγον. ὁ δὲ βασιλεὺς καὶ Χαρίσιος ἐσκέπτοντο τὸ πῶς αὐτὸν θανατώσουσιν· τὸ δὲ πλῆθος ὥσπερ θεὸν προσεκύνουν αὐτόν· τοῦτο δὲ εἶχον κατὰ νοῦν εἰπεῖν ὅτι Τὸν βασιλέα ὕβρισεν καὶ πλάνος ἐστὶν ὁ ξένος.Ὁ δὲ ἀπόστολος ἀπιὼν ἐπὶ τὸ δεσμωτήριον χαίρων καὶ ἀγαλλιῶν ἔλεγεν· Ἐξομολογοῦμαί σοι Ἰησοῦ ὅτι οὐ μόνον τῆς πίστεώς σου ἄξιόν με ἐποίησας, ἀλλὰ καὶ τοῦ ὑπομεῖναι πολλὰ διὰ σέ. εὐχαριστῶ οὖν σοι κύριε ὅτι ἐφρόντισάς μου καὶ δέδωκάς μοι τὴν ὑπομονήν· εὐχαριστῶ σοι κύριε ὅτι διὰ σὲ φαρμακὸς ἥκουσα καὶ μάγος. πρόσδεξαί με τοίνυν ἐκ τοῦ μακαρισμοῦ τῶν μετρίων καὶ τῆς ἀναπαύσεως τῶν κεκμηκότων καὶ τῶν μακαρισμῶν ἐκείνων οὓς μισοῦσιν οἱ ἄνθρωποι καὶ διώκουσιν καὶ ὀνειδίζουσιν, φαύλους περὶ αὐτῶν φθεγγόμενοι λόγους. ἰδοὺ γὰρ διὰ σὲ μισοῦμαι· ἰδοὺ διὰ σὲ τῶν πολλῶν κεχώρισμαι, καὶ διὰ σὲ τοιοῦτον οἷος οὐκ εἰμὶ λέγουσίν με.
Προσευχόμενον δὲ πάντες ἔβλεπον αὐτὸν οἱ δέσμιοι καὶ ἐδέοντο αὐτοῦ ὑπὲρ αὐτῶν εὔξασθαι. προσευξάμενος δὲ καὶ καθεσθεὶς ἤρξατο λέγειν ψαλμὸν τοιοῦτον· Ὅτε ἥμην βρέφος ἄλαλον ἐν τοῖς τοῦ πατρός μου βασιλείοις ἐν πλούτῳ καὶ τρυφῇ τῶν τροφέων ἀναπαυόμενος, ἐξ Ἀνατολῆς τῆς πατρίδος ἡμῶν ἐφοδιάσαντές με οἱ γονεῖς ἀπέστειλάν με· ἀπὸ δὲ πλούτου τῶν θησαυρῶν τούτων φόρτον συνέθηκαν μέγαν τε καὶ ἐλαφρόν, ὅπως αὐτὸν μόνος βαστάσαι δυνηθῶ· χρυσός ἐστιν ὁ φόρτος τῶν ἄνω, καὶ ἄσημος τῶν μεγάλων
θησαυρῶν, καὶ λίθοι ἐξ Ἰνδῶν οἱ χαλκεδόνιοι, καὶ μαργαρῖται ἐκ Κοσάνων· καὶ ὥπλισάν με τῷ ἀδάμαντι· καὶ ἐνέδυσάν με ἐσθῆτα διάλιθον χρυσόπαστον, ἣν ἐποίησαν στέργοντές με, καὶ στολὴν τὸ χρῶμα ξανθὴν πρὸς τὴν ἐμὴν ἡλικίαν. σύμφωνα δὲ πρὸς ἐμὲ πεποιήκασιν, ἐγκαταγράψαντες τῇ διανοίᾳ μου ἐπιλαθέσθαι με, ἔφησαν τε· Ἐὰν κατελθὼν εἰς Αἴγυπτον κομίσῃς ἐκεῖθεν τὸν ἕνα μαργαρίτην τὸν ὄντα ἐκεῖ περὶ τὸν δράκοντα τὸν καταπότην, ὅπως ἐνδύσῃ τὴν διάλιθον ἐσθῆτα καὶ τὴν στολὴν ἐκείνην ἣν ἐπαναπαύεται· τοῦ εὐμνήστου καὶ γένῃ μετὰ τοῦ ἀδελφοῦ σου κῆρυξ τῇ ἡμετέρᾳ βασιλείᾳ.Ἠρχόμην δὲ ἐξ Ἀνατολῆς ἐφ᾽ ὀδὸν δυσχερῆ τε καὶ φοβερὰν μεθ᾽ ἡγεμόνων δύο, ἄπειρος δὲ ἤμην τοῦ ταύτην ὁδεῦσαι. παρελθὼν δὲ καὶ τὰ τῶν Μοσάνων μεθόρια, ἔνθα ἐστὶν τὸ καταγώγιον τῶν ἀνατολικῶν ἐμπόρων, ἀφικόμην εἰς τὴν τῶν Βαβυλωνίων χώραν. εἰσελθόντος δέ μου εἰς Αἴγυνίαν. πτον ἀπέστησαν οἱ συνοδεύσαντές μοι ἡγεμόνες, ὥρμων δὲ ἐπὶ τὸν δράκοντα τὴν ταχίστην καὶ περὶ τὸν τούτου φωλεὸν κατέλυον, ἐπιτηρῶν νυστάξαι καὶ κοιμηθῆναι τοῦτον, ὅπως μου τὸν μαργαρίτην ὑφέλωμαι. μόνος δὲ ὢν ἐξενιζόμην τὸ σχῆμα καὶ τοῖς ἐμοῖς ἀλλότριος ἐφαινόμην. ἐκεῖ δὲ εἶδον ἐμὸν συγγενῆ τὸν ἐξ Ἀνατολῆς, τὸν ἐλεύθερον, παῖδα εὐχαρῆ καὶ ὡραῖον, υἱὸν μεγιστάνων. οὗτός μοι προσελθὼν συγγέγονεν,
καὶσυνόμιλον αὐτὸν ἔσχον, καὶ φίλον καὶ κοινωνὸν τῆς ἐμης πορείας ποιησάμενος. παρεκελευσάμην δὲ αὐτῷ τοὺς Αὶγυπτίους φυλάσσεσθαι καὶ τῶν ἀκαθάρτων τούτων τὴν κοινωνίαν. ἐνεδυσάμην δὲ αὐτῶν τὰ φορήματα, ἵνα μὴ ξενίζωμαι ὥσπερ ἔξωθεν ἐπὶ τὴν τοῦ μαργαρίτου ἀνάληψιν, καὶ τὸν δράκοντα διυπνίσωσιν κατ᾽ ἐμοῦ οἱ Αἰγύπτιοι. οὐκ οἶδα δὲ ἐξ οἵας ἔμαθον προφάσεως ὡς οὐκ εἰμὶ τῆς χώρας αὐτῶν, δόλῳ δὲ συνέμειξάν μοι τέχνην, καὶ ἐγευσάμην τῆς αὐτῶν τροφῆς. ἠγνόησα ἐμαυτὸν υἱὸν ὄντα βασιλέως, τῷ δὲ αὐτῶν ἐδούλευσα βασιλεῖ. ἦλθον δὲ καὶ ἐπὶ τὸν μαργαρίτην, ἐφ᾽ ὃν οἱ πατέρες μου ἀπεστάλκασίν με, τῷ δὲ τῆς τροφῆς αὐτῶν βάρει εἰς ὕπνον κατηνέχθην βαθύν.ταῦτα δέ μου παθόντος καὶ οἱ πατέρες μου ᾔσθοντον καὶ ἔπαθον ὑπὲρ ἐμοῦ. ἐκηρύχθη δὲ κήρυγμα ἐν τῇ βασιλείᾳ ἡμῶν ἵνα πάντες ἐπὶ τὰς ἡμετέρας ἀπαντῶσιν θύρας. καὶ τότε οἱ βασιλεῖς τῆς Παρθενίας καὶ οἱ ἐν τέλει καὶ οἱ Ἀνατολῆς πρωτεύοντες γνώμης ἐκράτησαν περὶ ἐμοῦ ἵνα μὴ ἔλθω ἐν Αἰγύπτῳ. ἔγραψαν δέ με καὶ οἱ δυνάσται σημαίνοντες οὕτως· Παρὰ τοῦ πατρὸς βασιλέων βασιλεὺς καὶ μητρὸς τὴν Ἀνατολὴν κατεχούσης καὶ ἀδελφοὺς αὐτῶν δευτέρους ἀφ᾽ ἡμῶν τῷ ἐν Αἰγύπτῳ υἱῷ ἡμῶν εἰρήνη. ἀνάστηθι καὶ ἀνάνηψον ἐξ ὕπνου, καὶ τῶν ἐπιστολιμαίων ῥημάτων ἄκουσον, καὶ ὑπομνήσθητι υἱὸς βασιλέων ὑπάρχων. δουλικὸν ὑπεισῆλθες ζυγόν·
μνημόνευσοντῆς ἐσθῆτός σου τῆς χρυσοπάστου· μνημόνευσον τοῦ μαργαρίτου δι᾽ ὃν εἰς Αἴγυπτον ἀπεστάλης. ἐκλήθη δὲ τὸ ὄνομά σου βιβλίον ζωῆς καὶ τοῦ ἀδελφοῦ σου οὗ παρείληφας ἐν τῇ βασιλείᾳ ἡμῶν.Ὁ δὲ βασιλεὺς ὡς πρεσβευτὴς κατεσφραγίσατο διὰ τοὺς πονηροὺς τοὺς Βαβυλωνίους παῖδας καὶ δαίμονας τυραννικοὺς Λαβυρίνθους. ἐγὼ δὲ πρὸς τὴν ταύτης φωνήν τε καὶ αἴσθησιν ἐξ ὕπνου ἀνερμησάμην, ἀναλαβὼν δὲ καὶ καταφιλήπτρῳ σας ἀνεγίνωσκον. ἐγέγραπτο δὲ περὶ ἐκείνου τοῦ ἐν τῇ καρδίᾳ μου ἀναγεγραμμένου· καὶ ὑπεμνήσθην παραχρῆμα ὅτι βασιλέων εἰμὶ υἱὸς καὶ ἡ ἐλευθερία μου τὸ γένος μου ἐπιζητεῖ. ὑπεμνήσθην δὲ καὶ τοῦ μαργαρίτου ἐφ᾽ ὃν κατεπέμφθην εἰς Αἴγυπτον· ἠρχόμην δὲ ἐφ᾽ ἅρμασιν ἐπὶ τὸν δράκοντα τὸν φοβερόν, καὶ κατεπόνεσα τοῦτον ἐπονομάσας τὸ τοῦ πατρός μου ὄνομα. ἁρπάσας δὲ τὸν μαργαρίτην ἀπέστρεφον πρὸς τοὺς ἐμοὺς ἀποκομίσας πατέρας. καὶ ἀποδυσάμενος τὸ ῥυπαρὸν ἔνδυμα ἐν τῇ αὐτῶν κατέλειψα χώρᾳ, ηὔθυνον δὲ αὐτὸ καὶ τὴν ὁδὸν πρὸς τὸ φῶς τῆς κατὰ ἀνατολὴν πατρίδος καὶ εὗρον καθ᾽ ὁδὸν διαιροῦσάν με· αὐτὴ δέ, ὥσπερ φωνῇ
χρησαμένηἀνέστησεν ὑπνωθέντα με, καὶ ὡδήγησέν με τῷ παρ᾽ αὐτῆς φωτί. ἔστιν γὰρ ὅτε ἡ ἀπὸ σηρικῶν ἐσθὴς βασιλικὴ πρὸ τῶν ἐμῶν ὀφθαλμῶν. ἀγούσης δέ με καὶ ἑλκούσης τῆς στοργῆς τὴν Βαβύρινθον παρῆλθον· καὶ καταλείψας ἐπ᾽ ἀριστερὰ τὴν Βαβυλῶνα εἰς τὴν Μέσον ἀφικόμην τὴν μεγάλην οὖσαν παραλίαν.οὐκ ἐμνημόνευον δὲ τῆς λαμπρότητός μου· παῖς γὰρ ὢν ἔτι καὶ κομιδῇ νέος κατελελοίπειν αὐτὴν ἐν τοῖς τοῦ πατρὸς βασιλείοις· ἐξαίφνης δὲ ἰδόντος μου τὴν ἐσθῆτα ὡς ἐν ἐσόπτρῳ ὁμοιωθεῖσαν, καὶ ὅλον ἐμαυτὸν ἐπ᾽ αὐτὴν ἐθεασάμην, καὶ ἔγνων καὶ εἶδον δι᾽ αὐτῆς ἐμαυτόν, ὅτι κατὰ μέρος διῃρήμεθα ἐκ τοῦ αὐτοῦ ὄντες, καὶ πάλιν ἕν ἐσμεν διὰ μορφῆς μιᾶς. οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς τοὺς ταμειούχους τοὺς τὴν ἐσθῆτα κομίσαντας ἑώρων δύο, μορφὴ δὲ μία ἐπ᾽ ἀμφοτέρων, ἓν σύμβολον βασιλικὸν ἐν ἀμφοτέροις ἔκειτο· τὸ δὲ χρῆμα καὶ τὸν πλοῦτον ἐν χερσὶν εἶχον, καὶ ἀπεδίδουν μοι τιμήν· καὶ τὴν ἐσθῆτα τὴν εὐπρεπεστάτην, ἥτις ἐν φαιδροῖς χρώμασιν χρυσῷ πεποίκιλτο καὶ λίθοις τιμίοις καὶ μαργαρίταις χροιᾷ πρεπούσῃ· ἵδρυντο ἐν ὕψει· καὶ ἡ εἰκὼν τοῦ τῶν βασιλέων βασιλεὺς ὅλη δι᾽ ὅλης· λίθοις σαμπφειρίνοις ἐν ὕψει ἐπεπήγεισαν ἁρμοδίως.
ἑώρων δὲ αὗθις ὅτι δι᾽ ὅλων κινήσεις ἐξεπέμποντο γνώσεως, καὶ ἦν ἑτοίμη ἀφεῖναι λόγον· ἤκουον δὲ αὐτῆς ὁμιλούσης· Ἐγώ εἰμι ἐκείνου τῶν πάντων ἀνθρώπων ἀνδρειοτάτου οὗ ἕνεκεν παρ᾽ αὐτῷ τῷ πατρὶ ἐνεγράφην· καὶ αὐτὸς δὲ ᾐσθόμην αὐτοῦ τῆς ἡλικίας. Αἱ δὲ κινήσεις αἱ βασιλικαὶ πᾶσαι ἐπανεπαύοντό μοι αὐξανούσης πρὸς ταύτης ὁρμάς· ἔσπευδεν ἐκ χειρὸς αὐτοῦ ὀρεγομένη ἐπὶ τὸν δεχόμενον αὐτήν. κἀμὲ ὁ πόθος διήγειρεν ὁρμῆσαι εἰς ὑπάντησιν αὐτοῦ καὶ δέξασθαι αὐτήν. ἐκταθεῖσαν δὲ χρωμάτων ἐκομίσθην, καὶ τὴν στολήν μου τὴν βασιλικὴν ὑπερέχουσαν ἐστολισάμην δι᾽ ὅλου· ἐνδυσάμενος δὲ ἤρθην εἰς χώραν εἰρήνης σεβάσματος· καὶ τὴν κεφαλὴν κλίνας προσεκύνησα τοῦ πατρὸς τὸ φέγγος τοῦ ἀποστείλαντός μοι ταύτην, ὅτι ἐγὼ μὲν ἐποίησα τὰ προσταχθέντα, καὶ αὐτὸς ὁμοίως ὅπερ κατεπηγγείλατο· καὶ ἐν ταῖς θύραις τοῦ βασιλικοῦ τοῦ ἐξ ἀρχῆς αὐτοῦ κατεμειγνύβαλον μήν. ἥσθη δὲ ἐπ᾽ ἐμοὶ καὶ εἰσεδέξατό με μετ᾽ αὐτοῦ ἐν τοῖς βασιλείοις· πάντες δὲ οἱ ὑπήκοοι αὐτοῦ εὐφήμοις φωναῖς ὑμνοῦσιν· ὑπέσχετο δέ μοι καὶ εἰς τὰς τοῦ βασιλέως θύρας σὺν αὐτῷ ἀποσταλεῖσθαι, ἵνα μετὰ τῶν ἐμῶν δώρων καὶ τοῦ μαργαρίτου ἅμα αὐτῷ φαινώμεθα τῷ βασιλεῖ.
Καὶ ὁ Χαρίσιος γεγηθὼς ἀπῄει οἴκαδε, νομίζων συνεῖναι τὴν αὐτοῦ γυναῖκα καὶ τοιαύτην γεγενῆσθαι οἵαν πρὸ
τοῦ, πρὶν ἀκοῦσαι τοῦ θείου λόγου καὶ πιστεῦσαι τῷ Ἰησοῦ. ἀπελθὼν δὲ εὗρεν αὐτὴν τὰς τρίχας κεκομμένος ἔχουσαν καὶ τὴν ἐσθῆτα διαρερηγμένην· ἰδὼν δὲ εἶπεν αὐτῇ· Κυρία μου Μυγδονία, τί σε ἡ χαλεπὴ αὕτη κατέχει νόσος; καὶ τίνος ἕνεκα διεπράξω ταῦτα; ἐγώ εἰμι ὁ ἐκ παρθενίας σου γαμέτης, τῶν τε θεῶν καὶ τῶν νόμων ἄρχειν σού μοι διδόντων· τίς ἡ τοσαύτη σου μανία; ὅτι κατάγελως ἐν παντὶ τῷ ἔθνει γεγένησαι. ἀλλὰ ἀπόθου τὴν παρ᾽ ἐκείνου τοῦ φαρμακοῦ μέριμναν· περιελῶ δὲ ἐκ μέσου τὴν ὄψιν ἐκείνου, ἵνα μηκέτι αὐτὸν ἴδῃς.Ἡ δὲ Μυγδονία τούτων ἀκούσασα ἀνεδίδου τῇ λύπῃ, στενάζουσα καὶ ὀδυρομένη. καὶ αὖθις ὁ Χαρίσιος· Τοσοῦτον ἄρα τοὺς θεοὺς ἠδίκησα, ὅτι τηλικαύτῃ με νόσῳ περιβεβλήκασιν; τί τοσοῦτον πεπλημμέληκα, ὅτι εἰς τοσαύτην με κατέβαλον ταπεινότητα; δέομαί σου Μυγδονία, μή μου τὴν ψυχὴν ἄγχε ἐπὶ τῇ θέα σου ταύτῃ τῇ οἰκτρᾷ καὶ τῷ ταπεινῷ σχήματι, καὶ μή μου τὴν καρδίαν καταπόνει ταῖς ἐπὶ σοὶ φροντίσιν. ἐγώ εἰμι Χαρίσιος ὁ σὸς γαμετός, ὃν ὅλον τὸ ἔθνος τιμᾷ καὶ δέδιεν· τί με δεῖ πρᾶξαι; καὶ οὐκ οἶδα πῶς ἀναστρέψω· τί δὲ καὶ λογίσωμαι, σιγήσω καὶ καρτερήσω; καὶ τίς ἀνέξεται ὅταν τινὲς τὸν θησαυρὸν αὐτοῦ λαμβάνωσιν; τίς δὲ τὸν σὸν καρτερήσειεν ἀγαθὸν τρόπον; τί γὰρ ἐμοί; ἡ εὐωδία σου ἐν ταῖς ῥισίν μού ἐστιν, καὶ τὸ φαιδρόν σου πρόσωπον ἐν τοῖς ὀφθαλμοῖς μου ἐγκάθηται· ἀφαιροῦντά
μουτὴν ψυχήν, καὶ τὸ περικαλλὲς σῶμα ᾧ ἠγαλλόμην ὁρῶν διαφθείρουσιν· καὶ τὸν ὀφθαλμὸν τὸν ὀξυδερκέστατον πηροῦσιν· ἐκκόπτουσιν δὲ τὴν δεξιάν μου χεῖρα. ἡ χαρὰ ἡ ἐμὴ εἰς λύπην μετατρέπεται καὶ ἡ ζωή μου εἰς θάνατον· καὶ τὸ φῶς σκότῳ βαδίζεται. μηδεὶς λοιπὸν τῶν συγγενῶν βλέπετέ με, παρ᾽ ὧν οὐδεμία μοι βοήθεια γέγονεν· οὐδὲ τοὺς θεοὺς τῆς ἀνατολῆς προσκυνήσω λοιπὸν τηλικούτοις με περιβαλόντας κακοῖς· οὐδὲ μὴν προσευξαίμην αὐτοῖς ἔτι, οὐδὲ μὴν θυσιάσαιμι αὐτοῖς ἀποστερηθεὶς τῆς συμβίου μου. τί δὲ αἰτήσαιμι ἕτερον παρ᾽ αὐτῶν; ἡ γὰρ δόξα μου πᾶσα ἀφῄρηται. εἰμὶ δὲ ἄρχων, δεύτερος τῆς τοῦ βασιλέως ἀρχῆς· ἠθέτησεν δέ με Μυγδονία ταῦτα πάντα ἀφείλατο· εἴθε δὲ τὸν ὀφθαλμόν μου σκόπτε σέ μοι προσεχούσης συνήθως.Λέγοντος δὲ τοῦ Χαρισίου ταῦτα μετὰ δακρύων ἐκαθέζετο ἡ Μυγδονία σιωπῶσα καὶ εἰς τὸ ἔδαφος ἀφορῶσα· ὃ δὲ αὖθις προσελθὼν εἶπεν· Κυρία μου ποθεινοτάτη Μυγσονται, δονία, ὑπομνήσθητι ὅτι σὲ ἐκ πάντων τῶν ἐν τῇ Ἰνδίᾳ γυναικῶν ὡς καλλίστην ἐπελεξάμην καὶ ἔλαβον, δυνηθεὶς ἑτέρας πολλῷ σου καλλίω εἰς γάμον συνάψαι ἐμαυτῷ. μᾶλλον δὲ ψεύδομαι Μυγδονία· μὰ τοὺς γὰρ θεοὺς οὐκ ἂν ἔσται ἑτέραν κατὰ σὲ ἐν τῇ τῶν Ἰνδῶν εὑρεθῆναι χώρᾳ· οὐαὶ δέ μοι διὰ παντός, ὅτι οὐδὲ
λόγῳἀμείψασθαι θέλεις· ὕβριζε δέ μοι εἰ δοκεῖ σοι, ἵνα λόγον μόνον παρά σοῦ καταξιωθῶ. ἀπόβλεψον δὲ εἰς ἐμέ, καλλίω ὑπάρχω τοῦ φαρμακοῦ ἐκείνου· πλοῦτος δέ μοι καὶ τιμὴ σὺ εἶ· καὶ πάντες γινώσκουσιν ὅτι οὐδείς ἐστιν τοιοῦτος οἷος ἐγώ· γένος δέ μοι καὶ συγγένεια σὺ εἶ· καὶ ἰδού, ἀφαιρεῖταί σε ἀπ᾽ ἐμοῦ.Εἰπόντος δὲ ταῦτα τοῦ Χαρισίου ἡ Μυγδονία λέγει πρὸς αὐτόν· Ἐκεῖνον ὃν φιλῶ βελτίων σού ἐστιν καὶ τῶν σῶν ὑπαρχόντων· ἡ γὰρ ὕπαρξίς σου ἐκ γῆς οὖσα εἰς γῆν ὑποστρέφει· ὃν δὲ ἐγὼ φιλῶ οὐράνιός ἐστιν, κἀμὲ σὺν αὐτῷ εἰς οὐρανὸν ἄξει. ὁ πλοῦτός σου παρελεύσεται, καὶ τὸ κάλλος σου ἀφανισθήσεται, καὶ οἱ πέπλοι σου, καὶ τὰ πολλὰ ἔργα· μόνος δὲ σὺ μετὰ τῶν πλημμελημάτων σου γυμνός· μὴ ὑπονήσῃς δὲ ἐπ᾽ ἐμοὶ τὰς πράξεις· εὔχομαι γὰρ τῷ κυρίῳ ἐπιλαθέσθαι σε, ὥστε μηκέτι μνησθῆναι τῶν προτέρων ἡδονῶν καὶ τῆς συνηθείας τῆς σωματικῆς, αἵτινες ὡς σκιὰ παρελεύ σονται, Ἰησοῦς δὲ μόνος μένει εἰς τὸν αἰῶνα καὶ αἱ ψυχαὶ αἱ εἰς αὐτὸν ἐλπίζουσαι. αὐτὸς Ἰησοῦς ἀπαλλάξει με τῶν αἰσχρῶν σου πράξεων ἃς ἔπραττον μετὰ σοῦ. Ἀκούσας δὲ ταῦτα ὁ
Χαρίσιοςεἰς ὕπνον ἐτράπη λελυμένος τὴν ψυχὴν λέγων αὐτῇ· Κατὰ σεαυτὴν λόγισαι δι᾽ ὅλης τῆς νυκτὸς σήμερον· ἐὰν θελήσῃς μετ᾽ ἐμοῦ εἶναι τοιαύτη οἵαπερ ἦσθα τὸ πρίν, ἐκεῖνον δὲ τὸν φαρμακὸν μὴ ἴδῃς, πάντα σου τὰ καταθύμια ποιήσω· καὶ ἄρῃς σου τὴν διάθεσιν τὴν πρὸς αὐτόν, ἐκβαλὼν αὐτὸν ἐκ τοῦ δεσμωτηρίου ἀπολύσω, καὶ εἰς ἑτέραν μεταστῇ χώραν· καὶ οὐ μή σε λυπήσω· οἶδα γὰρ ὅτι σφόδρα τοῦ ξένου ἀντιποιῇ. καὶ οὐκ ἀπὸ σοῦ πρώτης τὸ πρᾶγμα συνέβη· ὡς καὶ πολλὰς καὶ ἄλλας ἠπάτησεν μετὰ σοῦ· κἀκεῖναι ἀνένηψαν καὶ εἰς ἑαυτὰς ἐπανῆλθον. μὴ οὖν ἀντὶ μηδενὸς θῇς τοὺς ἐμοὺς λόγους καὶ ποιήσῃς με ὄνειδος ἐν τοῖς Ἰνδοῖς.Ταῦτα τοῦ Χαρισίου λέγοντος ὕπνωσεν· ἣ δὲ λαπτεσεῖν βοῦσα δηνάρια δέκα ἀπῄει λάθρα δοῦναι τοῖς δεσμοφύλαξιν ὅπως εἰσέλθῃ πρὸς τὸν ἀπόστολον. συνέτυχεν δὲ καθ᾽ ὁδὸν Ἰούδας Θωμᾶς ἐρχόμενος. ὃν ἰδοῦσα ἐφοβήθη· ἐνόμισεν γὰρ αὐτὸν ἕνα τῶν ἀρχόντων εἶναι· φῶς γάρ τι πολὺ προηγεῖτο αὐτοῦ. καὶ ἔλεγεν πρὸς ἑαυτὴν φεύγουσα· Ἀπώλεσά σε ὦ ἀθλία ψυχή· οὐ γὰρ ἴδῃς αὖθις Ἰούδαν τὸν ἀπόστολον τούτου ζῶντος, καὶ ἕως τοῦ
νῦνἁγίαν οὐκ ἐδέξω σφραγῖδα. Καὶ φεύγουσα εἰς στενὸν προσέδραμε τόπον, κἀκεῖσε ἐκρύπτετο λέγουσα· Αἱρετώτερον ὑπὸ μετριωτέρων ἀναλίσκεσθαι, οὓς δυνατὸν πεῖσαι, ἣ περιπτεσεῖν τῷ ἄρχοντι τούτῳ δυνατῷ, καταφρονοῦντι δώρων.Διανοουμένης δὲ ταῦτα τῆς Μυγδονίας καθ᾽ ἑαυτὴν Ἰούδας εἰσελθὼν ἐπέστη αὐτῇ· ὃν ἰδοῦσα ἐφοβήθη καὶ πεσοῦσα ὑπὸ φόβου ἐξέθανεν· αὐτὸς δὲ παραστὰς καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος ἔφη αὐτῇ· Μὴ φοβοῦ Μυγδονία· οὐκ ἐάσει σε Ἰησοῦς, οὐδὲ παρόψεταί σε ὁ κύριός σου ᾧ τὴν ἑαυτῆς ψυχὴν ἀνέθηκας. οὐκ ἐγκαταλείψει σε ἡ πολύσπλαγχνος αὐτοῦ ἀνάπαυσις· οὐκ ἐγκαταλείψει σε ὁ χρηστὸς διὰ τὴν πολλὴν αὐτοῦ χρηστότητα καὶ ὁ ἀγαθὸς διὰ τὴν ἀγαθωσύνην. ἀνάστηθι τοίνυν ἀπὸ τῆς γῆς ὑπεράνω ταύτης ἅπασα γενομένη· ἴδε τὸ φῶς, ὅτι οὐκ ἐᾷ κύριος τοὺς ἀγαπῶντας αὐτὸν ἐν τῷ σκότει βαδίζειν. θέασαι τὸν συνοδοιπόρον τῶν αὐτοῦ δούλων, ὅτι αὐτὸς αὐτοῖς σύμμαχος ἐν κινδύνοις. Καὶ ἡ Μυγδονία ἀναστᾶσα προσεῖχεν αὐτῷ καὶ εἶπεν· Ποῦ ἀπῄεις κύριέ μου; καὶ τίς ὁ ἐξαγαγών σε ἐκ τοῦ δεσμωτηρίου καθορᾶν τὸν ἥλιον; Λέγει αὐτῇ Ἰούδας Θωμᾶς· Ὁ κύριός μου Ἰησοῦς δυνατώτερός ἐστιν πασῶν δυνάμεων καὶ βασιλέων καὶ ἀρχόντων.
Καὶ ἡ Μυγδονία εἶπεν· Δός μοι τὴν σφραγῖδα Ἰησοῦ Χριστοῦ καὶ δέξομαι δωρεὰν παρὰ τῶν σῶν χειρῶν
πρὶνἤ σε τοῦ βίου ἐξελθεῖν. Καὶ παραλαβοῦσα αὐτὸν εἰς τὴν αὐλὴν εἰσῆλθεν, καὶ ἐξύπνιζεν τὴν τροφὸν λέγουσα πρὸς αὐτήν· Μήτηρ ἐμὴ καὶ τροφὲ Μαρκίᾳ, πάσας τὰς πρός με ὡφελείας καὶ ἀναπαύσεις ἐκ παίδων ἕως τῆς νῦν ἡλικίας ματαίας εἰργάσω, καὶ χάριν σοι δι᾽ αὐτὰς ὀφείλω πρόσκαιρον. ποίησον δέ μοι καὶ νῦν χάριν, ἵνα διὰ παντὸς τὴν ἀμοιβὴν ἀπολάβῃς παρ᾽ ἐκείνου τοῦ τὰ μεγάλα χαριζομένου. Καὶ ἡ Μαρκία πρὸς τούτοις Τί θέλεις φησὶν θυγάτηρ μου Μυγδονία; καὶ τί σοι πρὸς ἡδονὴν ἔστιν γενέσθαι; τὰς δὲ τιμὰς ἃς πρότερα ἐπηγγείλω μοι οὐκ εἴασέν σε ὁ ξένος ἀγαγεῖν εἰς τέλος, καὶ ὄνειδός με ἐν παντὶ τῷ ἔθνει κατέστησας· καὶ νῦν τί ἄρα καινὸν ὅπερ μοι ἐπιτάσσεις; Καὶ ἡ Μυγδονία λέγει· Γενοῦ μοι κοινωνὸς τῆς αἰωνίου ζωῆς, ἵνα δέξωμαι παρὰ σοῦ τροφὴν τελείαν. ἄρτον μοι ἀνελομένη κόμισον καὶ ὕδατος κρασίν, τῆς ἐλευθερίας μου φειδομένη. Ἡ δὲ τροφὸς ἔφη· Ἐγὼ κομίσω ἄρτους πολλοὺς καὶ ἀντὶ ὕδατος μετρητὰς οἴνου. καὶ τὴν ἐπιθυμίαν σου πληρῶ. Ἣ δὲ λέγει πρὸς τὴν τροφόν· Μετρητῶν οὐ δέομαι, οὐδ᾽ αὐτῶν τῶν πολλῶν ἄρτων. τοῦτο δὲ μόνον, κρασὶν ὕδατος καὶ ἕνα ἄρτον καὶ ἔλαιον κόμισον.