Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Ὅτε δὲ ἦλθεν ἐγγὺς τῶν πυλῶν τῆς πόλεως, κατῆλθεν ἀπ᾽ αὐτοῦ λέγων· Ἄπελθε καὶ διαφυλάχθητι ὅπου ἦς. Εὐθέως δὲ ὁ πῶλος πεσὼν εἰς τὸ ἔδαφος παρὰ τοὺς πόδας τοῦ ἀποστόλου ἀπέθανεν. πάντες δὲ οἱ παρόντες ἠθύμησαν λέγοντες τῷ ἀποστόλῳ· Ζωοποίησον αὐτὸν καὶ ἀνέγειρον. Ὃ δὲ ἀποκριθεὶς
εἶπεν αὐτοῖς· Ἐγὼ μὲν ἠδυνάμην ἐγεῖραι αὐτὸν διὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ· ἀλλὰ πάντως τοῦτο συμφέρει· ὁ γὰρ αὐτῷ δοὺς λόγον ἵνα λαλήσῃ ἠδύνατο αὐτὸν ποιῆσαι μηδὲ ἀποθανεῖν· οὐκ ἐγείρω δὲ αὐτὸν οὐχ ὡς μὴ δυνάμενος, ἀλλ᾽ ὅτι τοῦτό ἐστιν τὸ συμβαλλόμενον αὐτῷ καὶ συμφέρον. Τοῖς δὲ παροῦσιν παρεκελεύσατο ὀρύξαι σκάμμα καὶ θάψαι αὐτοῦ τὸ σῶμα· καὶ ἐποίησαν ὡς ἐκέλευσεν.(39) Εἰσῆλθεν δὲ ὁ ἀπόστολος εἰς τὴν πόλιν τοῦ παντὸς ὄχλου ἀκολουθοῦντος αὐτῷ· ἐσκέπτετο δὲ ἀπελθεῖν πρὸς τοὺς γονεῖς τοῦ νεωτέρου ὃν ἐζωοποίησεν θανόντα ὑπὸ τοῦ δράκοντος· πάνυ γὰρ ἐδέοντο αὐτοῦ παραγενέσθαι πρὸς αὐτοὺς καὶ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῶν. γυνὴ δέ τις πάνυ ὡραία αἰφνιδίως φωνὴν ἀφῆκε μεγίστην λέγουσα·
Ἀπόστολε τοῦ νέου θεοῦ ὁ ἐλθὼν εἰς τὴν Ἰνδίαν, καὶ δοῦλε τοῦ ἁγίου ἐκείνου καὶ μόνου ἀγαθοῦ θεοῦ· διὰ σοῦ γὰρ οὗτος κηρύσσεται ὁ σωτὴρ τῶν ψυχῶν τῶν πρὸς αὐτὸν ἐρχομένων, καὶ διὰ σοῦ ἰατρεύεται τὰ σώματα τῶν ὑπὸ τοῦ ἐχθροῦ κολαζομένων, καὶ σὺ εἶ ὁ γεγονὼς πρόφασις τῆς ζωῆς πάντων τῶν ἐπ᾽ αὐτὸν ἐπιστρεφόντων· κέλευσόν με ἀχθῆναι ἔμπροσθέν σου ἵνα σοι ἀφηγήσωμαι τὰ συμβάντα μοι καὶ τάχα ἐκ σοῦ γένηταί μοι ἐλπίς, καὶ οὗτοι δὲ οἱ παρεστῶτές
σοιεὐέλπιδες γένωνται μᾶλλον εἰς τὸν θεὸν ὅν κηρύσσεις. οὐ μικρῶς γὰρ βασανίζομαι ὑπὸ τοῦ ἐναντίου ἤδη χρόνου πενταχρᾶτό ετοῦς ἐνεστῶτος. ὡς γυνὴ ἐκαθεζόμην ἐν ἡσυχίᾳ τὸ πρότερον, καὶ πανταχόθεν με εἰρήνη περιεῖχεν, καὶ οὐδενὸς μέριμναν ἐποιούμην· οὐδὲ γὰρ ἄλλου τινὸς φροντίδα εἶχον.(40) ἔτυχεν δὲ ἐν μιᾷ τῶν ἡμερῶν, ἐξιούσης μου ἀπὸ τοῦ λουτροῦ ἀπήντησέν μοι ὡς ἄνθρωπός τις τεθορυβημένος καὶ ἐντάραχος ὤν· ἡ δὲ τούτου φωνὴ καὶ ἀπόκρισις ἐδόκει μοι εἶναι ἀμυδρὰ καὶ λεπτὴ πάνυ· καὶ εἶπεν στὰς ἄντικρύς μου· Ἐγώ τε καὶ σὺ ἐν μιᾷ ἀγάπῃ ἐσόμεθα, καὶ κοινωνήσωμεν ἀλλήλοις ὡς ἀνὴρ γυναικὶ συμμείγνυται. Κἀγὼ ἀπεκρινάμην αὐτῷ λέγουσα· Τῷ ὁρμαστῷ μου οὐ συνεγενόμην, παραιτουμένη τοῦ μὴ γῆμαι, καὶ σοὶ ὡς ἐν μοιχείᾳ θέλοντί μοι κοινωνῆσαι πῶς ἐμαυτὴν ἐκδώσω; Καὶ εἰποῦσα ταῦτα διῆλθον· τῇ δὲ παιδίσκῃ τῇ σὺν ἐμοὶ οὔσῃ εἶπον· Ἐθεάσω τὸν νέον καὶ τὴν ἀναίδειαν αὐτοῦ, πῶς μὴ αἰδεσθεὶς παρρησίᾳ μοι διελέχθη; Ἣ δὲ εἶπέν μοι· Ἐγὼ πρεσβύτην εἶδον ὁμιλήσαντά σοι. Γενομένης δέ μου ἐν τῇ οἰκίᾳ καὶ δειπνησάσης ἡ ψυχή μου εἰς ὑποψίαν τινὰ ὑπέβαλέν μοι, καὶ μάλιστα ὅτι δυσὶ μορφαῖς ὤφθη μοι· τοῦτο αὐτὸ κατὰ νοῦν ἔχουσα ὕπνωσα. ἐλθὼν
ουνἐν τῇ νυκτὶ ἐκείνῃ ἐκοινώνησέν μοι τῇ ῥυπαρᾷ μείξει αὐτοῦ. ἔβλεπον δὲ αὐτὸν καὶ ἡμέρας οὔσης, καὶ ἔφευγον ἀπ᾽ αὐτοῦ· ἐν δὲ τῇ συγγενίδι αὐτοῦ νυκτὶ ἐρχόμενος παρεχρᾶτό μοι. καὶ νῦν ὡς ὁρᾷς με πέντε ἔτη ἔχω ὑπ᾽ αὐτοῦ ἐνοχλουμένη, καὶ οὐκ ἀπέστη ἀπ᾽ ἐμοῦ. ἀλλ᾽ ἐγὼ οἶδα καὶ πέπεισμαι ὅτι καὶ δαίμονες καὶ πνεύματα καὶ ἀλάστορες ὑποτάσσονταί σοι καὶ σύντρομοι γίνονται ἀπὸ τῆς εὐχῆς σου· εὖξαι οὖν ὑπὲρ ἐμοῦ καὶ ἀπέλασον ἀπ᾽ ἐμοῦ τὸν διενοχλοῦντά μοι δαίμονα, γένωμαι κἀγὼ ἐλευθέρα, καὶ συναθροισθῶ εἰς τὴν ἀρχαιόγονόν μου φύσιν, καὶ δέξωμαι τὸ χάρισμα τὸ τοῖς συγγενεῦσί μου δεδωρημένον.(41) Εἶπεν δὲ ὁ ἀπόστολος· Ὤ πονηρία ἀκατάσχετος· ὢ ἀναίδεια τοῦ ἐχθροῦ· ὢ ὁ βάσκανος ὁ μηδέποτε ἠρεμῶν· ὢ ὁ δυσειδὴς ὁ τοὺς εὐειδεῖς ὑποτάσσων· ὢ ὁ πολύμορφος· ὡς ἂν βουληθῇ φαίνεται, ἡ δὲ τούτου οὐσία μεταβληθῆναι οὐ δύναται· ὢ ἀπὸ τοῦ δολίου καὶ ἀπίστου· ὢ τὸ δένδρον τὸ πικρόν, οὖ οἱ καρποὶ αὐτοῦ ἐοίκασιν· οὖ ἀπὸ τοῦ διαβόλου τοῦ ὑπερμαχοῦντος τῶν ἀλλοτρίων· οὖ ἀπὸ τῆς πλάνης τῆς χρωμένης τῇ ἀναιδείᾳ· οὖ ἀπὸ τῆς πονηρίας τῆς ἑρπούσης ὡς ὄφις καὶ τούτου συγγενοῦς αὐτοῦ ὑπάρχοντος.
Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐλθὼν ὁ δυσμενὴς ἔστη ἔμπροσθεν αὐτοῦ, μηδενὸς ὁρῶντος αὐτὸν εἰ μὴ τῆς γυναικὸς καὶ τοῦ ἀποστόλου, καὶ φωνῇ μεγίστῃ χρησάμενος εἶπεν πάντων ἀκουόντων·(42) Τί ἡμῖν καὶ σοὶ ἀπόστολε τοῦ ὑψίστου; τί ἡμῖν καὶ σοὶ δοῦλε Ἰησοῦ Χριστοῦ; τί ἡμῖν καὶ σοὶ σύμβουλε τοῦ ἁγίου υἱοῦ τοῦ θεοῦ; διὰ τί βούλει ἡμᾶς ἀπολέσαι τοῦ καιροῦ ἡμῶν μηδέπω ἐνεστῶτος; τίνος ἕνεκα βούλει λαβεῖν ἡμῶν τὴν ἐξουσίαν; ἕως γὰρ τῆς νῦν ὥρας εἴχομεν ἐλπίδα καὶ καιρὸν περιλειπόμενον. τί ἡμῖν καὶ σοί; σὺ ἔχεις ἐξουσίαν ἐν τοῖς σοῖς, καὶ ἡμεῖς ἐν τοῖς ἡμετέροις τίνος ἕνεκα βούλει τυραννίδι καθ᾽ ἡμῶν χρήσασθαι, καὶ μάλιστα αὐτὸς ἄλλους διδάσκων μὴ χρήσασθαι τυραννίδι; τίνος ἕνεκα σὺ τῶν ἀλλοτρίων δέει ὡς τοῖς ἰδίοις μὴ ἀρκούμενος; τίνος ἕνεκα ἐξομοιοῦσαι τῷ υἱῷ τοῦ θεοῦ τῷ ἀδικήσαντι ἡμᾶς; ἔοικας γὰρ αὐτῷ πάνυ ὡς ἐξ αὐτοῦ ἀποκυηθείς. ἐνομίσαμεν γὰρ κἀκεῖνον ὑπὸ ζυγὸν ποιῆσαι ὡς καὶ τοὺς λοιπούς· ὃ δὲ στραφεὶς ἔσχεν ἡμᾶς ὑποχειρίους. οὐ γὰρ ᾔδειμεν αὐτόν· ἠπάτησεν δὲ ἡμᾶς τῇ μορφῇ αὐτοῦ τῇ δυσειδεστάτῃ καὶ τῇ πενίᾳ αὐτοῦ καὶ τῇ ἐνδείᾳ· θεασάμενοι γὰρ αὐτὸν τοιοῦτον ἐνομίσαμεν αὐτὸν σαρκοφόρον ἄνδρα εἶναι, μὴ εἰδότες ὅτι αὐτός ἐστιν ὁ ζωοποιῶν τοὺς ἀνθρώπους. ἔδωκεν δὲ ἡμῖν ἐξουσίαν ἐν τοῖς ἡμετέροις, καὶ ἐν ᾧ ἐσμεν χρόνῳ τὰ ἡμέτερα μὴ ἐᾶσαι ἀλλ᾽ ἐν αὐτοῖς ἀναστρέφεσθαι· σὺ δὲ βούλει ὑπὲρ τὸ δέον καὶ τὸ δεδομένον σοι κτήσασθαι καὶ ἡμᾶς καταπονῆσαι.
(43) Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἔκλαιεν λέγων· Ἀφίημί
σετὴν καλλίστην μου σύζυγον, ἣν πρώην πολλῷ χρόνῳ εὗρον καὶ ἀνεπάην· καταλιμπάνω σε τὴν βεβαίαν μου ἀδελφὴν τὴν ἀγαπητὴν ἐν ᾗ ηὐδόκησα. τί ποιήσω οὐκ οἶδα, ἢ τίνα ἐπικαλέσομαι ἵνα μοι ἐπακούσας ἐπαμύνῃ. οἶδα τί ποιήσω· ἀπελεύσομαι εἴς τινας τόπους ἔνθα ἡ φήμη τοῦ ἀνδρὸς τούτου οὐκ ἠκούσθη, καὶ τάχα σε τὴν ἐμὴν ἀγαπητὴν ἀντονομάσω. Καὶ ἐπάρας αὐτοῦ τὴν φωνὴν εἶπεν· Μένε ἐν εἰρήνῃ, τὸ καταφύγιον λαβοῦσα εἰς τὸν μείζονά μου· ἐγὼ δὲ ἀπελεύσομαι καὶ ζητήσω σου ὁμοίαν, καὶ ἐὰν μὴ εὕρω, πάλιν ἐπὶ σὲ ἐπιστρέφω· οἶδα γὰρ ὅτι τούτου τοῦ ἀνδρὸς ἔγγιστα ὑπάρχουσα εἰς αὐτὸν τὸ καταφύγιον ἔχεις, αὐτοῦ δὲ ἀποστάντος ἔσῃ ὁποία καὶ ἦς πρὸ τοῦ αὐτὸν ἐπιφανῆναι, καὶ αὐτὸν μὲν ἐπιλήσῃ, ἐμοὶ δὲ καιρὸς καὶ παρρησία γενήσεται· νῦν δὲ τὸ ὄνομα τοῦ σὲ ῥυσαμένου φοβοῦμαι. Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἀφανὴς ἐγένετο, μόνον δὲ ἀποστάντος αὐτοῦ πῦρ καὶ καπνὸς ὤφθη ἐκεῖ· καὶ πάντες οἱ ἐκεῖσε παρεστῶτες ἔκπληκτοι γεγόνασιν.(44) Ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Οὐδὲν ξένον οὐδὲ ἀλλότριον ἔδειξεν ὁ δαίμων ἐκεῖνος ἀλλὰ τὴν φύσιν αὐτοῦ, ἐν ᾗ καὶ κατακαυθήσεται· καὶ γὰρ τὸ πῦρ αὐτὸν καταναλώσει, καὶ ὁ τούτου καπνὸς διασκεδασθήσεται. Καὶ ἤρξατο λέγειν· Ἰησοῦ τὸ μυστήριον τὸ ἀπόκρυφον ὃ ἡμῖν
ἀπεκαλύφθη, σὺ εἶ ὁ ἐκφάνας ἡμῖν μυστήρια πάμπολλα, ὁ ἀφορίσας με κατ᾽ ἰδίαν ἐκ τῶν ἑταίρων μου πάντων, καὶ εἰπών μοι τρεῖς λόγους ἐν οἷς ἐγὼ ἐκπυροῦμαι, καὶ ἄλλοις εἰπεῖν αὐτὰ οὐ δύναμαι· Ἰησοῦ ἄνθρωπε πεφονευμένε νεκρὲ τεθαμμένε· Ἰησοῦ θεὲ ἐκ θεοῦ, σωτὴρ ὁ τοὺς νεκροὺς ζωοποιῶν καὶ τοὺς νοσοῦντας ἰώμενος· Ἰησοῦ ὁ ἐπιδεόμενος ὥσπερ καὶ σῴζων ὡς ἀνενδεής, ὁ τοὺς ἰχθύας θηρεύων εἰς τὸ ἄριστον καὶ εἰς τὸ δεῖπνον, ὁ πάντας ἐν πλησμονῇ καθιστῶν ἐν μικρῷ ἄρτῳ· Ἰησοῦ ὁ ἐπαναπαυόμενος ἀπὸ τῆς ὁδοιπορίας τοῦ καμάτου ὡς ἄνθρωπος καὶ ἐπὶ τοῖς κύμασι περιπατῶν ὡς θεός·(45) Ἰησοῦ ὕψιστε, φωνὴ ἀνατείλασα ἀπὸ τῶν σπλάγχνων τῶν τελείων, πάντων σωτήρ, ἡ δεξιὰ τοῦ φωτὸς ἡ καταστρέφουσα τὸν πονηρὸν ἐν τῇ ἰδίᾳ φύσει, καὶ πᾶσαν αὐτοῦ τὴν φύσιν συναθροίζων εἰς ἕνα τόπον, ὁ πολύμορφος, ὁ μονογενὴς ὑπάρχων, ὁ πρωτότοκος πολλῶν ἀδελφῶν, θεὲ ἐκ θεοῦ ὑψίστου, ὁ ἄνθρωπος ὁ καταφρονούμενος ἕως ἄρτι· Ἰησοῦ Χριστέ, ὁ μὴ παραβλέπων ἡμᾶς ἐν οἷς σε ἐπικαλούμεθα, ὁ γενόμενος πρόφασις πᾶσι ζωῇ τῇ ἀνθρωπίνῃ, ὁ δι᾽ ἡμᾶς κρινόμενος καὶ φυλακιζόμενος ἐν δεσμωτηρίῳ καὶ λύων πάντας τοὺς ἐν δεσμῷ ὄντας, ὁ καλούμενος πλάνος καὶ τοὺς ἰδίους λυτρούμενος ἀπὸ τῆς πλάνης· δέομαί σου ὑπὲρ
τῶνἑστώτων καὶ πιστευόντων σοι τούτων· δέονται γαρ τῶν σῶν δωρημάτων τυχεῖν, εὐέλπιδες ὄντες εἰς τὴν σὴν βοήθειαν, τὸ καταφύγιόν σου κατέχοντες ἐν τῇ σῇ μεγαλωσύνῃ· τὰς ἀκροάσεις αὐτῶν ὑπέχουσιν ἀκοῦσαι παρ᾽ ἡμῶν τοὺς λόγους τοὺς λαλουμένους αὐτοῖς. ἐλθέτω ἡ εἰρήνη σου καὶ σκηνωσάτω ἐν αὐτοῖς, καὶ ἀνακαινισάτω αὐτοὺς ἀπὸ τῶν προτέρων αὐτῶν πράξεων, καὶ ἀποδύσωνται τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδύσωνται τὸν νέον τὸν νῦν ἐξ ἐμοῦ καταγγελλόμενον αὐτοῖς.(46) Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας εὐλόγησεν αὐτοὺς εἰπών· Ἔσται ἐφ᾽ ὑμᾶς ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ εἰς τοὺς αἰῶνας. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Ἑδεήθη δὲ αὐτοῦ ἡ γυνὴ λέγουσα· Ἀπόστολε τοῦ ὑψίστου δός μοι τὴν σφραγῖδα, ἵνα μὴ ὑποστρέψῃ εἰς ἐμὲ πάλιν ὁ ἐχθρὸς ἐκεῖνος. Τότε ἐποίησεν αὐτὴν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτῇ τὰς χεῖρας αὐτοῦ ἐσφράγισεν αὐτὴν εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. πολλοὶ δὲ καὶ ἄλλοι ἐσφραγίσθησαν μετ᾽ αὐτῆς. ἐκέλευσεν δὲ ὁ ἀπόστολος τῷ διακόνῳ αὐτοῦ παραθεῖναι τράπεζαν· παρέθηκαν δὲ συμψέλλιον ὃ εὗρον ἐκεῖ,
καὶ ἁπλώσας σινδόνα ἐπ᾽ αὐτὸ ἐπέθηκεν ἄρτον τῆς εὐλογίας. καὶ παραστὰς ὁ ἀπόστολος εἶπεν· Ἰησοῦ ὁ καταξιώσας ἡμᾶς τῆς εὐχαριστίας τοῦ σώματός σου τοῦ ἁγίου καὶ τοῦ αἵματος κοινωνῆσαι, ἰδοὺ τολμῶμεν προσέρχεσθαι τῇ σῇ εὐχαριστίᾳ καὶ ἐπικαλεῖσθαί σου τὸ ἅγιον ὄνομα· ἐλθὲ καὶ κοινώνησον ἡμῖν.(47) Καὶ ἤρξατο λέγειν· Ἐλθὲ τὰ σπλάγχνα τὰ τέλεια, ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος, ἐλθὲ ἡ ἐπισταμένη τὰ μυστήρια τοῦ ἐπιλέκτου, ἐλθὲ ἡ κοινωνοῦσα ἐν πᾶσι τοῖς ἄθλοις τοῦ γενναίου ἀθλητοῦ, ἐλθὲ ἡ ἡσυχία ἡ ἀποκαλύπτουσα τὰ μεγαλεῖα τοῦ παντὸς μεγέθους, ἐλθὲ ἡ τὰ ἀπόκρυφα ἐκφαίνουσα καὶ τὰ ἀπόρρητα φανερὰ καθιστῶσα, ἡ ἱερὰ περιστερὰ ἡ τοὺς διδύμους νεοσσοὺς γεννῶσα, ἐλθὲ ἡ ἀπόκρυφος μήτηρ, ἐλθὲ ἡ φανερὰ ἐν ταῖς πράξεσιν αὐτῆς καὶ παρέχουσα χαρὰν καὶ ἀνάπαυσιν τοῖς συνημμένοις αὐτῇ· ἐλθὲ καὶ κοινώνησον ἡμῖν ἐν ταύτῃ τῇ εὐχαριστίᾳ ἥν ποιοῦμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ τῇ ἀγάπῃ ᾗ συνήγμεθα ἐπὶ τῇ κλήσει σου. Καὶ εἰπὼν ταῦτα διεχάραξεν τῷ ἄρτῳ τὸν σταυρόν, καὶ κλάσας ἤρξατο διαδιδόναι. καὶ πρῶτον τῇ γυναικὶ ἔδωκεν εἰπών· Ἔσται σοι τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν καὶ αἰωνίων παραπτωμάτων· Καὶ
μετ᾽αὐτὴν ἔδωκεν καὶ τοῖς ἄλλοις πᾶσιν τοῖς τὴν σφραγῖδα δεξαμένοις.(48) Ἦν δέ τις νεανίσκος διαπραξάμενος πρᾶγμα ἀθέμιτον, προσελθὼν δὲ ἔλαβεν τῆς εὐχαριστίας τῷ ἰδίῳ στόματι, αἱ δὲ δύο χεῖρες αὐτοῖ ἐξηράνθησαν, ὡς μὴ δύνασθαι μηκέτι προσαγαγεῖν τῷ ἰδίῳ στόματι. οἱ δὲ παρόντες ἰδόντες αὐτὸν ἀνήγγειλαν τῷ ἀποστόλῳ τὸ συμβάν· καλέσας δέ ὁ ἀπόστολος εἶπεν αὐτῷ· Λέξον μοι τέκνον καὶ μὴ αἰδεσθῇς, τί ὃ διεπράξω καὶ ὧδε ἦλθες· ἡ γὰρ εὐχαριστία τοῦ κυρίου ἤλεγξέν σε. τοῦτο γὰρ τὸ χάρισμα εἰς πολλοὺς διερχόμενον μάλιστα μὲν τοὺς διὰ πίστεως καὶ ἀγάπης προσιόντας ἰᾶται, σὲ δὲ ἀπεξήρανεν, καὶ τὸ γενόμενον οὐ χωρὶς ἐνεργείας τινὸς γέγονεν. Ὁ δὲ νέος ἐλεγχθεὶς ὑπὸ τῆς εὐχαριστίας τοῦ κυρίου προσελθὼν προσέπεσεν τοῖς ποσὶν τοῦ ἀποστόλου καὶ ἐδέετο λέγων· Κακὸν πρᾶγμα πέπρακταί μοι· ἐνόμιζον γὰρ τι καλὸν διαπράττεσθαι. γυναικός τινος ἤρων οἰκούσης ἔξω τῆς πόλεως ἐν πανδοχείῳ, καὶ αὐτὴ δ᾽ ἐμὲ ἐφίλει. ἀκούσας δὲ ἐγὼ παρὰ
σοῦκαὶ πιστεύσας ὅτι θεὸν ζῶντα καταγγέλλεις προσῆλθον καὶ τὴν σφραγῖδα ἐδεξάμην παρὰ σοῦ σὺν τοῖς ἄλλοις· ἔλεγες δὲ· Ὅς ἐὰν κοινωνήσῃ τῇ μιαρᾷ μείξει, μάλιστα καὶ ἐν μοιχεία, οὗτος οὐχ ἕξει ζωὴν παρὰ τῷ θεῷ ᾧ κηρύσσω. Ἐπεὶ οὖν πάνυ αὐτὴν ἠγάπουν, ἐδεόμην αὐτῆς καὶ ἔπειθον ἵνα σύνοικός μοι γένηται ἐν ἁγνείᾳ καὶ πολιτείᾳ καθαρᾷ, ἣν σὺ αὐτὸς διδάσκεις· ἣ δὲ οὐκ ἐβούλετο. μὴ βουλομένης οὖν αὐτῆς λαβὼν ξίφος ἐθανάτωσα αὐτήν· οὐ γὰρ ἠδυνάμην αὐτὴν ὁρᾶν μετ᾽ ἄλλου μοιχευομένην.(49) Ταῦτα ὁ ἀπόστολος ἀκούσας εἶπεν· Ὦ μανιώδης μεῖξις, πῶς εἰς ἀναισχυντίας χωρεῖς; ὦ ἐπιθυμία ἀκατάσχετε, πῶς τοῦτον ἐκίνησας ταῦτα ποιῆσαι; ὦ ἔργον ὄφεως, πῶς ἐν τοῖς σοῖς ὀργίζῃ; Ἐκέλευσεν δὲ ὁ ἀπόστολος ὕδωρ αὐτῷ προσενεχθῆναι ἐν λεκάνῃ. τοῦ δὲ ὕδατος προσενεχθέντος εἶπεν· Ἔλθετε τὰ ὕδατα ἀπὸ τῶν ὑδάτων τῶν ζώντων, τὰ ὄντα ἀπὸ τῶν ὄντων καὶ ἀποσταλέντα ἡμῖν· ἡ ἀνάπαυσις ἡ ἀπὸ τῆς ἀναπαύσεως ἀποσταλεῖσα ἡμῖν, ἡ δύναμις τῆς σωτηρίας ἡ ἀπὸ τῆς δυνάμεως ἐκείνης ἐρχομένη τῆς τὰ πάντα νικώσης καὶ ὑποτασσούσης τῷ ἰδίῳ θελήματι, ἐλθὲ καὶ σκήνωσον ἐν τοῖς ὕδασι τούτοις, ἵνα τὸ χάρισμα τοῦ ἁγίου πνεύματος τελείως ἐν αὐτοῖς τελειωθῇ. Καὶ εἶπεν τῷ νεωτέρῳ· Ἄπελθε, νίψαι σου τὰς χεῖρας ἐν τοῖς ὕδασι τούτοις. Καὶ νιψαμένου
αὐτοῦκατεστάθησαν, καὶ εἶπεν αὐτῷ ὁ ἀπόστολος· Πιστεύεις εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅτι πάντα δύναται ποῆσαι; Ὃ δὲ εἶπεν· Εἰ καὶ ἐλάχιστος τυγχάνω, πιστεύω. ἀλλὰ τοῦτο διεπραξάμην οἰόμενός τι καλὸν ποιεῖν· ἐδεόμην γὰρ αὐτῆς, ὥσπερ καὶ εἶπόν σοι, ἣ δὲ οὐκ ἠβουλήθη πεισθῆναί μοι ἵνα ἑαυτὴν φυλάξῃ ἁγνήν.(50) Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῦρο ἀπελθωμεν εἰς τὸ πανδοχεῖον ὅπου τοῦτο τὸ ἔργον διεπράξω, καὶ ἴδωμεν τὸ γεγονός. Προηγεῖτο δὲ ὁ νεώτερος τοῦ ἀποστόλου εἰς τὴν ὁδόν· γενόμενοι δὲ ἐν τῷ πανδοχείῳ εὗρον αὐτὴν κειμένην. ἰδὼν δὲ αὐτὴν ὁ ἀπόστολος ἠθύμησεν· κόρη γὰρ ἦν εὔμορφος. καὶ ἐκέλευσεν αὐτὴν ἐνεχθῆναι ἐν τῷ μέσῳ τοῦ ξενοδοχείου. ἐπιθέντες δὲ αὐτὴν εἰς κράββατον ἐξήνεγκαν καὶ ἔθηκαν εἰς τὸ μέσον τῆς αὐλῆς τοῦ πανδοχείου. ἐπέθηκεν δὲ αὐτῇ τὴν χεῖρα αὐτοῦ ὁ ἀπόστολος καὶ ἤρξατο λέγειν· Ἰησοῦ, ὃς πάντοτε φαίνῃ ἡμῖν, τοῦτο γὰρ βούλει, ἡμᾶς πάντοτε σὲ ἐπιζητεῖν, καὶ αὐτὸς ἡμῖν ἔδωκας ταύτην τὴν ἐξουσίαν τοῦ αἰτεῖσθαι καὶ λαμβάνειν, καὶ οὐ μόνον τοῦτο ἐπέτρεψας, ἀλλὰ καὶ τὸ εὔξασθαι ἡμᾶς ἐδίδαξας· ὁ οὐχ ὁρώμενος παρὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς, τοῖς δὲ τῆς ψυχῆς ἡμῶν οὐδ᾽ ὅλως ἀποχρυπτόμενος, καὶ τῇ μὲν ἰδέᾳ ἀπόκρυφος, τοῖς δὲ ἔργοις φανερούμενος
ἡμῖν· καὶ ταῖς μὲν πράξεσί σου ταῖς πολλαῖς καθὼς χωροῦμεν ἐπεγνώκαμέν σε, αὐτὸς δὲ ἀμέτρως δέδωκας ἡμῖν τὰ δόματά σου εἰπών· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· Δεόμεθα οὖν ὑποψίαν ἔχοντες τῶν ἁμαρτημάτων ἡμῶν· αἰτοῦμεν δέ σε οὐ πλοῦτον, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐκ ἄλλο τι τῶν ἀπὸ τῆς γῆς γινομένων καὶ πάλιν εἰς τὴν γῆν χωρούντων, ἀλλὰ τοῦτο δεόμεθά σου καὶ παρακαλοῦμεν, ἵνα ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ ἐγείρῃς ταύτην τὴν κειμένην ἐν τῇ σῇ δυνάμει εἰς δόξαν καὶ πίστιν τῶν παρεστώτων.(51) Καὶ εἶπεν τῷ νεωτέρῳ σφραγίσας αὐτόν· Ἄπελθε καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς εἰπὲ αὐτῇ· Ἐγὼ διὰ τῶν ἐμῶν χειρῶν σιδήρῳ σε ἐφόνευσα, καὶ ἐν ταῖς ἐμαῖς χερσὶν ἐπὶ τῇ πίστει Ἰησοῦ ἐγείρω σε. Προσελθὼν οὖν ὁ νέος παβλέπουσα ῥέστη αὐτῇ λέγων· Ἐπίστευσα ἐπὶ σὲ Χριστὲ Ἰησοῦ. Καὶ ἀπιδὼν εἰς Ἰούδαν θωμᾶν τὸν ἀπόστολον εἶπεν αὐτῷ· Ἔπευξαί μοι ἵνα ὁ κύριός μου εἰς τὴν βοήθειάν μου ἔλθῃ, ὃν καὶ ἐπιλειωθῇ καλοῦμαι. Καὶ ἐπιθεὶς τὴν χεῖρα αὐτοῦ τῇ αὐτῆς χειρὶ εἶπεν·
Ἐλθὲκύριε Ἰησοῦ Χριστέ· ταύτῃ μὲν παράσχου τὴν ζωήν, ἐμοὶ δὲ τῆς πίστεώς σου τὸν ἀρραβῶνα. Καὶ εὐθέως ἑλκύσαντος αὐτοῦ τὴν χεῖρα αὐτῆς ἀναπηδήσασα ἐκαθέσθη, ἀποβλέπουσα εἰς τὸν πολὺν ὄχλον τὸν παρεστῶτα· εἶδεν δὲ καὶ τὸν ἀπόστολον ἄντικρυς αὐτῆς ἑστῶτα, καὶ καταλιποῦσα τὸν κράββατον ἐκπηδήσασα πρὸς τοῖς ποσὶν αὐτοῦ ἔπεσεν καὶ τῶν ἐνδυμάτων αὐτοῦ ἥπτετο λέγουσα· Δέομαί σου κύριέ μου, ποῦ ἐστιν ἐκεῖνος ὁ ἄλλος ὁ συνών σοι, ὸς οὐκ ἐγκατέλιπέν με παραμεῖναι εἰς ἐκεῖνον τὸν χῶρον τὸν δεινὸν καὶ χαλεπόν, ἀλλὰ σοί με παρέδωκεν εἰπών· Σὺ ταύτην παράλαβε ἵνα τελειωθῇ καὶ μετὰ ταῦτα εἰς τὸν αὐτῆς χῶρον συναχθῇ;(52) Ὁ δὲ ἀπόστολός φησιν πρὸς αὐτήν· Ἐξήγησαι ἡμῖν ποῦ παρεγένου. Ἣ δὲ ἀπεκρίνατο· Σὺ ὁ σὺν ἐμοὶ ὤν, ᾧ καὶ παρεδόθην, βούλει ἀκοῦσαι; Καὶ ἤρξατο λέγειν· Ἄνθρωπός τις παρέλαβέν με ἀπεχθὴς τῇ ἰδέᾳ, μέλας ὅλος, ἡ δὲ τούτου ἐσθὴς πάνυ ῥερυπωμένη· ἀπήγαγεν δέ με εἴς τινα τόπον ἐν ᾧ πολλὰ χάσματα ὑπῆρχεν, καὶ πολλὴ δυσωδία καὶ ἀποφορὰ ἐχθίστη ἐκεῖθεν ἀπεδίδετο, ἐποίει δέ με εἰς ἕκαστον χάσμα παρακύψαι, καὶ εἶδον ἐν τῷ χάσματι πῦρ φλεγόμενον, καὶ τροχοὶ πυρὸς ἐκεῖσε ἔτρεχον, ψυχαὶ δὲ ἐνεκρέμαντο ἐν τοῖς τροχοῖς ἐκείνοις, ἀλλήλαις προσρηγνύμεναι· βοὴ δὲ καὶ ὀλολυγμὸς πλεῖστος ὑπῆρχεν ἐκεῖ, οὐδεὶς δὲ ἦν ὁ λυτρούμενος. ἔλεγεν δέ μοι ὁ ἀνὴρ ἐκεῖνος· Αὗται αἱ ψυχαὶ ὁμόφυλοί σού
εἰσιν, καὶ ἐν ἡμέραις ἀριθμοῦ παρεδόθησαν εἰς κόλασιν καὶ ἔκτριψιν, καὶ τότε ἄλλαι εἰσάγονται ἀντ᾽ αὐτῶν, ὁμοίως δὲ πάλιν καὶ αὐταὶ ἐν ἄλλῳ· αὗταί εἰσιν αἱ μεταλλάξασαι ἀνδρὸς καὶ γυναικὸς τὴν συνουσίαν. Καὶ κατοπτεύσασα εἶδον βρέφη ἐπ᾽ ἄλληλα σεσωρευμένα καὶ παλαίοντα ἀλλήλοις ἐπικείμενα. ὃ δὲ ἀποκριθεὶς εἶπέν μοι· Ταῦτά ἐστιν τὰ τούτων βρέφη, καὶ διὰ τοῦτο ἐνθάδε ἐτέθησαν εἰς μαρτύριον αὐτῶν.(53) Ἀπήγαγεν δέ με εἰς ἄλλο χάσμα, καὶ παρακύψασα εἶδον βόρβορον καὶ σκώληκας ἀναβρύοντας, καὶ ψυχὰς ἐκεῖ κυλιομένας, καὶ βρυγμὸν μέγαν ἐκεῖθεν ἐξ αὐτῶν ἀκουόμενον. καὶ εἶπεν πρός με ὁ ἄνθρωπος ἐκεῖνος· Αὗται αἱ ψυχαὶ γυναικῶν εἰσιν αἱ καταλείψασαι τοὺς ἄνδρας αὐτῶν καὶ εἰς ἄλλους μοιχεύσασαι καὶ εἰς ταύτην τὴν βάσανον ἐνεχθεῖσαι. Ἄλλο μοι χάσμα ἔδειξεν, εἰς ὃ παρακύψασα εἶδον ψυχὰς τὰς μὲν κρεμαμένας διὰ τῆς γλώττης, τὰς δὲ διὰ τῶν πλοκάμων, τὰς δὲ διὰ τῶν χειρῶν, τὰς δὲ διὰ τῶν ποδῶν κατὰ κεφαλῆς, καὶ καπνὸν καὶ θεῖον καπνιζομένας· περὶ ὧν ἀπεκρίνατό μοι ὁ ἀνὴρ ἐκεῖνος ὁ σὺν ἐμοὶ ὤν· Αἱ μὲν ψυχαὶ αὗται αἱ κρεμασθεῖσαι διὰ τῆς γλώσσης διάβολοί εἰσιν, καὶ ψευδεῖς λόγους καὶ αἰσχροὺς φθεγγόμεναι, καὶ μὴ αἰδούμεναι· αἱ δὲ διὰ τῶν τριχῶν κρεμάμεναι ἄχρωμοί εἰσιν αἱ μηδ᾽ ὅλως αἰδούμεναι
καὶγυμνοκέφαλοι ἐν τῷ κόσμῳ περιάγουσαι· αἱ δὲ δια τῶν χειρῶν κρεμασθεῖσαι αὗταί εἰσιν αἱ τὰ ἀλλότρια ἀφελόμεναι καὶ κλέψασαι, καὶ μετρίοις μὴ ἐπιδοῦσαι μηδέποτε μηδέν, μηδὲ ἐπαρκήσασαι τοῖς τεθλιμμένοις, ἀλλὰ τοῦτο ἐποίουν τὰ πάντα λαμβάνειν θέλουσαι, καὶ μηδὲ ὅλως τῆς δίκης καὶ τῆς νομοθεσίας φροντίδα ποιησάμεναι· αἱ δὲ διὰ τῶν ποδῶν διάστροφοι κρεμάμεναι αὗταί εἰσιν αἱ κούφως μὲν καὶ προθύμως τρέχουσαι ὁδοῖς πονηραῖς καὶ πορείαις ἀτάκτοις, νοσοῦντας μὴ ἐπισκεπτόμεναι καὶ τοὺς ἐξιόντας τοῦ βίου μὴ προκομίζουσαι, καὶ διὰ τοῦτο μία καὶ ἑκάστη ψυχὴ ἀπολαμβάνει τὰ πεπραγμένα αὐτῇ.(54) Πάλιν ἀπαγαγών με ὑπέδειξέν μοι ἄντρον πάνυ σκοτεινόν, δυσωδίαν πολλὴν ἀποπνέον, πολλαὶ δὲ ψυχαὶ ἐκεῖθεν παρέκυπτον βουλόμεναι τοῦ ἀέρος τι μεταλαμβάνειν, οἱ δὲ τούτων φύλακες οὐκ εἴων αὐτὰς παρακύπτειν. ὁ δὲ συνών μοι εἶπε· Tοῦτό ἐστιν τὸ δεσμωτήριον τούτων τῶν ψυχῶν ὧν εἶδες· ἐπὰν γὰρ πληρώσωσι τὰς κολάσεις αὐτῶν ὧν μία ἑκάστη ἔπραξεν, ὕστερον ἄλλαι αὐτὰς διαδέχονται· εἰσὶν δὲ καί τινες τελείως καταναλισκόμεναι, καὶ εἰς ἄλλας κολάσεις παραδίδονται. Ἔλεγον δὲ τῷ ἀνδρὶ τῷ παραλαβόντι με ἐκεῖνοι οἱ τὰς ψυχὰς φρουροῦντες τὰς οὔσας ἐν τῷ σκοτεινῷ ἄντρῳ· Δὸς ἡμῖν αὐτήν, ἵνα εἰσαγάγωμεν αὐτὴν πρὸς τὰς ἄλλας, ἕως
ὅτεκαιρὸς ἐφίσταται εἰς κόλασιν αὐτὴν παραδοθῆναι. Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς· Οὐ δίδωμι αὐτὴν ὑμῖν, ἐπειδὴ γὰρ φοβοῦμαι τὸν παραδόντα μοι αὐτήν· οὐ γὰρ ἐκελεύσθην ἐνθάδε αὐτὴν καταλεῖψαι· σὺν ἐμοὶ δέ ἀνάγω αὐτήν, ἕως ἂν ἐντολὴν περὶ ταύτης δέξωμαι. Καὶ παραλαβών με ἀνήγαγέν με εἰς ἄλλον χῶρον, ἐν ᾧ ἦσαν ἄνθρωποι οἳ ἐβασανίζοντο πικρῶς. ὁ δέ σοι ὅμοιος λαβών μέ σοι παρέδωκεν, λέξας σοι ταῦτα· Παράλαβε ταύτην, ἐπειδὴ μία ἐστὶν τῶν θρεμμάτων τῶν πλανηθέντων. Καὶ ληφθεῖσα ὑπὸ σοῦ νῦν ἔμπροσθέν σού εἰμι. δέομαί σου οὖν καὶ ἱκετεύω ἵνα μὴ ἀπέλθω εἰς ἐκείνους τοὺς τόπους τοὺς κολαστηρίους οὓς εἶδον.(55) Ὁ δὲ ἀπόστολος εἶπεν· Ἠκούσατε ἃ διηγήσατο ἡ γυνὴ αὕτη· οὐκ εἰσὶν δὲ μόνον αὗται αἱ κολάσεις, ἀλλὰ καὶ ἄλλαι χείρονες τούτων· καὶ ὑμεῖς δὲ ἐὰν μὴ ἐπιστραφῆτε ἐπὶ τὸν θεὸν τοῦτον ὃν κηρύσσω, καὶ ἀπόσχησθε ἀπὸ τῶν προτέρων ἔργων ὑμῶν καὶ τῶν πράξεων ὧν διεπράξασθε χωρὶς γνώσεως, εἰς ταύτας τὰς κολάσεις τὸ τέλος ὑμῶν ἕξετε. πιστεύσατε οὖν εἰς Χριστὸν Ἰησοῦν, καὶ ἀφίησιν ὑμῖν τὰ πρὸ τούτου πεπραγμένα ἁμαρτήματα, καὶ καθαρίσει ὑμᾶς ἀπὸ
πασῶντῶν ἐπιθυμήσεων ὑμῶν τῶν σωματικῶν τῶν ἐν τῇ γῇ μενουσῶν, καὶ ἰάσεται ὑμᾶς ἀπὸ τῶν σφαλμάτων τῶν παρεπομένων καὶ σὺν ὑμῖν ἀπιόντων καὶ πρὸ ὑμῶν εὑρισκομένων. εἷς ἕκαστος οὖν ὑμῶν ἀποδύσασθε τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύσασθε τὸν νέον, τὴν δὲ πρώτην ὑμῶν ἀναστροφὴν καὶ πολιτείαν καταλείψατε· καὶ οἰ κλέπτοντες μηκέτι κλεπτέτωσαν, ἀλλὰ κάμνοντες καὶ ἐργαζόμενοι ζήτωσαν· οἱ δὲ μοιχοὶ μηκέτι πορνευέτωσαν, ἵνα μὴ ἐκδότους ἑαυτοὺς τῇ αἰωνίᾳ κολάσει παραδώσωσιν· ἡ γὰρ μοιχεία παρὰ τῷ θεῷ πάνυ χαλεπόν ἐστιν παρὰ τὰ ἄλλα κακά. ἀπόθεσθε δὲ καὶ τὴν πλεονεξίαν καὶ τὸ ψεῦδος καὶ τὴν μέθην καὶ τὴν διαβολὴν καὶ κακὸν ἀντὶ κακοῦ μὴ ἀποδίδετε. ταῦτα γὰρ πάντα ξένα εἰσὶν τῷ θεῷ τῷ ὑπ᾽ ἐμοῦ κηρυσσομένῳ καὶ ἀλλότρια· ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πίστει πολιτεύσασθε καὶ τῇ πρᾳότητι καὶ τῇ ἁγιωσύνῃ καὶ τῇ ἐλπίδι, ἐν ᾗ ὁ θεὸς χαίρει, ὅπως γένησθε αὐτοῦ οἰκεῖοι, προσδεξάμενοι παρ᾽ αὐτοῦ τὰ χαρίσματα ἃ ὀλίγοι καὶ ἔνιοι δέχονται.(56) Πᾶς οὖν ὁ λαὸς ἐπίστευσεν, καὶ τὰς ἑαυτῶν ψυχὰς πειθηνίους παρέσχον τῷ θεῷ τῷ ζῶντι καὶ τῷ Χριστῷ Ἰησοῦ, εὐωχούμενοι ἐν τοῖς ἔργοις αὐτοῦ τοῖς εὐλογημένοις
τοῦὑψίστου καὶ τῇ διακονίᾳ αὐτοῦ τῇ ἁγία. ἐκόμιζον δὲ χρήματα πολλὰ εἰς διακονίαν τῶν χηρῶν· εἶχεν γὰρ ἐν ταῖς πόλεσιν συνηθροισμένας, καὶ πάσας αὐτὰς διὰ τῶν ἰδίων διακόνων ἀπέστελλεν τὰ ἐπιτήδεια, τά τε ἐνδύματα καὶ τὰ πρὸς τὴν τροφήν. αὐτὸς δὲ οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων αὐτοῖς καὶ ὑποδεικνύων ὅτι οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς περὶ οὗ αἱ γραφαὶ ἐκήρυξαν, ὃς ἐλθὼν σταυροῦται καὶ ἐγείρεται διὰ τριῶν ἡμερῶν ἐκ νεκρῶν. ὑπεδείκνυεν δὲ αὐτοῖς δεύτερον σαφηνίζων ἀπὸ τῶν προφητῶν ἀρξάμενος τὰ περὶ τοῦ Χριστοῦ, ὅτι ἔδει αὐτὸν ἐλθεῖν καὶ ἐν αὐτῷ τελεσθῆναι πάντα τὰ προριστοῦμεν λεχθέντα περὶ αὐτοῦ. διέδραμεν δὲ ἡ τούτου φήμη εἰς πάσας τὰς πόλεις καὶ χώρας, καὶ πάντες οἱ ἔχοντες νοσοῦντας ἢ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων προσέφερον, οὓς δὲ καὶ ἐν τῇ ὁδῷ ἐτίθουν ἐν ᾗ ἔμελλεν διελθεῖν, καὶ πάντας ἐν τῇ δυνάμει τοῦ κυρίου ἐθεράπευεν. τότε εἶπον πάντες ὁμοθυμαδὸν οἱ δι᾽ αὐτοῦ ἰαθέντες μίᾷ φωνῇ· Δόξα σοι Ἰησοῦ τῷ τὴν θεραπείαν ἐξ ἴσου παρασχόντι διὰ τοῦ σοῦ δούλου καὶἀποστόλου Θωμᾶ. καὶ ὑγιαίνοντες καὶ χαίροντες δεόμεθά σου γενέσθαι τῆς σῆς ἀγέλης καὶ ἐναριθμηθῆναι εἰς τὰ σὰ πρόβατα· δέξαι οὖν ἡμᾶς κύριε καὶ μὴ λογίσῃ ἡμῶν τὰ παραπτώματα ἡμῶν καὶ τὰ πρῶτα σφάλματα ἃ διεπραξαμεθα ἐν ἀγνοίᾳ ὄντες.(57) Ὁ δὲ ἀπόστολος εἶπεν· Δόξα τῷ μονογενεῖ τῷ ἀπο τοῦ πατρός, δόξα τῷ πρωτοτόκῳ τῶν πολλῶν ἀδελφῶν, δόξα σοι τῷ ἐπαμύντορι καὶ βοηθῷ τῶν εἰς τὸ καταφύγιόν σου ἐρχομένων· ὁ ἄυπνος καὶ τοὺς ἐν ὕπνῳ διεγείρων, ὁ ζῶν καὶ ζωοποιῶν τοὺς ἐν τῷ θανάτῳ κατακειμένους· θεὲ Ἰησοῦ Χριστέ, τοῦ θεοῦ τοῦ ζῶντος υἱέ, ὁ λυτρωτὴς καὶ βοηθός, ἡ καταφυγὴ καὶ ἀνάπαυσις πάντων τῶν καμνόντων ἐν τῇ σῇ ἐργασίᾳ, ἴασιν δὲ παρέχων ἐκείνοις τοῖς διὰ τὸ σὸν ὄνομα ὑποφέρουσιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα· εὐχαριστοῦμεν τοῖς παρὰ σοῦ χαρίσμασιν δοθεῖσιν ἡμῖν καὶ τῇ παρὰ σοῦ βοηθείᾳ χαρισθεῖσιν ἡμῖν καὶ τῇ οἰκονομίᾳ σου τῇ ἐλθούσῃ ἀπὸ σοῦ εἰς ἡμᾶς.