Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Καὶ μετεπέμψατο τὸν ἔμπορον τὸν ἀγαγόντα αὐτὸν καὶ τὸν ἀπόστολον, καὶ εἶπεν αὐτῷ· Ἔκτισάς μοι τὸ παλάτιον; Ὃ δὲ ἔφη· Ναί, ἔκτισα. Ὁ δὲ βασιλεὺς εἶπεν· Πότε οὖν ὑπάγομεν καὶ βλέπομεν αὐτό; Ὃ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Νῦν αὐτὸ ἰδεῖν οὐ δύνασαι, ἀλλ᾽ ὅταν τοῦ βίου τούτου ἐξέλθῃς βλέπεις αὐτό. Ὁ δὲ βασιλεὺς πάνυ ὀργισθεὶς ἐκέλευσεν
ὑπὸδεσμὸν γενέσθαι τὸν τε ἔμπορον καὶ Ἰούδαν τὸν καὶ Θωμᾶν καὶ εἰς φυλακὴν βληθῆναι, ἕως ἂν ἀνακρίνας μάθῃ τίνι ἐδόθη τὰ τοῦ βασιλέως, καὶ οὕτως αὐτὸν ἀπολέσῃ μετὰ τοῦ ἐμπόρου. ὁ δὲ ἀπόστολος χαίρων ἀπῄει ἐν τῷ δεσμωτηρίῳ, καὶ ἔλεγεν τῷ ἐμπόρῳ· Μὴ φοβοῦ μηδέν, ἀλλὰ μόνον πίστευσον τῷ δι᾽ ἐμοῦ κηρυσσομένῳ θεῷ, καὶ ἀπὸ μὲν τούτου τοῦ κόσμου ἐλευθερωθήσῃ, ἀπὸ δὲ τοῦ μέλλοντος αἰῶνος ζωὴν κομίσῃ. Ὁ δὲ βασιλεὺς ἐσκέπτετο ποίῳ θανάτῳ αὐτοὺς ἀναλώσῃ. ὡς δὲ ἔδοξεν πυρὶ αὐτοὺς καῦσαι ἐκδεδαρμένους, αὐτῇ τῇ νυκτὶ Γαδ ὁ τοῦ βασιλέως ἀδελφὸς ἐκακοῦτο, καὶ διὰ τὴν λύπην καὶ ἐπίθεσιν ἣν ὁ βασιλεὺς ἔπαθεν ἐβαρήθη σφόδρα· καὶ μεταπεμψάμενος τὸν βασιλέα | εἶπεν αὐτῷ· Ἀδελφὲ βασιλεῦ, τὸν οἶκόν μου καὶ τὰ τέκνα μου παρατίθημί σοι· ἐγὼ γὰρ διὰ τὴν ἐπήρειαν τὴν συμβᾶσάν σοι ἐλυπήθην καὶ ἰδοὺ ἀποθνῄσκω, καὶ ἐὰν μὴ ἐπέλθῃς τῇ τιμωρίᾳ κατὰ τῆς κεφαλῆς ἐκείνου τοῦ μάγου, οὐκ ἀναπαύσεις μου τὴν ψυχὴν εἰς ἅδου. Ὁ δὲ βασιλεὺς τῷ ἑαυτοῦ ἀδελφῷ εἶπεν· Δι᾽ ὅλης τῆς νυκτὸς τοῦτο ἐσκεπτόμην, τὸ πῶς αὐτὸν θανατώσω· τοῦτο δὲ ἔδοξέν μοι, ἐν πυρὶ αὐτὸν κατακαῦσαι ἐκδαρέντα, καὶ αὐτὸν καὶ τὸν ἔμπορον μετ᾽ αὐτοῦ τὸν ἀγαγόντα αὐτόν.Καὶ ὡς ὡμίλουν, ἐξῆλθεν ἡ ψυχὴ Γὰδ τοῦ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐπένθει τὸν Γὰδ σφόδρα, πάνυ γὰρ ἠγάπα αὐτόν, καὶ προσέταξεν εἰς βασιλικὴν ἐσθῆτα καὶ πολύτιμον κηδευθῆναι αὐτόν. τούτων δὲ γενομένων τὴν ψυχὴν Γὰδ τοῦ ἀδελφοῦ τοῦ βασιλέως ἄγγελοι παραλαβόντες εἰς τὸν οὐρανὸν ἀνήγαγον, ὑποδεικνύοντες αὐτῷ τοὺς ἐκεῖ τόπους καὶ οἰκήσεις, ἐξετάζοντες αὐτόν· Εἰς ποῖον τόπον βούλει οἰκῆσαι; Ὅτε δὲ ἤγγισαν εἰς τὴν οἰκοδομὴν Θωμᾶ τοῦ ἀποστόλου, ἢν ἔκτισεν τῷ βασιλεῖ, ἰδὼν αὐτὴν ὁ Γὰδ εἶπεν τοῖς ἀγγέλοις· Δέομαι ὑμῶν κύριοί μου, εἰς ἕνα τῶν κατώγεων οἴκων τούτων συγχωρήσατέ μοι οἰκῆσαι. Οἳ δὲ ἔφησαν αὐτῷ·
Οὐδύνασαι οἰκῆσαι ἐν ταύτῃ τῇ οἰκοδομῇ. Ὃ δὲ εἶπεν· Διὰ τί: Λέγουσιν αὐτῷ· Τοῦτο τὸ παλάτιον ἐκεῖνό ἐστιν ὃ οἰκοδόμησεν ὁ χριστιανὸς ἐκεῖνος τῷ ἀδελφῷ σου. Ὃ δὲ εἶπεν· Δέομαι ὑμῶν κύριοί μου, συγχωρήσατέ μοι ἀπελθεῖν πρὸς τὸν ἀδελφόν μου, ἵνα ἀγοράσω παρ᾽ αὐτοῦ τὸ παλάτιον τοῦτο· οὐ γὰρ οἶδεν ὁ ἀδελφός μου ὁποῖόν ἐστιν, καὶ πιπράσκει μοι αὐτός.Τότε οἱ ἄγγελοι ἀφῆκαν τὴν ψυχὴν τοῦ Γάδ· καὶ ἐν τῷ ἐνδύειν αὐτοὺς αὐτὸν τὴν ἐντάφιον στολὴν ἐπεισῆλθεν αὐτῷ ἡ ψυχὴ αὐτοῦ· καὶ ἔλεγεν τοῖς περὶ αὐτὸν ἑστῶσιν· Καλέσατέ μοι τὸν ἀδελφὸν μου, ἵνα αἰτήσωμαι παρ᾽ αὐτοῦ μίαν αἴτησιν. Εὐθέως οὖν εὐηγγελίσαντο τῷ βασιλεῖ αὐτῶν
λέγοντεςὅτι Ὁ ἀδελφός σου ἀνέζησεν. Ὁ δὲ βασιλεὺς ἐκπηδήσας σὺν πλήθει πολλῷ ἤρχετο πρὸς τὸν ἴδιον ἀδελφόν, καὶ εἰσελθὼν ἔστη πρὸς τὴν κλίνην αὐτοῦ ὥσπερ ἔκπληκτος , μὴ δυνάμενος λαλῆσαι αὐτῷ. εἶπεν δέ ὁ ἀδελφὸς αὐτοῦ· Οἶδα καὶ πέπεισμαι ἀδελφὲ ὅτι εἴ τις ᾔτησέν σε τὸ ἥμισυ τῆς βασιλείας σου, δέδωκας ἂν ὑπὲρ ἐμοῦ· διὸ ἀξιῶ σε παρασχεῖν μοι χάριτα μίαν ἥν αἰτοῦμαί σε ἵνα πωλήσῃς μοι ὃ αἰτοῦμαι παρὰ σοῦ. Ὁ δὲ βασιλεὺς ἀποκριθεὶς εἶπεν· Καὶ τί ἐστιν ὃ αἰτεῖς με πωλῆσαί σοι; Ὃ δὲ ἔφη· Ὅρκῳ με πεῖσον ὅτι μοι παρέχεις. Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς ὅτι Ἓν τῶν ὑπαρχόντων μοι εἴ τι ἐὰν αἰτήσῃ δίδωμίσοι. Καὶ λέγει αὐτῷ· Τὸ παλάτιον ἐκεῖνο τὸ ἐν τοῖς οὐρανοῖς ἔχεις πώλησόν μοι. Καὶ ὁ βασιλεὺς εἶπεν· Ἐμοὶ παλάτιον ἐν τοῖς οὐρανοῖς πόθεν ὑπάρχει; Ὃ δὲ ἔφη· Ἐκεῖνο ὃ οἰκοδόμησέν σοι ἐκεῖνος ὁ χριστιανὸς ὁ ὣν νῦν ἐν τῷ δεσμω5 τηρίῳ, ὃν ἤγαγέν σοι ὁ ἔμπορος ἀγοράσας παρὰ Ἰησοῦ τινος· τὸν δοῦλον λέγω ἐκεῖνον τὸν Ἑβραῖον, ὃν ἐβούλου κολάσαι ὡς ἐπίθεσίν τινα παρ᾽ αὐτοῦ παθών, ἐφ᾽ ὃν κἀγὼ λυπηθεὶς ἀπέθανον καὶ ἀνέζησα νῦν.Τότε ὁ βασιλεὺς εἰς ἐπίστασιν ἐλθὼν συνῆκεν περὶ τῶν διαφερόντων αὐτῷ καὶ μελλόντων αἰωνίων ἀγαθῶν, καὶ εἶπεν· Ἐκεῖνο τὸ παλάτιον πωλῆσαί σοι οὐ δύναμαι, εὔχομαι δὲ εἰσελθεῖν εἰς αὐτὸ καὶ οἰκῆσαι καὶ καταξιωθῆναι τῶν οἰκητόρων αὐτοῦ· σὺ δὲ ἀληθῶς εἰ βούλει πρίασθαι τοιοῦτον πααλάτιον, ἰδοὺ ὁ ἅνθρωπος ζῇ καὶ κτίζει σοι ἐκείνου βέλτιον.
Καὶεὐθέως πέμψας ἐξήγαγεν ἐκ τοῦ δεσμωτηρίου τὸν ἀπόστολον καὶ τὸν ἔμπορον τὸν ἐγκλεισθέντα σὺν αὐτῷ, λέγων· Δέομαί σου ὡς ἄνθρωπος δεόμενος τοῦ διακόνου τοῦ θεοῦ ἵνα εὔξῃ ὑπὲρ ἐμοῦ καὶ δεηθῇς ἐκείνου οὗ διάκονος ὑπάρχεις ἵνα μοι ἀφήσῃ καὶ παρίδῃ ἃ εἰς σὲ διεπραξάμην ἣ καὶ ἐνεθυμήθην διαπράξασθαι, καὶ ἄξιόν με γενέσθαι οἰκήτορα ἐκείνης τῆς οἰκήσεως ἧσπερ ἐγὼ μὲν οὐδὲν ἔκαμον, συ δέ μοι ἔκτισας μόνος καμών, συνεργούσης σοι τῆς χάριτος τοῦ θεοῦ σου, καὶ ἴνα γένωμαι ὑπηρέτης κἀγὼ καὶ δουλεύσω τῷ θεῷ τούτῳ ᾧ σὺ κηρύττεις. Καὶ ὁ ἀδελφὸς δὲ αὐτοῦ προσπεσὼν τῷ ἀποστόλῳ ἔλεγεν· Δέομαί σου καὶ | ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ σου ἵνα ἄξιος γένωμαι τῆς τούτου διακονίας καὶ ὑπηρεσίας, καὶ κληρωθῶ ἄξιος γενέσθαι τῶν ὀφθέντων μοι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.Ὁ δὲ ἀπόστολος χαρᾶς ληφθεὶς εἶπεν· Ἐξομολογουμαί σοι κύριε Ἰησοῦ ὅτι ἀπεκάλυψάς σου τὴν ἀλήθειαν ἐν τοῖς ἀνθρώποις τούτοις· σὺ γὰρ εἶ μόνος θεὸς τῆς ἀληθείας, καὶ οὐχ ἕτερος· καὶ σὺ εἶ ὁ τὰ πάντα εἰδὼς τὰ τοῖς πολλοῖς ἄγνωστα· σὺ εἶ κύριε ὁ ἐν πᾶσι εὐσπλαγχνία καὶ φειδὼ ποιούμενος τοὺς ἀνθρώπους· οἱ γὰρ ἄνθρωποι διὰ τὴν πλάνην τὴν οὖσαν ἐν αὐτοῖς παρεῖδάν σε, σὺ δὲ οὐ παρεῖδες αὐτούς. καὶ νῦν αἰτουμένου μου καὶ ἱκετεύοντός σε δέξαι τὸν βασιλέα καὶ τὸν τούτου ἀδελφόν, καὶ κατάμειξον αὐτοὺς εἰς τὴν σὴν ποίμνην, καθαρίσας αὐτοὺς τῷ σῷ λουτρῷ καὶ ἀλείψας αὐτοὺς τῷ σῷ ἐλαίῳ ἀπὸ τῆς περιεχούσης αὐτοὺς πλάνης· φύλαξον δὲ αὐτοὺς καὶ ἀπὸ τῶν λύκων, φέρων αὐτοὺς ἐν τοῖς σοῖς λειμῶσι· πότισον δὲ αὐτοὺς ἀπὸ τῆς ἀμβροσιώδους σου πηγῆς τῆς μὴ τεθολωμένης μήτε ληγούσης· δέονται γάρ σου καὶ ἱκετεύουσιν καὶ βούλονται ὑπηρέται καὶ διάκονοί σου γενέσθαι, καὶ ἕνεκεν τούτου εὐδοκοῦσιν καὶ διωχθῆναι ὑπὸ τῶν ἐχθρῶν
σουκαὶ διὰ σὲ ὑπ᾽ αὐτῶν μισηθῆναι καὶ ὑβρισθῆναι καὶ ἀποθανεῖν, ὡς καὶ σὺ ὑπὲρ ἡμῶν ταῦτα πάντα ἔπαθες, ἵνα ἡμᾶς περιποιήσῃ, κύριος ὢν καὶ ἀληθῶς ποιμὴν ἀγαθός. σὺ δὲ δὸς αὐτοῖς ἵνα ἔχωσιν ἐν σοὶ μόνῳ τὴν παρρησίαν καὶ τὴν παρὰ σοῦ βοήθειάν τε καὶ ἐλπίδα τῆς σωτηρίας αὐτῶν, ἧς ἐκδέχονται παρὰ σοῦ μόνου, καὶ ἵνα βεβαιωθῶσιν εἰς τὰ σα μυστήρια, καὶ δέξονται τῶν σῶν χαρισμάτων καὶ δομάτων τὰ τέλεια ἀγαθά, καὶ ἀνθήσουσιν ἐν τῇ σῇ διακονίᾳ, καὶ τελεσφορήσουσιν ἐν τῷ πατρί σου.Πάνυ οὖν διατεθέντες ἐν τῷ ἀποστόλῳ ὅ τε βασιλεὺς Γουνδαφόρος καὶ ὁ τούτου ἀδελφὸς Γὰδ εἵποντο αὐτῷ μηδ᾽ ὅλως ἀναχωροῦντες, καὶ αὐτοὶ ἐπαρκοῦντες τοῖς δεομένοις, πᾶσιν διδόντες καὶ ἀναπαύοντες πάντας· ἐδεήθησαν δὲ αὐτοῦ ἵνα καὶ τὴν σφραγῖδα τοῦ λόγου δέξωνται λοιπὸν καὶ αὐτοί, λέγοντες αὐτῷ· Σχολαζουσῶν τῶν ψυχῶν ἡμῶν καὶ προθύμων ἡμῶν οντων περὶ τὸν θεόν, δὸς ἡμῖν τὴν σφραγῖδα· ἠκούσαμεν γάρ σου λέγοντος ὅτι ὁ θεὸς ὃν κηρύσσεις διὰ τῆς αὐτοῦ σφραγῖδος ἐπιγινώσκει τὰ ἴδια πρόβατα. Ὁ δὲ ἀπόστολος ἔφη αὐτοῖς· Καὶ χαίρω καὶ δέομαι ὑμῶν λαβεῖν τὴν σφραγῖδα ταύτην, καὶ κοινωνῆσαί μοι εἰς τὴν εὐχαριστίαν
ταύτηνκαὶ εὐλογίαν τοῦ κυρίου, καὶ τελειωθῆναι ἐν αὐτῇ οὗτος γάρ ἐστιν κύριος καὶ θεὸς πάντων. Ἰησοῦς Χριστὸς ὃν κηρύσσω, καὶ αὐτὸς πατὴρ ἀληθείας, εἰς ὃν ὑμᾶς πιστεύειν ἐδίδαξα. Καὶ ἐκέλευσεν προσενεγκεῖν αὐτοὺς ἔλαιον, ἵνα διὰ τοῦ ἐλαίου δέξωνται τὴν σφραγῖδα. ἤνεγκαν οὖν τὸ ἔλαιον, καὶ λύχνους ἀνῆψαν πολλούς· νύξ γὰρ ἦν·Καὶ ἀναστὰς ὁ ἀπόστολος ἐσφράγισεν αὐτούς· ἀπεκαλύφθη δὲ αὐτοῖς ὁ κύριος διὰ φωνῆς λέγων· Εἰρήνη ὑμῖν ἀδελφοί. Οἳ δὲ φωνῆς μόνον ἤκουσαν αὐτοῦ, τὸ δὲ εἶδος αὐτοῦ οὐκ εἶδον· οὐδέπω γὰρ ἦσαν δεξάμενοι τὸ ἐπισφράγισμα τῆς σφραγῖδος. λαβὼν δὲ ὁ ἀπόστολος τὸ ἔλαιον καὶ καταχέας ἐπὶ τῆς κεφαλῆς αὐτῶν καὶ ἀλείψας καὶ χρίσας αὐτοὺς ήρξατο λέγειν· Ἐλθὲ τὸ ἅγιον ὄνομα τοῦ Χριστοῦ τὸ ὑπὲρ πᾶν ὄνομα· ἐλθὲ ἡ δύναμις τοῦ ὑψίστου καὶ ἡ εὐσπλαγχνία ἡ τελεία· ἐλθὲ τὸ χάρισμα τὸ ὕψιστον· ἐλθὲ ἡ μήτηρ ἡ εὔσπλαγχνος· ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος· ἐλθὲ ἡ τὰ μυστήρια ἀποκαλύπτουσα τὰ ἀπόκρυφα· ἐλθὲ ἡ μήτηρ τῶν ἑπτὰ οἴκων, ἵνα ἡ ἀνάπαυσίς σου εἰς τὸν ὄγδοον οἶκον γένηται. ἐλθὲ ὁ πρεσβύτερος τῶν πέντε μελῶν, νοὸς ἐννοίας φρονήσεως
ἐνθυμήσεωςλογισμοῦ, κοινώνησον μετὰ τούτων τῶν νεωτέρων· ἐλθὲ τὸ ἅγιον πνεῦμα καὶ καθάρισον τοὺς νεφροὺς αὐτῶν καὶ τὴν καρδίαν, καὶ ἐπισφράγισον αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Καὶ σφραγισθέντων αὐτῶν ὤφθη αὐτοῖς νεανίας λαμπάδα ἀνημμένην κατέχων, ὡς καὶ τοὺς λύχνους αὐτοὺς τῇ τοῦ φωτὸς αὐτῆς προσβολῇ ἀμαυρωθῆναι. καὶ ἐξελθὼν ἀφανὴς αὐτοῖς ἐγένετο. εἶπεν δὲ ὁ ἀπόστολος πρὸς τὸν κύριον· Ἀχώρητον ἡμῖν κύριε τὸ φῶς σού ἐστιν, καὶ οὐ δυνάμεθα φέρειν αὐτό· μεῖζον γάρ ἐστιν τῆς ἡμετέρας ὄψεως. Αὔγους δὲ γενομένου καὶ διαφαύσαντος κλάσας ἄρτον κοινωνοὺς αὐτοὺς κατέστησεν τῆς εὐχαριστίας τοῦ Χριστοῦ. ἔχαιρον δὲ καὶ ἠγαλλιῶντο· πολλοὶ δὲ καὶ ἕτεροι πιστεύοντες προσετίθεντο καὶ ἤρχοντο εἰς τὸ καταφύγιον τοῦ σωτῆρος.Ὁ δὲ ἀπόστολος οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων
αὐτοῖς· Ἄνδρες καὶ γυναῖκες, παῖδες καὶ κόραι, νεανίσκοι καὶ παρθένοι, ἀκμαῖοι καὶ γηραλέοι, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, ἀπέχεσθε τῆς πορνείας καὶ τῆς πλεονεξίας καὶ τῆς ἐργασίας τῆς γαστρὸς· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις γίνεται πᾶσα ἀνομία. ἡ γὰρ πορνεία πηροῖ τὸν νοῦν καὶ τοὺς τῆς ψυχὴς ὀφθαλμοὺς σκοτίζει, καὶ ἐμπόδιον γίνεται τῆς τοῦ σώματος πολιτείας, εἰς ἀσθένειαν μετατιθεῖσα ὅλον τὸν ἄνθρωπον καὶ εἰς νόσον ἐμβάλλουσα ὅλον τὸ σῶμα. ἡ δὲ ἀπληστία εἰς φόβον καὶ αἰσχύνην καθίστησι τὴν ψυχήν, ἐντὸς τοῦ σώματος ὑπάρχουσα καὶ διαρπάζουσα τὰ ἀλλότρια καὶ ταύτην τὴν ὑποψίαν ἔχουσα, ἡ ἀποδιδοῦσα τὰ ἀλλότρια τοῖς δεσπόταις ᾐσχύνθη. ἡ δὲ ἐργασία τῆς κοιλίας εἰς φροντίδας καὶ μερίμνας καὶ λύπας ἐμβάλλει τὴν ψυχήν, τοῦτο μεριμνῶσα μὴ ἄρα ἐνδεὴς αὐτῶν γένηται καὶ τῶν πόρρωθεν τούτων ὄντων θεαθῇ. ἐπὰν οὖν ἀπαλλαγῆτε τούτων, γίνεσθε ἀφρόντιδες καὶ ἄλυποι καὶ ἄφοβοι, καὶ παραμένει ὑμῖν ἐκεῖνο τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος· Mὴ μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς. Μνημονεύσατε κἀκείνου τοῦ λόγου τοῦ προειρημένου· Ἑμβλέψατε εἰς τοὺς κόρακας καὶ ἀφίδετεεἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὔτε σπείρει οὔτε θερίζει οὔτε συνάγει εἰς τὰς ἀποθήκας, καὶ ὁ θεὸς οἰκονομεῖ αὐτά· πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι; Ἀλλὰ προσδέξασθε τὴν τούτου παρουσίαν, καὶ εἰς αὐτὸν τὰς ἐλπίδας ἔχετε, καὶ πιστεύετε τῷ ὀνόματι αὐτοῦ· οὗτος γάρ ἐστιν ὁ κριτὴς ζώντων καὶ νεκρῶν, καὶ αὐτὸς ἀποδίδωσιν ἑνὶ ἑκάστῳ πρὸς τὰς πράξεις αὐτοῦ, καὶ ἐν τῇ ἐλεύσει αὐτοῦ καὶ ἐπιφανείᾳ τῇ ὑστέρᾳ οὐκ ἔχει τις λόγον ἀπολογίας, μέλλων παρ᾽ αὐτοῦ κρίνεσθαι, ὡς μὴ ἀκούσας. οἱ γὰρ κήρυκες αὐτοῦ εἰς τὰ τέσσαρα κλίματα τῆς οἰκουμένης κηρύσσουσιν. μετάγνωτε οὖν καὶ πιστεύσατε τῇ ἐπαγγελίᾳ, καὶ δέξασθε ζυγὸν πρᾳότητος καὶ φορτίον ἐλαφρόν, ἵνα ζήσητε καὶ μὴ ἀποθάνητε. ταῦτα κτήσασθε, ταῦτα φυλάξατε· ἐξέλθετε ἀπὸ τοῦ σκότους, ἵνα τὸ φῶς ὑμᾶς προσδέξηται· ἔλθετε πρὸς τὸν ὄντως ἀγαθόν, ἵνα παρ᾽ αὐτοῦ τὴν χάριν δέξησθε, καὶ τὸ αὐτοῦ σημεῖον ἐγκαταθήσεσθε ταῖς ὑμετέραις ψυχαῖς.Ταῦτα εἰπόντος αὐτοῦ τινὲς τῶν παρεστώτων εἶπον αὐτῷ· Καιρός ἐστιν τοῦ τὸν χρεώστην ἀπολαβεῖν τὸ χρέος. Ὃ δὲ εἶπεν αὐτοῖς· Ὁ μὲν κύριος τοῦ χρέους ἀεὶ τὸ περισσὸν
ἀπολαβεῖνβούλεται, ἡμεῖς δὲ τὸ δέον αὐτῷ δῶμεν. Καὶ εὐλογήσας αὐτοὺς ἔλαβεν ἄρτον καὶ ἔλαιον καὶ λάχανον καὶ ἅλας, καὶ εὐλογήσας ἔδωκεν αὐτοῖς· αὐτὸς δὲ παρέμεινεν τῇ ἑαυτοῦ νηστείᾳ, ἔμελλεν γὰρ ἡ κυριακὴ ἐπιφέειν. τῆς δὲ νυκτὸς ἐπιούσης καὶ καθεύδοντος αὐτοῦ ἐλθὼν ὁ κύριος ἔστη πρὸς τῇ κεφαλῇ αὐτοῦ λέγων· θωμᾶ, ἀναστὰς ὄρθρου, εὐλογήσας πάντας μετὰ τὴν εὐχὴν καὶ διακονίαν ἄπελθε κατὰ τὴν ἀνατολικὴν ὁδὸν μίλια δύο, καὶ ἐκεῖ δείξω ἐν σοὶ τὴν ἐμὴν δόξαν· δι᾽ ὃ γὰρ ἀπέρχει πολλοὶ πρόσφυγές μοι γενήσονται, καὶ ἐλέγξεις τὴν φύσιν καὶ τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀναστὰς δὲ ἀπὸ τοῦ ὕπνου ἔλεγεν τοῖς ἀδελφοῖς τοῖς οὖσιν μετ᾽ αὐτοῦ· Τέκνα καὶ ἀδελφοί, ὁ κύριος βούλεταί τί ποτε σήμερον δι᾽ ἐμοῦ διαπράξασθαι· ἀλλ᾽ εὐξώμεθα καὶ δεηθῶμεν αὐτοῦ ἵνα μηδέν τί ποτε ἐμπόδιον γένηται ἡμῖν πρὸς αὐτόν, ἀλλὰ ὡς πάντοτε καὶ νῦν κατὰ τὸ αὐτοῦ βούλημα καὶ θέλημα γένηται δι᾽ ἡμῶν. Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἐπέθηκεν αὐτοῖς τὰς χεῖρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς· καὶ κλάσας ἄρτον τῆς εὐχαριστίας ἔδωκεν αὐτοῖς εἰπών· Ἔσται ὑμῖν αὕτη ἡ εὐχαριστία εἰς εὐσπλαγχνίαν καὶ ἔλεος, καὶ μὴ εἰς κρίσιν καὶ ἀμοιβήν. Καὶ αὐτοὶ εἶπον Ἀμήν.Καὶ ἐξῆλθεν ὁ ἀπόστολος τοῦ ἀπελθεῖν ὅπου αὐτὸν ὁ κύριος προσέταξεν· καὶ ἐγγὺς γενόμενος τοῦ δευτέρου μιλίου καὶ ὀλίγον ἐκκλίνας τῆς ὁδοῦ εἶδεν πτῶμα νέου εὐμόρφου κείμενον, καὶ εἶπεν· Κύριε, μὴ διὰ τοῦτο ἐξήγαγές με ἐλθεῖν ἐνθάδε, ἵνα ἴδω τὸν πειρασμὸν τοῦτον; γενέσθω τοίνυν τὸ θέλημά σου ὡς βούλει. Καὶ ἤρξατο εὔχεσθαι καὶ λέγειν· Κύριε κριτὰ ζώντων καὶ νεκρῶν, ζώντων τῶν παρεστώτων καὶ νεκρῶν τῶν κειμένων, καὶ δέσποτα πάντων καὶ πατήρ· πατὴρ δὲ οὐ τῶν ἐν σώμασιν οὐσῶν ψυχῶν ἀλλὰ τῶν ἐξελθουσῶν· τῶν γὰρ ἐν μιάσμασιν οὐσῶν ψυχῶν δεσπότης εἶ καὶ δικαστής· ἐλθὲ ἐν τῇ ὥρᾳ ταύτῃ ᾗ ἐπικαλοῦμαι, καὶ δεῖξόν σου τὴν δόξαν εἰς τοῦτον τὸν ἐνθάδε κατακείμενον. Καὶ στραφεὶς πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ εἶπεν· Τοῦτο τὸ πρᾶγμα οὐκ ἀργῶς ἐγένετο, ἀλλ᾽ ὁ ἐχθρὸς ἐνήργησεν καὶ κατηργάσατο τοῦτο ἵνα ἐν αὐτῷ προσβάλῃ· καὶ ὁρᾶτε ὅτι οὐκ ἐχρήσατο ἄλλο εἶδος οὐδὲ ἐνήργησεν δι᾽ ἄλλου ζῴου ἀλλ᾽ ἣ διὰ τοῦ ὑπηκόου αὐτοῦ.
Καὶ ταῦτα εἰπόντος αὐτοῦ δράκων μέγας ἀπὸ φωλεοῦ ἐξελθών, τὴν κεφαλὴν αὐτοῦ κατακρούων καὶ τὴν οὐρὰν κατατινάσσων ἐπὶ τὴν γῆν καὶ φωνῇ μεγάλῃ χρησάμενος πρὸς τὸν
ἀπόστολονεἶπεν· Ἐρῶ ἔμπροσθέν σου διὰ ποίαν αἰτίαν ἐθανάτωσα τοῦτον, ἐπειδὴ εἰς τοῦτο παρεγένου, ἐλέγξαι μου τὰ ἔργα. Καί φησιν ὁ ἀπόστολος· Ναί, εἰπέ. Καὶ ὁ δράκων· Γυνή τίς ἐστιν ὡραία ἐν τῷ χωρίῳ τούτῳ ἄντικρυς· καὶ διερχομένης αὐτῆς δι᾽ ἐμοῦ ἰδὼν αὐτὴν ἠράσθην αὐτῆς, καὶ ἀκολουθήσας αὐτῇ ἐπετήρουν· καὶ εὗρον τοῦτον τὸν νεανίαν καταφιλοῦντα αὐτήν, ὸς καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἄλλα αἰσχρὰ διεπράξατο μετ᾽ αὐτῆς· κἀμοὶ μὲν εὔκολα ἦν αὐτὰ ἐπὶ σοῦ ἐκφᾶναι, οἶδα γάρ σε δίδυμον ὄντα τοῦ Χριστοῦ τὸν τὴν φύσιν ἡμῶν ἀεὶ καταργοῦντα· ταράξαι δὲ ταύτην μὴ βουληθεὶς αὐτῇ τῇ ὥρᾳ οὐκ ἐθανάτωσα αὐτόν, ἀλλ᾽ ἐπιτηρησάμενος αὐτὸν ἐσπέρας διερχόμενον τύψας ἐθανάτωσα αὐτόν, καὶ μάλιστα κατατολμήσαντα αὐτὸν τῇ κυριακῇ ἡμέρᾳ τοῦτο διαπράξασθαι.Ὁ δὲ ἀπόστολος ἐξήταζεν αὐτὸν λέγων· Εἰπέ μοι ποίας σπορᾶς καὶ ποίου γένους ὑπάρχεις.
Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἑρπυστὴς ἑρπυστοῦ φύσεως καὶ βλαπτικὸς βλαπτικοῦ· υἱός εἰμι ἐκείνου τοῦ βλάψαντος καὶ πλήξαντος τοὺς τέσσαρας ἀδελφοὺς τοὺς ἑστῶτας· υἱός εἰμι ἐκείνου τοῦ καθεζομένου ἐπὶ θρόνου εἰς τὴν ὑπ᾽ οὐρανόν, τοῦ τὰ ἴδια λαμβάνοντος
ἀπὸτῶν δανειζομένων· υἱός εἰμι ἐκείνου τοῦ τὴν σφαῖραν ζωννύοντος· συγγενὴς δὲ εἰμι ἐκείνου τοῦ ἔξωθεν τοῦ ὠκεανοῦ ὄντος, οὗ ἡ οὐρὰ ἔγκειται τῷ ἰδίῳ στόματι· ἐγώ εἰμι ὁ διὰ τοῦ φραγμοῦ εἰσελθὼν ἐν τῷ παραδείσῳ καὶ μετὰ Εὔας λαλήσας ὅσα ὁ πατήρ μου ἐνετείλατό μοι λαλῆσαι αὐτῇ· ἐγώ εἰμι ὁ ἐξάψας καὶ πυρώσας Κάϊν ἵνα ἀποκτείνῃ τὸν ἴδιον ἀδελφόν, καὶ δι᾽ ἐμὲ ἄκανθαι καὶ τρίβολοι ἐφύησαν ἐν τῇ γῇ· ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ἄνωθεν κάτω ῥίψας καὶ ἐν ταῖς ἐπιθυμίαις τῶν γυναικῶν αὐτοὺς καταδήσας, ἵνα γηγενεῖς παῖδες ἐξ αὐτῶν γένωνται καὶ τὸ θέλημά μου ἐν αὐτοῖς διαπράξωμαι· ἐγώ εἰμι ὁ τὴν καρδίαν Φαραὼ σκληρύνας, ἵνα τὰ τέκνα τοῦ Ἰσραήλ φονεύσῃ καὶ ἐν ζυγῷ σκληρότητος καταδουλώσηται αὐτούς· ἐγώ εἰμι ὁ τὸ πλῆθος ἐν τῇ ἐρήμῳ πλανήσας, ὅτε τὸν μόσχον ἐποίησαν· ἐγώ εἰμι ὁ τὸν Ἡρώδην πυρώσας καὶ τὸν Καϊάφαν ἐξάψας ἐν τῇ ψευδηγορίᾳ τοῦ ψεύδους ἐπὶ Πιλάτου· τοῦτο γὰρ ἐμοὶ ἔπρεπεν· ἐγώ εἰμι ὁ τὸν Ἰούδαν ἐξάψας καὶ ἐξαγοράσας ἵνα τὸν Χριστὸν θανάτῳ παραδῷ· ἐγώ εἰμι ὁ τὴν ἄβυσσον τοῦ ταρτάρου οἰκῶν καὶ κατέχων, ὁ δὲ υἱὸς τοῦ θεοῦ ἄκοντά με ἠδίκησεν καὶ τοὺς ἰδίους ἐξ ἐμοῦ ἐξελέξατο· συγγενής εἰμι ἐκείνου τοῦ μέλλοντος ἀπὸ τῆς ἀνατολῆς ἔρχεσθαι, ᾧ καὶ ἐξουσία δίδοται ποιῆσαι ὅπερ αὐτὸς βούλεται ἐπὶ τῆς γῆς.Καὶ ταῦτα εἰπόντος τοῦ δράκοντος ἐκείνου παντὸς τοῦ ὄχλου κατακούοντος, ἐπάρας ὁ ἀπόστολος τὴν φωνὴν αὐτοῦ εἰς ὕψος εἶπεν· Παῦσαι λοιπὸν ἀναιδέστατε, καὶ αἰσχύνθητι
νεκρούμενοςὅλος· ἔφθασεν γάρ σου τὸ τέλος τῆς ἀπωλείας· καὶ μὴ τόλμα λέγειν ἃ διεπράξω διὰ τῶν σοὶ ὑπηκόων γενολάγην μένων. κελεύω δέ σοι ἐν ὀνόματι τοῦ Ἰησοῦ ἐκείνου τοῦ μέχρι νῦν ἀγῶνα πρὸς ὑμᾶς ποιοῦντος διὰ τοὺς ἰδίους ἀνθρώπους, ἵνα τὸν ἰόν σου ὃν ἔβαλες εἰς τὸν ἄνδρα τοῦτον ἐκμυτάνειν ζήσῃς καὶ ἀνελκύσας λάβῃς ἐξ αὐτοῦ. Ὁ δὲ δράκων εἶπεν· Οὔπω ὁ καιρὸς ἔφθασεν τοῦ τέλους ἡμῶν, καθὼς εἶπας· τί με ἀναγκάζεις λαβεῖν ὃ εἰς τοῦτον κατέβαλον καὶ ἀποθανεῖν πρὸ καιροῦ; καὶ γὰρ ὁ ἐμὸς πατὴρ ἐπὰν ἀνιμήσηται καὶ ἐκμυζήσῃ ὃ ἐπέρριψεν τῇ κτίσει, τότε αὐτοῦ γίνεται τὸ τέλος. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῖξον οὖν ἤδη τὴν φύσιν τοῦ πατρός σου. Καὶ προσελθὼν ὁ δράκων ἐπέθηκεν τὸ στόμα ἐπὶ τὴν πληγὴν τοῦ νεανίσκου καὶ ἐξεμύζησεν τὴν χολὴν ἐξ αὐτοῦ. καὶ κατὰ βραχὺ μὲν ἡ χροιὰ τοῦ νεανίσκου, ὥσπερ πορφύρα οὖσα, ἐλευκαίνετο, ὁ δὲ δράκων ἐφυσᾶτο. ὅτε δὲ πᾶσαν τὴν χολὴν εἰς ἑαυτὸν ἀνέσπασεν ὁ δράκων, ὁ νεώτερος ἀναπηδήσας ἔστη, καὶ δραμὼν πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἔπεσεν. ὁ δὲ δράκων φυσηθεὶς ἐλάκησεν καὶ ἀπέθανεν, καὶ ἐξεχύθη αὐτοῦ ὁ ἰὸς καὶ ἡ χολή· ἐν δὲ τῷ τόπῳ οὗ ὁ ἰὸς αὐτοῦ ἐξεχύθη χάσμα ἐγένετο μέγα, καὶ κατεπόθη ὁ δράκων ἐκεῖνος. εἶπεν δὲ ὁ ἀπόστολος τῷ βασιλεῖ καὶ τῷ ἀδελφῷ αὐτοῦ· Βάλετε ἐργάτας καὶ ἀναπληρώσατε τὸν τόπον ἐκεῖνον, καὶ θέτε θεμελίους καὶ οἴκους οἰκοδομήσατε ἐπάνω, ἵνα οἴκησις γένηται τοῖς ξένοις.Ὁ δὲ νεανίσκος ἔλεγεν τῷ ἀποστόλῳ μετὰ πολλῶν δακρύων· Τί ἥμαρτον εἰς σέ; ἄνθρωπος γὰρ εἶ δύο μορφὰς
ἔχων, καὶ ὅπου ἂν θέλῃς ἐκεῖ εὑρίσκῃ, καὶ ὑπ᾽ οὐδενὸς ἐπέχῃ, ὡς ἐγὼ ὁρῶ. ἐθεασάμην γὰρ τὸν ἄνδρα ἐκεῖνον, ὡς παρέστηκά σοι, ὃς καὶ ἔλεγέν σοι· Πολλὰ ἔχω δεῖξαι διὰ σοῦ θαυμάσια, καὶ ἔργα μεγάλα ἔχω διὰ σοῦ τελέσαι, δι᾽ ὧν μισθὸν λήψῃ· καὶ πολλοὺς ποιήσεις ζῆσαι, καὶ ἔσονται ἐν ἀναπαύσει ἐν φωτὶ αἰωνίῳ ὡς τέκνα θεοῦ· σὺ οὗν ζωοποίησόν φησιν περὶ ἐμοῦ σοι λέγων τοῦτον τὸν νεανίσκον καταβληθέντα ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἐν παντὶ καιρῷ ἔφορος αὐτοῦ γενοῦ. Καλῶς οὖν ἥκεις ἐνθάδε, καὶ πάλιν καλῶς πρὸς αὐτὸν ἀπελεύσῃ, καὶ αὐτοῦ ὅλως μὴ ἀπολειπομένου σου. ἐγὼ δὲ ἐγενόμην ἄνευ φροντίδος καὶ ὀνειδισμοῦ· καὶ ἐπέφαυσέν μοι ἀπὸ τῆς φροντίδος τῆς νυκτερινῆς καὶ ἀνεπάην ἀπὸ τῆς ἐργασίας τῆς ἡμερινῆς· ἀπηλλάγην δὲ καὶ ἀπὸ τοῦ παροξύναντός με ταῦτα πράττειν, ἥμαρτον εἰς ἐκεῖνον τὸν τὰ ἐναντία διδάξαντά με· καὶ ἀπώλεσα ἐκεῖνον τὸν τῆς νυκτὸς συγγενῆ τὸν ἀναγκάζοντά με ἁμαρτάνειν ταῖς αὐτοῦ πράξεσιν, εὗρον δὲ ἐκεῖνον τὸν φεγγώδη ὄντα μου συγγενῆ. ἀπώλεσα μὲν ἐκεῖνον τὸν σκοτίζοντα καὶ ἀμαυροῦντα τοὺς ἑαυτοῦ ὑπηκόους, ἵνα μὴ γνῶσιν ἃ διαπράττονται, καὶ ἐν τοῖς ἔργοις αὐτῶν αἰσχυνθέντες ἀπόσχωνται ἀπ᾽ αὐτῶν, καὶ αἱ τούτων πράξεις τέλος σχῶσιν· εὗρον δὲ ἐκεῖνον οὗ τὰ ἔργα φῶς ἐστιν καὶ αἱ πράξεις ἀλήθεια, ἃ διαπραττόμενός τις οὐ μεταγινώσκει. ἀπηλλάγην δὲ καὶ ἀπ᾽ἐκείνου οὗ τὸ ψεῦδος παράμονον, οὗ καὶ τὸ κάλυμμα προζεται ηγεῖται σκότος, ὄπισθεν δὲ παρέπεται καὶ αἰσχύνη ἀναιδευοματος· μένη ἐν ἀπραγίᾳ· εὗρον δὲ τὸν καλά μοι φανεροῦντα εἰς τὸ λαβέσθαι με τούτων, τὸν τῆς ἀληθείας υἱόν, συγγενῆ ὄντα τῆς ὁμονοίας, ὃς τὴν ὁμίχλην ἀποσοβῶν τὴν ἑαυτοῦ κτίσιν φωτίζει καὶ τὸς πληγὰς θεραπεύων τοὺς ἐχθροὺς αὐτῆς καταστρέφει. ἀλλὰ δέομαί σου ἄνθρωπε τοῦ θεοῦ ποίησόν με πάλιν θεάσασθαι αὐτὸν καὶ ἰδεῖν τοῦτον τὸν νῦν ἀπόκρυφόν μοι γενόμενον, ἵνα καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσω, ἧς τὸ θαῦμα ἐξειπεῖν οὐ δύναμαι· οὐκ ἔστιν γὰρ τῆς φύσεως τούτου τοῦ ὀργάνου τοῦ σωματικοῦ.Ὁ δὲ ἀπόστολος ἀπεκρίθη αὐτῷ λέγων· Ἐὰν τούτων ἀπαλλαγῇς ὧν τὴν γνῶσιν ἐδέξω, ὥσπερ καὶ εἶπας, καὶ γνῷς τίς ἐστιν ὁ ταῦτα διαπραξάμενος ἐν σοί, καὶ μάθῃς, καὶ κατήκοος γενήσῃ ἐκείνου, οὗ νῦν διὰ τῆς ζεούσης σου ἀγάπης ἐπιζητεῖς, καὶ ὄψῃ αὐτὸν καὶ σὺν αὐτῷ ἔσῃ εἰς τὸν αἰῶνα, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ ἀναπαήσῃ καὶ ἔσῃ ἐν τῇ χαρᾷ αὐτοῦ. ἐὰν δὲ ῥᾳθυμότερον διατεθῇς πρὸς αὐτὸν καὶ πάλιν ἐπιστραφῇς πρὸς τὰς προτέρας σου πράξεις, καὶ ἐάσῃς τὸ κάλλος καὶ τὸ φαιδρὸν ἐκεῖνο πρόσωπον τὸ νῦν ὑποδειχθέν σοι, καὶ τὸ ἀπαύγασμα τοῦ φωτὸς αὐτοῦ, οὗ νῦν ἐπιθυμεῖς, διαλάθῃς, οὐ μόνον τῆς ζωῆς ταύτης στερίσκῃ ἀλλὰ καὶ τῆς
μελλούσης, καὶ ἀπελεύσῃ πρὸς ἐκεῖνον ὃν ἔλεγες ἀπολωλεκέναι, καὶ οὐκέτι θεάσῃ ἐκεῖνον ὃν ἔλεγες εὑρηκέναι.Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἤρχετο εἰς τὴν πόλιν κατέχων τὴν χεῖρα ἐκείνου τοῦ νέου καὶ λέγων αὐτῷ· Ταῦτα ἅπερ ἐθεάσω τέκνον ὀλίγα ἐστὶν ἀπὸ τῶν πολλῶν ὧν ὁ θεὸς ἔχει· οὐ γὰρ περὶ τούτων τῶν φαινομένων εὐαγγελίζεται ἡμῖν, ἀλλὰ μείζονα τούτων ἐπαγγέλλεται ἡμῖν· ἐφ᾽ ὅσον δὲ ἐν σώματί ἐσμεν, οὐ δυνάμεθα λέξαι καὶ ἐκφᾶναι ἃ μέλλει ταῖς ψυχαῖς ἡμῶν διδόναι. ἐὰν εἴπωμεν ὅτι φῶς ἡμῖν παρέχεις, τοῦτο τὸ ὁρώμενόν ἐστιν καὶ ἔχομεν αὐτό· ἐὰν δὲ καὶ πλοῦτον, ὃς ἔστιν καὶ φαίνεται ἐν τῷ κόσμῳ τούτῳ, καὶ ὀνομάζομεν αὐτὸν καὶ οὐ χρῄζομεν αὐτοῦ, ἐπειδὴ εἴρηται ὅτι Δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· Εἰ δὲ καὶ ἀμπεχόνην ἐσθῆτος εἴπωμεν, ἥν οἱ τρυφῶντες ἐν τῷ βίῳ τούτῳ ἀμφιέννυνται, ὠνόμασται, καὶ εἴρηται ὅτι Οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· Εἰ δὲ καὶ δεῖπνα πολυτελῆ, περὶ τούτων ἐντολὴν εἰλήφαμεν προσέχειν ἀπ᾽ αὐτῶν, μὴ βαρηθῆναι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, λέγων ἃ ἔστιν, καὶ εἴρηται· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε, ὅτι ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος· Ἐὰν δὲ καὶ ἀνάπαυσιν τὴν πρόσκαιρον ταύτην εἴπωμεν, κρίσις καὶ ταύτης ὥρισται. ἀλλὰ λέγομεν περὶ τὸν ἄνω κόσμον,
περὶθεοῦ καὶ ἀγγέλων, περὶ ἐγρηγόρων καὶ ἀγίων, περὶ τῆς ἀμβροσιώδους τροφῆς καὶ τοῦ ποτοῦ τῆς ἀμπέλου τῆς ἀληθινῆς, περὶ ἐνδυμάτων παραμόνων καὶ μὴ παλαιουμένων, περὶ ὧν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἁμαρτωλῶν ἀνέβη, ἃ ὁ θεὸς ἡτοίμασεν τοῖς ἀγαπῶσιν αὐτόν. περὶ τούτων διαλεγόμεθα καὶ περὶ τούτων εὐαγγελιζόμεθα. πίστευσον οὖν αὐτῷ καὶ σύ, ἵνα ζήσῃς, καὶ εἰς αὐτὸν ἔχε τὴν πεποίθησιν, καὶ οὐ μὴ ἀποθάνῃς. οὐδὲ γὰρ δώροις πείθεται ἵνα αὐτῷ προσενέγκῃς, οὐδὲ θυσιῶν ἐπιδέεται ἵνα αὐτῷ θύσῃς. ἀλλ᾽ ἄπιδε πρὸς αὐτόν, καὶ οὐ παραβλέψει σέ· καὶ πρὸς αὐτὸν ἐπίστρεψον καὶ οὐ καταλείψει σε. ἡ γὰρ τούτου εὐπρέπεια καὶ τὸ κάλλος κατεπιθύμιόν σε ποιήσει ἵνα αὐτὸν ἀγαπήσῃς· ἀλλὰ οὔτε συγχωρεῖ σοι ἀποστραφῆναι σεαυτόν.Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου τῷ νέῳ ἐκείνῳ πολὺς ὄχλος προσετίθετο. ἀπιδὼν δὲ ὁ ἀπόστολος εἶδεν αὐτοὺς ἐπαίροντας ἑαυτοὺς ἵνα αὐτὸν ἴδωσιν, καὶ εἰς ὑψηλοὺς τόπους ἀνήρχοντο, καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἀπόστολος· Ἄνδρες οἱ ἐλθόντες εἰς τὸ συνέδριον τοῦ Χριστοῦ καὶ θέλοντες εἰς τὸν Ἰησοῦν πιστεῦσαι, ἀπὸ τούτου τύπον λάβετε, καὶ ἴδετε ὅτι ἐὰν μὴ ὑψωθῆτε ἐμὲ τὸν μικρὸν θεάσασθαι οὐ δύνασθε, καὶ ὅμοιον ὄντα με ὑμῶν κατοπτεῦσαι οὐ δύνασθε· εἰ οὖν ἐμὲ τὸν ὑμῖν ὅμοιον ὄντα οὐ δύνασθε ἰδεῖν ἐὰν μὴ ἐπάρητε ἑαυτοὺς
ὀλίγονἐκ τῆς γῆς, ἐκεῖνον τὸν ἐν ὕψει διατρίβοντα καὶ νῦν ἐν βάθει εὑρισκόμενον πῶς δύνασθε ἰδεῖν εἰ μὴ πρότερον ἐπάρητε ἑαυτοὺς ἐκ τῆς προτέρας πολιτείας ὑμῶν καὶ τῶν πράξεων τῶν ἀνωφελῶν καὶ τῶν ἐπιθυμιῶν τῶν μὴ παραμενουσῶν καὶ τοῦ πλούτου τοῦ ἐνθάδε καταλιμπανομένου καὶ τῆς κτήσεως τῆς ἐκ τῆς γῆς παλαιουμένης καὶ τῶν ἐνδυμάτων τῶν φθειρομένων καὶ τοῦ κάλλους τοῦ γηρῶντος καὶ ἀφανιζομένου, ἔτι δὲ καὶ τοῦ σώματος ὅλου ἐν ᾧ ταῦτα πάντα ἀποτεταμίευται, καὶ παλαιούμενον κόνις γίνεται, ὑποστρέφον εἰς τὴν ἑαυτοῦ φύσιν· πάντα γὰρ ταῦτα αὐτὸ τὸ σῶμα ὑπορθοῖ. ἀλλὰ μᾶλλον πιστεύσατε εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃν κηρύσσομεν ἡμεῖς, ἵνα ἡ ἐλπὶς ὑμῶν εἰς αὐτὸν ἔσται καὶ ἐν αὐτῷ τὴν ζωὴν ἔχητε εἰς αἰῶνας αἰώνων, ἵνα αὐτὸς ὑμῖν συνοδοιπόρος γένηται ἐν ταύτῃ τῇ χώρᾳ τῆς πλάνης, καὶ λιμὴν ὑμῖν γένηται εἰς ταύτην τὴν θορυβώδη θάλασσαν. ἔσται δὲ ὑμῖν καὶ πηγὴ βρύουσα ἐν ταύτῃ τῇ χώρᾳ τῇ διψαλέᾳ, καὶ σηκὸς πλήρης βρώσεως ἐν τῷ τῶν πεινώντων τόπῳ, καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ὑμῶν, ἰατρὸς δὲ καὶ τῶν σωμάτων.Τότε τὸ πλῆθος τῶν συναχθέντων ἀκοῦον ταῦτα ἐδάκρυεν καὶ ἔλεγεν τῷ ἀποστόλῳ· Ἄνθρωπε τοῦ θεοῦ, ὃν σὺ κηρύσσεις θεὸν ἡμεῖς οὐ τολμῶμεν λέγειν ὅτι αὐτοῦ ἐσμεν, ὅτι τὰ ἔργα ἡμῶν ἃ διεπραξάμεθα ἀλλότρια αὐτοῦ ἐστιν, μὴ ἀρέσκοντα αὐτῷ· εἰ δὲ σπλαγχνίζεται ἐφ᾽ ἡμᾶς καὶ ἐλεεῖ ἡμᾶς καὶ ῥύεται παριδὼν τὰς προτέρας ἡμῶν πράξεις, καὶ ἀπὸ
τῶνκακῶν ὧν διεπραξάμεθα ἐν πλάνῃ ὄντες ἐλευθεροῖ ἡμᾶς, καὶ οὐχ ὑπολογίζεται ἡμῖν οὐδὲ ὑπόμνησιν ἡμῶν ποιεῖται τῶν προτέρων ἁμαρτημάτων, γινόμεθα αὐτοῦ θεράποντες, καὶ τὸ θέλημα αὐτοῦ εἰς τέλος ἄξομεν. Ὁ δὲ ἀπόστολος αὐτοῖς ἀπεκρίνατο λέγων· Οὐ καταψηφίζεται ὑμῶν οὐδὲ λογίζεται ὑμῖν τὰς ἁμαρτίας ἃς ἐν πλάνῃ ὄντες διεπράξασθε, ἀλλὰ παραβλέπει ὑμῶν τὰ παραπτώματα ἃ κατὰ ἀγνωσίαν ἦτε πεποιηκότες.Τοῦ δὲ ἀποστόλου ἔτι ἑστῶτος ἐν τῇ λεωφόρῳ καὶ διαλεγομένου τῷ πλήθει πῶλος ὀνάδος ἦλθεν καὶ ἔστη ἔμμένη προσθεν αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· Ὁ δίδυμος τοῦ Χριστοῦ, ὁ ἀπόστολος τοῦ ὑψίστου καὶ συμμύστης τοῦ λόγου τοῦ Χριστοῦ τοῦ ἀποκρύφου, ὁ δεχόμενος αὐτοῦ τὰ ἀπόκρυφα λόγια, ὁ συνεργὸς τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς ἐλεύθερος ὢν γέγονας δοῦλος καὶ πραθεὶς πολλοὺς εἰς ἐλευθερίαν εἰσήγαγες· ὁ συγγενὴς τοῦ μεγάλου γένους τοῦ τὸν ἐχθρὸν καταδικάσαντος καὶ τοὺς ἰδίους λυτρωσαμένου, ὁ πρόφασις τῆς ζωῆς πολλοῖς γενόμενος ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν· ἦλθες γὰρ πρὸς τοὺς πλανωμένους ἀνθρώπους, καὶ διὰ τῆς σῆς ἐπιφανείας καὶ τῶν λόγων σου τῶν θεϊκῶν νῦν ἐπιστρέφονται πρὸς τὸν ἀποστείλαντά σε θεὸν τῆς ἀληθείας· ἀνελθὼν ἐπικαθέσθητί μοι καὶ ἀναπάηθι ἕως ἂν εἰς τὴν πόλιν εἰσέλθῃς. Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ὠ Ἰησοῦ Χριστὲ νοερὲ
τῆςεὐσπλαγχνίας τῆς τελείας· ὡ ἡ ἡσυχία καὶ ἡ ἠρεμία, καὶ ἐν τοῖς ἀλόγοις ζῴδοις νῦν λαλούμενε· ὦ ἀπόκρυφε ἀνάπαυσις καὶ διὰ τῆς ἐνεργείας φανερούμενε σωτὴρ ἡμῶν καὶ τροφεῦ, διαφυλάσσων ἡμᾶς καὶ ἀναπαύων ἐν σώμασιν ἀλλοτρίοις· ὁ σωτὴρ τῶν ἡμετέρων ψυχῶν· ἡ βρύσις ἡ γλυκεῖα καὶ ἄληκτος, ἡ πηγὴ ἡ εὐκατάστατος καὶ καθαρὰ καὶ μηδέποτε θολουμένη· ὁ ἐπαμύντωρ καὶ βοηθὸς ἐν ἀγῶνι τῶν ἰδίων δούλων, ὁ τὸν ἐχθρὸν ἀποστρέφων καὶ ἀποσοβῶν ἀφ᾽ ἡμῶν, ὁ εἰς πτολλοὺς ἀγῶνας ὑπὲρ ἡμῶν ἀγωνιζόμενος καὶ νικᾶν ποιῶν ἡμᾶς ἐν πᾶσι· ὁ ἀληθὴς ἀθλητὴς ἡμῶν καὶ ἀήττητος· ὁ στρατηλάτης ἡμῶν ὁ ἅγιος καὶ νικηφόρος· ὁ ἔνδοξος καὶ χαρὰν παρέχων τοῖς ἰδίοις τὴν μηδέποτε παρερχομένην, καὶ ἄνεσιν τὴν μηδ᾽ ὅλως θλῖψιν ἔχουσαν· ὁ ἀγαθὸς ποιμὴν ὁ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῶν ἰδίων προβάτων καὶ τὸν λύκον νικήσας καὶ λυτρωσάμενος τοὺς ἰδίους ἄρνας καὶ εἰς νομὴν ἀγαθὴν ἀγαγών· δοξάζομεν καὶ ὑμνοῦμεν σὲ καὶ τὸν ἀόρατόν σου πατέρα καὶ τὸ ἅγιόν σου πνεῦμα καὶ τὴν μητέρα πασῶν κτίσεων.Ταῦτα εἰπόντος τοῦ ἀποστόλου τὸ παρὸν πᾶν πλῆθος εἰς αὐτὸν ἀπέβλεπεν προσδοκῶν κατακοῦσαι τί ἀποκρίνεται τῷ πώλῳ. πολλὴν δὲ ὥραν σταθεὶς ὁ ἀπόστολος ἔκπληκτος ὥσπερ γεγονὼς καὶ εἰς τὸν οὐρανὸν ἀπιδὼν εἶπεν τῷ πώλῳ· Τίνος εἶ καὶ τίνος ὑπάρχεις; ἔκπληκτα γάρ εἰσι τὰ διὰ τοῦ
στόματόςσου ἐκφανθέντα καὶ παράδοξα ἅτινα ἀπόκρυφα τοῖς πολλοῖς ὑπάρχει. Ὁ δὲ πῶλος ἀποκριθεὶς εἶπεν· Τῆς γενεᾶς εἰμι ἐκείνης τῆς ἐξυπηρετησαμένης τῷ Βαλαάμ, ἧς καὶ ὁ κύριός σου καὶ διδάσκαλός σου εἰς τὸν καθήκοντά μοι κατὰ γένος ἐκάθισεν. κἀγὼ νῦν ἀπεστάλην σὲ ἀναπαῦσαι καθεσθέντα ἐπάνω μου· καὶ λάβω πίστιν, καὶ προστεθῇ μοι ἡ μερὶς ἐκείνη ἣν νῦν μέλλω κτᾶσθαι διὰ τῆς σῆς ὑπηρεσίας ἧς ἐξυπηρετησάμην σοι· καὶ ὅταν σοι διακονήσω, ἐξ ἐμοῦ λαμβάνεται. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δυνατός ἐστιν ἐκεῖνος ὁ τὴν δωρεάν σοι ταύτην χαρισάμενος ἵνα ἕως τέλους πληρωθῇ ἐν σοὶ καὶ τοῖς κατὰ γένος σοι διαφέρουσιν· τούτου γὰρ τοῦ μυστηρίου ἐγὼ ἀσθενὴς καὶ ἄτονος ὑπάρχω. Καὶ οὐκ ἐβούλετο ἐπικαθεσθῆναι αὐτῷ. ὁ δὲ πῶλος ἐδέετο καὶ ἱκέτευεν αὐτὸν ἵνα εὐλογηθῇ ὑπ᾽ αὐτοῦ ἐπορκούμενος αὐτῷ. Τότε ἀνελθὼν ὁ ἀπόστολος ἐκαθέσθη. καὶ εἵποντο σὺν αὐτῷ οἳ μὲν προάγοντες αὐτὸν οἳ δὲ ἀκολουθοῦντες· ἔτρεχον δὲ πάντες βουλόμενοι ἰδεῖν τὸ πέρας καὶ πῶς τὸν πῶλον ἀπολύει.