Acta Thomae

Acta Thomae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Καὶ ταῦτα εἰπόντος αὐτοῦ δράκων μέγας ἀπὸ φωλεοῦ ἐξελθών, τὴν κεφαλὴν αὐτοῦ κατακρούων καὶ τὴν οὐρὰν κατατινάσσων ἐπὶ τὴν γῆν καὶ φωνῇ μεγάλῃ χρησάμενος πρὸς τὸν

ἀπόστολονεἶπεν· Ἐρῶ ἔμπροσθέν σου διὰ ποίαν αἰτίαν ἐθανάτωσα τοῦτον, ἐπειδὴ εἰς τοῦτο παρεγένου, ἐλέγξαι μου τὰ ἔργα. Καί φησιν ὁ ἀπόστολος· Ναί, εἰπέ. Καὶ ὁ δράκων· Γυνή τίς ἐστιν ὡραία ἐν τῷ χωρίῳ τούτῳ ἄντικρυς· καὶ διερχομένης αὐτῆς δι᾽ ἐμοῦ ἰδὼν αὐτὴν ἠράσθην αὐτῆς, καὶ ἀκολουθήσας αὐτῇ ἐπετήρουν· καὶ εὗρον τοῦτον τὸν νεανίαν καταφιλοῦντα αὐτήν, ὸς καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἄλλα αἰσχρὰ διεπράξατο μετ᾽ αὐτῆς· κἀμοὶ μὲν εὔκολα ἦν αὐτὰ ἐπὶ σοῦ ἐκφᾶναι, οἶδα γάρ σε δίδυμον ὄντα τοῦ Χριστοῦ τὸν τὴν φύσιν ἡμῶν ἀεὶ καταργοῦντα· ταράξαι δὲ ταύτην μὴ βουληθεὶς αὐτῇ τῇ ὥρᾳ οὐκ ἐθανάτωσα αὐτόν, ἀλλ᾽ ἐπιτηρησάμενος αὐτὸν ἐσπέρας διερχόμενον τύψας ἐθανάτωσα αὐτόν, καὶ μάλιστα κατατολμήσαντα αὐτὸν τῇ κυριακῇ ἡμέρᾳ τοῦτο διαπράξασθαι.

Ὁ δὲ ἀπόστολος ἐξήταζεν αὐτὸν λέγων· Εἰπέ μοι ποίας σπορᾶς καὶ ποίου γένους ὑπάρχεις.

Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἑρπυστὴς ἑρπυστοῦ φύσεως καὶ βλαπτικὸς βλαπτικοῦ· υἱός εἰμι ἐκείνου τοῦ βλάψαντος καὶ πλήξαντος τοὺς τέσσαρας ἀδελφοὺς τοὺς ἑστῶτας· υἱός εἰμι ἐκείνου τοῦ καθεζομένου ἐπὶ θρόνου εἰς τὴν ὑπ᾽ οὐρανόν, τοῦ τὰ ἴδια λαμβάνοντος

ἀπὸτῶν δανειζομένων· υἱός εἰμι ἐκείνου τοῦ τὴν σφαῖραν ζωννύοντος· συγγενὴς δὲ εἰμι ἐκείνου τοῦ ἔξωθεν τοῦ ὠκεανοῦ ὄντος, οὗ ἡ οὐρὰ ἔγκειται τῷ ἰδίῳ στόματι· ἐγώ εἰμι ὁ διὰ τοῦ φραγμοῦ εἰσελθὼν ἐν τῷ παραδείσῳ καὶ μετὰ Εὔας λαλήσας ὅσα ὁ πατήρ μου ἐνετείλατό μοι λαλῆσαι αὐτῇ· ἐγώ εἰμι ὁ ἐξάψας καὶ πυρώσας Κάϊν ἵνα ἀποκτείνῃ τὸν ἴδιον ἀδελφόν, καὶ δι᾽ ἐμὲ ἄκανθαι καὶ τρίβολοι ἐφύησαν ἐν τῇ γῇ· ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ἄνωθεν κάτω ῥίψας καὶ ἐν ταῖς ἐπιθυμίαις τῶν γυναικῶν αὐτοὺς καταδήσας, ἵνα γηγενεῖς παῖδες ἐξ αὐτῶν γένωνται καὶ τὸ θέλημά μου ἐν αὐτοῖς διαπράξωμαι· ἐγώ εἰμι ὁ τὴν καρδίαν Φαραὼ σκληρύνας, ἵνα τὰ τέκνα τοῦ Ἰσραήλ φονεύσῃ καὶ ἐν ζυγῷ σκληρότητος καταδουλώσηται αὐτούς· ἐγώ εἰμι ὁ τὸ πλῆθος ἐν τῇ ἐρήμῳ πλανήσας, ὅτε τὸν μόσχον ἐποίησαν· ἐγώ εἰμι ὁ τὸν Ἡρώδην πυρώσας καὶ τὸν Καϊάφαν ἐξάψας ἐν τῇ ψευδηγορίᾳ τοῦ ψεύδους ἐπὶ Πιλάτου· τοῦτο γὰρ ἐμοὶ ἔπρεπεν· ἐγώ εἰμι ὁ τὸν Ἰούδαν ἐξάψας καὶ ἐξαγοράσας ἵνα τὸν Χριστὸν θανάτῳ παραδῷ· ἐγώ εἰμι ὁ τὴν ἄβυσσον τοῦ ταρτάρου οἰκῶν καὶ κατέχων, ὁ δὲ υἱὸς τοῦ θεοῦ ἄκοντά με ἠδίκησεν καὶ τοὺς ἰδίους ἐξ ἐμοῦ ἐξελέξατο· συγγενής εἰμι ἐκείνου τοῦ μέλλοντος ἀπὸ τῆς ἀνατολῆς ἔρχεσθαι, ᾧ καὶ ἐξουσία δίδοται ποιῆσαι ὅπερ αὐτὸς βούλεται ἐπὶ τῆς γῆς.

Καὶ ταῦτα εἰπόντος τοῦ δράκοντος ἐκείνου παντὸς τοῦ ὄχλου κατακούοντος, ἐπάρας ὁ ἀπόστολος τὴν φωνὴν αὐτοῦ εἰς ὕψος εἶπεν· Παῦσαι λοιπὸν ἀναιδέστατε, καὶ αἰσχύνθητι

νεκρούμενοςὅλος· ἔφθασεν γάρ σου τὸ τέλος τῆς ἀπωλείας· καὶ μὴ τόλμα λέγειν ἃ διεπράξω διὰ τῶν σοὶ ὑπηκόων γενολάγην μένων. κελεύω δέ σοι ἐν ὀνόματι τοῦ Ἰησοῦ ἐκείνου τοῦ μέχρι νῦν ἀγῶνα πρὸς ὑμᾶς ποιοῦντος διὰ τοὺς ἰδίους ἀνθρώπους, ἵνα τὸν ἰόν σου ὃν ἔβαλες εἰς τὸν ἄνδρα τοῦτον ἐκμυτάνειν ζήσῃς καὶ ἀνελκύσας λάβῃς ἐξ αὐτοῦ. Ὁ δὲ δράκων εἶπεν· Οὔπω ὁ καιρὸς ἔφθασεν τοῦ τέλους ἡμῶν, καθὼς εἶπας· τί με ἀναγκάζεις λαβεῖν ὃ εἰς τοῦτον κατέβαλον καὶ ἀποθανεῖν πρὸ καιροῦ; καὶ γὰρ ὁ ἐμὸς πατὴρ ἐπὰν ἀνιμήσηται καὶ ἐκμυζήσῃ ὃ ἐπέρριψεν τῇ κτίσει, τότε αὐτοῦ γίνεται τὸ τέλος. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δεῖξον οὖν ἤδη τὴν φύσιν τοῦ πατρός σου. Καὶ προσελθὼν ὁ δράκων ἐπέθηκεν τὸ στόμα ἐπὶ τὴν πληγὴν τοῦ νεανίσκου καὶ ἐξεμύζησεν τὴν χολὴν ἐξ αὐτοῦ. καὶ κατὰ βραχὺ μὲν ἡ χροιὰ τοῦ νεανίσκου, ὥσπερ πορφύρα οὖσα, ἐλευκαίνετο, ὁ δὲ δράκων ἐφυσᾶτο. ὅτε δὲ πᾶσαν τὴν χολὴν εἰς ἑαυτὸν ἀνέσπασεν ὁ δράκων, ὁ νεώτερος ἀναπηδήσας ἔστη, καὶ δραμὼν πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἔπεσεν. ὁ δὲ δράκων φυσηθεὶς ἐλάκησεν καὶ ἀπέθανεν, καὶ ἐξεχύθη αὐτοῦ ὁ ἰὸς καὶ ἡ χολή· ἐν δὲ τῷ τόπῳ οὗ ὁ ἰὸς αὐτοῦ ἐξεχύθη χάσμα ἐγένετο μέγα, καὶ κατεπόθη ὁ δράκων ἐκεῖνος. εἶπεν δὲ ὁ ἀπόστολος τῷ βασιλεῖ καὶ τῷ ἀδελφῷ αὐτοῦ· Βάλετε ἐργάτας καὶ ἀναπληρώσατε τὸν τόπον ἐκεῖνον, καὶ θέτε θεμελίους καὶ οἴκους οἰκοδομήσατε ἐπάνω, ἵνα οἴκησις γένηται τοῖς ξένοις.

Ὁ δὲ νεανίσκος ἔλεγεν τῷ ἀποστόλῳ μετὰ πολλῶν δακρύων· Τί ἥμαρτον εἰς σέ; ἄνθρωπος γὰρ εἶ δύο μορφὰς

ἔχων, καὶ ὅπου ἂν θέλῃς ἐκεῖ εὑρίσκῃ, καὶ ὑπ᾽ οὐδενὸς ἐπέχῃ, ὡς ἐγὼ ὁρῶ. ἐθεασάμην γὰρ τὸν ἄνδρα ἐκεῖνον, ὡς παρέστηκά σοι, ὃς καὶ ἔλεγέν σοι· Πολλὰ ἔχω δεῖξαι διὰ σοῦ θαυμάσια, καὶ ἔργα μεγάλα ἔχω διὰ σοῦ τελέσαι, δι᾽ ὧν μισθὸν λήψῃ· καὶ πολλοὺς ποιήσεις ζῆσαι, καὶ ἔσονται ἐν ἀναπαύσει ἐν φωτὶ αἰωνίῳ ὡς τέκνα θεοῦ· σὺ οὗν ζωοποίησόν φησιν περὶ ἐμοῦ σοι λέγων τοῦτον τὸν νεανίσκον καταβληθέντα ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἐν παντὶ καιρῷ ἔφορος αὐτοῦ γενοῦ. Καλῶς οὖν ἥκεις ἐνθάδε, καὶ πάλιν καλῶς πρὸς αὐτὸν ἀπελεύσῃ, καὶ αὐτοῦ ὅλως μὴ ἀπολειπομένου σου. ἐγὼ δὲ ἐγενόμην ἄνευ φροντίδος καὶ ὀνειδισμοῦ· καὶ ἐπέφαυσέν μοι ἀπὸ τῆς φροντίδος τῆς νυκτερινῆς καὶ ἀνεπάην ἀπὸ τῆς ἐργασίας τῆς ἡμερινῆς· ἀπηλλάγην δὲ καὶ ἀπὸ τοῦ παροξύναντός με ταῦτα πράττειν, ἥμαρτον εἰς ἐκεῖνον τὸν τὰ ἐναντία διδάξαντά με· καὶ ἀπώλεσα ἐκεῖνον τὸν τῆς νυκτὸς συγγενῆ τὸν ἀναγκάζοντά με ἁμαρτάνειν ταῖς αὐτοῦ πράξεσιν, εὗρον δὲ ἐκεῖνον τὸν φεγγώδη ὄντα μου συγγενῆ. ἀπώλεσα μὲν ἐκεῖνον τὸν σκοτίζοντα καὶ ἀμαυροῦντα τοὺς ἑαυτοῦ ὑπηκόους, ἵνα μὴ γνῶσιν ἃ διαπράττονται, καὶ ἐν τοῖς ἔργοις αὐτῶν αἰσχυνθέντες ἀπόσχωνται ἀπ᾽ αὐτῶν, καὶ αἱ τούτων πράξεις τέλος σχῶσιν· εὗρον δὲ ἐκεῖνον οὗ τὰ ἔργα φῶς ἐστιν καὶ αἱ πράξεις ἀλήθεια, ἃ διαπραττόμενός τις οὐ μεταγινώσκει. ἀπηλλάγην δὲ καὶ
ἀπ᾽ἐκείνου οὗ τὸ ψεῦδος παράμονον, οὗ καὶ τὸ κάλυμμα προζεται ηγεῖται σκότος, ὄπισθεν δὲ παρέπεται καὶ αἰσχύνη ἀναιδευοματος· μένη ἐν ἀπραγίᾳ· εὗρον δὲ τὸν καλά μοι φανεροῦντα εἰς τὸ λαβέσθαι με τούτων, τὸν τῆς ἀληθείας υἱόν, συγγενῆ ὄντα τῆς ὁμονοίας, ὃς τὴν ὁμίχλην ἀποσοβῶν τὴν ἑαυτοῦ κτίσιν φωτίζει καὶ τὸς πληγὰς θεραπεύων τοὺς ἐχθροὺς αὐτῆς καταστρέφει. ἀλλὰ δέομαί σου ἄνθρωπε τοῦ θεοῦ ποίησόν με πάλιν θεάσασθαι αὐτὸν καὶ ἰδεῖν τοῦτον τὸν νῦν ἀπόκρυφόν μοι γενόμενον, ἵνα καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσω, ἧς τὸ θαῦμα ἐξειπεῖν οὐ δύναμαι· οὐκ ἔστιν γὰρ τῆς φύσεως τούτου τοῦ ὀργάνου τοῦ σωματικοῦ.

Ὁ δὲ ἀπόστολος ἀπεκρίθη αὐτῷ λέγων· Ἐὰν τούτων ἀπαλλαγῇς ὧν τὴν γνῶσιν ἐδέξω, ὥσπερ καὶ εἶπας, καὶ γνῷς τίς ἐστιν ὁ ταῦτα διαπραξάμενος ἐν σοί, καὶ μάθῃς, καὶ κατήκοος γενήσῃ ἐκείνου, οὗ νῦν διὰ τῆς ζεούσης σου ἀγάπης ἐπιζητεῖς, καὶ ὄψῃ αὐτὸν καὶ σὺν αὐτῷ ἔσῃ εἰς τὸν αἰῶνα, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ ἀναπαήσῃ καὶ ἔσῃ ἐν τῇ χαρᾷ αὐτοῦ. ἐὰν δὲ ῥᾳθυμότερον διατεθῇς πρὸς αὐτὸν καὶ πάλιν ἐπιστραφῇς πρὸς τὰς προτέρας σου πράξεις, καὶ ἐάσῃς τὸ κάλλος καὶ τὸ φαιδρὸν ἐκεῖνο πρόσωπον τὸ νῦν ὑποδειχθέν σοι, καὶ τὸ ἀπαύγασμα τοῦ φωτὸς αὐτοῦ, οὗ νῦν ἐπιθυμεῖς, διαλάθῃς, οὐ μόνον τῆς ζωῆς ταύτης στερίσκῃ ἀλλὰ καὶ τῆς

μελλούσης, καὶ ἀπελεύσῃ πρὸς ἐκεῖνον ὃν ἔλεγες ἀπολωλεκέναι, καὶ οὐκέτι θεάσῃ ἐκεῖνον ὃν ἔλεγες εὑρηκέναι.

Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἤρχετο εἰς τὴν πόλιν κατέχων τὴν χεῖρα ἐκείνου τοῦ νέου καὶ λέγων αὐτῷ· Ταῦτα ἅπερ ἐθεάσω τέκνον ὀλίγα ἐστὶν ἀπὸ τῶν πολλῶν ὧν ὁ θεὸς ἔχει· οὐ γὰρ περὶ τούτων τῶν φαινομένων εὐαγγελίζεται ἡμῖν, ἀλλὰ μείζονα τούτων ἐπαγγέλλεται ἡμῖν· ἐφ᾽ ὅσον δὲ ἐν σώματί ἐσμεν, οὐ δυνάμεθα λέξαι καὶ ἐκφᾶναι ἃ μέλλει ταῖς ψυχαῖς ἡμῶν διδόναι. ἐὰν εἴπωμεν ὅτι φῶς ἡμῖν παρέχεις, τοῦτο τὸ ὁρώμενόν ἐστιν καὶ ἔχομεν αὐτό· ἐὰν δὲ καὶ πλοῦτον, ὃς ἔστιν καὶ φαίνεται ἐν τῷ κόσμῳ τούτῳ, καὶ ὀνομάζομεν αὐτὸν καὶ οὐ χρῄζομεν αὐτοῦ, ἐπειδὴ εἴρηται ὅτι Δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· Εἰ δὲ καὶ ἀμπεχόνην ἐσθῆτος εἴπωμεν, ἥν οἱ τρυφῶντες ἐν τῷ βίῳ τούτῳ ἀμφιέννυνται, ὠνόμασται, καὶ εἴρηται ὅτι Οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· Εἰ δὲ καὶ δεῖπνα πολυτελῆ, περὶ τούτων ἐντολὴν εἰλήφαμεν προσέχειν ἀπ᾽ αὐτῶν, μὴ βαρηθῆναι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, λέγων ἃ ἔστιν, καὶ εἴρηται· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε, ὅτι ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος· Ἐὰν δὲ καὶ ἀνάπαυσιν τὴν πρόσκαιρον ταύτην εἴπωμεν, κρίσις καὶ ταύτης ὥρισται. ἀλλὰ λέγομεν περὶ τὸν ἄνω κόσμον,

περὶθεοῦ καὶ ἀγγέλων, περὶ ἐγρηγόρων καὶ ἀγίων, περὶ τῆς ἀμβροσιώδους τροφῆς καὶ τοῦ ποτοῦ τῆς ἀμπέλου τῆς ἀληθινῆς, περὶ ἐνδυμάτων παραμόνων καὶ μὴ παλαιουμένων, περὶ ὧν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἁμαρτωλῶν ἀνέβη, ἃ ὁ θεὸς ἡτοίμασεν τοῖς ἀγαπῶσιν αὐτόν. περὶ τούτων διαλεγόμεθα καὶ περὶ τούτων εὐαγγελιζόμεθα. πίστευσον οὖν αὐτῷ καὶ σύ, ἵνα ζήσῃς, καὶ εἰς αὐτὸν ἔχε τὴν πεποίθησιν, καὶ οὐ μὴ ἀποθάνῃς. οὐδὲ γὰρ δώροις πείθεται ἵνα αὐτῷ προσενέγκῃς, οὐδὲ θυσιῶν ἐπιδέεται ἵνα αὐτῷ θύσῃς. ἀλλ᾽ ἄπιδε πρὸς αὐτόν, καὶ οὐ παραβλέψει σέ· καὶ πρὸς αὐτὸν ἐπίστρεψον καὶ οὐ καταλείψει σε. ἡ γὰρ τούτου εὐπρέπεια καὶ τὸ κάλλος κατεπιθύμιόν σε ποιήσει ἵνα αὐτὸν ἀγαπήσῃς· ἀλλὰ οὔτε συγχωρεῖ σοι ἀποστραφῆναι σεαυτόν.

Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου τῷ νέῳ ἐκείνῳ πολὺς ὄχλος προσετίθετο. ἀπιδὼν δὲ ὁ ἀπόστολος εἶδεν αὐτοὺς ἐπαίροντας ἑαυτοὺς ἵνα αὐτὸν ἴδωσιν, καὶ εἰς ὑψηλοὺς τόπους ἀνήρχοντο, καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἀπόστολος· Ἄνδρες οἱ ἐλθόντες εἰς τὸ συνέδριον τοῦ Χριστοῦ καὶ θέλοντες εἰς τὸν Ἰησοῦν πιστεῦσαι, ἀπὸ τούτου τύπον λάβετε, καὶ ἴδετε ὅτι ἐὰν μὴ ὑψωθῆτε ἐμὲ τὸν μικρὸν θεάσασθαι οὐ δύνασθε, καὶ ὅμοιον ὄντα με ὑμῶν κατοπτεῦσαι οὐ δύνασθε· εἰ οὖν ἐμὲ τὸν ὑμῖν ὅμοιον ὄντα οὐ δύνασθε ἰδεῖν ἐὰν μὴ ἐπάρητε ἑαυτοὺς

ὀλίγονἐκ τῆς γῆς, ἐκεῖνον τὸν ἐν ὕψει διατρίβοντα καὶ νῦν ἐν βάθει εὑρισκόμενον πῶς δύνασθε ἰδεῖν εἰ μὴ πρότερον ἐπάρητε ἑαυτοὺς ἐκ τῆς προτέρας πολιτείας ὑμῶν καὶ τῶν πράξεων τῶν ἀνωφελῶν καὶ τῶν ἐπιθυμιῶν τῶν μὴ παραμενουσῶν καὶ τοῦ πλούτου τοῦ ἐνθάδε καταλιμπανομένου καὶ τῆς κτήσεως τῆς ἐκ τῆς γῆς παλαιουμένης καὶ τῶν ἐνδυμάτων τῶν φθειρομένων καὶ τοῦ κάλλους τοῦ γηρῶντος καὶ ἀφανιζομένου, ἔτι δὲ καὶ τοῦ σώματος ὅλου ἐν ᾧ ταῦτα πάντα ἀποτεταμίευται, καὶ παλαιούμενον κόνις γίνεται, ὑποστρέφον εἰς τὴν ἑαυτοῦ φύσιν· πάντα γὰρ ταῦτα αὐτὸ τὸ σῶμα ὑπορθοῖ. ἀλλὰ μᾶλλον πιστεύσατε εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃν κηρύσσομεν ἡμεῖς, ἵνα ἡ ἐλπὶς ὑμῶν εἰς αὐτὸν ἔσται καὶ ἐν αὐτῷ τὴν ζωὴν ἔχητε εἰς αἰῶνας αἰώνων, ἵνα αὐτὸς ὑμῖν συνοδοιπόρος γένηται ἐν ταύτῃ τῇ χώρᾳ τῆς πλάνης, καὶ λιμὴν ὑμῖν γένηται εἰς ταύτην τὴν θορυβώδη θάλασσαν. ἔσται δὲ ὑμῖν καὶ πηγὴ βρύουσα ἐν ταύτῃ τῇ χώρᾳ τῇ διψαλέᾳ, καὶ σηκὸς πλήρης βρώσεως ἐν τῷ τῶν πεινώντων τόπῳ, καὶ ἀνάπαυσις ταῖς ψυχαῖς ὑμῶν, ἰατρὸς δὲ καὶ τῶν σωμάτων.

Τότε τὸ πλῆθος τῶν συναχθέντων ἀκοῦον ταῦτα ἐδάκρυεν καὶ ἔλεγεν τῷ ἀποστόλῳ· Ἄνθρωπε τοῦ θεοῦ, ὃν σὺ κηρύσσεις θεὸν ἡμεῖς οὐ τολμῶμεν λέγειν ὅτι αὐτοῦ ἐσμεν, ὅτι τὰ ἔργα ἡμῶν ἃ διεπραξάμεθα ἀλλότρια αὐτοῦ ἐστιν, μὴ ἀρέσκοντα αὐτῷ· εἰ δὲ σπλαγχνίζεται ἐφ᾽ ἡμᾶς καὶ ἐλεεῖ ἡμᾶς καὶ ῥύεται παριδὼν τὰς προτέρας ἡμῶν πράξεις, καὶ ἀπὸ

τῶνκακῶν ὧν διεπραξάμεθα ἐν πλάνῃ ὄντες ἐλευθεροῖ ἡμᾶς, καὶ οὐχ ὑπολογίζεται ἡμῖν οὐδὲ ὑπόμνησιν ἡμῶν ποιεῖται τῶν προτέρων ἁμαρτημάτων, γινόμεθα αὐτοῦ θεράποντες, καὶ τὸ θέλημα αὐτοῦ εἰς τέλος ἄξομεν. Ὁ δὲ ἀπόστολος αὐτοῖς ἀπεκρίνατο λέγων· Οὐ καταψηφίζεται ὑμῶν οὐδὲ λογίζεται ὑμῖν τὰς ἁμαρτίας ἃς ἐν πλάνῃ ὄντες διεπράξασθε, ἀλλὰ παραβλέπει ὑμῶν τὰ παραπτώματα ἃ κατὰ ἀγνωσίαν ἦτε πεποιηκότες.

Τοῦ δὲ ἀποστόλου ἔτι ἑστῶτος ἐν τῇ λεωφόρῳ καὶ διαλεγομένου τῷ πλήθει πῶλος ὀνάδος ἦλθεν καὶ ἔστη ἔμμένη προσθεν αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· Ὁ δίδυμος τοῦ Χριστοῦ, ὁ ἀπόστολος τοῦ ὑψίστου καὶ συμμύστης τοῦ λόγου τοῦ Χριστοῦ τοῦ ἀποκρύφου, ὁ δεχόμενος αὐτοῦ τὰ ἀπόκρυφα λόγια, ὁ συνεργὸς τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς ἐλεύθερος ὢν γέγονας δοῦλος καὶ πραθεὶς πολλοὺς εἰς ἐλευθερίαν εἰσήγαγες· ὁ συγγενὴς τοῦ μεγάλου γένους τοῦ τὸν ἐχθρὸν καταδικάσαντος καὶ τοὺς ἰδίους λυτρωσαμένου, ὁ πρόφασις τῆς ζωῆς πολλοῖς γενόμενος ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν· ἦλθες γὰρ πρὸς τοὺς πλανωμένους ἀνθρώπους, καὶ διὰ τῆς σῆς ἐπιφανείας καὶ τῶν λόγων σου τῶν θεϊκῶν νῦν ἐπιστρέφονται πρὸς τὸν ἀποστείλαντά σε θεὸν τῆς ἀληθείας· ἀνελθὼν ἐπικαθέσθητί μοι καὶ ἀναπάηθι ἕως ἂν εἰς τὴν πόλιν εἰσέλθῃς. Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ὠ Ἰησοῦ Χριστὲ νοερὲ

τῆςεὐσπλαγχνίας τῆς τελείας· ὡ ἡ ἡσυχία καὶ ἡ ἠρεμία, καὶ ἐν τοῖς ἀλόγοις ζῴδοις νῦν λαλούμενε· ὦ ἀπόκρυφε ἀνάπαυσις καὶ διὰ τῆς ἐνεργείας φανερούμενε σωτὴρ ἡμῶν καὶ τροφεῦ, διαφυλάσσων ἡμᾶς καὶ ἀναπαύων ἐν σώμασιν ἀλλοτρίοις· ὁ σωτὴρ τῶν ἡμετέρων ψυχῶν· ἡ βρύσις ἡ γλυκεῖα καὶ ἄληκτος, ἡ πηγὴ ἡ εὐκατάστατος καὶ καθαρὰ καὶ μηδέποτε θολουμένη· ὁ ἐπαμύντωρ καὶ βοηθὸς ἐν ἀγῶνι τῶν ἰδίων δούλων, ὁ τὸν ἐχθρὸν ἀποστρέφων καὶ ἀποσοβῶν ἀφ᾽ ἡμῶν, ὁ εἰς πτολλοὺς ἀγῶνας ὑπὲρ ἡμῶν ἀγωνιζόμενος καὶ νικᾶν ποιῶν ἡμᾶς ἐν πᾶσι· ὁ ἀληθὴς ἀθλητὴς ἡμῶν καὶ ἀήττητος· ὁ στρατηλάτης ἡμῶν ὁ ἅγιος καὶ νικηφόρος· ὁ ἔνδοξος καὶ χαρὰν παρέχων τοῖς ἰδίοις τὴν μηδέποτε παρερχομένην, καὶ ἄνεσιν τὴν μηδ᾽ ὅλως θλῖψιν ἔχουσαν· ὁ ἀγαθὸς ποιμὴν ὁ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῶν ἰδίων προβάτων καὶ τὸν λύκον νικήσας καὶ λυτρωσάμενος τοὺς ἰδίους ἄρνας καὶ εἰς νομὴν ἀγαθὴν ἀγαγών· δοξάζομεν καὶ ὑμνοῦμεν σὲ καὶ τὸν ἀόρατόν σου πατέρα καὶ τὸ ἅγιόν σου πνεῦμα καὶ τὴν μητέρα πασῶν κτίσεων.

Ταῦτα εἰπόντος τοῦ ἀποστόλου τὸ παρὸν πᾶν πλῆθος εἰς αὐτὸν ἀπέβλεπεν προσδοκῶν κατακοῦσαι τί ἀποκρίνεται τῷ πώλῳ. πολλὴν δὲ ὥραν σταθεὶς ὁ ἀπόστολος ἔκπληκτος ὥσπερ γεγονὼς καὶ εἰς τὸν οὐρανὸν ἀπιδὼν εἶπεν τῷ πώλῳ· Τίνος εἶ καὶ τίνος ὑπάρχεις; ἔκπληκτα γάρ εἰσι τὰ διὰ τοῦ

στόματόςσου ἐκφανθέντα καὶ παράδοξα ἅτινα ἀπόκρυφα τοῖς πολλοῖς ὑπάρχει. Ὁ δὲ πῶλος ἀποκριθεὶς εἶπεν· Τῆς γενεᾶς εἰμι ἐκείνης τῆς ἐξυπηρετησαμένης τῷ Βαλαάμ, ἧς καὶ ὁ κύριός σου καὶ διδάσκαλός σου εἰς τὸν καθήκοντά μοι κατὰ γένος ἐκάθισεν. κἀγὼ νῦν ἀπεστάλην σὲ ἀναπαῦσαι καθεσθέντα ἐπάνω μου· καὶ λάβω πίστιν, καὶ προστεθῇ μοι ἡ μερὶς ἐκείνη ἣν νῦν μέλλω κτᾶσθαι διὰ τῆς σῆς ὑπηρεσίας ἧς ἐξυπηρετησάμην σοι· καὶ ὅταν σοι διακονήσω, ἐξ ἐμοῦ λαμβάνεται. Εἶπεν δὲ αὐτῷ ὁ ἀπόστολος· Δυνατός ἐστιν ἐκεῖνος ὁ τὴν δωρεάν σοι ταύτην χαρισάμενος ἵνα ἕως τέλους πληρωθῇ ἐν σοὶ καὶ τοῖς κατὰ γένος σοι διαφέρουσιν· τούτου γὰρ τοῦ μυστηρίου ἐγὼ ἀσθενὴς καὶ ἄτονος ὑπάρχω. Καὶ οὐκ ἐβούλετο ἐπικαθεσθῆναι αὐτῷ. ὁ δὲ πῶλος ἐδέετο καὶ ἱκέτευεν αὐτὸν ἵνα εὐλογηθῇ ὑπ᾽ αὐτοῦ ἐπορκούμενος αὐτῷ. Τότε ἀνελθὼν ὁ ἀπόστολος ἐκαθέσθη. καὶ εἵποντο σὺν αὐτῷ οἳ μὲν προάγοντες αὐτὸν οἳ δὲ ἀκολουθοῦντες· ἔτρεχον δὲ πάντες βουλόμενοι ἰδεῖν τὸ πέρας καὶ πῶς τὸν πῶλον ἀπολύει.