Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Καὶ μετεπέμψατο τὸν ἔμπορον τὸν ἀγαγόντα αὐτὸν καὶ τὸν ἀπόστολον, καὶ εἶπεν αὐτῷ· Ἔκτισάς μοι τὸ παλάτιον; Ὃ δὲ ἔφη· Ναί, ἔκτισα. Ὁ δὲ βασιλεὺς εἶπεν· Πότε οὖν ὑπάγομεν καὶ βλέπομεν αὐτό; Ὃ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Νῦν αὐτὸ ἰδεῖν οὐ δύνασαι, ἀλλ᾽ ὅταν τοῦ βίου τούτου ἐξέλθῃς βλέπεις αὐτό. Ὁ δὲ βασιλεὺς πάνυ ὀργισθεὶς ἐκέλευσεν
ὑπὸδεσμὸν γενέσθαι τὸν τε ἔμπορον καὶ Ἰούδαν τὸν καὶ Θωμᾶν καὶ εἰς φυλακὴν βληθῆναι, ἕως ἂν ἀνακρίνας μάθῃ τίνι ἐδόθη τὰ τοῦ βασιλέως, καὶ οὕτως αὐτὸν ἀπολέσῃ μετὰ τοῦ ἐμπόρου. ὁ δὲ ἀπόστολος χαίρων ἀπῄει ἐν τῷ δεσμωτηρίῳ, καὶ ἔλεγεν τῷ ἐμπόρῳ· Μὴ φοβοῦ μηδέν, ἀλλὰ μόνον πίστευσον τῷ δι᾽ ἐμοῦ κηρυσσομένῳ θεῷ, καὶ ἀπὸ μὲν τούτου τοῦ κόσμου ἐλευθερωθήσῃ, ἀπὸ δὲ τοῦ μέλλοντος αἰῶνος ζωὴν κομίσῃ. Ὁ δὲ βασιλεὺς ἐσκέπτετο ποίῳ θανάτῳ αὐτοὺς ἀναλώσῃ. ὡς δὲ ἔδοξεν πυρὶ αὐτοὺς καῦσαι ἐκδεδαρμένους, αὐτῇ τῇ νυκτὶ Γαδ ὁ τοῦ βασιλέως ἀδελφὸς ἐκακοῦτο, καὶ διὰ τὴν λύπην καὶ ἐπίθεσιν ἣν ὁ βασιλεὺς ἔπαθεν ἐβαρήθη σφόδρα· καὶ μεταπεμψάμενος τὸν βασιλέα | εἶπεν αὐτῷ· Ἀδελφὲ βασιλεῦ, τὸν οἶκόν μου καὶ τὰ τέκνα μου παρατίθημί σοι· ἐγὼ γὰρ διὰ τὴν ἐπήρειαν τὴν συμβᾶσάν σοι ἐλυπήθην καὶ ἰδοὺ ἀποθνῄσκω, καὶ ἐὰν μὴ ἐπέλθῃς τῇ τιμωρίᾳ κατὰ τῆς κεφαλῆς ἐκείνου τοῦ μάγου, οὐκ ἀναπαύσεις μου τὴν ψυχὴν εἰς ἅδου. Ὁ δὲ βασιλεὺς τῷ ἑαυτοῦ ἀδελφῷ εἶπεν· Δι᾽ ὅλης τῆς νυκτὸς τοῦτο ἐσκεπτόμην, τὸ πῶς αὐτὸν θανατώσω· τοῦτο δὲ ἔδοξέν μοι, ἐν πυρὶ αὐτὸν κατακαῦσαι ἐκδαρέντα, καὶ αὐτὸν καὶ τὸν ἔμπορον μετ᾽ αὐτοῦ τὸν ἀγαγόντα αὐτόν.Καὶ ὡς ὡμίλουν, ἐξῆλθεν ἡ ψυχὴ Γὰδ τοῦ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐπένθει τὸν Γὰδ σφόδρα, πάνυ γὰρ ἠγάπα αὐτόν, καὶ προσέταξεν εἰς βασιλικὴν ἐσθῆτα καὶ πολύτιμον κηδευθῆναι αὐτόν. τούτων δὲ γενομένων τὴν ψυχὴν Γὰδ τοῦ ἀδελφοῦ τοῦ βασιλέως ἄγγελοι παραλαβόντες εἰς τὸν οὐρανὸν ἀνήγαγον, ὑποδεικνύοντες αὐτῷ τοὺς ἐκεῖ τόπους καὶ οἰκήσεις, ἐξετάζοντες αὐτόν· Εἰς ποῖον τόπον βούλει οἰκῆσαι; Ὅτε δὲ ἤγγισαν εἰς τὴν οἰκοδομὴν Θωμᾶ τοῦ ἀποστόλου, ἢν ἔκτισεν τῷ βασιλεῖ, ἰδὼν αὐτὴν ὁ Γὰδ εἶπεν τοῖς ἀγγέλοις· Δέομαι ὑμῶν κύριοί μου, εἰς ἕνα τῶν κατώγεων οἴκων τούτων συγχωρήσατέ μοι οἰκῆσαι. Οἳ δὲ ἔφησαν αὐτῷ·
Οὐδύνασαι οἰκῆσαι ἐν ταύτῃ τῇ οἰκοδομῇ. Ὃ δὲ εἶπεν· Διὰ τί: Λέγουσιν αὐτῷ· Τοῦτο τὸ παλάτιον ἐκεῖνό ἐστιν ὃ οἰκοδόμησεν ὁ χριστιανὸς ἐκεῖνος τῷ ἀδελφῷ σου. Ὃ δὲ εἶπεν· Δέομαι ὑμῶν κύριοί μου, συγχωρήσατέ μοι ἀπελθεῖν πρὸς τὸν ἀδελφόν μου, ἵνα ἀγοράσω παρ᾽ αὐτοῦ τὸ παλάτιον τοῦτο· οὐ γὰρ οἶδεν ὁ ἀδελφός μου ὁποῖόν ἐστιν, καὶ πιπράσκει μοι αὐτός.Τότε οἱ ἄγγελοι ἀφῆκαν τὴν ψυχὴν τοῦ Γάδ· καὶ ἐν τῷ ἐνδύειν αὐτοὺς αὐτὸν τὴν ἐντάφιον στολὴν ἐπεισῆλθεν αὐτῷ ἡ ψυχὴ αὐτοῦ· καὶ ἔλεγεν τοῖς περὶ αὐτὸν ἑστῶσιν· Καλέσατέ μοι τὸν ἀδελφὸν μου, ἵνα αἰτήσωμαι παρ᾽ αὐτοῦ μίαν αἴτησιν. Εὐθέως οὖν εὐηγγελίσαντο τῷ βασιλεῖ αὐτῶν
λέγοντεςὅτι Ὁ ἀδελφός σου ἀνέζησεν. Ὁ δὲ βασιλεὺς ἐκπηδήσας σὺν πλήθει πολλῷ ἤρχετο πρὸς τὸν ἴδιον ἀδελφόν, καὶ εἰσελθὼν ἔστη πρὸς τὴν κλίνην αὐτοῦ ὥσπερ ἔκπληκτος , μὴ δυνάμενος λαλῆσαι αὐτῷ. εἶπεν δέ ὁ ἀδελφὸς αὐτοῦ· Οἶδα καὶ πέπεισμαι ἀδελφὲ ὅτι εἴ τις ᾔτησέν σε τὸ ἥμισυ τῆς βασιλείας σου, δέδωκας ἂν ὑπὲρ ἐμοῦ· διὸ ἀξιῶ σε παρασχεῖν μοι χάριτα μίαν ἥν αἰτοῦμαί σε ἵνα πωλήσῃς μοι ὃ αἰτοῦμαι παρὰ σοῦ. Ὁ δὲ βασιλεὺς ἀποκριθεὶς εἶπεν· Καὶ τί ἐστιν ὃ αἰτεῖς με πωλῆσαί σοι; Ὃ δὲ ἔφη· Ὅρκῳ με πεῖσον ὅτι μοι παρέχεις. Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς ὅτι Ἓν τῶν ὑπαρχόντων μοι εἴ τι ἐὰν αἰτήσῃ δίδωμίσοι. Καὶ λέγει αὐτῷ· Τὸ παλάτιον ἐκεῖνο τὸ ἐν τοῖς οὐρανοῖς ἔχεις πώλησόν μοι. Καὶ ὁ βασιλεὺς εἶπεν· Ἐμοὶ παλάτιον ἐν τοῖς οὐρανοῖς πόθεν ὑπάρχει; Ὃ δὲ ἔφη· Ἐκεῖνο ὃ οἰκοδόμησέν σοι ἐκεῖνος ὁ χριστιανὸς ὁ ὣν νῦν ἐν τῷ δεσμω5 τηρίῳ, ὃν ἤγαγέν σοι ὁ ἔμπορος ἀγοράσας παρὰ Ἰησοῦ τινος· τὸν δοῦλον λέγω ἐκεῖνον τὸν Ἑβραῖον, ὃν ἐβούλου κολάσαι ὡς ἐπίθεσίν τινα παρ᾽ αὐτοῦ παθών, ἐφ᾽ ὃν κἀγὼ λυπηθεὶς ἀπέθανον καὶ ἀνέζησα νῦν.Τότε ὁ βασιλεὺς εἰς ἐπίστασιν ἐλθὼν συνῆκεν περὶ τῶν διαφερόντων αὐτῷ καὶ μελλόντων αἰωνίων ἀγαθῶν, καὶ εἶπεν· Ἐκεῖνο τὸ παλάτιον πωλῆσαί σοι οὐ δύναμαι, εὔχομαι δὲ εἰσελθεῖν εἰς αὐτὸ καὶ οἰκῆσαι καὶ καταξιωθῆναι τῶν οἰκητόρων αὐτοῦ· σὺ δὲ ἀληθῶς εἰ βούλει πρίασθαι τοιοῦτον πααλάτιον, ἰδοὺ ὁ ἅνθρωπος ζῇ καὶ κτίζει σοι ἐκείνου βέλτιον.
Καὶεὐθέως πέμψας ἐξήγαγεν ἐκ τοῦ δεσμωτηρίου τὸν ἀπόστολον καὶ τὸν ἔμπορον τὸν ἐγκλεισθέντα σὺν αὐτῷ, λέγων· Δέομαί σου ὡς ἄνθρωπος δεόμενος τοῦ διακόνου τοῦ θεοῦ ἵνα εὔξῃ ὑπὲρ ἐμοῦ καὶ δεηθῇς ἐκείνου οὗ διάκονος ὑπάρχεις ἵνα μοι ἀφήσῃ καὶ παρίδῃ ἃ εἰς σὲ διεπραξάμην ἣ καὶ ἐνεθυμήθην διαπράξασθαι, καὶ ἄξιόν με γενέσθαι οἰκήτορα ἐκείνης τῆς οἰκήσεως ἧσπερ ἐγὼ μὲν οὐδὲν ἔκαμον, συ δέ μοι ἔκτισας μόνος καμών, συνεργούσης σοι τῆς χάριτος τοῦ θεοῦ σου, καὶ ἴνα γένωμαι ὑπηρέτης κἀγὼ καὶ δουλεύσω τῷ θεῷ τούτῳ ᾧ σὺ κηρύττεις. Καὶ ὁ ἀδελφὸς δὲ αὐτοῦ προσπεσὼν τῷ ἀποστόλῳ ἔλεγεν· Δέομαί σου καὶ | ἱκετεύω ἔμπροσθεν τοῦ θεοῦ σου ἵνα ἄξιος γένωμαι τῆς τούτου διακονίας καὶ ὑπηρεσίας, καὶ κληρωθῶ ἄξιος γενέσθαι τῶν ὀφθέντων μοι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.Ὁ δὲ ἀπόστολος χαρᾶς ληφθεὶς εἶπεν· Ἐξομολογουμαί σοι κύριε Ἰησοῦ ὅτι ἀπεκάλυψάς σου τὴν ἀλήθειαν ἐν τοῖς ἀνθρώποις τούτοις· σὺ γὰρ εἶ μόνος θεὸς τῆς ἀληθείας, καὶ οὐχ ἕτερος· καὶ σὺ εἶ ὁ τὰ πάντα εἰδὼς τὰ τοῖς πολλοῖς ἄγνωστα· σὺ εἶ κύριε ὁ ἐν πᾶσι εὐσπλαγχνία καὶ φειδὼ ποιούμενος τοὺς ἀνθρώπους· οἱ γὰρ ἄνθρωποι διὰ τὴν πλάνην τὴν οὖσαν ἐν αὐτοῖς παρεῖδάν σε, σὺ δὲ οὐ παρεῖδες αὐτούς. καὶ νῦν αἰτουμένου μου καὶ ἱκετεύοντός σε δέξαι τὸν βασιλέα καὶ τὸν τούτου ἀδελφόν, καὶ κατάμειξον αὐτοὺς εἰς τὴν σὴν ποίμνην, καθαρίσας αὐτοὺς τῷ σῷ λουτρῷ καὶ ἀλείψας αὐτοὺς τῷ σῷ ἐλαίῳ ἀπὸ τῆς περιεχούσης αὐτοὺς πλάνης· φύλαξον δὲ αὐτοὺς καὶ ἀπὸ τῶν λύκων, φέρων αὐτοὺς ἐν τοῖς σοῖς λειμῶσι· πότισον δὲ αὐτοὺς ἀπὸ τῆς ἀμβροσιώδους σου πηγῆς τῆς μὴ τεθολωμένης μήτε ληγούσης· δέονται γάρ σου καὶ ἱκετεύουσιν καὶ βούλονται ὑπηρέται καὶ διάκονοί σου γενέσθαι, καὶ ἕνεκεν τούτου εὐδοκοῦσιν καὶ διωχθῆναι ὑπὸ τῶν ἐχθρῶν
σουκαὶ διὰ σὲ ὑπ᾽ αὐτῶν μισηθῆναι καὶ ὑβρισθῆναι καὶ ἀποθανεῖν, ὡς καὶ σὺ ὑπὲρ ἡμῶν ταῦτα πάντα ἔπαθες, ἵνα ἡμᾶς περιποιήσῃ, κύριος ὢν καὶ ἀληθῶς ποιμὴν ἀγαθός. σὺ δὲ δὸς αὐτοῖς ἵνα ἔχωσιν ἐν σοὶ μόνῳ τὴν παρρησίαν καὶ τὴν παρὰ σοῦ βοήθειάν τε καὶ ἐλπίδα τῆς σωτηρίας αὐτῶν, ἧς ἐκδέχονται παρὰ σοῦ μόνου, καὶ ἵνα βεβαιωθῶσιν εἰς τὰ σα μυστήρια, καὶ δέξονται τῶν σῶν χαρισμάτων καὶ δομάτων τὰ τέλεια ἀγαθά, καὶ ἀνθήσουσιν ἐν τῇ σῇ διακονίᾳ, καὶ τελεσφορήσουσιν ἐν τῷ πατρί σου.Πάνυ οὖν διατεθέντες ἐν τῷ ἀποστόλῳ ὅ τε βασιλεὺς Γουνδαφόρος καὶ ὁ τούτου ἀδελφὸς Γὰδ εἵποντο αὐτῷ μηδ᾽ ὅλως ἀναχωροῦντες, καὶ αὐτοὶ ἐπαρκοῦντες τοῖς δεομένοις, πᾶσιν διδόντες καὶ ἀναπαύοντες πάντας· ἐδεήθησαν δὲ αὐτοῦ ἵνα καὶ τὴν σφραγῖδα τοῦ λόγου δέξωνται λοιπὸν καὶ αὐτοί, λέγοντες αὐτῷ· Σχολαζουσῶν τῶν ψυχῶν ἡμῶν καὶ προθύμων ἡμῶν οντων περὶ τὸν θεόν, δὸς ἡμῖν τὴν σφραγῖδα· ἠκούσαμεν γάρ σου λέγοντος ὅτι ὁ θεὸς ὃν κηρύσσεις διὰ τῆς αὐτοῦ σφραγῖδος ἐπιγινώσκει τὰ ἴδια πρόβατα. Ὁ δὲ ἀπόστολος ἔφη αὐτοῖς· Καὶ χαίρω καὶ δέομαι ὑμῶν λαβεῖν τὴν σφραγῖδα ταύτην, καὶ κοινωνῆσαί μοι εἰς τὴν εὐχαριστίαν
ταύτηνκαὶ εὐλογίαν τοῦ κυρίου, καὶ τελειωθῆναι ἐν αὐτῇ οὗτος γάρ ἐστιν κύριος καὶ θεὸς πάντων. Ἰησοῦς Χριστὸς ὃν κηρύσσω, καὶ αὐτὸς πατὴρ ἀληθείας, εἰς ὃν ὑμᾶς πιστεύειν ἐδίδαξα. Καὶ ἐκέλευσεν προσενεγκεῖν αὐτοὺς ἔλαιον, ἵνα διὰ τοῦ ἐλαίου δέξωνται τὴν σφραγῖδα. ἤνεγκαν οὖν τὸ ἔλαιον, καὶ λύχνους ἀνῆψαν πολλούς· νύξ γὰρ ἦν·Καὶ ἀναστὰς ὁ ἀπόστολος ἐσφράγισεν αὐτούς· ἀπεκαλύφθη δὲ αὐτοῖς ὁ κύριος διὰ φωνῆς λέγων· Εἰρήνη ὑμῖν ἀδελφοί. Οἳ δὲ φωνῆς μόνον ἤκουσαν αὐτοῦ, τὸ δὲ εἶδος αὐτοῦ οὐκ εἶδον· οὐδέπω γὰρ ἦσαν δεξάμενοι τὸ ἐπισφράγισμα τῆς σφραγῖδος. λαβὼν δὲ ὁ ἀπόστολος τὸ ἔλαιον καὶ καταχέας ἐπὶ τῆς κεφαλῆς αὐτῶν καὶ ἀλείψας καὶ χρίσας αὐτοὺς ήρξατο λέγειν· Ἐλθὲ τὸ ἅγιον ὄνομα τοῦ Χριστοῦ τὸ ὑπὲρ πᾶν ὄνομα· ἐλθὲ ἡ δύναμις τοῦ ὑψίστου καὶ ἡ εὐσπλαγχνία ἡ τελεία· ἐλθὲ τὸ χάρισμα τὸ ὕψιστον· ἐλθὲ ἡ μήτηρ ἡ εὔσπλαγχνος· ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος· ἐλθὲ ἡ τὰ μυστήρια ἀποκαλύπτουσα τὰ ἀπόκρυφα· ἐλθὲ ἡ μήτηρ τῶν ἑπτὰ οἴκων, ἵνα ἡ ἀνάπαυσίς σου εἰς τὸν ὄγδοον οἶκον γένηται. ἐλθὲ ὁ πρεσβύτερος τῶν πέντε μελῶν, νοὸς ἐννοίας φρονήσεως
ἐνθυμήσεωςλογισμοῦ, κοινώνησον μετὰ τούτων τῶν νεωτέρων· ἐλθὲ τὸ ἅγιον πνεῦμα καὶ καθάρισον τοὺς νεφροὺς αὐτῶν καὶ τὴν καρδίαν, καὶ ἐπισφράγισον αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Καὶ σφραγισθέντων αὐτῶν ὤφθη αὐτοῖς νεανίας λαμπάδα ἀνημμένην κατέχων, ὡς καὶ τοὺς λύχνους αὐτοὺς τῇ τοῦ φωτὸς αὐτῆς προσβολῇ ἀμαυρωθῆναι. καὶ ἐξελθὼν ἀφανὴς αὐτοῖς ἐγένετο. εἶπεν δὲ ὁ ἀπόστολος πρὸς τὸν κύριον· Ἀχώρητον ἡμῖν κύριε τὸ φῶς σού ἐστιν, καὶ οὐ δυνάμεθα φέρειν αὐτό· μεῖζον γάρ ἐστιν τῆς ἡμετέρας ὄψεως. Αὔγους δὲ γενομένου καὶ διαφαύσαντος κλάσας ἄρτον κοινωνοὺς αὐτοὺς κατέστησεν τῆς εὐχαριστίας τοῦ Χριστοῦ. ἔχαιρον δὲ καὶ ἠγαλλιῶντο· πολλοὶ δὲ καὶ ἕτεροι πιστεύοντες προσετίθεντο καὶ ἤρχοντο εἰς τὸ καταφύγιον τοῦ σωτῆρος.Ὁ δὲ ἀπόστολος οὐκ ἐπαύετο κηρύσσων καὶ λέγων
αὐτοῖς· Ἄνδρες καὶ γυναῖκες, παῖδες καὶ κόραι, νεανίσκοι καὶ παρθένοι, ἀκμαῖοι καὶ γηραλέοι, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, ἀπέχεσθε τῆς πορνείας καὶ τῆς πλεονεξίας καὶ τῆς ἐργασίας τῆς γαστρὸς· ἐν γὰρ τούτοις τοῖς τρισὶν κεφαλαίοις γίνεται πᾶσα ἀνομία. ἡ γὰρ πορνεία πηροῖ τὸν νοῦν καὶ τοὺς τῆς ψυχὴς ὀφθαλμοὺς σκοτίζει, καὶ ἐμπόδιον γίνεται τῆς τοῦ σώματος πολιτείας, εἰς ἀσθένειαν μετατιθεῖσα ὅλον τὸν ἄνθρωπον καὶ εἰς νόσον ἐμβάλλουσα ὅλον τὸ σῶμα. ἡ δὲ ἀπληστία εἰς φόβον καὶ αἰσχύνην καθίστησι τὴν ψυχήν, ἐντὸς τοῦ σώματος ὑπάρχουσα καὶ διαρπάζουσα τὰ ἀλλότρια καὶ ταύτην τὴν ὑποψίαν ἔχουσα, ἡ ἀποδιδοῦσα τὰ ἀλλότρια τοῖς δεσπόταις ᾐσχύνθη. ἡ δὲ ἐργασία τῆς κοιλίας εἰς φροντίδας καὶ μερίμνας καὶ λύπας ἐμβάλλει τὴν ψυχήν, τοῦτο μεριμνῶσα μὴ ἄρα ἐνδεὴς αὐτῶν γένηται καὶ τῶν πόρρωθεν τούτων ὄντων θεαθῇ. ἐπὰν οὖν ἀπαλλαγῆτε τούτων, γίνεσθε ἀφρόντιδες καὶ ἄλυποι καὶ ἄφοβοι, καὶ παραμένει ὑμῖν ἐκεῖνο τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος· Mὴ μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς. Μνημονεύσατε κἀκείνου τοῦ λόγου τοῦ προειρημένου· Ἑμβλέψατε εἰς τοὺς κόρακας καὶ ἀφίδετεεἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὔτε σπείρει οὔτε θερίζει οὔτε συνάγει εἰς τὰς ἀποθήκας, καὶ ὁ θεὸς οἰκονομεῖ αὐτά· πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι; Ἀλλὰ προσδέξασθε τὴν τούτου παρουσίαν, καὶ εἰς αὐτὸν τὰς ἐλπίδας ἔχετε, καὶ πιστεύετε τῷ ὀνόματι αὐτοῦ· οὗτος γάρ ἐστιν ὁ κριτὴς ζώντων καὶ νεκρῶν, καὶ αὐτὸς ἀποδίδωσιν ἑνὶ ἑκάστῳ πρὸς τὰς πράξεις αὐτοῦ, καὶ ἐν τῇ ἐλεύσει αὐτοῦ καὶ ἐπιφανείᾳ τῇ ὑστέρᾳ οὐκ ἔχει τις λόγον ἀπολογίας, μέλλων παρ᾽ αὐτοῦ κρίνεσθαι, ὡς μὴ ἀκούσας. οἱ γὰρ κήρυκες αὐτοῦ εἰς τὰ τέσσαρα κλίματα τῆς οἰκουμένης κηρύσσουσιν. μετάγνωτε οὖν καὶ πιστεύσατε τῇ ἐπαγγελίᾳ, καὶ δέξασθε ζυγὸν πρᾳότητος καὶ φορτίον ἐλαφρόν, ἵνα ζήσητε καὶ μὴ ἀποθάνητε. ταῦτα κτήσασθε, ταῦτα φυλάξατε· ἐξέλθετε ἀπὸ τοῦ σκότους, ἵνα τὸ φῶς ὑμᾶς προσδέξηται· ἔλθετε πρὸς τὸν ὄντως ἀγαθόν, ἵνα παρ᾽ αὐτοῦ τὴν χάριν δέξησθε, καὶ τὸ αὐτοῦ σημεῖον ἐγκαταθήσεσθε ταῖς ὑμετέραις ψυχαῖς.Ταῦτα εἰπόντος αὐτοῦ τινὲς τῶν παρεστώτων εἶπον αὐτῷ· Καιρός ἐστιν τοῦ τὸν χρεώστην ἀπολαβεῖν τὸ χρέος. Ὃ δὲ εἶπεν αὐτοῖς· Ὁ μὲν κύριος τοῦ χρέους ἀεὶ τὸ περισσὸν
ἀπολαβεῖνβούλεται, ἡμεῖς δὲ τὸ δέον αὐτῷ δῶμεν. Καὶ εὐλογήσας αὐτοὺς ἔλαβεν ἄρτον καὶ ἔλαιον καὶ λάχανον καὶ ἅλας, καὶ εὐλογήσας ἔδωκεν αὐτοῖς· αὐτὸς δὲ παρέμεινεν τῇ ἑαυτοῦ νηστείᾳ, ἔμελλεν γὰρ ἡ κυριακὴ ἐπιφέειν. τῆς δὲ νυκτὸς ἐπιούσης καὶ καθεύδοντος αὐτοῦ ἐλθὼν ὁ κύριος ἔστη πρὸς τῇ κεφαλῇ αὐτοῦ λέγων· θωμᾶ, ἀναστὰς ὄρθρου, εὐλογήσας πάντας μετὰ τὴν εὐχὴν καὶ διακονίαν ἄπελθε κατὰ τὴν ἀνατολικὴν ὁδὸν μίλια δύο, καὶ ἐκεῖ δείξω ἐν σοὶ τὴν ἐμὴν δόξαν· δι᾽ ὃ γὰρ ἀπέρχει πολλοὶ πρόσφυγές μοι γενήσονται, καὶ ἐλέγξεις τὴν φύσιν καὶ τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀναστὰς δὲ ἀπὸ τοῦ ὕπνου ἔλεγεν τοῖς ἀδελφοῖς τοῖς οὖσιν μετ᾽ αὐτοῦ· Τέκνα καὶ ἀδελφοί, ὁ κύριος βούλεταί τί ποτε σήμερον δι᾽ ἐμοῦ διαπράξασθαι· ἀλλ᾽ εὐξώμεθα καὶ δεηθῶμεν αὐτοῦ ἵνα μηδέν τί ποτε ἐμπόδιον γένηται ἡμῖν πρὸς αὐτόν, ἀλλὰ ὡς πάντοτε καὶ νῦν κατὰ τὸ αὐτοῦ βούλημα καὶ θέλημα γένηται δι᾽ ἡμῶν. Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἐπέθηκεν αὐτοῖς τὰς χεῖρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς· καὶ κλάσας ἄρτον τῆς εὐχαριστίας ἔδωκεν αὐτοῖς εἰπών· Ἔσται ὑμῖν αὕτη ἡ εὐχαριστία εἰς εὐσπλαγχνίαν καὶ ἔλεος, καὶ μὴ εἰς κρίσιν καὶ ἀμοιβήν. Καὶ αὐτοὶ εἶπον Ἀμήν.Καὶ ἐξῆλθεν ὁ ἀπόστολος τοῦ ἀπελθεῖν ὅπου αὐτὸν ὁ κύριος προσέταξεν· καὶ ἐγγὺς γενόμενος τοῦ δευτέρου μιλίου καὶ ὀλίγον ἐκκλίνας τῆς ὁδοῦ εἶδεν πτῶμα νέου εὐμόρφου κείμενον, καὶ εἶπεν· Κύριε, μὴ διὰ τοῦτο ἐξήγαγές με ἐλθεῖν ἐνθάδε, ἵνα ἴδω τὸν πειρασμὸν τοῦτον; γενέσθω τοίνυν τὸ θέλημά σου ὡς βούλει. Καὶ ἤρξατο εὔχεσθαι καὶ λέγειν· Κύριε κριτὰ ζώντων καὶ νεκρῶν, ζώντων τῶν παρεστώτων καὶ νεκρῶν τῶν κειμένων, καὶ δέσποτα πάντων καὶ πατήρ· πατὴρ δὲ οὐ τῶν ἐν σώμασιν οὐσῶν ψυχῶν ἀλλὰ τῶν ἐξελθουσῶν· τῶν γὰρ ἐν μιάσμασιν οὐσῶν ψυχῶν δεσπότης εἶ καὶ δικαστής· ἐλθὲ ἐν τῇ ὥρᾳ ταύτῃ ᾗ ἐπικαλοῦμαι, καὶ δεῖξόν σου τὴν δόξαν εἰς τοῦτον τὸν ἐνθάδε κατακείμενον. Καὶ στραφεὶς πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ εἶπεν· Τοῦτο τὸ πρᾶγμα οὐκ ἀργῶς ἐγένετο, ἀλλ᾽ ὁ ἐχθρὸς ἐνήργησεν καὶ κατηργάσατο τοῦτο ἵνα ἐν αὐτῷ προσβάλῃ· καὶ ὁρᾶτε ὅτι οὐκ ἐχρήσατο ἄλλο εἶδος οὐδὲ ἐνήργησεν δι᾽ ἄλλου ζῴου ἀλλ᾽ ἣ διὰ τοῦ ὑπηκόου αὐτοῦ.