Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Ὅτε δὲ ἦλθεν ἐγγὺς τῶν πυλῶν τῆς πόλεως, κατῆλθεν ἀπ᾽ αὐτοῦ λέγων· Ἄπελθε καὶ διαφυλάχθητι ὅπου ἦς. Εὐθέως δὲ ὁ πῶλος πεσὼν εἰς τὸ ἔδαφος παρὰ τοὺς πόδας τοῦ ἀποστόλου ἀπέθανεν. πάντες δὲ οἱ παρόντες ἠθύμησαν λέγοντες τῷ ἀποστόλῳ· Ζωοποίησον αὐτὸν καὶ ἀνέγειρον. Ὃ δὲ ἀποκριθεὶς
εἶπεν αὐτοῖς· Ἐγὼ μὲν ἠδυνάμην ἐγεῖραι αὐτὸν διὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ· ἀλλὰ πάντως τοῦτο συμφέρει· ὁ γὰρ αὐτῷ δοὺς λόγον ἵνα λαλήσῃ ἠδύνατο αὐτὸν ποιῆσαι μηδὲ ἀποθανεῖν· οὐκ ἐγείρω δὲ αὐτὸν οὐχ ὡς μὴ δυνάμενος, ἀλλ᾽ ὅτι τοῦτό ἐστιν τὸ συμβαλλόμενον αὐτῷ καὶ συμφέρον. Τοῖς δὲ παροῦσιν παρεκελεύσατο ὀρύξαι σκάμμα καὶ θάψαι αὐτοῦ τὸ σῶμα· καὶ ἐποίησαν ὡς ἐκέλευσεν.(39) Εἰσῆλθεν δὲ ὁ ἀπόστολος εἰς τὴν πόλιν τοῦ παντὸς ὄχλου ἀκολουθοῦντος αὐτῷ· ἐσκέπτετο δὲ ἀπελθεῖν πρὸς τοὺς γονεῖς τοῦ νεωτέρου ὃν ἐζωοποίησεν θανόντα ὑπὸ τοῦ δράκοντος· πάνυ γὰρ ἐδέοντο αὐτοῦ παραγενέσθαι πρὸς αὐτοὺς καὶ εἰσελθεῖν εἰς τὸν οἶκον αὐτῶν. γυνὴ δέ τις πάνυ ὡραία αἰφνιδίως φωνὴν ἀφῆκε μεγίστην λέγουσα·
Ἀπόστολε τοῦ νέου θεοῦ ὁ ἐλθὼν εἰς τὴν Ἰνδίαν, καὶ δοῦλε τοῦ ἁγίου ἐκείνου καὶ μόνου ἀγαθοῦ θεοῦ· διὰ σοῦ γὰρ οὗτος κηρύσσεται ὁ σωτὴρ τῶν ψυχῶν τῶν πρὸς αὐτὸν ἐρχομένων, καὶ διὰ σοῦ ἰατρεύεται τὰ σώματα τῶν ὑπὸ τοῦ ἐχθροῦ κολαζομένων, καὶ σὺ εἶ ὁ γεγονὼς πρόφασις τῆς ζωῆς πάντων τῶν ἐπ᾽ αὐτὸν ἐπιστρεφόντων· κέλευσόν με ἀχθῆναι ἔμπροσθέν σου ἵνα σοι ἀφηγήσωμαι τὰ συμβάντα μοι καὶ τάχα ἐκ σοῦ γένηταί μοι ἐλπίς, καὶ οὗτοι δὲ οἱ παρεστῶτές
σοιεὐέλπιδες γένωνται μᾶλλον εἰς τὸν θεὸν ὅν κηρύσσεις. οὐ μικρῶς γὰρ βασανίζομαι ὑπὸ τοῦ ἐναντίου ἤδη χρόνου πενταχρᾶτό ετοῦς ἐνεστῶτος. ὡς γυνὴ ἐκαθεζόμην ἐν ἡσυχίᾳ τὸ πρότερον, καὶ πανταχόθεν με εἰρήνη περιεῖχεν, καὶ οὐδενὸς μέριμναν ἐποιούμην· οὐδὲ γὰρ ἄλλου τινὸς φροντίδα εἶχον.(40) ἔτυχεν δὲ ἐν μιᾷ τῶν ἡμερῶν, ἐξιούσης μου ἀπὸ τοῦ λουτροῦ ἀπήντησέν μοι ὡς ἄνθρωπός τις τεθορυβημένος καὶ ἐντάραχος ὤν· ἡ δὲ τούτου φωνὴ καὶ ἀπόκρισις ἐδόκει μοι εἶναι ἀμυδρὰ καὶ λεπτὴ πάνυ· καὶ εἶπεν στὰς ἄντικρύς μου· Ἐγώ τε καὶ σὺ ἐν μιᾷ ἀγάπῃ ἐσόμεθα, καὶ κοινωνήσωμεν ἀλλήλοις ὡς ἀνὴρ γυναικὶ συμμείγνυται. Κἀγὼ ἀπεκρινάμην αὐτῷ λέγουσα· Τῷ ὁρμαστῷ μου οὐ συνεγενόμην, παραιτουμένη τοῦ μὴ γῆμαι, καὶ σοὶ ὡς ἐν μοιχείᾳ θέλοντί μοι κοινωνῆσαι πῶς ἐμαυτὴν ἐκδώσω; Καὶ εἰποῦσα ταῦτα διῆλθον· τῇ δὲ παιδίσκῃ τῇ σὺν ἐμοὶ οὔσῃ εἶπον· Ἐθεάσω τὸν νέον καὶ τὴν ἀναίδειαν αὐτοῦ, πῶς μὴ αἰδεσθεὶς παρρησίᾳ μοι διελέχθη; Ἣ δὲ εἶπέν μοι· Ἐγὼ πρεσβύτην εἶδον ὁμιλήσαντά σοι. Γενομένης δέ μου ἐν τῇ οἰκίᾳ καὶ δειπνησάσης ἡ ψυχή μου εἰς ὑποψίαν τινὰ ὑπέβαλέν μοι, καὶ μάλιστα ὅτι δυσὶ μορφαῖς ὤφθη μοι· τοῦτο αὐτὸ κατὰ νοῦν ἔχουσα ὕπνωσα. ἐλθὼν
ουνἐν τῇ νυκτὶ ἐκείνῃ ἐκοινώνησέν μοι τῇ ῥυπαρᾷ μείξει αὐτοῦ. ἔβλεπον δὲ αὐτὸν καὶ ἡμέρας οὔσης, καὶ ἔφευγον ἀπ᾽ αὐτοῦ· ἐν δὲ τῇ συγγενίδι αὐτοῦ νυκτὶ ἐρχόμενος παρεχρᾶτό μοι. καὶ νῦν ὡς ὁρᾷς με πέντε ἔτη ἔχω ὑπ᾽ αὐτοῦ ἐνοχλουμένη, καὶ οὐκ ἀπέστη ἀπ᾽ ἐμοῦ. ἀλλ᾽ ἐγὼ οἶδα καὶ πέπεισμαι ὅτι καὶ δαίμονες καὶ πνεύματα καὶ ἀλάστορες ὑποτάσσονταί σοι καὶ σύντρομοι γίνονται ἀπὸ τῆς εὐχῆς σου· εὖξαι οὖν ὑπὲρ ἐμοῦ καὶ ἀπέλασον ἀπ᾽ ἐμοῦ τὸν διενοχλοῦντά μοι δαίμονα, γένωμαι κἀγὼ ἐλευθέρα, καὶ συναθροισθῶ εἰς τὴν ἀρχαιόγονόν μου φύσιν, καὶ δέξωμαι τὸ χάρισμα τὸ τοῖς συγγενεῦσί μου δεδωρημένον.(41) Εἶπεν δὲ ὁ ἀπόστολος· Ὤ πονηρία ἀκατάσχετος· ὢ ἀναίδεια τοῦ ἐχθροῦ· ὢ ὁ βάσκανος ὁ μηδέποτε ἠρεμῶν· ὢ ὁ δυσειδὴς ὁ τοὺς εὐειδεῖς ὑποτάσσων· ὢ ὁ πολύμορφος· ὡς ἂν βουληθῇ φαίνεται, ἡ δὲ τούτου οὐσία μεταβληθῆναι οὐ δύναται· ὢ ἀπὸ τοῦ δολίου καὶ ἀπίστου· ὢ τὸ δένδρον τὸ πικρόν, οὖ οἱ καρποὶ αὐτοῦ ἐοίκασιν· οὖ ἀπὸ τοῦ διαβόλου τοῦ ὑπερμαχοῦντος τῶν ἀλλοτρίων· οὖ ἀπὸ τῆς πλάνης τῆς χρωμένης τῇ ἀναιδείᾳ· οὖ ἀπὸ τῆς πονηρίας τῆς ἑρπούσης ὡς ὄφις καὶ τούτου συγγενοῦς αὐτοῦ ὑπάρχοντος.
Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐλθὼν ὁ δυσμενὴς ἔστη ἔμπροσθεν αὐτοῦ, μηδενὸς ὁρῶντος αὐτὸν εἰ μὴ τῆς γυναικὸς καὶ τοῦ ἀποστόλου, καὶ φωνῇ μεγίστῃ χρησάμενος εἶπεν πάντων ἀκουόντων·(42) Τί ἡμῖν καὶ σοὶ ἀπόστολε τοῦ ὑψίστου; τί ἡμῖν καὶ σοὶ δοῦλε Ἰησοῦ Χριστοῦ; τί ἡμῖν καὶ σοὶ σύμβουλε τοῦ ἁγίου υἱοῦ τοῦ θεοῦ; διὰ τί βούλει ἡμᾶς ἀπολέσαι τοῦ καιροῦ ἡμῶν μηδέπω ἐνεστῶτος; τίνος ἕνεκα βούλει λαβεῖν ἡμῶν τὴν ἐξουσίαν; ἕως γὰρ τῆς νῦν ὥρας εἴχομεν ἐλπίδα καὶ καιρὸν περιλειπόμενον. τί ἡμῖν καὶ σοί; σὺ ἔχεις ἐξουσίαν ἐν τοῖς σοῖς, καὶ ἡμεῖς ἐν τοῖς ἡμετέροις τίνος ἕνεκα βούλει τυραννίδι καθ᾽ ἡμῶν χρήσασθαι, καὶ μάλιστα αὐτὸς ἄλλους διδάσκων μὴ χρήσασθαι τυραννίδι; τίνος ἕνεκα σὺ τῶν ἀλλοτρίων δέει ὡς τοῖς ἰδίοις μὴ ἀρκούμενος; τίνος ἕνεκα ἐξομοιοῦσαι τῷ υἱῷ τοῦ θεοῦ τῷ ἀδικήσαντι ἡμᾶς; ἔοικας γὰρ αὐτῷ πάνυ ὡς ἐξ αὐτοῦ ἀποκυηθείς. ἐνομίσαμεν γὰρ κἀκεῖνον ὑπὸ ζυγὸν ποιῆσαι ὡς καὶ τοὺς λοιπούς· ὃ δὲ στραφεὶς ἔσχεν ἡμᾶς ὑποχειρίους. οὐ γὰρ ᾔδειμεν αὐτόν· ἠπάτησεν δὲ ἡμᾶς τῇ μορφῇ αὐτοῦ τῇ δυσειδεστάτῃ καὶ τῇ πενίᾳ αὐτοῦ καὶ τῇ ἐνδείᾳ· θεασάμενοι γὰρ αὐτὸν τοιοῦτον ἐνομίσαμεν αὐτὸν σαρκοφόρον ἄνδρα εἶναι, μὴ εἰδότες ὅτι αὐτός ἐστιν ὁ ζωοποιῶν τοὺς ἀνθρώπους. ἔδωκεν δὲ ἡμῖν ἐξουσίαν ἐν τοῖς ἡμετέροις, καὶ ἐν ᾧ ἐσμεν χρόνῳ τὰ ἡμέτερα μὴ ἐᾶσαι ἀλλ᾽ ἐν αὐτοῖς ἀναστρέφεσθαι· σὺ δὲ βούλει ὑπὲρ τὸ δέον καὶ τὸ δεδομένον σοι κτήσασθαι καὶ ἡμᾶς καταπονῆσαι.
(43) Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἔκλαιεν λέγων· Ἀφίημί
σετὴν καλλίστην μου σύζυγον, ἣν πρώην πολλῷ χρόνῳ εὗρον καὶ ἀνεπάην· καταλιμπάνω σε τὴν βεβαίαν μου ἀδελφὴν τὴν ἀγαπητὴν ἐν ᾗ ηὐδόκησα. τί ποιήσω οὐκ οἶδα, ἢ τίνα ἐπικαλέσομαι ἵνα μοι ἐπακούσας ἐπαμύνῃ. οἶδα τί ποιήσω· ἀπελεύσομαι εἴς τινας τόπους ἔνθα ἡ φήμη τοῦ ἀνδρὸς τούτου οὐκ ἠκούσθη, καὶ τάχα σε τὴν ἐμὴν ἀγαπητὴν ἀντονομάσω. Καὶ ἐπάρας αὐτοῦ τὴν φωνὴν εἶπεν· Μένε ἐν εἰρήνῃ, τὸ καταφύγιον λαβοῦσα εἰς τὸν μείζονά μου· ἐγὼ δὲ ἀπελεύσομαι καὶ ζητήσω σου ὁμοίαν, καὶ ἐὰν μὴ εὕρω, πάλιν ἐπὶ σὲ ἐπιστρέφω· οἶδα γὰρ ὅτι τούτου τοῦ ἀνδρὸς ἔγγιστα ὑπάρχουσα εἰς αὐτὸν τὸ καταφύγιον ἔχεις, αὐτοῦ δὲ ἀποστάντος ἔσῃ ὁποία καὶ ἦς πρὸ τοῦ αὐτὸν ἐπιφανῆναι, καὶ αὐτὸν μὲν ἐπιλήσῃ, ἐμοὶ δὲ καιρὸς καὶ παρρησία γενήσεται· νῦν δὲ τὸ ὄνομα τοῦ σὲ ῥυσαμένου φοβοῦμαι. Καὶ ταῦτα εἰπὼν ὁ δαίμων ἀφανὴς ἐγένετο, μόνον δὲ ἀποστάντος αὐτοῦ πῦρ καὶ καπνὸς ὤφθη ἐκεῖ· καὶ πάντες οἱ ἐκεῖσε παρεστῶτες ἔκπληκτοι γεγόνασιν.(44) Ἰδὼν δὲ ὁ ἀπόστολος εἶπεν αὐτοῖς· Οὐδὲν ξένον οὐδὲ ἀλλότριον ἔδειξεν ὁ δαίμων ἐκεῖνος ἀλλὰ τὴν φύσιν αὐτοῦ, ἐν ᾗ καὶ κατακαυθήσεται· καὶ γὰρ τὸ πῦρ αὐτὸν καταναλώσει, καὶ ὁ τούτου καπνὸς διασκεδασθήσεται. Καὶ ἤρξατο λέγειν· Ἰησοῦ τὸ μυστήριον τὸ ἀπόκρυφον ὃ ἡμῖν
ἀπεκαλύφθη, σὺ εἶ ὁ ἐκφάνας ἡμῖν μυστήρια πάμπολλα, ὁ ἀφορίσας με κατ᾽ ἰδίαν ἐκ τῶν ἑταίρων μου πάντων, καὶ εἰπών μοι τρεῖς λόγους ἐν οἷς ἐγὼ ἐκπυροῦμαι, καὶ ἄλλοις εἰπεῖν αὐτὰ οὐ δύναμαι· Ἰησοῦ ἄνθρωπε πεφονευμένε νεκρὲ τεθαμμένε· Ἰησοῦ θεὲ ἐκ θεοῦ, σωτὴρ ὁ τοὺς νεκροὺς ζωοποιῶν καὶ τοὺς νοσοῦντας ἰώμενος· Ἰησοῦ ὁ ἐπιδεόμενος ὥσπερ καὶ σῴζων ὡς ἀνενδεής, ὁ τοὺς ἰχθύας θηρεύων εἰς τὸ ἄριστον καὶ εἰς τὸ δεῖπνον, ὁ πάντας ἐν πλησμονῇ καθιστῶν ἐν μικρῷ ἄρτῳ· Ἰησοῦ ὁ ἐπαναπαυόμενος ἀπὸ τῆς ὁδοιπορίας τοῦ καμάτου ὡς ἄνθρωπος καὶ ἐπὶ τοῖς κύμασι περιπατῶν ὡς θεός·(45) Ἰησοῦ ὕψιστε, φωνὴ ἀνατείλασα ἀπὸ τῶν σπλάγχνων τῶν τελείων, πάντων σωτήρ, ἡ δεξιὰ τοῦ φωτὸς ἡ καταστρέφουσα τὸν πονηρὸν ἐν τῇ ἰδίᾳ φύσει, καὶ πᾶσαν αὐτοῦ τὴν φύσιν συναθροίζων εἰς ἕνα τόπον, ὁ πολύμορφος, ὁ μονογενὴς ὑπάρχων, ὁ πρωτότοκος πολλῶν ἀδελφῶν, θεὲ ἐκ θεοῦ ὑψίστου, ὁ ἄνθρωπος ὁ καταφρονούμενος ἕως ἄρτι· Ἰησοῦ Χριστέ, ὁ μὴ παραβλέπων ἡμᾶς ἐν οἷς σε ἐπικαλούμεθα, ὁ γενόμενος πρόφασις πᾶσι ζωῇ τῇ ἀνθρωπίνῃ, ὁ δι᾽ ἡμᾶς κρινόμενος καὶ φυλακιζόμενος ἐν δεσμωτηρίῳ καὶ λύων πάντας τοὺς ἐν δεσμῷ ὄντας, ὁ καλούμενος πλάνος καὶ τοὺς ἰδίους λυτρούμενος ἀπὸ τῆς πλάνης· δέομαί σου ὑπὲρ
τῶνἑστώτων καὶ πιστευόντων σοι τούτων· δέονται γαρ τῶν σῶν δωρημάτων τυχεῖν, εὐέλπιδες ὄντες εἰς τὴν σὴν βοήθειαν, τὸ καταφύγιόν σου κατέχοντες ἐν τῇ σῇ μεγαλωσύνῃ· τὰς ἀκροάσεις αὐτῶν ὑπέχουσιν ἀκοῦσαι παρ᾽ ἡμῶν τοὺς λόγους τοὺς λαλουμένους αὐτοῖς. ἐλθέτω ἡ εἰρήνη σου καὶ σκηνωσάτω ἐν αὐτοῖς, καὶ ἀνακαινισάτω αὐτοὺς ἀπὸ τῶν προτέρων αὐτῶν πράξεων, καὶ ἀποδύσωνται τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδύσωνται τὸν νέον τὸν νῦν ἐξ ἐμοῦ καταγγελλόμενον αὐτοῖς.(46) Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας εὐλόγησεν αὐτοὺς εἰπών· Ἔσται ἐφ᾽ ὑμᾶς ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ εἰς τοὺς αἰῶνας. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Ἑδεήθη δὲ αὐτοῦ ἡ γυνὴ λέγουσα· Ἀπόστολε τοῦ ὑψίστου δός μοι τὴν σφραγῖδα, ἵνα μὴ ὑποστρέψῃ εἰς ἐμὲ πάλιν ὁ ἐχθρὸς ἐκεῖνος. Τότε ἐποίησεν αὐτὴν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτῇ τὰς χεῖρας αὐτοῦ ἐσφράγισεν αὐτὴν εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. πολλοὶ δὲ καὶ ἄλλοι ἐσφραγίσθησαν μετ᾽ αὐτῆς. ἐκέλευσεν δὲ ὁ ἀπόστολος τῷ διακόνῳ αὐτοῦ παραθεῖναι τράπεζαν· παρέθηκαν δὲ συμψέλλιον ὃ εὗρον ἐκεῖ,
καὶ ἁπλώσας σινδόνα ἐπ᾽ αὐτὸ ἐπέθηκεν ἄρτον τῆς εὐλογίας. καὶ παραστὰς ὁ ἀπόστολος εἶπεν· Ἰησοῦ ὁ καταξιώσας ἡμᾶς τῆς εὐχαριστίας τοῦ σώματός σου τοῦ ἁγίου καὶ τοῦ αἵματος κοινωνῆσαι, ἰδοὺ τολμῶμεν προσέρχεσθαι τῇ σῇ εὐχαριστίᾳ καὶ ἐπικαλεῖσθαί σου τὸ ἅγιον ὄνομα· ἐλθὲ καὶ κοινώνησον ἡμῖν.(47) Καὶ ἤρξατο λέγειν· Ἐλθὲ τὰ σπλάγχνα τὰ τέλεια, ἐλθὲ ἡ κοινωνία τοῦ ἄρρενος, ἐλθὲ ἡ ἐπισταμένη τὰ μυστήρια τοῦ ἐπιλέκτου, ἐλθὲ ἡ κοινωνοῦσα ἐν πᾶσι τοῖς ἄθλοις τοῦ γενναίου ἀθλητοῦ, ἐλθὲ ἡ ἡσυχία ἡ ἀποκαλύπτουσα τὰ μεγαλεῖα τοῦ παντὸς μεγέθους, ἐλθὲ ἡ τὰ ἀπόκρυφα ἐκφαίνουσα καὶ τὰ ἀπόρρητα φανερὰ καθιστῶσα, ἡ ἱερὰ περιστερὰ ἡ τοὺς διδύμους νεοσσοὺς γεννῶσα, ἐλθὲ ἡ ἀπόκρυφος μήτηρ, ἐλθὲ ἡ φανερὰ ἐν ταῖς πράξεσιν αὐτῆς καὶ παρέχουσα χαρὰν καὶ ἀνάπαυσιν τοῖς συνημμένοις αὐτῇ· ἐλθὲ καὶ κοινώνησον ἡμῖν ἐν ταύτῃ τῇ εὐχαριστίᾳ ἥν ποιοῦμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ τῇ ἀγάπῃ ᾗ συνήγμεθα ἐπὶ τῇ κλήσει σου. Καὶ εἰπὼν ταῦτα διεχάραξεν τῷ ἄρτῳ τὸν σταυρόν, καὶ κλάσας ἤρξατο διαδιδόναι. καὶ πρῶτον τῇ γυναικὶ ἔδωκεν εἰπών· Ἔσται σοι τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν καὶ αἰωνίων παραπτωμάτων· Καὶ
μετ᾽αὐτὴν ἔδωκεν καὶ τοῖς ἄλλοις πᾶσιν τοῖς τὴν σφραγῖδα δεξαμένοις.