Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Καὶ ταῦτα αὐτοῦ λέγοντος καὶ ἐνθυμουμένου ἔτυχεν ἔμπορόν τινα εἶναι ἐκεῖ ἀπὸ τῆς Ἰνδίας ἐλθόντα ᾧ ὄνομα Ἀββάνης, ἀπὸ τοῦ βασιλέως Γουνδαφόρου ἀποσταλέντα καὶ ἐντολὴν παρ᾽ αὐτοῦ εἰληφότα τέκτονα πριάμενον ἀγαγεῖν αὐτῷ. ὁ δὲ κύριος ἰδὼν αὐτὸν ἐν τῇ ἀγορᾷ περιπατοῦντα τὸ μεσημβρινὸν εἶπεν αὐτῷ· Βούλει τέκτονα πρίασθαι; Ὃ δὲ εἶπεν αὐτῷ· Ναι. Καὶ ὁ κύριος ἔφη αὐτῷ· Ἔχω δοῦλον τέκτονα καὶ βούλομαι αὐτὸν πωλῆσαι. Καὶ ταῦτα εἰπὼν ὑπέδειξεν αὐτῷ τὸν Θωμᾶν ἀπὸ μακρόθεν, καὶ συνεφώνησεν
μετ᾽αὐτοῦ τριῶν λιτρῶν ἀσήμου, καὶ ἔγραψεν ὠνὴν λέγων· Ἐγὼ Ἰησοῦς υἱὸς Ἰωσήφ τοῦ τέκτονος ὁμολογῶ πεπρακέναι ἐμὸν δοῦλον Ἰούδαν ὀνόματι σοὶ τῷ Ἀββάνῃ ἐμπόρῳ Γουνδαφόρου τοῦ βασιλέως τῶν Ἰνδῶν. Τῆς δὲ ὠνῆς τελεσθείσης ὁ σωτὴρ παραλαβὼν Ἰούδαν τὸν καὶ Θωμᾶν ἀπήγαγεν πρὸς Ἀββάνην τὸν ἔμπορον· καὶ ἰδὼν αὐτὸν ὁ Ἀββάνης εἶπεν πρὸς αὐτόν· Οὖτός ἐστιν ὁ δεσπότης σου; Καὶ ἀποκριθεὶς ὁ ἀπόστολος εἶπεν· Ναί, κύριός μού ἐστιν. Ὃ δέ φησιν· Ἠγόρασά σε παρ᾽ αὐτοῦ. Καὶ ὁ ἀπόστολος ἡσύχαζεν.Τῇ δὲ ἑξῆς ὄρθρου εὐξάμενος καὶ δεηθεὶς τοῦ κυρίου εἶπεν ὁ ἀπόστολος· Πορεύομαι ὅπου βούλει κύριε Ἰησοῦ· τὸ
θέληματὸ σὸν γενέσθω. Ἀπῆλθεν δὲ πρὸς Ἀββάνην τὸν ἔμπορον μηδὲν ὅλως τι μεθ᾽ ἑαυτοῦ κομισάμενος ἀλλ᾽ ἢ τὸ τίμημα αὐτοῦ μόνον. δεδώκει γὰρ αὐτῷ ὁ κύριος λέγων· Ἥτω μετὰ σοῦ καὶ ἡ τιμή σου μετὰ τῆς χάριτός μου ὅπου ἂν ἀπέρχῃ. Κατέλαβεν δὲ ὁ ἀπόστολος τὸν Ἀββάνην ἴσως τὰ σκεύη αὐτοῦ ἀναφέροντα εἰς τὸ πλοῖον· ἤρξατο οὖν καὶ αὐτὸς συναναφέρειν αὐτῷ. ἐμβάντων δὲ αὐτῶν εἰς τὸ πλοῖον καὶ καθεσθέντων ἐξήταζεν ὁ Ἀββάνης τὸν ἀπόστολον λέγων· Ποίαν ἐργασίαν οἶδας; Ὃ δὲ ἔφη· Ἐν μὲν ξύλοις ἄροτρα καὶ ζυγοὺς καὶ τρυτάνας καὶ πλοῖα καὶ κώπας πλοίων καὶ ἱστοὺς καὶ τροχίσκους, ἐν δὲ λίθοις στήλας τε καὶ ναοὺς καὶ πραιτώρια βασιλικά. Εἶπεν δὲ αὐτῷ ὁ Ἁββάνης ὁ ἔμπορος· Τοιούτου γὰρ καὶ χρείαν ἔχομεν τεχνίτου. Ἤρξαντο οὖν καταπλέειν· ἔσχον δὲ ἐπιτήδειον ἄνεμον, καὶ προθύμως ἔπλεον ἕως ὅτε κατήντησαν εἰς Ἀνδράπολιν, πόλιν βασιλικήν.Ἐξελθόντες δὲ ἀπὸ τοῦ πλοίου εἰσῄεσαν εἰς τὴν πόλιν. καὶ ἰδοὺ φωναὶ αὐλητῶν καὶ ὑδραύλεων καὶ σάλπιγγες περιηχοῦσαι αὐτούς· ἐξήταζεν δὲ ὁ ἀπόστολος λέγων· Τίς ἐστιν αὕτη ἡ ἑορτὴ ἡ ἐν τῇ πόλει ταύτῃ; Ἔλεγον δὲ αὐτῷ οἱ ἐκεῖ
ὅτιΚαὶ σὲ οἱ θεοὶ ἤγαγον ἵνα εὐωχηθῇς ἐν τῇ πόλει ταύτῃ. ὁ γὰρ βασιλεὺς θυγατέρα μονογενῆ ἔχει, καὶ νῦν αὐτὴν ἐκδίδωσιν ἀνδρὶ πρὸς γάμον· τῶν οὖν γάμων ἡ χαρὰ καὶ ἡ πανήγυρίς ἐστιν αὕτη σήμερον ἣν εἶδες ἑορτήν. ὁ δὲ βασιλεὺς κήρυκας ἀπέστειλεν κηρύξαι πανταχοῦ πάντας παρατυχεῖν εἰς τοὺς γάμους, πλουσίους τε καὶ πένητας, δούλους τε καὶ ἐλευθέρους, ξένους τε καὶ πολίτας· εἴ τις δὲ παραιτήσηται καὶ μὴ παρατύχῃ εἰς τοὺς γάμους, ὑπεύθυνος ἔσται τῷ βασιλεῖ. Ἀββάνης δὲ ἀκούσας εἶπεν τῷ ἀποστόλῳ· Ἀπέλθωμεν οὖν καὶ ἡμεῖς, ἵνα μὴ προσκρούσωμεν τῷ βασιλεῖ, καὶ μάλιστα ξένοι ὄντες. Ὃ δὲ εἶπεν· Ἀπέλθωμεν. Καταλύσαντες δὲ ἐν τῷ ξενοδοχείῳ καὶ ὀλίγον ἀναπαέντες ἀπῆλθον εἰς τοὺς γάμους. καὶἰδὼν ὁ ἀπόστολος ἀνακεκλιμένους πάντας ἀνεκλίθη καὶ αὐτὸς ἐν τῷ μέσῳ· ἀπέβλεπον δὲ εἰς αὐτὸν πάντες ὡς | εἰς ξένον καὶ ἐξ ἀλλοδαπῆς ἐλθόντα γῆς· Ἀββάνης δὲ ὁ ἔμπορος ὡς ἅτε δεσπότης εἰς ἄλλον τόπον ἀνεκλίθη.Δειπνησάντων δὲ αὐτῶν καὶ πιόντων ὁ ἀπόστολος οὐδενὸς ἐγεύσατο· οἱ οὖν περὶ αὐτὸν ὄντες ἔλεγον αὐτῷ· Τί ἦλθες ἐνθάδε μήτε ἐσθίων μήτε πίνων; Ὃ δὲ ἀπεκρίνατο αὐτοῖς λέγων· Διὰ μεῖζόν τι τῆς βρώσεως ἣ καὶ τοῦ πότου ἦλθον ἐνθάδε, καὶ ἵνα τὸ θέλημα τοῦ βασιλέως τελέσω. οἱ γὰρ κήρυκες τὰ τοῦ βασιλέως κηρύσσουσιν, καὶ ὃς ἂν μὴ
ἀκούσῃτῶν κηρύκων ὑπόδικος ἔσται τῇ τοῦ βασιλέως κρίσει. Δειπνησάντων οὖν αὐτῶν καὶ πιόντων, καὶ στεφάνων καὶ μύρων προσενεχθέντων, λαβόντες μύρον ἕκαστος, ὃς μὲν τὴν ὄψιν αὐτοῦ κατήλειφεν, ὃς δὲ τὸ γένειον, ὃς δὲ καὶ ἄλλους τόπους τοῦ σώματος αὐτοῦ· ὁ δὲ ἀπόστολος τὴν κορυφὴν ἤλειψεν τῆς ἑαυτοῦ κεφαλῆς, καὶ ὀλίγον τι εἰς τοὺς μυκτῆρας ἐπέχρισεν ἑαυτοῦ, κατέσταξεν δὲ καὶ εἰς τὰς ἀκοὰς τὰς ἑαυτοῦ, προσῆπτε δὲ καὶ τοῖς ὀδοῦσιν | αὐτοῦ, καὶ τὰ περὶ τὴν καρδίαν αὐτοῦ συνέχρισεν ἐπιμελῶς· καὶ τὸν στέφανον δὲ τὸν προσενεχθέντα αὐτῷ ἐκ μυρσίνης καὶ ἄλλων ἀνθέων πεπλεγμένον λαβὼν ἐπέθετο τῇ ἑαυτοῦ κεφαλῇ, κλάδον δὲ καλάμου ἔλαβεν ἐντῇ χειρὶ αὐτοῦ καὶ κατεῖχεν. ἡ δὲ αὐλήτρια κατέχουσα ἐν τῇ χειρὶ αὐτῆς τοὺς αὐλοὺς περιήρχετο πάντας καὶ ηὔλει· ὅτε δὲ ἦλθεν καθ᾽ ὃν τόπον ἦν ὁ ἀπόστολος, ἔστη ἐπάνω αὐτοῦ καταυλοῦσα πρὸς τὴν κεφαλὴν αὐτοῦ ὥραν πολλήν. ἦν δὲ Ἑβραία τῷ γένει ἡ αὐλήτρια ἐκείνη.Τοῦ δὲ ἀποστόλου εἰς τὴν γῆν ἀφορῶντος εἷς τις τῶν οἰνοχόων ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐράπισεν αὐτόν. ἐπάρας δὲ ὁ ἀπόστολος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσσχὼν τῷ τύψαντι αὐτὸν εἶπεν· Ὁ θεός μου ἀφήσει σοι εἰς τὸν μέλλοντα αἰῶνα τὴν ἀδικίαν ταύτην, εἰς δὲ τὸν κόσμον τοῦτον δείξει αὐτοῦ τὰ θαυμάσια, καὶ θεάσομαι ἤδη τὴν χεῖρα ἐκείνην τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην. Καὶ εἰπὼν ταῦτα ἤρξατο ψάλλειν καὶ λέγειν τὴν ᾠδὴν ταύτην·|
Η κόρη τοῦ φωτὸς θυγάτηρ, ᾗ ἐνέστηκε καὶ ἔγκειται τὸ ἀπαύγασμα τῶν βασιλέων τὸ γαῦρον, καὶ ἐπιτερπὲς ταύτης τὸ θέαμα, φαιδρῷ κάλλει καταυγάζουσα· ἧς τὰ ἐνδύματα ἔοικεν ἐαρινοῖς ἄνθεσιν, ἀποφορὰ δὲ εὐωδίας ἐξ αὐτῶν διαδίδοται· καὶ ἐν τῇ κορυφῇ ἵδρυται ὁ βασιλεύς, τρέφων τῇ ἑαυτοῦ ἀμβροσίᾳ τοὺς ἐπ᾽ αὐτὸν ἱδρυμένους· ἔγκειται δὲ ταύτης τῇ κεφαλῇ ἀλήθεια, χαρὰν δὲ τοῖς ποσὶν αὐτῆς ἐμφαίνει· ἧς τὸ στόμα ἀνέῳκται καὶ πρεπόντως αὐτῇ· τριάκοντα καὶ δύο εἰσὶν οἱ ταύτην ὑμνολογοῦντες· ἧς ἡ γλῶττα παραπετάσματι ἔοικεν τῆς θύρας ὃ ἐκτινάσσεται τοῖς εἰσιοῦσιν· ἧς ὁ αὐχὴν εἰς τύπον βαθμῶν ἔγκειται ὧν ὁ πρῶτος δημιουργὸς ἐδημιούργησεν, αἱ δὲ δύο αὐτῆς χεῖρες σημαίνουσιν καὶ ὑποδεικνύουσιν τὸν χορὸν τῶν εὐδαιμόνων αἰώνων κηρύσσοντες, οἱ δὲ δάκτυλοι αὐτῆς τὰς πύλας τῆς πόλεως ὑποδεικνύουσιν· ἧς ὁ παστὸς φωτεινός, ἀποφορὰν ἀπὸ βαλσάμου καὶ παντὸς ἀρώματος διαπνέων, ἀναδιδούςτε ὀσμὴν ἡδεῖαν σμύρνης τε καὶ φύλλου, ὑπέστρωνται δὲ ἐντὸς μυρσίναι καὶ ἀνθέων παμπόλλων ἡδυπνόων, αἱ δὲ κλειστάδες ἐν καλάμοις κεκόσμηνται.περιεστοιχισμένην δὲ αὐτὴν ἔχουσιν οἱ ταύτης νυμφίοι, ὧν ὁ ἀριθμὸς ἕβδομός ἐστιν, οὓς αὐτὴ ἐξελέξατο· αἱ δὲ ταύτης παράνυμφοί εἰσιν ἑπτά, οἳ ἔμπροσθεν αὐτῆς χορεύουσιν· δώδεκα δέ εἰσιν τὸν ἀριθμὸν οἱ ἔμπροσθεν αὐτῆς ὑπηρετοῦντες καὶ αὐτῇ ὑποκείμενοι, τὸν σκοπὸν καὶ τὸ θέαμα εἰς τὸν νυμφίον ἔχοντες, ἵνα διὰ τοῦ θεάματος αὐτοῦ φωτισθῶσιν· καὶ εἰς τὸν αἰῶνα σὺν αὐτῷ ἔσονται εἰς ἐκείνην τὴν χαρὰν τὴν αἰώνιον, καὶ ἔσονται ἐν τῷ γάμῳ ἐκείνῳ ἐν ᾧ οἱ μεγιστᾶνες συναθροίζονται, καὶ παραμενοῦσιν τῇ εὐωχίᾳ ἧς οἱ αἰώνιοι καταξιοῦνται, καὶ ἐνδύσονται βασιλικὰ ἐνδύματα καὶ ἀμφιάσονται στολὰς λαμπράς, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἔσονται ἀμφότεροι, καὶ δοξάσουσι τὸν πατέρα τῶν ὅλων· οὗ τὸ φῶς τὸ γαῦρον ἐδέξαντο, καὶ ἐφωτίσθησαν ἐν τῇ θέα τοῦ δεσπότου αὐτῶν, οὗ τὴν ἀμβροσίαν βρῶσιν ἐδέξαντο μηδὲν ὅλως ἀπουσίαν ἔχουσαν, ἔπιον δὲ καὶ ἀπὸ | τοῦ οἴνου τοῦ μὴ δίψαν αὐτοῖς παρέχοντος καὶ ἐπιθυμίαν· ἐδόξασαν δὲ καὶ ὕμνησαν σὺν τῷ ζῶντι πνεύματι τὸν πατέρα τῆς ἀληθείας καὶ τὴν μητέρα τῆς σοφίας.
Καὶ ὅτε ὕμνησεν καὶ ἐτέλεσεν τὴν ᾠδὴν ταύτην, πάντες οἱ ἐκεῖ παρόντες εἰς αὐτὸν ἀπέβλεπον· καὶ ἡσύχαζεν· ἀπέβλεπον δὲ καὶ τὸ εἶδος αὐτοῦ ἐναλλαγέν, τὰ δὲ ὑπ᾽ αὐτοῦ λεχθέντα οὐκ ἐνόουν, ἐπειδὴ αὐτὸς Ἑβραῖος ἦν καὶ τὰ λεχθέντα ὑπ᾽ αὐτοῦ ἑβραϊστὶ ἐλέχθη· ἡ δὲ αὐλήτρια πάντα ἤκουσεν μόνη, Ἑβραία γὰρ ἦν τῷ γένει· καὶ ἀποστᾶσα ἀπ᾽ αὐτοῦ ηὔλει τοῖς ἄλλοις, εἰς αὐτὸν δὲ τὰ πολλὰ ἀφεώρα καὶ ἀπέβλεπεν· πάνυ γὰρ ἠγάπησεν αὐτὸν ὡς ἄνθρωπον ὁμόεθνον αὐτῆς· ἦν δὲ καὶ τῇ ἰδέᾳ ὡραῖος ὑπὲρ πάντας τοὺς ἐκεῖσε ὄντας. καὶ ὅτε ἐτέλεσεν ἡ αὐλήτρια πάντας καὶ αὐλήσασα, ἄντικρυς αὐτοῦ ἐκαθέσθη, ἀφορῶσα καὶ ἀτενίζουσα εἰς αὐτόν· αὐτὸς δὲ ὅλως εἰς οὐδένα ἀφεώρα οὐδὲ προσεῖχέν τινι, εἰ μὴ μόνον εἰς τὴν γῆν ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ προσεῖχεν, προσδεχόμενος πότε ἀναλύσῃ
ἐκεῖθεν. ὁ δὲ οἰνοχόος ἐκεῖνος ὁ ῥαπίσας αὐτὸν κατῆλθεν εἰς τὴν πηγὴν ἀντλῆσαι ὕδωρ· ἔτυχεν δὲ ἐκεῖ εἶναι λέοντα, καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφῆκεν κεῖσθαι ἐν τῷ τόπῳ κατακόψας τὰ μέλη αὐτοῦ· κύνες δὲ εὐθὺς ἔλαβον τὰ μέλη αὐτοῦ, ἐν οἷς καὶ εἷς μέλας κύων τὴν δεξιὰν αὐτοῦ χεῖρα τῷ στόματι κρατῶν εἰς τὸν τόπον τοῦ συμποσίου εἰσήνεγκεν.Ἰδόντες δὲ ἐξεπλάγησαν πάντες, ἐξετάζοντες ὅτι τίς ἐστιν ὁ ἐξ αὐτῶν ἀπολειφθείς. ὡς δὲ φανερὸν ἐγένετο ὅτι τοῦ οἰνοχόου ἐστὶν ἡ χεὶρ τοῦ πατάξαντος τὸν ἀπόστολον, ἡ
αὐλήτριατοὺς αὐλοὺς αὐτῆς κατεάξασα ἔρριψεν, καὶ πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἀπελθοῦσα ἐκαθέσθη λέγουσα ὅτι Οὗτος ὁ ἄνθρωπος ἢ θεός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ· ἐγὼ γὰρ ἤκουσα ἑβραϊστὶ εἰπόντος τῷ οἰνοχόῳ ὅτι Ἤδη θεάσομαι τὴν χεῖρα τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην· Ὅπερ καὶ ὑμεῖς ἐθεάσασθε νῦν· ὡς γὰρ εἶπεν οὕτως καὶ συνέβη. Καὶ τινὲς μὲν ἐπίστευον αὐτῇ, τινὲς δὲ οὔ. ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα προσελθὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀναστὰς ἐλθὲ μετ᾽ ἐμοῦ καὶ εὖξαι ὑπὲρ τῆς θυγατρὸς μου· μονογενῆ γὰρ αὐτὴν ἔχω, καὶ σήμερον αὐτὴν ἐκδίδωμι. Ὁ δὲ ἀπόστολος οὐκ ἐβούλετο συναπελθεῖναὐτῷ· οὐδέπω γὰρ ἦν ἐκεῖ αὐτῷ ὁ κύριος ἀποκαλυφθείς· ὁ δὲ βασιλεὺς ἄκοντα αὐτὸν ἀπήγαγεν εἰς τὸν νυμφῶνα, ὅπως εὔξηται ὑπὲρ αὐτῶν.Στὰς δὲ ὁ ἀπόστολος ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ κύριός μου καὶ ὁ θεός μου, ὁ συνοδοιπόρος τῶν αὐτοῦ δούλων, ὁ ὁδηγῶν καὶ εὐθύνων τοὺς εἰς αὐτὸν πιστεύοντας, ἡ καταφυγὴ καὶ ἡ ἀνάπαυσις τῶν τεθλιμμένων, ἡ ἐλπὶς τῶν πενήτων καὶ λυτρωτὴς τῶν αἰχμαλώτων, ὁ ἰατρὸς τῶν ἐν νόσῳ κατακειμένων ψυχῶν καὶ σωτὴρ πάσης κτίσεως, ὁ τὸν κόσμον ζωοποιῶν καὶ τὰς ψυχὰς ἐνδυναμῶν, σὺ ἐπίπλήσσομαι, στασαι τὰ μέλλοντα, ὃς καὶ δι᾽ ἡμῶν τελειοῖς αὐτά· σὺ κύριε ὁ ἀποκαλύπτων μυστήρια ἀπόκρυφα καὶ ἐκφαίνων λόγους ἀπορρήτους ὄντας· σὺ εἶ κύριε ὁ φυτουργὸς τοῦ ἀγαθοῦ δένδρου, καὶ διὰ τῶν σῶν χειρῶν πάντα τὰ ἀγαθὰ ἔργα ἀπογεννᾶται· σὺ εἶ κύριε ὁ ἐν πᾶσιν ὢν καὶ διερχόμενος διὰ πάντων καὶ ἐγκείμενος πᾶσι τοῖς ἔργοις σου καὶ διὰ τῆς πάντων ἐνεργείας φανερούμενος· Ἰησοῦ Χριστὲ ὁ τῆς εὐσπλαγχνίας υἱὸς καὶ
τέλειοςσωτήρ, Χριστὲ υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἡ δύναμις ἡ ἀπτόητος ἡ τὸν ἐχθρὸν καταστρέψασα, καὶ ἡ φωνὴ ἡ ἀκουσθεῖσα τοῖς ἄρχουσιν, ἡ σαλεύσασα τὰς ἐξουσίας αὐτῶν ἁπάσας, ὁ πρεσβευτὴς ὁ ἀπὸ τοῦ ὕψους ἀποσταλεὶς καὶ ἕως τοῦ ᾅδου καταντήσας, ὃς καὶ τὰς θύρας ἀνοίξας ἀνήγαγες ἐκεῖθεν τοὺς ἐγκεκλεισμένους πολλοῖς χρόνοις ἐν τῷ τοῦ σκότους ταμιείῳ, καὶ τούτοις τὴν ἄνοδον ὑποδείξας τὴν εἰς τὸ ὕψος ἀνάγουσαν· δέομαί σου κύριε Ἰησοῦ, ἱκετηρίαν σοι προσφέρων ὑπὲρ τῶν νεωτέρων τούτων, ἵνα τὰ βοηθοῦντα αὐτοῖς καὶ συμβαλλόμενα καὶ συμφέροντα ποιήσῃς. Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας αὐτοῦ καὶ εἰπὼν Ὁ κύριος ἔσται μεθ᾽ ὑμῶν, κατέλιπεν αὐτοὺς ἐν τῷ τόπῳ καὶ ἀπῆλθεν.Ὁ δὲ βασιλεὺς ἠξίου τοὺς παρανύμφους ἐξέρχεσθαι ἀπὸ τοῦ νυμφῶνος. πάντων δὲ ἐξελθόντων καὶ τῶν θυρῶν κλεισθεισῶν ὁ νυμφίος τὸ καταπέτασμα τοῦ νυμφῶνος ἐπῆρεν,
ἵνα τὴν νύμφην πρὸς ἑαυτὸν ἀγάγῃ. καὶ εἶδεν τὸν κύριον Ἰησοῦν τὴν ἀπεικασίαν Ἰούδα Θωμᾶ ἔχοντα καὶ ὁμιλοῦντα τῇ νύμφῃ, τοῦ πρὸ βραχέως εὐλογήσαντος αὐτοὺς καὶ ἐξελθόντος ἀπ᾽ αὐτῶν, τοῦ ἀποστόλου, καί φησιν αὐτῷ· Ὀυχὶ πρὸ πάντων ἐξῆλθες; πῶς νῦν εὑρέθης ὧδε; Ὁ δὲ κύριος εἶπεν αὐτῷ· Ἐγὼ οὐκ εἰμὶ Ἰούδας ὁ καὶ Θωμᾶς, ἀδελφὸς δὲ αὐτοῦ εἰμι. Καὶ ἐκαθέσθη ὁ κύριος ἐπὶ τῆς κλίνης, ἐκέλευσεν δὲ καὶ αὐτοῖς καθεσθῆναι ἐπὶ τοῖς δίφροις, καὶ ἤρξατο αὐτοῖς λέγειν·Μνημονεύετε τέκνα μου ὧν ὁ ἀδελφός μου ἐλάλησεν ὑμῖν καὶ τίνι ὑμᾶς παρέθετο· καὶ τοῦτο γνῶτε, ὅτι ἐὰν ἀπαλλαγῆτε
τῆςῥυπαρᾶς κοινωνίας ταύτης, γίνεσθε ναοὶ ἅγιοι, καθαροί, ἀπαλλαγέντες πλήξεων καὶ ὀδυνῶν φανερῶν τε καὶ ἀφανῶν, καὶ φροντίδας οὐ περιθήσεσθε βίου καὶ τέκνων, ὧν τὸ τέλος ἀπώλεια ὑπάρχει. ἐὰν δὲ καὶ κτήσησθε παῖδας πολλούς, διὰ τούτους γίνεσθε ἅρπαγες καὶ πλεονέκται, ὀρφανοὺς δέροντες καὶ χήρας πλεονεκτοῦντες, καὶ ταῦτα ποιοῦντες ὑποβάλλετε ἑαυτοὺς εἰς τιμωρίας κακίστας. οἱ γὰρ πολλοὶ παῖδες ἄχρηστοι γίνονται, ὑπὸ δαιμονίων ὀχλούμενοι, οἳ μὲν φανερῶς, οἳ δὲ καὶ ἀφανῶς· γίνονται γὰρ ἣ σεληνιαζόμενοι ἢ ἡμίξηροι ἢ πηροὶ ἢ κωφοὶ ἢ ἄλαλοι ἢ παραλυτικοὶ ἢ μωροί· ἐὰν δὲ καὶ ὦσιν ὑγιαίνοντες, ἔσονται πάλιν ἀποίητοι, ἄχρηστα καὶβδελυκτὰ ἔργα διαπραττόμενοι· εὑρίσκονται γὰρ ἢ ἐν μοιχείᾳ ἢ ἐν φόνῳ ἢ ἐν κλοπῇ ἢ ἐν πορνείᾳ, καὶ ἐν τούτοις πᾶσιν ὑμεῖς συντριβήσεσθε. ἐὰν δὲ πεισθῆτε καὶ τηρήσητε τὰς ψυχὰς ὑμῶν ἁγνὰς τῷ θεῷ, γενήσονται ὑμῖν παῖδες ζῶντες, ὧν αἱ βλάβαι αὗται οὐ θιγγάνουσιν, καὶ ἔσεσθε ἀμέριμνοι, ἄσκυλτον διάγοντες βίον χωρὶς λύπης καὶ μερίμνης, προσδοκῶντες ἀπολήψεσθαι ἐκεῖνον τὸν γάμον τὸν ἄφθορονε καὶ ἀληθινόν, καὶ ἔσεσθε ἐν αὐτῷ παράνυμφοι συνεισερχόμενοι εἰς τὸν νυμφῶνα ἐκεῖνον τὸν τῆς ἀθανασίας καὶ φωτὸς πλήρης.Ὡς δὲ ἤκουσαν ταῦτα οἱ νεώτεροι, ἐπίστευσαν τῷ κυρίῳ καὶ ἑαυτοὺς ἐκδότους ἔδωκαν αὐτῷ, καὶ ἀπέσχοντο τῆς
ῥυπαρᾶςἐπιθυμίας, καὶ ἔμειναν οὕτως ἐν τῷ τόπῳ διανυκτερεύοντες. ὁ δὲ κύριος ἐξῆλθεν ἀπ᾽ ἔμπροσθεν αὐτῶν λέξας αὐτοῖς· Ἡ χάρις τοῦ κυρίου ἔσται μεθ᾽ ὑμῶν. Ὄρθρου δὲ ἐπιστάντος ἀπήντησεν ὁ βασιλεύς, καὶ πληρώσας τὴν τράπεζ́αν εἰσήγαγεν ἔμπροσθεν τοῦ νυμφίου καὶ τῆς νύμφης· εὗρεν δὲ αὐτοὺς ἀντικρὺ ἀλλήλων καθεζομένους, τῆς δὲ νύμφης τὴν ὄψιν ἀσκέπαστον εὗρεν, καὶ ὁ νυμφίος πάνυ ἱλαρὸς ὑπῆρχεν. ἡ δὲ μήτηρ προσελθοῦσα τῇ νύμφῃ εἶπεν· Διὰ τί οὕτως καθέζῃ τέκνον, καὶ οὐκ αἰδῇ, ἀλλ᾽ οὕτως εἶ ὡς πολὺν χρόνον συμβιώσασα τῷ ἰδίῳ ἀνδρί; Καὶ ὁ πατὴρ αὐτῆς εἶπεν· Διὰ τὴν πολλὴν ἀγάπην τὴν πρὸς τὸν ἄνδρα σου οὐδὲ σκεπάζῃ;Ἀποκριθεῖσα δὲ ἡ νύμφη εἶπεν· Ἀληθῶς πάτερ ἐν πολλῇ ἀγάπῃ ὑπάρχω, καὶ τῷ κυρίῳ μου εὔχομαι παραμεῖναί
μοιτὴν ἀγάπην ἧς ἠσθόμην ταύτῃ τῇ νυκτί, καὶ αἰτήσομαι τοῦτον τὸν ἄνδρα οὗ ᾐσθόμην σήμερον. διὸ δὴ οὐκέτι σκεπάσομαι, ἐπειδὴ τὸ ἔσοπτρον τῆς αἰσχύνης ἀπ᾽ ἐμοῦ ἀφῄρηται· καὶ οὐκέτι αἰσχύνομαι ἢ αἰδοῦμαι, ἐπειδὴ τὸ ἔργον τῆς αἰσχύνης καὶ τῆς αἰδοῦς ἐξ ἐμοῦ μακρὰν ἀπέστη· καὶ ὅτι οὐκ ἐκπλήσσομαι, ἐπειδὴ ἡ ἔκπληξις ἐμοὶ οὐ παρέμεινεν· καὶ ὅτι ἐν ἱλαρότητι καὶ χαρᾷ ὑπάρχω, ἐπειδὴ ἡ ἡμέρα τῆς χαρᾶς οὐκ ἐταράχθη· καὶ ὅτι ἐξουθένισα τὸν ἄνδρα τοῦτον καὶ τοὺς γάμους τούτους τοὺς παρερχομένους ἀπ᾽ ἔμπροσθεν τῶν ὀφθαλμῶν μου, ἐπειδὴ ἑτέρῳ γάμῳ ἡρμόσθην· καὶ ὅτι οὐ συνεμίγην ἀνδρὶ προσκαίρῳ, οὗ τὸ τέλος μετὰ λαγνείας καὶ πικρίας ψυχῆς ὑπάρχει, ἐπειδὴ ἀνδρὶ ἀληθινῷ συνεζεύχθην.Καὶ ἔτι πλείονα τούτων λεγούσης τῆς νύμφης ἀποκρίνεται ὁ νυμφίος καὶ λέγει· Εὐχαριστῶ σοι κύριε ὁ διὰ τοῦ
ξένουἀνδρὸς κηρυχθεὶς καὶ ἐν ἡμῖν εὑρεθείς· ὁ μακράν με τῆς φθορᾶς ποιήσας καὶ σπείρας ἐν ἐμοὶ τὴν ζωήν· ὁ τῆς νόσου με ἀπαλλάξας ταύτης τῆς δυσιάτου καὶ δυσθεραπεύτου καὶ παραμενούσης εἰς τὸν αἰῶνα καὶ ὑγείαν σώφρονα ἐγκαταθέμενός μοι· ὁ σαυτόν μοι ὑποδείξας καὶ πάντα τὰ κατ᾽ ἐμὲ ἐν οἷς εἰμι ἀποκαλύψας μοι· ὁ λυτρωσάμενός με ἀπὸ τῆς πτώσεως καὶ εἰς τὸ κρεῖττόν με παραγαγών, καὶ τῶν μὲν προσκαίρων ἀπαλλάξας, καταξιώσας δέ με τῶν ἀθανάτων καὶ ἀεὶ ὄντων· ὁ σεαυτὸν κατευτελίσας ἕως ἐμοῦ καὶ τῆς ἐμῆς σμικρότητος, ἵνα ἐμὲ τῇ μεγαλωσύνῃ παραστήσας ἑνώσῃς σεαυτῷ· ὁ τὰ ἴδια σπλάγχνα μὴ ἐπισχὼν ἐξ ἐμοῦ τοῦ ἀπολλυμένου, ἀλλὰ ὑποδείξας μοι ζητῆσαι ἐμαυτὸν καὶ γνῶναι τίς ἤμην καὶ τίς καὶ πῶς ὑπάρχω νῦν, ἵνα πάλιν γένωμαι ὃ ἤμην· ὃν ἐγὼ μὲν οὐκ ᾔδειν, αὐτὸς δὲ ἐπεζήτησας· ὃν μὴ ἐπιστάμην, αὐτὸς δέ με προσελάβου· οὗ ᾐσθόμην καὶ νὺν οὐ δύναμαι ἀμνημονεῖντούτου· οὗ ἡ ἀγάπη ἐν ἐμοὶ βράσσει, καὶ εἰπεῖν μὲν ὡς δεῖ οὐ δύναμαι, ἃ δὲ χωρῶ λέγειν περὶ αὐτοῦ βραχεῖα καὶ πάνυ ὀλίγα, καὶ ἀνάλογα οὐ τυγχάνει πρὸς τὴν ἐκείνου δόξαν· οὐκ αἰτιᾶται δέ με ἀναιδευόμενον πρὸς αὐτὸν λέγειν καὶ ἃ μὴ οἶδα· διὰ γὰρ τὴν αὐτοῦ ἀγάπην καὶ ταῦτα λέγω.Ἀκούσας δὲ ὁ βασιλεὺς παρὰ τοῦ νυμφίου καὶ τῆς νύμφης ταῦτα, τὴν ἐσθῆτα αὐτοῦ διέρρηξεν καὶ τοῖς παρεστῶσιν αὐτῷ ἐγγὺς αὐτοῦ ἔλεγεν· Ἐξέλθατε ταχέως καὶ περιέλθατε ὅλην τὴν πόλιν, καὶ συλλαβόντες φέρετέ μοι ἐκεῖνον τὸν ἄνδρα τὸν φαρμακὸν τὸν κακῶς παρατυχόντα ἐν τῇ πόλει ταύτῃ· ἐγὼ γὰρ εἰσήγαγον αὐτὸν ἰδίαις χερσὶν εἰς τὸν οἶκόν μου, καὶ ἐγὼ εἶπον αὐτῷ ἵνα εὔξηται ἐπὶ τῇ ἀτυχεστάτῃ μου θυγατρί· ὃς δ᾽ ἂν εὑρὼν αὐτὸν προσαγάγῃ μοι, πᾶν εἴ τι ἂν
αἰτήσηταίμοι, δίδωμι αὐτῷ. Ἀπελθόντες οὖν περιῆλθον ζητοῦντες αὐτόν, καὶ οὐχ εὗρον αὐτόν· πλεύσας γὰρ ἦν. ἀπῆλθον δὲ καὶ εἰς τὸ ξενοδοχεῖον ὅπου ἦν καταλύσας, καὶ εὗρον ἐκεῖ τὴν αὐλήτριαν κλαίουσαν καὶ ἀνιωμένην, ἐπειδὴ μὴ παρέλαβεν αὐτὴν μεθ᾽ ἑαυτοῦ. ἐξηγησαμένων δὲ αὐτῇ τὸ πρᾶγμα τὸ γεγονὸς ἐπὶ τῶν | νεωτέρων ἐχάρη πάνυ ἀκούσασα, καὶ ἀποθεμένη τὴν λύπην εἶπεν· Νῦν εὗρον κἀγὼ ὧδε ἀνάπαυσιν. Καὶ ἀναστᾶσα ἀπῆλθεν πρὸς αὐτούς, καὶ ἦν σὺν αὐτοῖς χρόνον ἱκανόν, ἕως οὗ κατήχησαν καὶ τὸν βασιλέα. πολλοὶ δὲ καὶ τῶν ἀδελφῶν συνηθροίζοντο ἐκεῖ, ἕως ὅτε φήμης ἥκουσαν τοῦἀποστόλου, ὅτι ἐν ταῖς πόλεσιν τῆς Ἰνδίας κατήχθη καὶ ἐκεῖ διδάσκει. καὶ ἀπελθόντες κατεμίγησαν αὐτῷ.πράξεις Θωμᾶ ἀποστόλου. περὶ τῆς πρὸς τὸν βασιλέα Γουνδαφόρον εἰσελεύσεως αὐτοῦ.
Ὅτε δὲ εἰσῆλθεν ὁ ἀπόστολος εἰς τὰς πόλεις τῆς Ἰνδίας μετὰ Ἀββάνη τοῦ ἐμπόρου, ἀπῆλθεν ὁ Ἀββάνης εἰς ἀσπασμὸν Γουνδαφόρου τοῦ βασιλέως, προσανήνεγκεν δὲ αὐτῷ περὶ τοῦ τέκτονος ὃν μετ᾽ αὐτοῦ ἤγαγεν. ἐχάρη δὲ ὁ βασιλεὺς καὶ πρὸς αὐτὸν εἰσελθεῖν αὐτὸν προσέταξεν. εἰσελθόντος
οὖν αὐτοῦ εἶπεν αὐτῷ ὁ βασιλεύς· Ποίαν τέχνην ἐπίστασαι; Λέγει αὐτῷ ὁ ἀπόστολος· Τὴν τεκτονικὴν καὶ τὴν οἰκοδομικήν. Λέγει αὐτῷ ὁ βασιλεύς· Τίνα οὖν οἶδας ἐν ξύλοις ἐργασίαν, καὶ τίνα ἐν λίθοις; Λέγει ὁ ἀπόστολος· Ἐν μὲν ξύλοις ἄροτρα ζυγοὺς τρυτάνας τροχιλέας καὶ πλοῖα καὶ κώπας καὶ ἱστούς, ἐν δὲ λίθοις στήλας ναοὺς καὶ πραιτώρια βασιλικά. Καὶ ὁ βασιλεὺς εἶπεν· Οἰκοδομεῖς μοι παλάτιον; Ὃ δὲ ἀπεκρίθη· Ναί, οἰκοδομῶ καὶ τελίσκω· διὰ τοῦτο γὰρ ἦλθον, οἰκοδομῆσαι καὶ τεκτονεῦσαι.Καὶ παραλαβὼν αὐτὸν ὁ βασιλεὺς ἐξῆλθεν ἔξω τῶν πυλῶν τῆς πόλεως, καὶ ἤρξατο διαλέγεσθαι αὐτῷ ἐν τῇ ὀδῷ
περὶ τῆς οἰκοδομῆς τοῦ πραιτωρίου καὶ περὶ τῶν θεμελίων τὸ πῶς τεθῶσιν, ἕως ὅτε ἦλθον εἰς τὸν τόπον ἐκεῖνον ἐν ᾧ ἐβούλετο τὴν οἰκοδομὴν γενέσθαι· καὶ εἶπεν· Ὧδε βούλομαι τὴν οἰκοδομὴν γενέσθαι. Καὶ ὁ ἀπόστολος Ναί φησιν· καὶ γὰρ ὁ τόπος οὗτος ἐπιτήδειός ἐστιν πρὸς τὴν οἰκοδομήν. Ἧν δὲ ὁ τόπος ἀλσώδης, καὶ ὕδατα πολλὰ ἦν ἐκεῖ. λέγει οὖν ὁ βασιλεύς· Ἄρξαι κτίζειν. Ὃ δὲ ἔφη· Νῦν οὐ δύναμαι ἄρξασθαι κτίζειν ἐν τῷ καιρῷ τούτῳ. Καὶ ὁ βασιλεὺς Πότε φησὶν δύνῃ; Ὃ δὲ ἔφη· Ἄρχομαι ἀπὸ δίου καὶ τελίσκω ξανθικῷ. Ὁ δὲ βασιλεὺς θαυμάσας εἶπεν· Πᾶσα οἰκοδομὴ θέρους οἰκοδομεῖται· σὺ δὲ αὐτῷ τῷ χειμῶνι δύνασαι οἰκοδομῆσαι καὶ κτίσαι παλάτιον; Καὶ ὁ ἀπόστολος εἶπεν· Οὕτως ὀφείλει γενέσθαι, καὶ ἄλλως οὐκ ἔχει. Καὶ ὁ βασιλεὺς εἶπεν· Εἰ τοίνυν τοῦτο ἔδοξέν σοι, διαχάραξόν μοι πῶς γίνεται τὸ ἔργον, ἐπειδὴ διὰ χρόνου ἔρχομαι ἐνθάδε. Καὶ ὁ ἀπόστολος κάλαμον λαβὼν διεχάρασσεν μετρῶν τὸν τόπον, καὶ τὰς μὲν θύρας ἔτασσεν κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου βλέπειν πρὸς τὸ φῶς, τὰς δὲ θυρίδας κατὰ δύσιν πρὸς τοὺς ἀνέμους, τὸ δὲ ἀρτοποιεῖον πρὸς μεσημβρίαν ἐποίησεν εἶναι, τὸν δὲ ἀγωγὸν τοῦ ὕδατος τὸν εἰς τὴν ὑπηρεσίαν εἰς τὸ ἀρκτῷον. ὁ δὲ βασιλεὺς ἰδὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς τεχνίτης εἶ, καὶ πρέπει σοιβασιλεῦσιν ἐξυπηρετεῖν. Καὶ πολλὰ αὐτῷ καταλείψας ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.Καὶ κατὰ καιρὸν ἀπέστελλεν ἀργύρια καὶ τὰ ἐπιτήδεια, τά τε πρὸς τὴν ζωὴν αὐτοῦ τε καὶ τῶν λοιπῶν ἐργατῶν. ὃ δὲ λαμβάνων πάντα οἰκονόμει περιερχόμενος τὰ ἄστη καὶ τα πέριξ χωρία, διαδίδων καὶ εὐσεβείας παρέχων τοῖς πένησιν καὶ τεθλιμμένοις, καὶ ἄνεσιν παρεῖχεν αὐτοῖς, λέγων· Οἶδεν ὁ βασιλεὺς βασιλικῶν τεύξασθαι ἀμοιβῶν, πένητας δὲ πρὸς τὸ παρὸν ἀναπαύεσθαι χρή. Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς πρὸς
τὸνἀπόστολον ἀπέστειλεν πρεσβευτήν, γράψας αὐτῷ τάδε· Σήμανόν μοι τί πεποίηκας, ἣ τίνα σοι ἀποστείλω, ἢ τίνος χρήζεις. Ἀποστέλλει αὐτῷ ὁ ἀπόστολος λέγων ὅτι Τὸ πραιτώριον ἔκτισται, μόνη δὲ ἡ στέγη περιλείπεται. Ὁ δὲ βασιλεὺς ἀκούσας ἔπεμψεν αὐτῷ πάλιν χρυσίον καὶ ἄσημον, γράψας αὐτῷ ὅτι Τὸ πραιτώριον εἴ γε γέγονεν στεγασθήτω. Ὁ δὲ ἀπόστολος πρὸς τὸν κύριον εἶπεν· Εὐχαριστῶ σοι κύριε κατὰ πάντα, ὅτι ἀπέθανες πρὸς ὀλίγον ἵνα ἐγὼ ζήσω ἀιδίως ἐν σοί, καὶ πέπρακάς με ἵνα πολλοὺς ἐλευθερώσῃς δι᾽ ἐμοῦ. Καὶ οὐκ ἐπαύετο τοῦ διδάσκειν καὶ ἀναψύχειν τοὺς τεθλιμμένους, λέγωνὅτι Ταῦτα ὁ κύριος οἰκονόμησεν ὑμῖν, καὶ αὐτὸς παρέχει ἑκάστῳ τὴν τροφήν· αὐτὸς γάρ ἐστιν ὁ τροφεὺς τῶν ὀρφανῶν καὶ οἰκονόμος τῶν χηρῶν, καὶ πᾶσι τοῖς τεθλιμμένοις αὐτὸς γίνεται ἄνεσις καὶ ἀνάπαυσις.Ὅτε δὲ παρεγένετο ὁ βασιλεὺς εἰς τὴν πόλιν, ἐξήταζεν τοὺς φίλους αὐτοῦ περὶ τοῦ πραιτωρίου οὗ ἔκτιζεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς· ἔλεγον δὲ αὐτῷ ὅτι Οὔτε παλάτιον ἔκτισεν οὔτε ἄλλο τι ἐποίησεν ὧν ἐπηγγείλατο ποιῆσαι, ἀλλὰ περιέρχεται τὰς πόλεις καὶ τὰς χώρας, καὶ εἴ τι ἔχει πάντα δίδωσι τοῖς πένησι, καὶ διδάσκει θεὸν νέον ἕνα, καὶ νοσοῦντας
θεραπεύεικαὶ δαίμονας ἀπελαύνει καὶ ἄλλα πολλὰ ποιεῖ παράδδοξα· καὶ νομίζομεν ἡμεῖς ὅτι μάγος ἐστίν. ἀλλ᾽ αἱ εὐσπλαγχνίαι αὐτοῦ καὶ αἱ ἰάσεις αἰ δωρεὰν ἐξ αὐτοῦ γινόμεναι, ἔτι δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἐπιεικὲς καὶ τὸ τῆς πίστεως αὐτοῦ σημαίνει ὅτι δίκαιός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ τοῦ νέου ὃν αὐτὸς καταγγέλλει· συνεχῶς γὰρ νηστεύει καὶ εὔχεται, καὶ ἄρτον ἐσθίει μόνον μετὰ ἅλατος, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ, καὶ φορεῖ ἓν ἱμάτιον εἴτε ἐν εὐδίᾳ εἴτε ἐν χειμῶνι, καὶ οὐδὲν παρά τινος λαμβάνει, καὶ ἃ ἔχει ἄλλοις δίδωσιν. ̓Ταῦτα ἀκούσαςὁ βασιλεὺς ταῖς χερσὶν αὑτοῦ τὴν ὄψιν προσέτριψεν, τὴν κεφαλὴν αὐτοῦ κινῶν ἐπὶ ὥραν πολλήν.