Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Ὁ δὲ βασιλεὺς ἠξίου τοὺς παρανύμφους ἐξέρχεσθαι ἀπὸ τοῦ νυμφῶνος. πάντων δὲ ἐξελθόντων καὶ τῶν θυρῶν κλεισθεισῶν ὁ νυμφίος τὸ καταπέτασμα τοῦ νυμφῶνος ἐπῆρεν,
ἵνα τὴν νύμφην πρὸς ἑαυτὸν ἀγάγῃ. καὶ εἶδεν τὸν κύριον Ἰησοῦν τὴν ἀπεικασίαν Ἰούδα Θωμᾶ ἔχοντα καὶ ὁμιλοῦντα τῇ νύμφῃ, τοῦ πρὸ βραχέως εὐλογήσαντος αὐτοὺς καὶ ἐξελθόντος ἀπ᾽ αὐτῶν, τοῦ ἀποστόλου, καί φησιν αὐτῷ· Ὀυχὶ πρὸ πάντων ἐξῆλθες; πῶς νῦν εὑρέθης ὧδε; Ὁ δὲ κύριος εἶπεν αὐτῷ· Ἐγὼ οὐκ εἰμὶ Ἰούδας ὁ καὶ Θωμᾶς, ἀδελφὸς δὲ αὐτοῦ εἰμι. Καὶ ἐκαθέσθη ὁ κύριος ἐπὶ τῆς κλίνης, ἐκέλευσεν δὲ καὶ αὐτοῖς καθεσθῆναι ἐπὶ τοῖς δίφροις, καὶ ἤρξατο αὐτοῖς λέγειν·Μνημονεύετε τέκνα μου ὧν ὁ ἀδελφός μου ἐλάλησεν ὑμῖν καὶ τίνι ὑμᾶς παρέθετο· καὶ τοῦτο γνῶτε, ὅτι ἐὰν ἀπαλλαγῆτε
τῆςῥυπαρᾶς κοινωνίας ταύτης, γίνεσθε ναοὶ ἅγιοι, καθαροί, ἀπαλλαγέντες πλήξεων καὶ ὀδυνῶν φανερῶν τε καὶ ἀφανῶν, καὶ φροντίδας οὐ περιθήσεσθε βίου καὶ τέκνων, ὧν τὸ τέλος ἀπώλεια ὑπάρχει. ἐὰν δὲ καὶ κτήσησθε παῖδας πολλούς, διὰ τούτους γίνεσθε ἅρπαγες καὶ πλεονέκται, ὀρφανοὺς δέροντες καὶ χήρας πλεονεκτοῦντες, καὶ ταῦτα ποιοῦντες ὑποβάλλετε ἑαυτοὺς εἰς τιμωρίας κακίστας. οἱ γὰρ πολλοὶ παῖδες ἄχρηστοι γίνονται, ὑπὸ δαιμονίων ὀχλούμενοι, οἳ μὲν φανερῶς, οἳ δὲ καὶ ἀφανῶς· γίνονται γὰρ ἣ σεληνιαζόμενοι ἢ ἡμίξηροι ἢ πηροὶ ἢ κωφοὶ ἢ ἄλαλοι ἢ παραλυτικοὶ ἢ μωροί· ἐὰν δὲ καὶ ὦσιν ὑγιαίνοντες, ἔσονται πάλιν ἀποίητοι, ἄχρηστα καὶβδελυκτὰ ἔργα διαπραττόμενοι· εὑρίσκονται γὰρ ἢ ἐν μοιχείᾳ ἢ ἐν φόνῳ ἢ ἐν κλοπῇ ἢ ἐν πορνείᾳ, καὶ ἐν τούτοις πᾶσιν ὑμεῖς συντριβήσεσθε. ἐὰν δὲ πεισθῆτε καὶ τηρήσητε τὰς ψυχὰς ὑμῶν ἁγνὰς τῷ θεῷ, γενήσονται ὑμῖν παῖδες ζῶντες, ὧν αἱ βλάβαι αὗται οὐ θιγγάνουσιν, καὶ ἔσεσθε ἀμέριμνοι, ἄσκυλτον διάγοντες βίον χωρὶς λύπης καὶ μερίμνης, προσδοκῶντες ἀπολήψεσθαι ἐκεῖνον τὸν γάμον τὸν ἄφθορονε καὶ ἀληθινόν, καὶ ἔσεσθε ἐν αὐτῷ παράνυμφοι συνεισερχόμενοι εἰς τὸν νυμφῶνα ἐκεῖνον τὸν τῆς ἀθανασίας καὶ φωτὸς πλήρης.Ὡς δὲ ἤκουσαν ταῦτα οἱ νεώτεροι, ἐπίστευσαν τῷ κυρίῳ καὶ ἑαυτοὺς ἐκδότους ἔδωκαν αὐτῷ, καὶ ἀπέσχοντο τῆς
ῥυπαρᾶςἐπιθυμίας, καὶ ἔμειναν οὕτως ἐν τῷ τόπῳ διανυκτερεύοντες. ὁ δὲ κύριος ἐξῆλθεν ἀπ᾽ ἔμπροσθεν αὐτῶν λέξας αὐτοῖς· Ἡ χάρις τοῦ κυρίου ἔσται μεθ᾽ ὑμῶν. Ὄρθρου δὲ ἐπιστάντος ἀπήντησεν ὁ βασιλεύς, καὶ πληρώσας τὴν τράπεζ́αν εἰσήγαγεν ἔμπροσθεν τοῦ νυμφίου καὶ τῆς νύμφης· εὗρεν δὲ αὐτοὺς ἀντικρὺ ἀλλήλων καθεζομένους, τῆς δὲ νύμφης τὴν ὄψιν ἀσκέπαστον εὗρεν, καὶ ὁ νυμφίος πάνυ ἱλαρὸς ὑπῆρχεν. ἡ δὲ μήτηρ προσελθοῦσα τῇ νύμφῃ εἶπεν· Διὰ τί οὕτως καθέζῃ τέκνον, καὶ οὐκ αἰδῇ, ἀλλ᾽ οὕτως εἶ ὡς πολὺν χρόνον συμβιώσασα τῷ ἰδίῳ ἀνδρί; Καὶ ὁ πατὴρ αὐτῆς εἶπεν· Διὰ τὴν πολλὴν ἀγάπην τὴν πρὸς τὸν ἄνδρα σου οὐδὲ σκεπάζῃ;Ἀποκριθεῖσα δὲ ἡ νύμφη εἶπεν· Ἀληθῶς πάτερ ἐν πολλῇ ἀγάπῃ ὑπάρχω, καὶ τῷ κυρίῳ μου εὔχομαι παραμεῖναί
μοιτὴν ἀγάπην ἧς ἠσθόμην ταύτῃ τῇ νυκτί, καὶ αἰτήσομαι τοῦτον τὸν ἄνδρα οὗ ᾐσθόμην σήμερον. διὸ δὴ οὐκέτι σκεπάσομαι, ἐπειδὴ τὸ ἔσοπτρον τῆς αἰσχύνης ἀπ᾽ ἐμοῦ ἀφῄρηται· καὶ οὐκέτι αἰσχύνομαι ἢ αἰδοῦμαι, ἐπειδὴ τὸ ἔργον τῆς αἰσχύνης καὶ τῆς αἰδοῦς ἐξ ἐμοῦ μακρὰν ἀπέστη· καὶ ὅτι οὐκ ἐκπλήσσομαι, ἐπειδὴ ἡ ἔκπληξις ἐμοὶ οὐ παρέμεινεν· καὶ ὅτι ἐν ἱλαρότητι καὶ χαρᾷ ὑπάρχω, ἐπειδὴ ἡ ἡμέρα τῆς χαρᾶς οὐκ ἐταράχθη· καὶ ὅτι ἐξουθένισα τὸν ἄνδρα τοῦτον καὶ τοὺς γάμους τούτους τοὺς παρερχομένους ἀπ᾽ ἔμπροσθεν τῶν ὀφθαλμῶν μου, ἐπειδὴ ἑτέρῳ γάμῳ ἡρμόσθην· καὶ ὅτι οὐ συνεμίγην ἀνδρὶ προσκαίρῳ, οὗ τὸ τέλος μετὰ λαγνείας καὶ πικρίας ψυχῆς ὑπάρχει, ἐπειδὴ ἀνδρὶ ἀληθινῷ συνεζεύχθην.Καὶ ἔτι πλείονα τούτων λεγούσης τῆς νύμφης ἀποκρίνεται ὁ νυμφίος καὶ λέγει· Εὐχαριστῶ σοι κύριε ὁ διὰ τοῦ
ξένουἀνδρὸς κηρυχθεὶς καὶ ἐν ἡμῖν εὑρεθείς· ὁ μακράν με τῆς φθορᾶς ποιήσας καὶ σπείρας ἐν ἐμοὶ τὴν ζωήν· ὁ τῆς νόσου με ἀπαλλάξας ταύτης τῆς δυσιάτου καὶ δυσθεραπεύτου καὶ παραμενούσης εἰς τὸν αἰῶνα καὶ ὑγείαν σώφρονα ἐγκαταθέμενός μοι· ὁ σαυτόν μοι ὑποδείξας καὶ πάντα τὰ κατ᾽ ἐμὲ ἐν οἷς εἰμι ἀποκαλύψας μοι· ὁ λυτρωσάμενός με ἀπὸ τῆς πτώσεως καὶ εἰς τὸ κρεῖττόν με παραγαγών, καὶ τῶν μὲν προσκαίρων ἀπαλλάξας, καταξιώσας δέ με τῶν ἀθανάτων καὶ ἀεὶ ὄντων· ὁ σεαυτὸν κατευτελίσας ἕως ἐμοῦ καὶ τῆς ἐμῆς σμικρότητος, ἵνα ἐμὲ τῇ μεγαλωσύνῃ παραστήσας ἑνώσῃς σεαυτῷ· ὁ τὰ ἴδια σπλάγχνα μὴ ἐπισχὼν ἐξ ἐμοῦ τοῦ ἀπολλυμένου, ἀλλὰ ὑποδείξας μοι ζητῆσαι ἐμαυτὸν καὶ γνῶναι τίς ἤμην καὶ τίς καὶ πῶς ὑπάρχω νῦν, ἵνα πάλιν γένωμαι ὃ ἤμην· ὃν ἐγὼ μὲν οὐκ ᾔδειν, αὐτὸς δὲ ἐπεζήτησας· ὃν μὴ ἐπιστάμην, αὐτὸς δέ με προσελάβου· οὗ ᾐσθόμην καὶ νὺν οὐ δύναμαι ἀμνημονεῖντούτου· οὗ ἡ ἀγάπη ἐν ἐμοὶ βράσσει, καὶ εἰπεῖν μὲν ὡς δεῖ οὐ δύναμαι, ἃ δὲ χωρῶ λέγειν περὶ αὐτοῦ βραχεῖα καὶ πάνυ ὀλίγα, καὶ ἀνάλογα οὐ τυγχάνει πρὸς τὴν ἐκείνου δόξαν· οὐκ αἰτιᾶται δέ με ἀναιδευόμενον πρὸς αὐτὸν λέγειν καὶ ἃ μὴ οἶδα· διὰ γὰρ τὴν αὐτοῦ ἀγάπην καὶ ταῦτα λέγω.Ἀκούσας δὲ ὁ βασιλεὺς παρὰ τοῦ νυμφίου καὶ τῆς νύμφης ταῦτα, τὴν ἐσθῆτα αὐτοῦ διέρρηξεν καὶ τοῖς παρεστῶσιν αὐτῷ ἐγγὺς αὐτοῦ ἔλεγεν· Ἐξέλθατε ταχέως καὶ περιέλθατε ὅλην τὴν πόλιν, καὶ συλλαβόντες φέρετέ μοι ἐκεῖνον τὸν ἄνδρα τὸν φαρμακὸν τὸν κακῶς παρατυχόντα ἐν τῇ πόλει ταύτῃ· ἐγὼ γὰρ εἰσήγαγον αὐτὸν ἰδίαις χερσὶν εἰς τὸν οἶκόν μου, καὶ ἐγὼ εἶπον αὐτῷ ἵνα εὔξηται ἐπὶ τῇ ἀτυχεστάτῃ μου θυγατρί· ὃς δ᾽ ἂν εὑρὼν αὐτὸν προσαγάγῃ μοι, πᾶν εἴ τι ἂν
αἰτήσηταίμοι, δίδωμι αὐτῷ. Ἀπελθόντες οὖν περιῆλθον ζητοῦντες αὐτόν, καὶ οὐχ εὗρον αὐτόν· πλεύσας γὰρ ἦν. ἀπῆλθον δὲ καὶ εἰς τὸ ξενοδοχεῖον ὅπου ἦν καταλύσας, καὶ εὗρον ἐκεῖ τὴν αὐλήτριαν κλαίουσαν καὶ ἀνιωμένην, ἐπειδὴ μὴ παρέλαβεν αὐτὴν μεθ᾽ ἑαυτοῦ. ἐξηγησαμένων δὲ αὐτῇ τὸ πρᾶγμα τὸ γεγονὸς ἐπὶ τῶν | νεωτέρων ἐχάρη πάνυ ἀκούσασα, καὶ ἀποθεμένη τὴν λύπην εἶπεν· Νῦν εὗρον κἀγὼ ὧδε ἀνάπαυσιν. Καὶ ἀναστᾶσα ἀπῆλθεν πρὸς αὐτούς, καὶ ἦν σὺν αὐτοῖς χρόνον ἱκανόν, ἕως οὗ κατήχησαν καὶ τὸν βασιλέα. πολλοὶ δὲ καὶ τῶν ἀδελφῶν συνηθροίζοντο ἐκεῖ, ἕως ὅτε φήμης ἥκουσαν τοῦἀποστόλου, ὅτι ἐν ταῖς πόλεσιν τῆς Ἰνδίας κατήχθη καὶ ἐκεῖ διδάσκει. καὶ ἀπελθόντες κατεμίγησαν αὐτῷ.πράξεις Θωμᾶ ἀποστόλου. περὶ τῆς πρὸς τὸν βασιλέα Γουνδαφόρον εἰσελεύσεως αὐτοῦ.
Ὅτε δὲ εἰσῆλθεν ὁ ἀπόστολος εἰς τὰς πόλεις τῆς Ἰνδίας μετὰ Ἀββάνη τοῦ ἐμπόρου, ἀπῆλθεν ὁ Ἀββάνης εἰς ἀσπασμὸν Γουνδαφόρου τοῦ βασιλέως, προσανήνεγκεν δὲ αὐτῷ περὶ τοῦ τέκτονος ὃν μετ᾽ αὐτοῦ ἤγαγεν. ἐχάρη δὲ ὁ βασιλεὺς καὶ πρὸς αὐτὸν εἰσελθεῖν αὐτὸν προσέταξεν. εἰσελθόντος
οὖν αὐτοῦ εἶπεν αὐτῷ ὁ βασιλεύς· Ποίαν τέχνην ἐπίστασαι; Λέγει αὐτῷ ὁ ἀπόστολος· Τὴν τεκτονικὴν καὶ τὴν οἰκοδομικήν. Λέγει αὐτῷ ὁ βασιλεύς· Τίνα οὖν οἶδας ἐν ξύλοις ἐργασίαν, καὶ τίνα ἐν λίθοις; Λέγει ὁ ἀπόστολος· Ἐν μὲν ξύλοις ἄροτρα ζυγοὺς τρυτάνας τροχιλέας καὶ πλοῖα καὶ κώπας καὶ ἱστούς, ἐν δὲ λίθοις στήλας ναοὺς καὶ πραιτώρια βασιλικά. Καὶ ὁ βασιλεὺς εἶπεν· Οἰκοδομεῖς μοι παλάτιον; Ὃ δὲ ἀπεκρίθη· Ναί, οἰκοδομῶ καὶ τελίσκω· διὰ τοῦτο γὰρ ἦλθον, οἰκοδομῆσαι καὶ τεκτονεῦσαι.Καὶ παραλαβὼν αὐτὸν ὁ βασιλεὺς ἐξῆλθεν ἔξω τῶν πυλῶν τῆς πόλεως, καὶ ἤρξατο διαλέγεσθαι αὐτῷ ἐν τῇ ὀδῷ
περὶ τῆς οἰκοδομῆς τοῦ πραιτωρίου καὶ περὶ τῶν θεμελίων τὸ πῶς τεθῶσιν, ἕως ὅτε ἦλθον εἰς τὸν τόπον ἐκεῖνον ἐν ᾧ ἐβούλετο τὴν οἰκοδομὴν γενέσθαι· καὶ εἶπεν· Ὧδε βούλομαι τὴν οἰκοδομὴν γενέσθαι. Καὶ ὁ ἀπόστολος Ναί φησιν· καὶ γὰρ ὁ τόπος οὗτος ἐπιτήδειός ἐστιν πρὸς τὴν οἰκοδομήν. Ἧν δὲ ὁ τόπος ἀλσώδης, καὶ ὕδατα πολλὰ ἦν ἐκεῖ. λέγει οὖν ὁ βασιλεύς· Ἄρξαι κτίζειν. Ὃ δὲ ἔφη· Νῦν οὐ δύναμαι ἄρξασθαι κτίζειν ἐν τῷ καιρῷ τούτῳ. Καὶ ὁ βασιλεὺς Πότε φησὶν δύνῃ; Ὃ δὲ ἔφη· Ἄρχομαι ἀπὸ δίου καὶ τελίσκω ξανθικῷ. Ὁ δὲ βασιλεὺς θαυμάσας εἶπεν· Πᾶσα οἰκοδομὴ θέρους οἰκοδομεῖται· σὺ δὲ αὐτῷ τῷ χειμῶνι δύνασαι οἰκοδομῆσαι καὶ κτίσαι παλάτιον; Καὶ ὁ ἀπόστολος εἶπεν· Οὕτως ὀφείλει γενέσθαι, καὶ ἄλλως οὐκ ἔχει. Καὶ ὁ βασιλεὺς εἶπεν· Εἰ τοίνυν τοῦτο ἔδοξέν σοι, διαχάραξόν μοι πῶς γίνεται τὸ ἔργον, ἐπειδὴ διὰ χρόνου ἔρχομαι ἐνθάδε. Καὶ ὁ ἀπόστολος κάλαμον λαβὼν διεχάρασσεν μετρῶν τὸν τόπον, καὶ τὰς μὲν θύρας ἔτασσεν κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου βλέπειν πρὸς τὸ φῶς, τὰς δὲ θυρίδας κατὰ δύσιν πρὸς τοὺς ἀνέμους, τὸ δὲ ἀρτοποιεῖον πρὸς μεσημβρίαν ἐποίησεν εἶναι, τὸν δὲ ἀγωγὸν τοῦ ὕδατος τὸν εἰς τὴν ὑπηρεσίαν εἰς τὸ ἀρκτῷον. ὁ δὲ βασιλεὺς ἰδὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς τεχνίτης εἶ, καὶ πρέπει σοιβασιλεῦσιν ἐξυπηρετεῖν. Καὶ πολλὰ αὐτῷ καταλείψας ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.Καὶ κατὰ καιρὸν ἀπέστελλεν ἀργύρια καὶ τὰ ἐπιτήδεια, τά τε πρὸς τὴν ζωὴν αὐτοῦ τε καὶ τῶν λοιπῶν ἐργατῶν. ὃ δὲ λαμβάνων πάντα οἰκονόμει περιερχόμενος τὰ ἄστη καὶ τα πέριξ χωρία, διαδίδων καὶ εὐσεβείας παρέχων τοῖς πένησιν καὶ τεθλιμμένοις, καὶ ἄνεσιν παρεῖχεν αὐτοῖς, λέγων· Οἶδεν ὁ βασιλεὺς βασιλικῶν τεύξασθαι ἀμοιβῶν, πένητας δὲ πρὸς τὸ παρὸν ἀναπαύεσθαι χρή. Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς πρὸς
τὸνἀπόστολον ἀπέστειλεν πρεσβευτήν, γράψας αὐτῷ τάδε· Σήμανόν μοι τί πεποίηκας, ἣ τίνα σοι ἀποστείλω, ἢ τίνος χρήζεις. Ἀποστέλλει αὐτῷ ὁ ἀπόστολος λέγων ὅτι Τὸ πραιτώριον ἔκτισται, μόνη δὲ ἡ στέγη περιλείπεται. Ὁ δὲ βασιλεὺς ἀκούσας ἔπεμψεν αὐτῷ πάλιν χρυσίον καὶ ἄσημον, γράψας αὐτῷ ὅτι Τὸ πραιτώριον εἴ γε γέγονεν στεγασθήτω. Ὁ δὲ ἀπόστολος πρὸς τὸν κύριον εἶπεν· Εὐχαριστῶ σοι κύριε κατὰ πάντα, ὅτι ἀπέθανες πρὸς ὀλίγον ἵνα ἐγὼ ζήσω ἀιδίως ἐν σοί, καὶ πέπρακάς με ἵνα πολλοὺς ἐλευθερώσῃς δι᾽ ἐμοῦ. Καὶ οὐκ ἐπαύετο τοῦ διδάσκειν καὶ ἀναψύχειν τοὺς τεθλιμμένους, λέγωνὅτι Ταῦτα ὁ κύριος οἰκονόμησεν ὑμῖν, καὶ αὐτὸς παρέχει ἑκάστῳ τὴν τροφήν· αὐτὸς γάρ ἐστιν ὁ τροφεὺς τῶν ὀρφανῶν καὶ οἰκονόμος τῶν χηρῶν, καὶ πᾶσι τοῖς τεθλιμμένοις αὐτὸς γίνεται ἄνεσις καὶ ἀνάπαυσις.Ὅτε δὲ παρεγένετο ὁ βασιλεὺς εἰς τὴν πόλιν, ἐξήταζεν τοὺς φίλους αὐτοῦ περὶ τοῦ πραιτωρίου οὗ ἔκτιζεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς· ἔλεγον δὲ αὐτῷ ὅτι Οὔτε παλάτιον ἔκτισεν οὔτε ἄλλο τι ἐποίησεν ὧν ἐπηγγείλατο ποιῆσαι, ἀλλὰ περιέρχεται τὰς πόλεις καὶ τὰς χώρας, καὶ εἴ τι ἔχει πάντα δίδωσι τοῖς πένησι, καὶ διδάσκει θεὸν νέον ἕνα, καὶ νοσοῦντας
θεραπεύεικαὶ δαίμονας ἀπελαύνει καὶ ἄλλα πολλὰ ποιεῖ παράδδοξα· καὶ νομίζομεν ἡμεῖς ὅτι μάγος ἐστίν. ἀλλ᾽ αἱ εὐσπλαγχνίαι αὐτοῦ καὶ αἱ ἰάσεις αἰ δωρεὰν ἐξ αὐτοῦ γινόμεναι, ἔτι δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἐπιεικὲς καὶ τὸ τῆς πίστεως αὐτοῦ σημαίνει ὅτι δίκαιός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ τοῦ νέου ὃν αὐτὸς καταγγέλλει· συνεχῶς γὰρ νηστεύει καὶ εὔχεται, καὶ ἄρτον ἐσθίει μόνον μετὰ ἅλατος, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ, καὶ φορεῖ ἓν ἱμάτιον εἴτε ἐν εὐδίᾳ εἴτε ἐν χειμῶνι, καὶ οὐδὲν παρά τινος λαμβάνει, καὶ ἃ ἔχει ἄλλοις δίδωσιν. ̓Ταῦτα ἀκούσαςὁ βασιλεὺς ταῖς χερσὶν αὑτοῦ τὴν ὄψιν προσέτριψεν, τὴν κεφαλὴν αὐτοῦ κινῶν ἐπὶ ὥραν πολλήν.