Acta Thomae

Acta Thomae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Διαλεγομένων δὲ αὐτῶν ταῦτα Τερτία καὶ Μυγδονία καὶ Μαρκία ἐν τῇ θύρᾳ ἵσταντο τοῦ δεσμωτηρίου, καὶ δοῦσαι τῷ δεσμοφύλακι τριακοσίους ἐξήκοντα τρεῖς στατῆρας ἀργυρίου εἰσῆλθον πρὸς τὸν Ἰούδαν· καὶ εὗρον τὸν Οὐαζάνην καὶ τὸν Σιφόρα καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα καὶ πάντας τοὺς δεσμώτας καθημένους καὶ τοῦ λόγου ἀκούοντας. καὶ ὡς ἔστησαν πρὸς αὐτὸν εἶπεν αὐταῖς· Τίς ὑμῖν συνεχώρησεν ἐλθεῖν πρὸς ἡμᾶς; καὶ τίς ὑμῖν ἤνοιξεν τὴν ἐσφραγισμένην θύραν τοῦ ἐξελθεῖν; Λέγει αὐτῷ Τερτία· Οὐ σὺ ἀνεπέτασας τὰς θύρας ἡμῖν εἰπὼν εἰσελθεῖν εἰς τὸ δεσμωτήριον,

Ἵνα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ἐκεῖ παραλάβωμεν καὶ τότε ἐνδείξηται ὁ κύριος τὴν δόξαν αὐτοῦ ἐν ἡμῖν; Καὶ πλησίον τῆς θύρας γενομένων ἡμῶν οὐκ οἶδα πῶς ἐχωρίσθης ἀφ᾽ ἡμῶν καὶ ἀποκρυβεὶς ἡμᾶς προῆλθες ἐνθάδε, ὅπου καὶ τοῦ ψόφου τῆς θύρας ᾐσθόμεθα, σοῦ ἀποκλείσαντος ἡμᾶς. δοῦσαι τοιγαροῦν χρήματα τοῖς φύλαξιν εἰσήλθομεν· καὶ ἰδοὺ πάρεσμεν δεόμεναί σου ὅπως πεισθέντα σε φυγαδεύσωμεν ἕως οὗ λήξει ὁ τοῦ βασιλέως εἰς σὲ θυμός. Πρὸς ἣν ὁ Ἰούδας· Διήγησαι πρότερον ἡμῖν πῶς συνεκλείσθητε.

Καί φησιν αὐτῷ· Σὺ μεθ᾽ ἡμῶν ἦς καὶ οὐδέ ποτε ἀπελείφθης ἡμῶν πρὸς ὥραν μίαν, καὶ ἐρωτᾷς ποίῳ συνεκλείσθημεν τρόπῳ; ἀλλ᾽ εἰ ἀκοῦσαι ποθεῖς, ἄκουσον. μεταπεμψάμενός με ὁ βασιλεὺς Μισδαῖος ἔλεγέν μοι ὅτι Οὐδέπω σου περιγέγονεν ὁ μάγος ἐκεῖνος, ἐπειδήπερ ὡς ἀκούω ἐλαίῳ καὶ ὕδατι καὶ ἄρτῳ τοὺς ἀνθρώπους μαγεύει, καὶ σὲ οὐδέπω ἐγοήτευσεν· ἀλλὰ πείσθητί μοι· ἐπεὶ σὲ μὲν ἐγκλείσας συντρίψω, ἐκεῖνον δὲ ἀπολέσω· οἶδα γὰρ ὅτι ἐὰν οὐδέπω σοι ἔλαιον καὶ ὕδωρ καὶ ἄρτον ἐπέδωκεν, περιγενέσθαι σου οὐκ ἴσχυσεν.

Εἶπον δὲ πρὸς αὐτὸν ἐγώ· Τοῦ μὲν σώματός μου ἐξουσίαν ἔχεις, καὶ πᾶν ὅ τι βούλει πρᾶττε· τὴν δὲ ψυχήν μου οὐ συναπολέσω σοι. Ἀκούσας δὲ ταῦτα συνέκλεισέν με ἐν οἰκήματι· καὶ ὁ Χαρίσιος δὲ ἤνεγκεν τὴν Μυγδονίαν καὶ κατέτήριον. κλεισεν αὐτὴν σὺν ἐμοί. καὶ σὺ ἡμᾶς ἐξήγαγες καὶ μέχρι τῶν ὧδε παρέστησας. ἀλλὰ δὸς τάχιον τὴν σφραγῖδα ἡμῖν, ἵνα ἐκκοπῶσιν αἱ ἐλπίδες Μισδαίου τοιαῦτα βουλομένου.

Ἀκούσας δὲ ταῦτα ὁ ἀπόστολος εἶπεν· Δόξα σοι πολύμορφε Ἰησοῦ, σοὶ δόξα ὁ φαινόμενος κατὰ τὴν μετρίαν ἡμῶν ἀνθρωπότητα· σοὶ δόξα ὁ παραθαρσύνων καὶ ἐνδυναμῶν ἡμᾶς καὶ χάριν ποιῶν καὶ παραμυθούμενος καὶ παριστάμενος ἡμῖν ἐπὶ πᾶσι τοῖς κινδύνοις καὶ ἐνδυναμῶν τὴν ἀσθένειαν ἡμῶν. Λέγοντος δὲ αὐτοῦ ταῦτα ἐλθὼν ὁ δεσμοφύλαξ εἶπεν· Ἀπόθεσθε τοὺς λύχνους, ἵνα μή τις ὑμᾶς τῷ βασιλεῖ διαβάλῃ. Καὶ τότε ἀποσβέσαντες τοὺς λύχνους εἰς ὕπνον ἐτράπησαν· ὁ δὲ ἀπόστολος τῷ κυρίῳ προσδιελέγετο· Καιρὸς λοιπόν ἐστιν Ἰησοῦ τῆς σῆς ταχυτῆτος· ἰδοὺ γὰρ οἱ τοῦ σκότους παῖδες ἐν τῷ αὐτῶν καθιοῦσι σκότει. σὺ οὖν ἐν φωτὶ τῆς φύσεως ὢν κατάλαμψον ἡμᾶς. Καὶ ἐξαίφνης τὸ δεσμωτήριον ὅλον ἔλαμψεν ὡς ἡ ἡμέρα. πάντων δὲ τῶν ἐν τῷ δεσμωτηρίῳ καθευδόντων βαθεῖ ὕπνῳ μόνοι οἱ πεπιστευκότες τῷ κυρίῳ ἐγρηγορότες ἐτύγχανον.

Λέγει οὖν ὁ Ἰούδας τῷ Οὐαζάνῃ· Πρόλαβε καὶ εὐτρέπισον ἡμῖν τὰ πρὸς τὴν χρείαν. Λέγει οὖν ὁ Οὐαζάνης· Καὶ τίς μοι τὰς θύρας ἀνοίξει τοῦ δεσμωτηρίου; κλείσαντες γὰρ ταύτας οἱ δεσμοφύλακες ἐκοιμήθησαν. Καὶ λέγει ὁ Ἰούδας· Πίστευσον τῷ Ἰησοῦ, καὶ εὑρήσεις τὰς θύρας ἀνεῳγμένας. Ὡς δὲ ἐξελθεῖν ἀπῄει αὐτῶν, οἱ λοιποὶ πάντες κατόπισθεν ἠκολούθουν αὐτῷ. προελθόντος δὲ τοῦ Οὐαζάνου συνήντησεν Μνησάρα ἡ γυνὴ αὐτοῦ ἐρχομένη εἰς τὸ δεσμωτήριον. καὶ ἐπιγνοῦσα αὐτὸν λέγει· Ἀδελφέ μου Οὐαζάνη, σὺ εἶ; Ὃ δὲ Ναί φησιν· σὺ δὲ Μνησάρα; Ἣ δὲ λέγει· Ναί. Ἔφη αὐτῇ Οὐαζάνης· Ποῦ βαδίζεις; μάλιστα καὶ κατὰ τοιαύτην ἀωρίαν; πῶς δὲ καὶ ἀναστῆναι ἠδυνήθης; Ἣ δὲ εἶπεν· Ὁ νεώτερος οὗτος τὴν χεῖρά μοι ἐπιθεὶς ἤγειρέν με, καὶ ὄναρ εἶδον ἵνα ἀπέλθω ὅπου ὁ ξένος κάθηται καὶ τελείως ὑγιάνω. Λέγει αὐτῇ ὁ Οὐαζάνης· Ποῖος νεώτερός ἐστιν παρὰ σοί; Ἣ δὲ ἔφη· Οὐχ ὁρᾷς τὸν ἐκ δεξιῶν μοι χειραγωγοῦντά με;

Tαῦτα δὲ διαλεγομένων ἐκείνων Ἰούδας μετὰ Σιφόρου καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῆς θυγατρὸς καὶ Τερτίας καὶ Μυγδονίας καὶ Μαρκίας ἦλθον εἰς τὴν Οὐαζάνου οἰκίαν. ἰδοῦσα δὲ Μνησάρα ἡ Οὐαζάνου γυνὴ προσεκύνησεν καὶ εἶπεν· Ἦλθες ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ δυσκόλου νοσήματος; σὺ εἶ ὃν εἶδον ἐν νυκτὶ παραδιδόντα μοι τὸν νεώτερον τοῦτον ἀγαγεῖν με εἰς τὸ δεσμωτήριον. ἀλλ᾽ οὐκ εἴασεν ἡ χρηστότης σου καμεῖν με, σὺ δὲ αὐτὸς ἦλθες πρός με. Εἰποῦσα δὲ ταῦτα καὶ εἰς τὰ ὀπίσω ἐπιστραφεῖσα οὐκέτι εἶδεν τὸν νεώτερον. καὶ μὴ εὑροῦσα λέγει πρὸς τὸν ἀπόστολον· Οὐ δύναμαι μόνη βαδίσαι· ὁ γὰρ νεώτερος οὐ πάρεστιν ὃν παρέδωκάς μοι. Καὶ ὁ Ἰούδας εἶπεν· Ἰησοῦς τὸ λοιπόν σε χειραγωγήσει. Μετὰ ταῦτα ἤρχετο πρὸς αὐτὸν δρόμῳ χρωμένη. ὡς δὲ εἰσῆλθον εἰς τὴν οἰκίαν Οὐαζάνου υἱοῦ Μισδαίου τοῦ βασιλέως, ἔτι νυκτὸς οὔσης φῶς αὐτοῖς πολὺ περικεχυμένον ἔφαινεν.

Καὶ τότε ὁ Ἰούδας ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ ἑταῖρος καὶ σύμμαχος καὶ τῶν ἀσθενῶν ἐλπὶς καὶ πεποίθησις τῶν μετρίων· καταφυγὴ καὶ καταγώγιον τῶν κεκμηκότων· φωνὴ οὖν ἐξῆλθεν ἐξ ὕπνου· ὁ παρήγορος ὁ ἐν

μέσῳκατοικῶν· καταγώγιον καὶ λιμὴν τῶν διιόντων ἀρχόντων χορῶν· ὁ ἰατρὸς ὁ ἄμισθος· ὁ ὑπὲρ πολλῶν παρὰ ἀνθρώποις σταυρωθείς· ὁ κατελθὼν εἰς ᾅδου μετὰ πολλῆς δυνάμεως· οὗ τὴν θέαν οὐκ ἤνεγκαν οἱ τοῦ θανάτου ἄρχοντες· καὶ ἀνῆλθες μετὰ πολλῆς δόξης, καὶ συναγαγὼν πάντας τοὺς εἰς σὲ καταφεύγοντας παρεσκεύασας ὁδόν, καὶ ἐπὶ τῶν ἰχνῶν σοῦ πάντες ὥδευσαν οὓς ἐλυτρώσω· καὶ εἰσαγαγὼν εἰς τὴν ἑαυτοῦ ποίμνην τοῖς σοῖς ἐγκατέμειξας προβάτοις· υἱὸς σπλάγχνων, ὁ κατὰ φιλανθρωπίαν ἀποσταλεὶς ἡμῖν υἱὸς ἀπὸ τῆς ἄνω πατρίδος τῆς τελείας· ὁ κύριος ἀπάντων κτημάτων· ὁ δουλεύων αὐτοῦ τοῖς δούλοις ἵνα ζήσωσιν· ὁ πληρώσας τὴν κτίσιν τοῦ ἑαυτοῦ πλούτου· ὁ πένης ὁ ἐνδεηθεὶς καὶ πεινάσας ἡμέρας τεσσαράκοντα· ὁ κορεννύων ψυχὰς διψώσας τῶν ἑαυτοῦ ἀγαθῶν· σὺ ἔσο μετὰ Οὐαζάνου υἱοῦ Μισδαίου καὶ Τερτίας καὶ Μνησάρας, καὶ συνάγαγε αὐτὰς εἰς τὴν σὴν μάνδραν, καὶ
ἐγκαταμείγνυεαὐτοὺς τῷ σῷ ἀριθμῷ. ἔσο αὐτῶν ὁδηγὸς ἐν χώρᾳ πλάνης· ἔσο αὐτῶν ἰατρὸς ἐν χώρᾳ νοσήματος· ἔσο αὐτῶν ἀνάπαυσις ἐν χώρᾳ καμνόντων· ἁγίασον αὐτοὺς ἐν μιᾶς χώρας· ἔσο ἰατρὸς αὐτῶν σωμάτων καὶ ψυχῶν· ποίησον αὐτοὺς ναοὺς ἁγίους σου, καὶ οἰκείτω ἐν αὐτοῖς τὸ ἅγιόν σου πνεῦμα.

Οὕτως αὐτοῖς εὐξάμενος ὁ ἀπόστολος τῇ Μυγδονίᾳ εἶπεν· Ἀπόδυσόν σου τὰς ἀδελφάς. Ἣ δὲ ἀποδύσασα περιέζωσεν αὐτὰς περιζώματα καὶ προσήγαγεν αὐτάς· Οὐαζάνης δὲ πρότερον προσεληλύθει, κἀκεῖναι μετ᾽ αὐτόν. καὶ λαβὼν Ἰούδας ἔλαιον ἐν ἀργυρέῳ ποτηρίῳ ἐπέλεγεν οὕτως· Ὁ ὡραῖος καρπὸς τῶν ἄλλων καρπῶν, ᾧ οὐδεὶς συγκρίνεται ὅλως ἕτερος· ὁ πάνυ ἐλεήμων· ὁ τῇ τοῦ λόγου ὁρμῇ ζέων· δύναμις ἡ τοῦ ξύλου ἣν οἱ ἄνθρωποι ἐνδυόμενοι τοὺς ἑαυτῶν ἀντιπάλους νικῶσιν· ὁ στεφανῶν τοὺς νικῶντας· σύμβολον καὶ χαρὰ τῶν καμνόντων· ὁ εὐαγγελισάμενος τοῖς ἀνθρώποις τὴν ἑαυτῶν

σωτηρίαν· ὁ δεικνὺς φῶς τοῖς ἐν σκότει· ὁ τὰ μὲν φύλλα πικρός, τὸν δὲ γλυκύτατον καρπὸν εὐειδής· ὁ τραχὺς μὲν τὴν θέαν, ἁπαλὸς δὲ τὴν γεῦσιν· ὁ ἀσθενὴς μὲν δοκῶν, τῇ δὲ τῆς δυνάμεως ὑπερβολῇ τὴν τὰ πάντα θεωροῦσαν βαστάζων δύναμιν· ταῦτα εἴπων περιωχείμας· Ἰησοῦ ἐλθέτω ἡ νικητικὴ αὐτοῦ δύναμις, καὶ ἐνιδρύσθω τῷ ἐλαίῳ τούτῳ ὥσπερ ἱδρύνθη ἐν τῷ συγγενεῖ αὐτοῦ ξύλῳ ἡ τότε αὐτοῦ δύναμις, ἧς τὸν λόγον οὐκ ἤνεγκαν οἱ σταυρώσαντές σε· ἐλθέτω δὴ καὶ ἡ δωρεὰ δι᾽ ἧς τοῖς ἐχθροῖς αὐτοῦ ἐμφυσήσας εἰς τὰ ὀπίσω ὑποχωρῆσαι ἐποίησας καὶ πρηνεῖς καταπεσεῖν, καὶ ἐπιδημῆσαι τῷ ἐλαίῳ τούτω ᾧ ἐπιφημίζομεν τὸ σὸν ἅγιον ὄνομα. Καὶ ταῦτα εἰπὼν πρῶτον τῇ κεφαλῇ Οὐαζάνου ἐπέχεεν, ἔπειτα ταῖς τῶν γυναικῶν, λέγων· Ἐν ὀνόματί σου Ἰησοῦ Χριστὲ γενέσθω ταῖς ψυχαῖς ταύταις εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ἀποτροπὴν τοῦ ἐναντίου καὶ εἰς σωτηρίαν τῶν ψυχῶν αὐτῶν. Καὶ ἐκέλευσεν τῇ Μυγδονίᾳ ἀλεῖψαι αὐτάς, αὐτὸς δὲ ἤλειψεν τὸν Οὐαζάνην. ἀλείψας δὲ αὐτοὺς κατήγαγεν εἰς ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

Ἀνελθόντων δὲ αὐτῶν λαβὼν ἄρτον καὶ ποτήριον εὐλόγησεν καὶ εἷπεν· Τὸ σῶμά σου τὸ ἅγιον τὸ ὑπὲρ ἡμῶν σταυρωθὲν ἐσθίομεν καὶ τὸ αἷμά σου τὸ ὑπὲρ ἡμῶν ἐκχυθὲν εἰς σωτηρίαν πίνομεν· γένηται οὖν ἡμῖν τὸ σῶμά σου σωτηρία καὶ τὸ αἷμά σου εἰς ἄφεσιν ἁμαρτιῶν. ἀντὶ δὲ τῆς χολῆς ἧς ἔπιες δἰ ἡμᾶς περιαιρείσθω ἀφ᾽ ἡμῶν ἡ τοῦ διαβόλου χολή· ἀντὶ δὲ τοῦ ὄξους οὗ πέπωκας ὑπὲρ ἡμῶν ἐνδυναμούσθω ἡ ἀσθένεια ἡμῶν· ἀντὶ δὲ πτύσματος οὗ ἐδέξω δι᾽ ἡμᾶς δεξώμεθα δρόσον τῆς σῆς χρηστότητος· καὶ ἐν τῷ καλάμῳ ᾧ ἔτυψάν σε δι᾽ ἡμᾶς δεξώμεθα τὸν οἶκον τὸν τέλειον· ὅτι δὲ ἀκάνθινον στέφανον ἔλαβες δι᾽ ἡμᾶς, στέφανον ἀναδησώμεθα ἀμαράντινον οἱ ἀγαπήσαντές σε· ἀντὶ δὲ σινδόνης ἧς ἐνειλήθης καὶ ἡμεῖς περιζωσθῶμεν τὴν ἀήττητόν σου δύναμιν· ἀντὶ δὲ μνημείου καινοῦ καὶ ταφῆς ἀνακαινισμὸν τῆς ψυχῆς δεξώμεθα καὶ τοῦ σώματος. ὅτι δὲ ἀνέστης

καὶ ἀνεβίωσας, ἀναβιώσαντες ζήσωμεν καὶ στῶμεν πρὸ σοῦ ἐν κρίσει δικαίια. Καὶ κλάσας τὴν εὐχαριστίαν ἔδωκεν Οὐαζάνῃ καὶ Τερτίᾳ καὶ Μνησάρᾳ καὶ τῇ τοῦ Σιφόρου γυναικὶ καὶ θυγατρὶ καὶ εἶπεν· Γενέσθω ὑμῖν ἡ εὐχαριστία αὕτη εἰς σωτηρίαν καὶ χαρὰν καὶ ὑγίειαν τῶν ψυχῶν ὑμῶν. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Καὶ φωνὴ ἠκούσθη λέγουσα · Ἀμήν· μὴ φοβεῖσθε ἀλλὰ μόνον πιστεύσατε.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνῄει ὁ ἀπόστολος Θωμᾶς ἐπὶ τὸ ἐγκλεισθῆναι· καὶ Τερτία σὺν Μυγδονίᾳ καὶ Ναρκίᾳ

ἀπῄεσανἐπὶ τὸ ἐγκλεισθῆναι. ὁ δὲ ἀπόστολος Θωμᾶς εἶπεν πρὸς αὐτάς, τοῦ πλήθους τῶν πεπιστευκότων παρόντος· Θυγατέρες καὶ ἀδελφαὶ καὶ σύνδουλοι αἱ εἰς τὸν κύριον καὶ θεόν μου πιστεύσασαι, τοῦ Ἰησοῦ μου ὑπηρέτριαι, ἀκούσατέ μου ἐν ταύτῃ τῇ ἡμέρᾳ· τὸν γὰρ ἐμὸν λόγον παραδίδωμι ὑμῖν καὶ οὐκέτι διαλεχθήσομαι ὑμῖν ἐν τῇ σαρκὶ ταύτῃ οὐδὲ ἐν τῷ κόσμῳ τούτῳ· ἀνάγομαι γὰρ πρὸς τὸν κύριον καὶ θεόν μου Ἰησοῦν Χριστόν, πρὸς ἐκεῖνον τὸν πωλήσαντά με, πρὸς ἐκεῖνον τὸν ἑαυτὸν ταπεινώσαντα ἕως ἐμοῦ τοῦ μικροῦ κύριον καὶ ἀνάξαντά με εἰς μεγαλωσύνην αἰώνιον, τὸν καταξιώσαντά με λάτρην αὐτοῦ γενέσθαι ἐν ἀληθείᾳ καὶ βεβαιότητι. ἀπέρχομαι πρὸς αὐτὸν ἐπιστάμενος ὅτι ὁ καιρὸς συμπεπλήρωται καὶ ἤγγικεν ἡ προθεσμία ἵνα ἀπελθὼν ἀπολάβω τοὺς μισθούς μου παρὰ τοῦ κυρίου μου καὶ θεοῦ· δίκαιος γάρ ἐστιν ὁ
μισθαποδότηςμου ὁ εἰδώς με πῶς δεῖ με λαβεῖν τὸν μισθόν· οὔτε γὰρ πονηρός ἐστιν οὔτε φθονερός· πλούσιος δέ ἐστιν ἐν τοῖς αὐτοῦ χαρίσμασιν· οὐκ ἔστιν φιλόδολος ἐν οἷς δίδωσιν· τεθάρρηκε γὰρ τῇ ἀνυστερήτῳ αὐτοῦ κτήσει.

οὐκ εἰμὶ ἐγὼ Ἰησοῦς, δοῦλος δὲ αὐτοῦ εἰμι· οὐκ εἰμὶ ἐγὼ Χριστός, διάκονος δὲ αὐτοῦ ὑπάρχω· οὐκ εἰμὶ ἐγὼ ὁ υἱὸς τοῦ θεοῦ, δέομαι δὲ ἄξιος τοῦ θεοῦ γενέσθαι. ἐμμείνατε τῇ πίστει τοῦ Χριστοῦ· ἐμμείνατε τῇ ἐλπίδι τοῦ υἱοῦ τοῦ θεοῦ· μὴ ἐκκακήσητε πρὸς τὰς θλίψεις μηδὲ διαιρεθῆτε ἐπὰν ἴδητέ με ὑβριζόμενον ἢ ὅτι ἐγκέκλεισμαι· αὐτοῦ γὰρ τὸ θέλημα εἰς πέρας ἄγω· εἰ γὰρ καὶ ἠβουλήθην μὴ ἀποθανεῖν, ἐν Χριστῷ οἶδα ὅτι δύναμαι· οὗτος δὲ ὁ νομιζόμενος θάνατος οὐκ ἔστιν θάνατος, ἀλλὰ λύσις ἀπὸ τοῦ σώματός ἐστιν. διὸ χαίρων δέχομαι τὴν τοιαύτην λύσιν τοῦ σώματος, ἵνα ἀπελθῶν

ἴδω ἐκεῖνον τὸν εὐπρεπῆ καὶ εὔσπλαγχνον, τὸν ἐπέραστον. πολὺν γὰρ κάματον ὑπέστην ἐν τῇ αὐτοῦ ἐργασίᾳ, καὶ ἐμόχθησα διὰ τὴν αὐτοῦ χάριν τὴν ἐπελθοῦσάν μοι, ἥτις οὐκ ἀπέστη ἀπ᾽ ἐμοῦ. μὴ οὖν ὑποδύῃ ὑμῖν ὁ Σατανᾶς καὶ τὰς ἐνθυμήσεις ὑμῶν διαρπάσῃ· μὴ γένοιτο ἐν ὑμῖν ἐκείνῳ χώρα· ἰσχυρός ἐστιν ὃν ὑμεῖς ὑπεδέξασθε. τὴν τοῦ Χριστοῦ παρουσίαν προσδέχεσθε· ἐλθὼν γὰρ ὑποδέξεται ὑμᾶς· οὗτός ἐστιν ὃν ὄψεσθε ἐρχόμενον.