Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Ταῦτα τελέσαντος τοῦ ἀποστόλου εἰσῄεσαν εἰς τὸν οῖκον· εἶπεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὁ σωτὴρ ἡμῶν ὁ πολλὰ παθὼν δι᾽ ἡμᾶς, γινέσθωσαν αἱ θύραι αὗται ὥσπερ ἦσαν,
καὶσφραγῖδες ἐπιτιθῶσιν αὐταῖς. Καὶ καταλείψας αὐτὰς ἀπῄει ἐπὶ τὸ ἐγκλεισθῆναι· αὐταὶ δὲ ἀθυμοῦσαι ἔκλαιον, μὴ εἰδυῖαι ὅτι Μισδαῖος ἀπολύει αὐτόν.Εὗρεν δὲ ὁ ἀπόστολος τοὺς φύλακας διαμαχομένους καὶ λέγοντας· Τί ἡμάρτομεν εἰς τοῦτον τὸν μάγον; ἠνέῳξεν γὰρ τὰς θύρας τῇ τέχνῃ αὐτοῦ τῇ μαγικῇ, καὶ ἠβουλήθη πάντας τοὺς κατακλείστους φυγαδεῦσαι. ἀλλ᾽ ἀπελθόντες ἀνενέγκωμεν τῷ βασιλεῖ, εἴπωμεν δὲ αὐτῷ περὶ τῆς γυναικὸς αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. Ταῦτα δὲ διαλογιζομένων αὐτῶν ὁ Θωμᾶς ἡσύχαζεν. ὀρθρίσαντες σὖν ἀπῄεσαν πρὸς τὸν
βασιλέακαὶ ἔλεγον αὐτῷ· Κύριε ἡμῶν βασιλεῦ, τὸν φαρμακὸν ἐκεῖνον ἔκβαλε καὶ ἀλλαχοῦ αὐτὸν κατάκλειστον ποίησον. οὐ δυνάμεθα γὰρ αὐτὸν τηρεῖν· εἰ μὴ γὰρ ἡ σὴ τύχη τὸ δεσμωτήριον ἐφύλαξεν, ἐπεὶ πάντες ἂν οἱ κατάδικοι ἔφυγον. ἤδη γὰρ δεύτερον εὕρομεν τὰς θύρας ἀνεῳγμένας. ἀλλὰ καὶ ἡ γυνή σου ὦ βασιλεῦ καὶ ὁ υἱὸς καὶ οἱ λοιποὶ οὐκ ἀφίστανται ἀπ᾽ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ βασιλεὺς ἀπελθὼν εὗρεν τὰς ἐπικειμένας σφραγῖδας σῴας· κατεμάνθανε δὲ καὶ τὰς θύρας, καὶ ἔλεγεν τοῖς φύλαξι· Διὰ τί ψεύδεσθε; αἱ γὰρ σφραγῖδες σῷαί εἰσιν· πῶς εἴπατε ὅτι Τερτία καὶ Μυγδονία ἔρχονται πρὸς αὐτὸν εἰς τὸ δεσμωτήριον; Οἱ δὲ φύλακες εἶπον· Ἡμεῖς τὴν ἀλήθειαν εἴπομέν σοῖ.Ὁ δὲ Μισδαῖος ἀπελθὼν εἰς τὸ δεσμωτήριον ἐκαθέσθη· μεταπεμψάμενος δὲ τὸν ἀπόστολον Θωμᾶν ἐκδύσας αὐτὸν ἔστησεν ἔμπροσθεν αὐτοῦ, καὶ λέγει αὐτῷ· Δοῦλος εἶ ἢ ἐλεύθερος; Θωμᾶς εἶπεν· Δοῦλός εἰμι ἑνὸς μόνου, οὗ σὺ ἐξουσίαν οὐκ ἔχεις. Ὁ δὲ Μισδαῖος λέγει αὐτῷ· Εἰς ταύτην τὴν χώραν πῶς φυγὼν ἐλήλυθας; Ὁ δὲ Θωμᾶς εἶπεν· Ἐπράθην παρὰ τοῦ δεσπότου μου ἐνθάδε, ἵνα πολλοὺς σῴσω καὶ διὰ τῶν σῶν χειρῶν μεταστῶ τοῦτον τὸν κόσμον. Ὁ δὲ Μισδαῖος
εἶπεν· Τίς ἐστιν ὁ κύριός σου; καὶ τί τὸ ὄνομα αὐτοῦ; καὶ ποίας χώρας ἐστίν; Ὁ δὲ Θωμᾶς εἶπεν· Ὁ ἐμὸς κύριος δεσπότης σού ἐστιν καὶ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς. Ὁ δὲ Μισδαῖος λέγει· Τί τούτου τὸ ὄνομα; Λέγει ὁ Θωμᾶς· Οὐ δύνασαι τὸ ἀληθινὸν ὄνομα αὐτοῦ ἀκοῦσαι ἐν τῷ καιρῷ τούτῳ· τὸ δὲ δοθὲν αὐτῷ ὄνομα Ἰησοῦς Χριστός. Ὁ δὲ Μισδαῖος λέγει αὐτῷ· Ἐγὼ οὐκ ἐτάχυνα τοῦ ἀπολέσαι σε, ἀλλὰ μακροθυμίαν πρὸς σὲ πεποίηκα· σὺ δὲ τοῖς ἔργοις σου τοῖς πονηροῖς προσθήκην πεποίηκας, καὶ τὰ σὰ φάρμακα εἰς πᾶσαν τὴν χώραν διεδόθη καὶ ἠκούσθη. ἀλλὰ τοῦτο ποιῶ ἵνα τὰ φάρμακά σουσὺν σοὶ ἀπέλθῃ καὶ ἡ ἡμετέρα πατρὶς τούτων καθαρισθῇ. Λέγει πρὸς αὐτὸν ὁ θωμᾶς· Ταῦτα τὰ φάρμακα καὶ σὺν ἐμοὶ ἀπέρχεται ἐμοῦ ἐντεῦθεν ἐξορμῶντος, καὶ τοῦτο γίνωσκε ὅτι οὐδὲ τῶν ἐνθάδε ἀπολιμπάνομαι.Ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐσκέπτετο ὁ Μισδαῖος πῶς αὐτὸν θανατώσῃ· διὰ γὰρ τὸν πολὺν ὄχλον τῶν ὑπηκόων αὐτοῦ ἐφοβεῖτο· πολλοὶ γὰρ καὶ τῶν ἐξάρχων καὶ τῶν ἐν ὑπεροχῇ ὄντων ἐπίστευσαν εἰς αὐτόν. παραλαβὼν οὖν αὐτὸν ἐξῄει ἔξω τῆς πόλεως· συναπῄεσαν δὲ αὐτῷ καὶ στρατιῶται ἔνοπλοι· οἱ δὲ ὄχλοι ἐνόμιζον ὅτι ὁ βασιλεὺς μαθεῖν
τιθέλει παρ᾽ αὐτοῦ, καὶ ἑστῶτες προσεῖχον. περιπατησάντων δὲ μίλιον ἓν παρέδωκεν αὐτὸν τέσσαρσι στρατιώταις καὶ ἐνὶ ἐξάρχῳ παραγγείλας αὐτοὺς ἀγαγεῖν αὐτὸν εἰς τὸ ὄρος κἀκεῖ τοῦτον λογχεύσαντας τελειῶσαι, καὶ πάλιν αὐτοὺς εἰς τὴν πόλιν ὑποστρέψαι. ἅμα δὲ τοῦτο τοῖς στρατιώταις εἰπεῖν ὑπέστρεψεν καὶ αὐτὸς εἰς τὴν πόλιν.Οἱ δὲ ἄνθρωποι ἔτρεχον ὀπίσω τοῦ Θωμᾶ, θέλοντες αὐτὸν λυτρώσασθαι τοῦ θανάτου. ἀπῄεσαν δὲ δύο ἐκ δεξιῶν τοῦ ἀποστόλου καὶ δύο ἐξ εὐωνύμων δόρυ κρατοῦντες, ὁ δὲ
ἔξαρχοςκατεῖχεν τῆς χειρὸς αὐτοῦ ὑποβαστάζων αὐτόν. ἔλεγεν δὲ ὁ ἀπόστολος Θωμᾶς· Ὤ μυστήρια ἀπόκρυφα, ἅτινα ἕως τῆς ἐξόδου ἡμῶν ἐν ἡμῖν τελεῖται· ὢ πλοῦτος τῆς αὐτοῦ δόξης, ὃς οὐ συγχωρήσει ἡμῖν καταποθῆναι ἐν τῷ πάθει τοῦ σώματος. τέσσαρές εἰσιν οἱ καταβάλλοντες· ἐκ τεσσάρων γὰρ γεγένημαι· εἷς δὲ ὁ ἕλκων με· ἑνὸς γάρ εἰμι καὶ πρὸς αὐτὸν ἀπέρχομαι. καὶ τοῦτο νῦν μανθάνω, ὅτι ὁ κύριός μου καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐξ ἑνὸς ὢν ἐξ ἑνὸς ἐνύγη, ἐγὼ δὲ ἐκ τεσσάρων ὑπάρχων ἐκ τεσσάρων νύσσομαι.Ἀνελθὼν δὲ εἰς τὸ ὄρος ἐν ᾧ τόπῳ ἔμελλεν ἀναιδαίου, ῥεῖσθαι εἶπεν τοῖς κατέχουσιν αὐτὸν καὶ τοῖς λοιποῖς· Ἀδελφοί, καὶ νῦν μου ἀκούσατε ἐν τέλει· πρὸς γὰρ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος ἕστηκα. μὴ οὖν πηρωθῶσιν οἱ ὀφθαλμοὶ τῆς καρδίας ὑμῶν, μηδὲ τὰ ὦτα ὑμῶν κωφωθῶσιν. πιστεύσατε εἰς τὸν θεὸν ὃν κηρύσσω, καὶ μὴ ἑαυτοὺς ὁδηγήσητε ἐν τῇ σκληροκαρδίᾳ ὑμῶν, ἀλλὰ πολιτεύσατε ἐν πάσῃ ἐλευθερίᾳ ὑμῶν καὶ τῇ δόξῃ τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τῇ ζωῇ τῇ πρὸς τὸν θεόν.
Εἶπεν δὲ τῷ Ἰουζάνῃ τῷ υἱῷ τοῦ βασιλέως Μισδαίου, διακόνῳ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Δὸς τοῖς ὑπηρέταις τοῦ Μισδαίου οὗ εἰσιν ἄξιοι ἵνα μοι συγχωρήσωσιν ἀπελθεῖν καὶ εὔξασθαι. Ὁ δὲ Ἰουζάνης ἔπεισεν τοὺς στρατιώτας ἵνα ἀφήσωσιν αὐτὸν προσεύξασθαι· ὁ δὲ μακάριος
Θωμᾶςἀπῄει ἐπὶ τὸ εὔξασθαι, καὶ θεὶς τὰ γόνατα καὶ ἀναστὰς καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν ταῦτα·Καὶ ταῦτα εὐξαμένου εἶπεν τοῖς στρατιώταις· Δεῦτε, τελέσατε τὰς ἐντολὰς τοῦ πέμψαντος ὑμᾶς. Καὶ ἐλθόντες οἱ τέσσαρες ἔνυξαν αὐτὸν τοῖς δόρασιν· καὶ πεσὼν ἐτελεύτα. οἱ δὲ ἀδελφοὶ πάντες ἔκλαιον. ἤνεγκαν οὖν ἐνδύματα κάλλιστα
καὶὀθόνην πάνυ πολλὴν καὶ καλήν, καὶ ἔθαψαν αὐτὸν ἐν μνημείῳ βασιλικῷ ἐν ᾧ οἱ βασιλεῖς οἱ πρῶτοι ἐτέθησαν.Σιφὼρ δὲ καὶ Ἰουζάνης οὐκ ἐβούλοντο κατιέναι εἰς τὴν πόλιν, ἀλλ᾽ ἐπαρεκαθέζοντο ὅλην τὴν ἡμέραν. ἐφάνη δὲ αὐτοῖς ὁ ἀπόστολος Θωμᾶς καὶ εἶπεν· Τὶ καθέζεσθε τηροῦντές με; οὐκ εἰμὶ ἐνθάδε, ἀλλ᾽ ἀνῆλθον καὶ ἀπέλαβον πάντα ἃ εὐηγγελίσθην. ἀλλ᾽ ἀναστάντες κατέλθετε ἐντεῦθεν· μετ᾽ ὀλίγον γὰρ χρόνον καὶ ὑμεῖς παρ᾽ ἐμοὶ συνάγεσθε. Μισδαῖος δὲ καὶ Χαρίσιος ἀπήνεγκαν Μυγδονίαν καὶ Τερτίαν,
καὶπάνυ αὐτὰς ἔθλιψαν· αἳ δὲ οὐ συνεδόκησαν τῇ θελήσει αὐτῶν. ὁ δὲ ἀπόστολος ἀποκαλυφθεὶς αὐταῖς εἶπεν· Μὴ πλανηθῆτε· Ἰησοῦς ὁ ἅγιος, ὁ ζῶν, ἐν τάχει ὑμῖν τὴν βοήθειαν ἐξαποστελεῖ. Ὁ δὲ Μισδαῖος καὶ ὁ Χαρίσιος γνόντες ὅτι οὐ πείθονται αὐτοῖς ἥ τε Μυγδονία καὶ ἡ Τερτία συνεχώρησαν αὐτὰς τῷ ἰδίῳ θελήματι ζῆν. συνήγοντο δὲ οἱ ἀδελφοὶ καὶ ἠγαλλιῶντο ἐν τῇ χάριτι τοῦ ἁγίου πνεύματος. ὁ δὲ ἀπόστολος Θωμᾶς ἀπαλλαττόμενος τοῦ κόσμου τὸν μὲν Σιφόρα ἐποίησεν πρεσβύτερον, Ἰουζάνην δὲ διάκονον, ὅτε ἦλθεν ἐπὶ τὸὄρος ἐπὶ τὸ ἀποθανεῖν. ὁ δὲ κύριος συνήργει αὐτοῖς καὶ τῆς πίστεως αὐτῶν πρόθεσιν ἐποιεῖτο.Συνέβη δὲ μετὰ πολὺν χρόνον ἓν τῶν τέκνων Μισδαίου τοῦ βασιλέως κρουσθῆναι ὑπὸ δαίμονος, καὶ οὐδεὶς αὐτὸν ἠδυνήθη θεραπεῦσαι· πάνυ γὰρ ἦν χαλεπὸς ὁ δαίμων. ἐνεθυμήθη δὲ Μισδαῖος ὁ βασιλεὺς καὶ εἶπεν· Ἀπελθὼν ἀνοίξω τὸν τάφον, καὶ ἄρας ὀστοῦν ἀπὸ τοῦ ἀποστόλου τοῦ θεοῦ κρεμάσω ἐπὶ τὸν υἱόν μου, καὶ θεραπευθήσεται. Ἐν ὅσῳ δὲ τοῦτο ὁ Μισδαῖος ἐνεθυμήθη, φανεὶς αὐτῷ ὁ ἀπόστολος
Θωμᾶςεἶπεν αὐτῷ· Εἰς ζῶντα οὐκ ἐπίστευσας, καὶ εἰς νεκρὸν πιστεύεις; πλὴν μὴ φοβοῦ· σπλαγχνίζεται γὰρ εἰς σὲ καὶ ἐλεεῖ σε ὁ κύριός μου Ἰησοῦς Χριστὸς διὰ τὴν ἑαυτοῦ χρηστότητα. Ἀπελθὼν δὲ καὶ ἀνοίξας οὐχ εὗρεν ἐκεῖ τὸν ἀπόστολον· εἰς γὰρ τῶν ἀδελφῶν κλέψας αὐτὸν εἰς Μεσοποταμίαν ἀπήγαγεν. ἀπὸ δὲ τοῦ τόπου ἐκείνου ἔνθα τὰ ὀστᾶ τοῦ ἀποστόλου ἔκειτο χοῦν ὁ Μισδαῖος λαβὼν περιέθηκεν τῷ υἱῷ αὐτοῦ λέγων· Πιστεύω εἰς σὲ Ἰησοῦ Χριστὲ νῦν ὅτε κα --- νος ὁ ταράσσων τοὺς ἀνθρώπους καὶ ἀντικείμενος αὐτοῖς ἵνα μὴ ἴδωσίν σε. Καὶ κρεμάσαντος αὐτοῦ τῷ παιδὶ ὑγιὴς ὁ παῖς ἐγένετο. συνηθροίζετο οὖν καὶ Μισδαῖος ὁ βασιλεὺς μετὰ τῶν ἀδελφῶν καὶ ὑπέκλινεν τὴν κεφαλὴν αὐτοῦ ὑπὸ τὰς χεῖρας Σιφόρου τοῦ πρεσβυτέρου· ἔλεγεν δὲ τοῖς ἀδελφοῖς ὁ Σιφώρ· Εὔχεσθε ὑπὲρ Μισδαίου τοῦ βασιλέως ἵνα παρὰ Ἰησοῦ Χριστοῦ εὐσπλαγχνίαν δέξηται, καὶ ἀμνησικακήσῃ αὐτῷ. Πάντες οὖν ἐν συμφωνίᾳ χαίροντες εὐχὰς ἐποιοῦντο ὑπὲρ αὐτοῦ· ὁ δὲ φιλάνθρωπος δεσπότης ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευ --- ἔδωκεν καὶ Μισσδαίῳ τὴν εἰς αὐτὸν ἐλπίδα· καὶ συνήγετο μετὰ τοῦ πλήθους τῶν πεπιστευκότων τῷ Χριστῷ, δοξάζων πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὗ τὸ κράτος καὶ ἡ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.