Acta Thomae

Acta Thomae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Ἰδῶν δὲ ὁ βασιλεὺς τὸ πλῆθος τῶν ὑδάτων εἶπεν τῷ Ἰούδᾳ· Δεήθητι τοῦ θεοῦ σου ἵνα με ῥύσηται ἐκ τοῦ θανάτου τούτου, ἵνα μὴ τῷ κατακλυσμῷ ἀπόλωμαι. Ὁ δὲ ἀπόστολος ηὔξατο καὶ εἶπεν· Ὁ δεσμεύσας τὴν φύσιν ταύτην καὶ εἰς ἕνα

συναγαγὼντόπον καὶ εἰς διαφόρους ἐκπέμπων χώρας· ὁ ἐξ ἀταξίας εἰς τάξιν μεταγαγών· ὁ διδοὺς μεγαλεῖα καὶ θαυμάσια μεγάλα διὰ τῶν χειρῶν τοῦ δούλου σου Ἰούδα· ὁ ἐλεῶν τὴν ἐμὴν ψυχὴν ἵνα σοῦ πάντοτε φέγγος καταδέξωμαι· ὁ δοὺς μισθὸν τοῖς κεκοπιακόσιν· ὁ σωτὴρ τῆς ψυχῆς μου καὶ εἰς τὴν ἰδίαν ἀποκαθιστῶν φύσιν τὸ μὴ κοινωνεῖν τοῖς βλάπτουσιν· ὁ γινόμενος πρόφασις ζωῆς διὰ παντός· σὺ κατάστῆναι. παυσον τὸ στοιχεῖον τοῦτο, ἵνα μὴ ἀντανᾶραν διαφθείρῃ· εἰσὶν γάρ τινες τῶν ἐνταῦθα ἑστώτων οἵτινες ζήσουσιν σοὶ πιστεύσαντες. Εὐξαμένου δὲ αὐτοῦ κατ᾽ ὀλίγον τὸ ὕδωρ ἀνηλώθη, ξηρὸς ὁ τόπος γενόμενος. ἰδὼν δὲ ταῦτα ὁ Μισδαῖος προσέταξεν εἰς τὸ δεσμωτήριον αὐτὸν ἀχθῆναι Ἕως οὗ σκέψομαι πῶς δεῖ αὐτῷ χρήσασθαι.

Ἀπαγομένου δὲ τοῦ Ἰούδα ἐν τῇ φυλακῇ πάντες αὐτῷ ἠκολούθουν, καὶ Οὐαζάνης τοῦ βασιλέως υἱὸς πρὸς τὴν δεξιὰν αὐτοῦ ἐβάδιζεν καὶ ὁ Σιφὼρ ἐν ἀριστερᾷ. εἰσελθὼν δὲ εἰς τὸ δεσμωτήριον ἐκαθέσθη, καὶ ὁ Οὐαζάνης καὶ ὁ Σιφώρ, καὶ τὴν ἑαυτοῦ γυναῖκα καὶ τὴν θυγατέρα ἔπεισεν καθεσθῆναι· εἰσεληλύθασι γὰρ καὶ αὐταὶ ἵνα ἀκούσωσιν τοῦ τῆς ζωῆς λόγου· καὶ γὰρ ᾔδεισαν ὅτι ὁ Μισδαῖος φονεύσει αὐτὸν διὰ τὴν τῆς ὀργῆς ὑπερβολήν. ὁ δὲ Ἰούδας

ἤρξατολέγειν· Ὁ ἐλευθερωτὴς τῆς ἐμῆς ψυχῆς ἐκ τῆς τῶν πολλῶν δουλείας, ὅτι δέδωκα ἐμαυτὸν πραθῆναι· ἰδοὺ χαίρω καὶ θάλλω εἰδὼς ὅτι ἐπληρώθησαν οἱ χρόνοι ἵνα εἰσελθὼν ἀπολάβω. ἰδοὺ ἀπαλλάσσομαι μεριμνῶν τῶν ἐπὶ τῆς γῆς. ἰδοὺ πληρῶ τὴν ἐλπίδα καὶ ἀλήθειαν ἀπολαμβάνω. ἰδοὺ ἀπαλλάττομαι λύπης καὶ χαρὰν ἐνδύομαι μόνον. ἰδοὺ γίνομαι ἄφροντις καὶ ἄλυπος ἐν ἀνέσει διατρίβων. ἰδοὺ τῆς δουλείας ἀπαλλάττομαι καὶ εἰς τὴν ἐλευθερίαν ἐκλήθην. ἰδοὺ χρόνοις καὶ καιροῖς ὑπηρέτησα καὶ χρόνων καὶ καιρῶν ἀνυψώθην. ἰδοὺ ἀπολαμβάνω παρὰ τοῦ μισθαποδότου χωρὶς ἀριθμοῦ διδόντος τοῦ ἐξαρκεῖν αὐτοῦ τὸν πλοῦτον τῆς δωρεᾶς. καὶ πάλιν οὐκ ἀποδυθήσομαι. ἰδοὺ κοιμῶμαι καὶ ἐξυπνίζομαι, πάλιν δὲ οὐ κοιμηθήσομαι. ἰδοὺ ἀποθνῄσκω καὶ ἀναβιῳ, πάλιν δὲ θανάτου οὐ γεύσομαι. ἰδοὺ χαίροντες προσδοκῶσιν ἵνα ἐλθὼν συγγένωμαι τοῖς αὐτῶν συγγενέσιν καὶ τεθῶ ἄνθος ἐν τῷ στεφάνα αὐτῶν. ἰδοὺ βασιλεύω ἐν τῇ βασιλείᾳ ἐφ᾽ ἣν ἐντεῦθεν ἤλπισα· ἰδοὺ πίπτουσιν οἱ ἀνυπότακτοι πρὸ ἐμοῦ, ὅτι αὐτοὺς ἐξέφυγον· ἰδοὺ γέγονεν εἰρήνη εἰς ἣν πάντες ἀπαντῶσιν.

Λέγοντος δὲ τοῦ ἀποστόλου ταῦτα πάντες οἱ ἐκεῖ ἠκροῶντο, νομίζοντες ἐκείνην τὴν ὥραν τοῦ βίου αὐτὸν μεταστῆναι. καὶ πάλιν ἔλεγεν· Πιστεύσατε τῷ πάντων ἰατρῷ ὁρατῶν τε καὶ ἀοράτων σωτηρίαν τῶν ψυχῶν τῶν δεομένων τῆς παρ᾽ αὐτοῦ ὠφελείας. οὗτός ἐστιν ἐλεύθερος ἐκ βασιλέων· οὗτος ἰατρὸς τῶν αὐτοῦ κτημάτων· οὗτός ἐστιν ὁ

ὀνειδιζόμενοςὑπὸ τῶν ἰδίων δούλων· οὗτός ἐστιν πατὴρ ὕψους καὶ φύσεως κύριος καὶ κριτής· ὕψιστος παρὰ τοῦ μεγίστου γέγονεν, υἱὸς βάθους μονογενής· καὶ ἐκλήθη υἱὸς Μαρίας παρθένου, καὶ ἠκούσθη υἱὸς τέκτονος Ἰωσήφ. οὗτος οὗ τὴν σμικρότητα ἐν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, τὴν δὲ μεγαλειότητα ἐν πίστει ἐδεξάμεθα, καὶ εἴδομεν ταύτην ἐν τοῖς ἔργοις· οὗ τὸ σῶμα ἀνθρώπινον καὶ ταῖς χερσὶν ἐψηλαφήσαμεν, τὴν δὲ θέαν εἴδομεν ἐνηλλοιωμένην τοῖς ἡμετέροις ὀφθαλμοῖς, τὸν δὲ τύπον αὐτοῦ τὸν οὐράνιον ἐν τῷ ὄρει ἰδεῖν οὐκ ἠδυνήθημεν· οὗτος ὁ σφήλας τοὺς ἄρχοντας καὶ τὸν θάνατον βιασάμενος· οὗτος ἀλήθεια μὴ ψευδομένη καὶ τέλος ἐπικεφάλαια δεδωκὼς ὑπὲρ αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν· οὗτινος ἰδὼν ὁ ἄρχων ἐφοβήθη καὶ αἱ δυνάμεις αἱ σὺν αὐτῷ ἐταράχθησαν· καὶ ἐμαρτύρει ὁ ἄρχων τίς ἐστιν καὶ πόθεν, καὶ τὸ ἀληθὲς οὐκ ἔγνω, ἐπειδήπερ ἀληθείας ἐστὶν ἀλλότριος. οὗτος ἐξουσίαν ἔχων τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ἡδονῶν καὶ κτημάτων καὶ ἀνέσεως ταῦτα πάντα καὶ τοὺς αὐτοῦ ὑπηκόους ἀνατρέπει μὴ χρήσασθαι αὐτοῖς.

Πληρώσας δὲ ταῦτα ἀνέστη καὶ ηὔξατο οὕτως· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου. ἐλθάτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· καὶ ἄφες ἡμῖν τὰς ὀφειλὰς ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηῥοῦ.

ὁ κύριος καὶ θεός μου, ἐλπὶς καὶ πεποίθησις καὶ διδάσκαλος, σύ με ἐδίδαξας εὔχεσθαι οὕτως· ἰδοὺ τὴν εὐχὴν εὔχομαι ταύτην καὶ τὸ πρόσταγμά σου πληρῶ· σὺ ἕσο μετ᾽ ἐμοῦ μέχρι τέλους· σὺ εἶ ὁ ἐκ παίδων με ἐνσπείρας ζωὴν καὶ ἀπὸ φθορᾶς φυλάξας με· σὺ εἶ ὁ εἰς τὴν τοῦ κόσμου πενίαν ἀγαγών με καὶ εἰς πλοῦτον ἀληθινὸν παρακαλέσας με· σὺ εἶ ὁ γνωρίσας μοι ἑαυτὸν καὶ δείξας ὅτι σός εἰμι· καὶ γυναικὸς ἀπεσχόμην ἵνα ἐκεῖνο ὃ χρῄζεις μὴ εὑρεθῇ ἐν ῥύπῳ·

οὐκ ἐξαρκεῖ μου τὸ στόμα ἐξομολογήσασθαί σοι οὐδὲ ἐνθυμηθῆναι δύναμαι τὴν σπουδὴν καὶ ἐπιμέλειαν τὴν ἐκ σοῦ γενομένην περὶ ἐμοῦ. ἐβουλόμην γὰρ κτήσασθαι πλοῦτον· σὺ δὲ δι᾽ ὁράματος ἔδειξάς μοι ὅτι ἐπιζήμιος καὶ ἐπιβλαβὴς γίνεται τοῖς κτωμένοις αὐτόν· καὶ ἐπίστευσα τῇ φανερώσει σου καὶ παρέμεινα τῇ πτωχείᾳ τοῦ κόσμου ἕως ὅτε σὺ ὁ πλοῦτος τῆς ἀληθείας ἀπεκαλύφθης, ὁ κἀμὲ καὶ τοὺς ἄλλους τοὺς σοῦ ἀξίους ἀπὸ τοῦ ἰδίου πλούτου πληρώσας, καὶ ἀπὸ μερίμνης καὶ φροντίδος τοὺς σοὺς ἀπαλλάξας. πεπλήρωκα οὖν κύριε τὰς ἐντολάς σου καὶ ἐτέλεσα τὸ βούλημά σου· καὶ ἐγενόμην πένης καὶ ἐνδεὴς καὶ ξένος καὶ δοῦλος καὶ ἐξουδενωμένος καὶ δέσμιος καὶ πειναλέος καὶ διψαλέος καὶ

γυμνὸςκαὶ ἀνυπόδετος καὶ ἐμόχθησα διὰ σέ, ἵνα μὴ ἀπόληται ἡ πεποίθησίς μου καὶ ἡ ἐλπίς μου ἡ ἐν σοὶ μὴ καταισχυνθῇ, καὶ ὁ πολύς μου κάματος μὴ γένηται διὰ κενῆς, καὶ ὁ κόπος μου μὴ ἐξουδενωθῇ· μὴ ἀπόλωνταί μου αἱ εὐχαὶ καὶ αἱ νηστεῖαί μου αἱ συνεχεῖς καὶ ἡ πολλή μου σπουδὴ ἡ εἰς σέ· μὴ ἀνταλλαγῇ μου ὁ σπόρος τοῦ σίτου ἀπὸ τῆς σῆς γῆς· μὴ ἁρπάσῃ αὐτὸν ὁ ἐχθρὸς καὶ τὰ αὐτοῦ ζιζάνια συμμείξῃ· ἡ γὰρ σὴ γῆ ἀληθῶς οὐ δέχεται αὐτοῦ τὰ ζιζάνια, ἀλλ᾽ οὐδὲ τεθῆναι δύναται εἰς τοὺς σοὺς οἴκους.

τὴν ἄμπελόν σου ἐφύτευσα ἐν τῇ γῇ· τὰς ῥίζας καθῆκεν εἰς τὸ βάθος, ἡ δὲ βλάστησις αὐτῆς ἐν τῷ ὕψει ἐξηπλώθη, οἱ δὲ ταύτης καρποὶ ἐπὶ γῆς ἐξετάθησαν καὶ ἐκ τούτων εὐφραίνονται οἱ σοῦ ἄξιοι οὓς καὶ ἐκτήσω. τὸ ἀργύριον ὃ δέδωκάς μοι κατέβαλον ἐν τῇ τραπέζῃ· τοῦτο ἀπαιτήσας

ἀποδίδου μοι ἐν τόκοις ὥσπερ ἐπηγγείλω. τὴν μίαν σου μνᾶν πραγματευσάμενος δέκα πεποίηκα· προσέθηκάς μοι ἐφ᾽ οἷς εἶχον ὥσπερ συνέθου. τῷ ὀφειλέτῃ μου ἀφῆκα τὴν μνᾶν· μὴ εἰς χεῖράς μου ἐπιζητήσῃς· εἰς δεῖπνον ἐκλήθην καὶ ἦλθον· ἀπὸ δὲ τοῦ χωρίου καὶ τοῦ ζευκτοῦ καὶ τῆς γυναικὸς ἐγὼ ἔξαρνος γέγονα, ἵνα μὴ διὰ ταῦτα ἀποδοκιμασθῶ. εἰς τὸν γάμον ἐκλήθην καὶ λευκὴν ἐσθῆτα ἐνεδυσάμην, ἵνα ἄξιος αὐτοῦ γένωμαι καὶ μὴ δεθεὶς χεῖρας καὶ πόδας εἰς τὸ ἐξώτερον σκότος ἐκβληθῶ. ὁ λύχνος μου τῷ φωτὶ αὐτοῦ τῷ διαυγεῖ προσδέχεται τὸν δεσπότην τὸν ἀναλύοντα ἐκ τῶν γάμων, ἵνα
δέξηταιαὐτὸν καὶ μὴ ἴδω αὐτὸν ἀμαυρωθέντα τοῦ ἐλαίου δαπανηθέντος. οἱ ὀφθαλμοί μου Χριστὲ σὲ καθορῶσιν καὶ ἡ καρδία μου ἐν χαρᾷ ἀγαλλιᾶται τελέσαντός μου τὸ θέλημά σου καὶ τὰς ἐντολάς σου τελειώσαντος, ἵνα ἐξομοιωθῶ δούλῳ γοργῷ καὶ εὐλαβεῖ ὃς διὰ τῆς ἑαυτοῦ προθυμίας οὐκ ἀμελεῖ τῆς ἀγρυπνίας. πᾶσαν τὴν νύκτα ἔκαμον τοῦ φυλάξαι τὸν οἶκόν μου ἀπὸ τῶν λῃστῶν ἵνα μὴ διορυγῇ.

τὴν ὀσφύν μου ἐν ἀληθείᾳ περιέσφιγξα καὶ τοῖς ποσί μου τὰ ὑποδήματα ἔδησα, ἵνα μὴ δι᾽ ὅλου χαυνωθέντα ἴδω αὐτά. τὰς χεῖράς μου ἐπέθηκα τῷ ἀρότρῳ τῷ ζευκτῳ καὶ εἰς τὰ ὀπίσω οὐκ ἀπεστράφην, ἵνα οἱ αὔλακες μὴ σκαμβασθῶσιν. ἐλεύκανεν ἡ ἄρουρα καὶ ἐπέστη ὁ θερισμός, ἱνα τὸν μισθόν μου ἀπολάβω. τὸ ἔνδυμά μου τὸ παλαιούμενον ἐπαλαίωσα

καὶτὸν κάματον τῶν καμμάτων τὸν ἀγαγόντα με εἰς τὴν ἀνάπαυσιν ἐτέλεσα. ἐτήρησα τὴν πρώτην φυλακὴν καὶ τὴν δευτέραν καὶ τὴν τρίτην, ἵνα τὸ πρόσωπόν σου θεάσωμαι καὶ προσκυνήσω τὸ ἅγιόν σου ἀπαύγασμα. ἐξερίζωσα τοὺς χειρίστους καὶ ἐρήμους κατέλιπον ἐπὶ τῆς γῆς, ἵνα ἀπὸ τῶν σῶν θησαυρῶν ἐμπλησθῶ. τὴν ἐν ἐμοὶ πηγὴν κάθυγρον ἐξήρανα, ἵνα τὴν ἀνέκλειπτόν σου πηγὴν ζήσας ἀναπαῶ. τὸν δέσμιον ὅν μοι παρέδωκας ἐφόνευσα, ἵνα ὁ ἐν ἐμοὶ λελυμένος μὴ ἐκπέσῃ τῆς πεποιθήσεως αὐτοῦ. τὸν ἐντὸς ἐκτὸς πεποίηκα καὶ τὸ ἐκτός, καὶ πᾶν σου τὸ πλήρωμα ἐν ἐμοὶ ἐπληρώθη. εἰς τὰ ὀπίσω οὐχ ὑπέστρεψα, εἰς δὲ τὰ ἔμπροσθεν προέβην, ἴνα μὴ ὄνειδος γένωμαι. τὸν νεκρὸν ἐζωοποίησα καὶ τὸν ζῶντα ἐνίκησα καὶ τὸ ὑστερούμενον ἐπλήρωσα, ἵνα δέξωμαι
τῆς νίκης τὸν στέφανον καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ ἐν ἐμοὶ τελεσθῇ. ὀνειδισμὸν ἐδεξάμην ἐπὶ τῆς γῆς, τὴν δὲ ἀμοιβὴν καὶ τὴν ἀντιμισθίαν δίδου μοι ἐν οὐρανοῖς.

μὴ αἴσθωνταί μου αἱ δυνάμεις καὶ οἱ ἐξουσιασταί, καὶ μηδὲν περὶ ἐμοῦ ἐνθυμηθῶσιν· μὴ ἰδόντες με οἱ τελῶναι καὶ οἱ ἀπαιτηταὶ ἐν ἐμοὶ πραγματεύσωνται. μή μου καταβοήσωσιν οἱ ἥττονες καὶ πονηροὶ καὶ ἀνδρείου καὶ ἐπιεικοῦς· καὶ ἀναβιβαζομένου μὴ ἀνανεύσωσιν ἔμπροσθέν μου στῆναι διὰ τὴν σὴν δύναμιν Ἰησοῦ τὴν περιστεφανοῦσάν με· φεύγουσιν γὰρ καὶ κρύπτονται· ἀντιβλέψαι σε οὐ δύνανται. αἰφνιδίως γὰρ ἐμπίπτουσιν τοῖς ὑπηκόοις αὐτῶν· ἡ δὲ μερὶς τῶν υἱῶν τοῦ πονηροῦ αὐτὴ βοῷ καὶ ἐλέγχει αὐτούς.

ἀλλ᾽ οὔτε κρύπτεται ἐξ αὐτῶν· ἡ γὰρ φύσις αὐτῶν γνωρίζεται· ἀποχωρίζουσιν οἱ τοῦ πονηροῦ παῖδες. παράσχου οὖν μοι κύριε ἵνα ἐν ἡσυχίᾳ παρέλθω καὶ χαρᾷ καὶ εἰρήνῃ ὑπερβήσομαι καὶ στῶ ἔμπροσθεν τοῦ δικαστοῦ. καὶ ὁ διάβολός με μὴ ἐπίδῃ· οἱ ὀφθαλμοὶ αὐτοῦ πηρωθῶσιν διὰ τοῦ σοῦ φωτὸς οὗ ἐν ἐμοὶ κατεσκήνωσας· φιμώσῃς αὐτοῦ τὸ στόμα· οὐδὲν γὰρ κατ᾽ ἐμοῦ εὗρεν.

Ἔλεγεν δὲ λυθεὶς τοῖς περὶ αὐτὸν οὖσιν ἕτερα· Πιστεύσατε τῷ σωτῆρι τῶν κεκοπιακότων τῇ πρὸς αὐτὸν λατρείᾳ. ἐμοῦ γὰρ ἤδη τέθηλεν ἡ ψυχή, ὅτι μου ὁ καιρὸς ἐγγὺς ἀπολαβεῖν αὐτόν· ὡραῖος γὰρ ὢν προσάγει με λέγειν ἀεὶ περὶ τοῦ αὐτοῦ κάλλους ὁποῖόν ἐστιν, μὴ δυνάμενον μηδὲ χωροῦντα κατ᾽ ἀξίαν εἰπεῖν· νοῶν φέγγος τῆς ἐμῆς πενίας καὶ πληρωτὴς τῶν ἐμῶν ὑστερημάτων καὶ τροφεὺς τῆς ἐμῆς ἐνδείας· σὺ ἔσο μετ᾽ ἐμοῦ ἕως ἂν ἔλθω καὶ ἀπολάβω σε εἰς αἰῶνα αἰώνων.

Οὐαζάνης δὲ ὁ νεανίσκος ἐδέετο τοῦ ἀποστόλου λέγων· Δέομαί σου ἄνθρωπε ἀπόστολε τοῦ θεοῦ, συγχώρησόν μοι ἀπελθεῖν, καὶ πείσω τὸν δεσμοφύλακα ἵνα σοι συγχωρήσῃ ἐλθεῖν οἴκαδε μετ᾽ ἐμοῦ, ὅπως διὰ σοῦ λάβω σφραγῖδα, καὶ γένωμαι ὑπηρέτης σου καὶ φύλαξ τῶν ἐντολῶν τοῦ θεοῦ οὗ σὺ κηρύσσεις. καὶ γὰρ πρότερον ἐν οἷς σὺ διδάσκεις ἀνεστρεφόμην, ἕως οὗ ὁ ἐμὸς πατὴρ βιασάμενός με γυναικὶ συνῆψεν Ἀνισάρᾳ λεγομένῃ· ὢν γὰρ πρώτου καὶ εἰκοστοῦ ἔτους ἕβδομον ἤδη ἐνιαυτὸν ἔχω γαμήσας· πρὸ τοῦ δὲ συναλλάξαι γάμῳ ἄλλην οὐκ ἐγίνωσκον γυναῖκα· διὸ καὶ ἄχρηστος τῷ πατρὶ ἐνομιζόμην· οὐδέ ποτε οὔτε υἱὸς οὔτε θυγάτηρ γέγονέν μοι ἐκ τῆς γυναικὸς ταύτης· ἀλλὰ καὶ ἡ γυνή μου αὐτὴ ἐν σωφροσύνῃ συνέζησέν μοι τὸν χρόνον τοῦτον, καὶ σήμερον εἰ

ὑγιὴςἐτύγχανεν καὶ παρὰ σοῦ ἀπηκροάσατο, οἶδα ὅτι κἀγὼ ἀνεπαυόμην καὶ αὐτὴ αἰωνίαν ζωὴν ἀπελάμβανεν· ἀλλ᾽ ἐν κινδύνῳ καὶ ἐν κακώσει πολλῇ ἐξετάζεται. πείθω τοίνυν τὸν φύλακα ἐάν μοι ὑποσχῇ ἐλθεῖν μετ᾽ ἐμοῦ· ἰδίᾳ γὰρ κατ᾽ ἐμαυτὸν οἰκῶ· καὶ ἅμα θεραπεύεις τὴν ἀθλίαν ἐκείνην. Ἀκούσας δὲ ταῦτα Ἰούδας ὁ ἀπόστολος τοῦ ὑψίστου εἶπεν τῷ Οὐαζάνῃ· Εἰ πιστεύεις, ὄψει τὰ θαύματα τοῦ θεοῦ καὶ πῶς σῴζει τοὺς αὐτοῦ δούλους.