Acta Thomae

Acta Thomae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Ὁ δὲ βασιλεὺς ὡς πρεσβευτὴς κατεσφραγίσατο διὰ τοὺς πονηροὺς τοὺς Βαβυλωνίους παῖδας καὶ δαίμονας τυραννικοὺς Λαβυρίνθους. ἐγὼ δὲ πρὸς τὴν ταύτης φωνήν τε καὶ αἴσθησιν ἐξ ὕπνου ἀνερμησάμην, ἀναλαβὼν δὲ καὶ καταφιλήπτρῳ σας ἀνεγίνωσκον. ἐγέγραπτο δὲ περὶ ἐκείνου τοῦ ἐν τῇ καρδίᾳ μου ἀναγεγραμμένου· καὶ ὑπεμνήσθην παραχρῆμα ὅτι βασιλέων εἰμὶ υἱὸς καὶ ἡ ἐλευθερία μου τὸ γένος μου ἐπιζητεῖ. ὑπεμνήσθην δὲ καὶ τοῦ μαργαρίτου ἐφ᾽ ὃν κατεπέμφθην εἰς Αἴγυπτον· ἠρχόμην δὲ ἐφ᾽ ἅρμασιν ἐπὶ τὸν δράκοντα τὸν φοβερόν, καὶ κατεπόνεσα τοῦτον ἐπονομάσας τὸ τοῦ πατρός μου ὄνομα. ἁρπάσας δὲ τὸν μαργαρίτην ἀπέστρεφον πρὸς τοὺς ἐμοὺς ἀποκομίσας πατέρας. καὶ ἀποδυσάμενος τὸ ῥυπαρὸν ἔνδυμα ἐν τῇ αὐτῶν κατέλειψα χώρᾳ, ηὔθυνον δὲ αὐτὸ καὶ τὴν ὁδὸν πρὸς τὸ φῶς τῆς κατὰ ἀνατολὴν πατρίδος καὶ εὗρον καθ᾽ ὁδὸν διαιροῦσάν με· αὐτὴ δέ, ὥσπερ φωνῇ

χρησαμένηἀνέστησεν ὑπνωθέντα με, καὶ ὡδήγησέν με τῷ παρ᾽ αὐτῆς φωτί. ἔστιν γὰρ ὅτε ἡ ἀπὸ σηρικῶν ἐσθὴς βασιλικὴ πρὸ τῶν ἐμῶν ὀφθαλμῶν. ἀγούσης δέ με καὶ ἑλκούσης τῆς στοργῆς τὴν Βαβύρινθον παρῆλθον· καὶ καταλείψας ἐπ᾽ ἀριστερὰ τὴν Βαβυλῶνα εἰς τὴν Μέσον ἀφικόμην τὴν μεγάλην οὖσαν παραλίαν.

οὐκ ἐμνημόνευον δὲ τῆς λαμπρότητός μου· παῖς γὰρ ὢν ἔτι καὶ κομιδῇ νέος κατελελοίπειν αὐτὴν ἐν τοῖς τοῦ πατρὸς βασιλείοις· ἐξαίφνης δὲ ἰδόντος μου τὴν ἐσθῆτα ὡς ἐν ἐσόπτρῳ ὁμοιωθεῖσαν, καὶ ὅλον ἐμαυτὸν ἐπ᾽ αὐτὴν ἐθεασάμην, καὶ ἔγνων καὶ εἶδον δι᾽ αὐτῆς ἐμαυτόν, ὅτι κατὰ μέρος διῃρήμεθα ἐκ τοῦ αὐτοῦ ὄντες, καὶ πάλιν ἕν ἐσμεν διὰ μορφῆς μιᾶς. οὐ μὴν ἀλλὰ καὶ αὐτοὺς τοὺς ταμειούχους τοὺς τὴν ἐσθῆτα κομίσαντας ἑώρων δύο, μορφὴ δὲ μία ἐπ᾽ ἀμφοτέρων, ἓν σύμβολον βασιλικὸν ἐν ἀμφοτέροις ἔκειτο· τὸ δὲ χρῆμα καὶ τὸν πλοῦτον ἐν χερσὶν εἶχον, καὶ ἀπεδίδουν μοι τιμήν· καὶ τὴν ἐσθῆτα τὴν εὐπρεπεστάτην, ἥτις ἐν φαιδροῖς χρώμασιν χρυσῷ πεποίκιλτο καὶ λίθοις τιμίοις καὶ μαργαρίταις χροιᾷ πρεπούσῃ· ἵδρυντο ἐν ὕψει· καὶ ἡ εἰκὼν τοῦ τῶν βασιλέων βασιλεὺς ὅλη δι᾽ ὅλης· λίθοις σαμπφειρίνοις ἐν ὕψει ἐπεπήγεισαν ἁρμοδίως.

ἑώρων δὲ αὗθις ὅτι δι᾽ ὅλων κινήσεις ἐξεπέμποντο γνώσεως, καὶ ἦν ἑτοίμη ἀφεῖναι λόγον· ἤκουον δὲ αὐτῆς ὁμιλούσης· Ἐγώ εἰμι ἐκείνου τῶν πάντων ἀνθρώπων ἀνδρειοτάτου οὗ ἕνεκεν παρ᾽ αὐτῷ τῷ πατρὶ ἐνεγράφην· καὶ αὐτὸς δὲ ᾐσθόμην αὐτοῦ τῆς ἡλικίας. Αἱ δὲ κινήσεις αἱ βασιλικαὶ πᾶσαι ἐπανεπαύοντό μοι αὐξανούσης πρὸς ταύτης ὁρμάς· ἔσπευδεν ἐκ χειρὸς αὐτοῦ ὀρεγομένη ἐπὶ τὸν δεχόμενον αὐτήν. κἀμὲ ὁ πόθος διήγειρεν ὁρμῆσαι εἰς ὑπάντησιν αὐτοῦ καὶ δέξασθαι αὐτήν. ἐκταθεῖσαν δὲ χρωμάτων ἐκομίσθην, καὶ τὴν στολήν μου τὴν βασιλικὴν ὑπερέχουσαν ἐστολισάμην δι᾽ ὅλου· ἐνδυσάμενος δὲ ἤρθην εἰς χώραν εἰρήνης σεβάσματος· καὶ τὴν κεφαλὴν κλίνας προσεκύνησα τοῦ πατρὸς τὸ φέγγος τοῦ ἀποστείλαντός μοι ταύτην, ὅτι ἐγὼ μὲν ἐποίησα τὰ προσταχθέντα, καὶ αὐτὸς ὁμοίως ὅπερ κατεπηγγείλατο· καὶ ἐν ταῖς θύραις τοῦ βασιλικοῦ τοῦ ἐξ ἀρχῆς αὐτοῦ κατεμειγνύβαλον μήν. ἥσθη δὲ ἐπ᾽ ἐμοὶ καὶ εἰσεδέξατό με μετ᾽ αὐτοῦ ἐν τοῖς βασιλείοις· πάντες δὲ οἱ ὑπήκοοι αὐτοῦ εὐφήμοις φωναῖς ὑμνοῦσιν· ὑπέσχετο δέ μοι καὶ εἰς τὰς τοῦ βασιλέως θύρας σὺν αὐτῷ ἀποσταλεῖσθαι, ἵνα μετὰ τῶν ἐμῶν δώρων καὶ τοῦ μαργαρίτου ἅμα αὐτῷ φαινώμεθα τῷ βασιλεῖ.

Καὶ ὁ Χαρίσιος γεγηθὼς ἀπῄει οἴκαδε, νομίζων συνεῖναι τὴν αὐτοῦ γυναῖκα καὶ τοιαύτην γεγενῆσθαι οἵαν πρὸ

τοῦ, πρὶν ἀκοῦσαι τοῦ θείου λόγου καὶ πιστεῦσαι τῷ Ἰησοῦ. ἀπελθὼν δὲ εὗρεν αὐτὴν τὰς τρίχας κεκομμένος ἔχουσαν καὶ τὴν ἐσθῆτα διαρερηγμένην· ἰδὼν δὲ εἶπεν αὐτῇ· Κυρία μου Μυγδονία, τί σε ἡ χαλεπὴ αὕτη κατέχει νόσος; καὶ τίνος ἕνεκα διεπράξω ταῦτα; ἐγώ εἰμι ὁ ἐκ παρθενίας σου γαμέτης, τῶν τε θεῶν καὶ τῶν νόμων ἄρχειν σού μοι διδόντων· τίς ἡ τοσαύτη σου μανία; ὅτι κατάγελως ἐν παντὶ τῷ ἔθνει γεγένησαι. ἀλλὰ ἀπόθου τὴν παρ᾽ ἐκείνου τοῦ φαρμακοῦ μέριμναν· περιελῶ δὲ ἐκ μέσου τὴν ὄψιν ἐκείνου, ἵνα μηκέτι αὐτὸν ἴδῃς.

Ἡ δὲ Μυγδονία τούτων ἀκούσασα ἀνεδίδου τῇ λύπῃ, στενάζουσα καὶ ὀδυρομένη. καὶ αὖθις ὁ Χαρίσιος· Τοσοῦτον ἄρα τοὺς θεοὺς ἠδίκησα, ὅτι τηλικαύτῃ με νόσῳ περιβεβλήκασιν; τί τοσοῦτον πεπλημμέληκα, ὅτι εἰς τοσαύτην με κατέβαλον ταπεινότητα; δέομαί σου Μυγδονία, μή μου τὴν ψυχὴν ἄγχε ἐπὶ τῇ θέα σου ταύτῃ τῇ οἰκτρᾷ καὶ τῷ ταπεινῷ σχήματι, καὶ μή μου τὴν καρδίαν καταπόνει ταῖς ἐπὶ σοὶ φροντίσιν. ἐγώ εἰμι Χαρίσιος ὁ σὸς γαμετός, ὃν ὅλον τὸ ἔθνος τιμᾷ καὶ δέδιεν· τί με δεῖ πρᾶξαι; καὶ οὐκ οἶδα πῶς ἀναστρέψω· τί δὲ καὶ λογίσωμαι, σιγήσω καὶ καρτερήσω; καὶ τίς ἀνέξεται ὅταν τινὲς τὸν θησαυρὸν αὐτοῦ λαμβάνωσιν; τίς δὲ τὸν σὸν καρτερήσειεν ἀγαθὸν τρόπον; τί γὰρ ἐμοί; ἡ εὐωδία σου ἐν ταῖς ῥισίν μού ἐστιν, καὶ τὸ φαιδρόν σου πρόσωπον ἐν τοῖς ὀφθαλμοῖς μου ἐγκάθηται· ἀφαιροῦντά

μουτὴν ψυχήν, καὶ τὸ περικαλλὲς σῶμα ᾧ ἠγαλλόμην ὁρῶν διαφθείρουσιν· καὶ τὸν ὀφθαλμὸν τὸν ὀξυδερκέστατον πηροῦσιν· ἐκκόπτουσιν δὲ τὴν δεξιάν μου χεῖρα. ἡ χαρὰ ἡ ἐμὴ εἰς λύπην μετατρέπεται καὶ ἡ ζωή μου εἰς θάνατον· καὶ τὸ φῶς σκότῳ βαδίζεται. μηδεὶς λοιπὸν τῶν συγγενῶν βλέπετέ με, παρ᾽ ὧν οὐδεμία μοι βοήθεια γέγονεν· οὐδὲ τοὺς θεοὺς τῆς ἀνατολῆς προσκυνήσω λοιπὸν τηλικούτοις με περιβαλόντας κακοῖς· οὐδὲ μὴν προσευξαίμην αὐτοῖς ἔτι, οὐδὲ μὴν θυσιάσαιμι αὐτοῖς ἀποστερηθεὶς τῆς συμβίου μου. τί δὲ αἰτήσαιμι ἕτερον παρ᾽ αὐτῶν; ἡ γὰρ δόξα μου πᾶσα ἀφῄρηται. εἰμὶ δὲ ἄρχων, δεύτερος τῆς τοῦ βασιλέως ἀρχῆς· ἠθέτησεν δέ με Μυγδονία ταῦτα πάντα ἀφείλατο· εἴθε δὲ τὸν ὀφθαλμόν μου σκόπτε σέ μοι προσεχούσης συνήθως.

Λέγοντος δὲ τοῦ Χαρισίου ταῦτα μετὰ δακρύων ἐκαθέζετο ἡ Μυγδονία σιωπῶσα καὶ εἰς τὸ ἔδαφος ἀφορῶσα· ὃ δὲ αὖθις προσελθὼν εἶπεν· Κυρία μου ποθεινοτάτη Μυγσονται, δονία, ὑπομνήσθητι ὅτι σὲ ἐκ πάντων τῶν ἐν τῇ Ἰνδίᾳ γυναικῶν ὡς καλλίστην ἐπελεξάμην καὶ ἔλαβον, δυνηθεὶς ἑτέρας πολλῷ σου καλλίω εἰς γάμον συνάψαι ἐμαυτῷ. μᾶλλον δὲ ψεύδομαι Μυγδονία· μὰ τοὺς γὰρ θεοὺς οὐκ ἂν ἔσται ἑτέραν κατὰ σὲ ἐν τῇ τῶν Ἰνδῶν εὑρεθῆναι χώρᾳ· οὐαὶ δέ μοι διὰ παντός, ὅτι οὐδὲ

λόγῳἀμείψασθαι θέλεις· ὕβριζε δέ μοι εἰ δοκεῖ σοι, ἵνα λόγον μόνον παρά σοῦ καταξιωθῶ. ἀπόβλεψον δὲ εἰς ἐμέ, καλλίω ὑπάρχω τοῦ φαρμακοῦ ἐκείνου· πλοῦτος δέ μοι καὶ τιμὴ σὺ εἶ· καὶ πάντες γινώσκουσιν ὅτι οὐδείς ἐστιν τοιοῦτος οἷος ἐγώ· γένος δέ μοι καὶ συγγένεια σὺ εἶ· καὶ ἰδού, ἀφαιρεῖταί σε ἀπ᾽ ἐμοῦ.

Εἰπόντος δὲ ταῦτα τοῦ Χαρισίου ἡ Μυγδονία λέγει πρὸς αὐτόν· Ἐκεῖνον ὃν φιλῶ βελτίων σού ἐστιν καὶ τῶν σῶν ὑπαρχόντων· ἡ γὰρ ὕπαρξίς σου ἐκ γῆς οὖσα εἰς γῆν ὑποστρέφει· ὃν δὲ ἐγὼ φιλῶ οὐράνιός ἐστιν, κἀμὲ σὺν αὐτῷ εἰς οὐρανὸν ἄξει. ὁ πλοῦτός σου παρελεύσεται, καὶ τὸ κάλλος σου ἀφανισθήσεται, καὶ οἱ πέπλοι σου, καὶ τὰ πολλὰ ἔργα· μόνος δὲ σὺ μετὰ τῶν πλημμελημάτων σου γυμνός· μὴ ὑπονήσῃς δὲ ἐπ᾽ ἐμοὶ τὰς πράξεις· εὔχομαι γὰρ τῷ κυρίῳ ἐπιλαθέσθαι σε, ὥστε μηκέτι μνησθῆναι τῶν προτέρων ἡδονῶν καὶ τῆς συνηθείας τῆς σωματικῆς, αἵτινες ὡς σκιὰ παρελεύ σονται, Ἰησοῦς δὲ μόνος μένει εἰς τὸν αἰῶνα καὶ αἱ ψυχαὶ αἱ εἰς αὐτὸν ἐλπίζουσαι. αὐτὸς Ἰησοῦς ἀπαλλάξει με τῶν αἰσχρῶν σου πράξεων ἃς ἔπραττον μετὰ σοῦ. Ἀκούσας δὲ ταῦτα ὁ

Χαρίσιοςεἰς ὕπνον ἐτράπη λελυμένος τὴν ψυχὴν λέγων αὐτῇ· Κατὰ σεαυτὴν λόγισαι δι᾽ ὅλης τῆς νυκτὸς σήμερον· ἐὰν θελήσῃς μετ᾽ ἐμοῦ εἶναι τοιαύτη οἵαπερ ἦσθα τὸ πρίν, ἐκεῖνον δὲ τὸν φαρμακὸν μὴ ἴδῃς, πάντα σου τὰ καταθύμια ποιήσω· καὶ ἄρῃς σου τὴν διάθεσιν τὴν πρὸς αὐτόν, ἐκβαλὼν αὐτὸν ἐκ τοῦ δεσμωτηρίου ἀπολύσω, καὶ εἰς ἑτέραν μεταστῇ χώραν· καὶ οὐ μή σε λυπήσω· οἶδα γὰρ ὅτι σφόδρα τοῦ ξένου ἀντιποιῇ. καὶ οὐκ ἀπὸ σοῦ πρώτης τὸ πρᾶγμα συνέβη· ὡς καὶ πολλὰς καὶ ἄλλας ἠπάτησεν μετὰ σοῦ· κἀκεῖναι ἀνένηψαν καὶ εἰς ἑαυτὰς ἐπανῆλθον. μὴ οὖν ἀντὶ μηδενὸς θῇς τοὺς ἐμοὺς λόγους καὶ ποιήσῃς με ὄνειδος ἐν τοῖς Ἰνδοῖς.

Ταῦτα τοῦ Χαρισίου λέγοντος ὕπνωσεν· ἣ δὲ λαπτεσεῖν βοῦσα δηνάρια δέκα ἀπῄει λάθρα δοῦναι τοῖς δεσμοφύλαξιν ὅπως εἰσέλθῃ πρὸς τὸν ἀπόστολον. συνέτυχεν δὲ καθ᾽ ὁδὸν Ἰούδας Θωμᾶς ἐρχόμενος. ὃν ἰδοῦσα ἐφοβήθη· ἐνόμισεν γὰρ αὐτὸν ἕνα τῶν ἀρχόντων εἶναι· φῶς γάρ τι πολὺ προηγεῖτο αὐτοῦ. καὶ ἔλεγεν πρὸς ἑαυτὴν φεύγουσα· Ἀπώλεσά σε ὦ ἀθλία ψυχή· οὐ γὰρ ἴδῃς αὖθις Ἰούδαν τὸν ἀπόστολον τούτου ζῶντος, καὶ ἕως τοῦ

νῦνἁγίαν οὐκ ἐδέξω σφραγῖδα. Καὶ φεύγουσα εἰς στενὸν προσέδραμε τόπον, κἀκεῖσε ἐκρύπτετο λέγουσα· Αἱρετώτερον ὑπὸ μετριωτέρων ἀναλίσκεσθαι, οὓς δυνατὸν πεῖσαι, ἣ περιπτεσεῖν τῷ ἄρχοντι τούτῳ δυνατῷ, καταφρονοῦντι δώρων.

Διανοουμένης δὲ ταῦτα τῆς Μυγδονίας καθ᾽ ἑαυτὴν Ἰούδας εἰσελθὼν ἐπέστη αὐτῇ· ὃν ἰδοῦσα ἐφοβήθη καὶ πεσοῦσα ὑπὸ φόβου ἐξέθανεν· αὐτὸς δὲ παραστὰς καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος ἔφη αὐτῇ· Μὴ φοβοῦ Μυγδονία· οὐκ ἐάσει σε Ἰησοῦς, οὐδὲ παρόψεταί σε ὁ κύριός σου ᾧ τὴν ἑαυτῆς ψυχὴν ἀνέθηκας. οὐκ ἐγκαταλείψει σε ἡ πολύσπλαγχνος αὐτοῦ ἀνάπαυσις· οὐκ ἐγκαταλείψει σε ὁ χρηστὸς διὰ τὴν πολλὴν αὐτοῦ χρηστότητα καὶ ὁ ἀγαθὸς διὰ τὴν ἀγαθωσύνην. ἀνάστηθι τοίνυν ἀπὸ τῆς γῆς ὑπεράνω ταύτης ἅπασα γενομένη· ἴδε τὸ φῶς, ὅτι οὐκ ἐᾷ κύριος τοὺς ἀγαπῶντας αὐτὸν ἐν τῷ σκότει βαδίζειν. θέασαι τὸν συνοδοιπόρον τῶν αὐτοῦ δούλων, ὅτι αὐτὸς αὐτοῖς σύμμαχος ἐν κινδύνοις. Καὶ ἡ Μυγδονία ἀναστᾶσα προσεῖχεν αὐτῷ καὶ εἶπεν· Ποῦ ἀπῄεις κύριέ μου; καὶ τίς ὁ ἐξαγαγών σε ἐκ τοῦ δεσμωτηρίου καθορᾶν τὸν ἥλιον; Λέγει αὐτῇ Ἰούδας Θωμᾶς· Ὁ κύριός μου Ἰησοῦς δυνατώτερός ἐστιν πασῶν δυνάμεων καὶ βασιλέων καὶ ἀρχόντων.

Καὶ ἡ Μυγδονία εἶπεν· Δός μοι τὴν σφραγῖδα Ἰησοῦ Χριστοῦ καὶ δέξομαι δωρεὰν παρὰ τῶν σῶν χειρῶν

πρὶνἤ σε τοῦ βίου ἐξελθεῖν. Καὶ παραλαβοῦσα αὐτὸν εἰς τὴν αὐλὴν εἰσῆλθεν, καὶ ἐξύπνιζεν τὴν τροφὸν λέγουσα πρὸς αὐτήν· Μήτηρ ἐμὴ καὶ τροφὲ Μαρκίᾳ, πάσας τὰς πρός με ὡφελείας καὶ ἀναπαύσεις ἐκ παίδων ἕως τῆς νῦν ἡλικίας ματαίας εἰργάσω, καὶ χάριν σοι δι᾽ αὐτὰς ὀφείλω πρόσκαιρον. ποίησον δέ μοι καὶ νῦν χάριν, ἵνα διὰ παντὸς τὴν ἀμοιβὴν ἀπολάβῃς παρ᾽ ἐκείνου τοῦ τὰ μεγάλα χαριζομένου. Καὶ ἡ Μαρκία πρὸς τούτοις Τί θέλεις φησὶν θυγάτηρ μου Μυγδονία; καὶ τί σοι πρὸς ἡδονὴν ἔστιν γενέσθαι; τὰς δὲ τιμὰς ἃς πρότερα ἐπηγγείλω μοι οὐκ εἴασέν σε ὁ ξένος ἀγαγεῖν εἰς τέλος, καὶ ὄνειδός με ἐν παντὶ τῷ ἔθνει κατέστησας· καὶ νῦν τί ἄρα καινὸν ὅπερ μοι ἐπιτάσσεις; Καὶ ἡ Μυγδονία λέγει· Γενοῦ μοι κοινωνὸς τῆς αἰωνίου ζωῆς, ἵνα δέξωμαι παρὰ σοῦ τροφὴν τελείαν. ἄρτον μοι ἀνελομένη κόμισον καὶ ὕδατος κρασίν, τῆς ἐλευθερίας μου φειδομένη. Ἡ δὲ τροφὸς ἔφη· Ἐγὼ κομίσω ἄρτους πολλοὺς καὶ ἀντὶ ὕδατος μετρητὰς οἴνου. καὶ τὴν ἐπιθυμίαν σου πληρῶ. Ἣ δὲ λέγει πρὸς τὴν τροφόν· Μετρητῶν οὐ δέομαι, οὐδ᾽ αὐτῶν τῶν πολλῶν ἄρτων. τοῦτο δὲ μόνον, κρασὶν ὕδατος καὶ ἕνα ἄρτον καὶ ἔλαιον κόμισον.