Acta Thomae

Acta Thomae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Ταῦτα διανοουμένου τοῦ Χαρισίου διέφαυσεν· καὶ ἐννυχεύσας ἐνεδύσατο ἐσθῆτα εὐτελῆ, καὶ ὑποδησάμενος ἀπῄει σκυθρωπὸς ἐν ἀθυμίᾳ ὑπάρχων εἰς ἀσπασμὸν τοῦ βασιλέως. ἰδὼν δὲ αὐτὸν ὁ βασιλεὺς εἶπεν· Τίνος ἕνεκεν περίλυπος εἶ καὶ ἐν τοιούτῳ σχήματι ἧλθες; ὁρῶ δὲ καὶ τὸ πρόσωπόν σου ἐνηλλαγμένον. Ὁ δὲ Χαρίσιος λέγει πρὸς τὸν βασιλέα· Καινόν σοι ἔχω ὑφηγήσασθαι πρᾶγμα καὶ ἐρημίαν νέαν, ἣν Σιφὼρ

ἤγαγενἐν τῇ Ἰνδίᾳ, ἄνδρα τινὰ Ἑβραῖον μάγον, ὃν ἔχει καθεζόμενον ἐν τῷ ἰδίῳ οἴκῳ, ὃς οὐκ ἀφίσταται αὐτοῦ· πολλοὶ δέ εἰσιν οἱ εἰσιόντες πρὸς αὐτόν· οὓς καὶ διδάσκει νέον θεὸν καὶ νόμους νέους ἐντίθησιν αὐτοῖς τοὺς μή πω ἀκουσθέντας, λέγων· Ἀδύνατόν ἐστιν ὑμᾶς εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν ἣν ἐγὼ καταγγέλλω ὑμῖν, ἐὰν μὴ ἀπαλλαγῆτε ὑμεῖς τῶν ἰδίων γυναικῶν, ὁμοίως καὶ αἱ γυναῖκες τῶν ἰδίων ἀνδρῶν. Ἔτυχεν δὲ καὶ τὴν κακότυχον γυναῖκά μου ἀπελθεῖν πρὸς αὐτὸν καὶ κατήκοον γενέσθαι τοῖς λόγοις αὐτοῦ· οἷς καὶ ἐπίστευσεν καὶ διὰ τῆς νυκτὸς καταλιποῦσά με προσέδραμεν τῷ ξένῳ. ἀλλὰ μετάπεμψαι τόν τε Σιφόρα καὶ ἐκεῖνον τὸν μάγον τὸν ἐν αὐτῷ κρυπτόμενον, καὶ ἐπίθες τῇ κεφαλῄ αὐτῶν, ἵνα μὴ πάνtες οἱ τοῦ ἔθνους ἡμῶν ἀπολοῦνται.

Ταῦτα δὲ ἀκούσας Μισδαῖος ὁ φίλος αὐτοῦ λέγει αὐτῷ· Μὴ λυποῦ μηδὲ ἀθύμει· ἐγὼ γὰρ μεταπεμψάμενος αὐτὸν ἐκδικήσω σε, καὶ σὺ τὴν σεαυτοῦ γυναῖκα πάλιν ἕξεις καὶ τοὺς ἄλλους τοὺς μὴ δυναμένους ἐγὼ ἐκδικήσω. Ἐξελθὼν δὲ ὁ βασιλεὺς ἐκαθέσθη ἐπὶ τοῦ βήματος· καθεσθέντος δὲ αὐτοῦ ἐκέλευσεν Σιφόρα τόν ἀρχιστρατηλάτην κληθῆναι· ἀπελθόντες οὖν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρον αὐτὸν καθεζόμενον ἐν δεξιᾷ

τοῦἀποστόλου, καὶ Μυγδονίαν πρὸς τοῖς ποσὶν αὐτοῦ, σὺν παντὶ τῷ ὄχλῳ κατακούουσαν αὐτοῦ. καὶ προσελθόντες οἱ ἀποσταλέντες παρὰ τοῦ βασιλέως τῷ Σιφόρῳ λέγουσιν· Σὺ ἐνθάδε καθέζῃ ἀκούων ματαίων λόγων, καὶ Μισδαῖος ὁ βασιλεὺς ἐν τῇ ὀργῇ αὐτοῦ σκέπτεταί σε ἀπολέσαι διὰ τὸν μάγον τοῦτον καὶ πλάνον ὃν εἰσήγαγες εἰς τὸν οἶκόν σου. Ταῦτα ἀκούσας ὁ Σιφὼρ ἠθύμησεν, οὐ διὰ τὴν ἀπειλὴν τὴν τοῦ βασιλέως πρὸς αὐτόν, ἀλλὰ περὶ τοῦ ἀποστόλου, ὅτι ἐναντίως ἔγνω ὁ βασιλεὺς περὶ αὐτοῦ· καὶ εἶπεν τῷ ἀποστόλῳ· Ἐγὼ περὶ σοῦ λυποῦμαι· εἶπον γάρ σοι ἀπ᾽ ἀρχῆς ὅτι ἡ γυνὴ ἐκείνη γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς καὶ φίλου τοῦ βασιλέως, καὶ οὐ συγχωρεῖ αὐτὴν ποιῆσαι ὃ ἐπαγγέλλεται, καὶ πάντα ὅσα ἂν αἰτήσῃ τὸν βασιλέα παρέχει αὐτῷ. Ὁ δὲ ἀπόστολος τῷ Σιφόρῳ λέγει· Μηδὲν φοβοῦ ἀλλὰ πίστευσον Ἰησοῦ τῷ ἀπολογουμένῳ ὑπὲρ ἡμῶν ἀπάντων· πρὸς γὰρ τὴν καταφυγὴν αὐτοῦ συνηθροίσμεθα. Ταῦτα δὲ ἀκούσας ὁ Σιφὼρ καὶ περιβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀπῄει πρὸς Μισδαῖον τὸν βασιλέα.

Ὁ δὲ ἀπόστολος ἐξήταζεν τὴν Μυγδονίαν· Τίς ἡ αἰτία ἡ γενομένη τοῦ ὀργισθῆναι τὸν σὸν ἄνδρα καὶ ταῦτα ἡμῖν κατασκευάσαι; Ἣ δὲ εἶπεν· Ἐπειδὴ οὐκ ἐξέδωκα ἐμαυτὴν τῷ ὀλέθρῳ αὐτοῦ. ἐβουλήθη γὰρ ὀψὲ ὑποτάξαι με καὶ ὑποβαλεῖν ἐκείνῳ ᾧ λατρεύει πάθει· καὶ ἐλυτρώσατό με ἐκεῖνος ᾧ

τὴν ψυχήν μου παρεθέμην ἀπὸ τῶν χειρῶν αὐτοῦ. κἀγὼ γυμνὴ ἀπέφυγον αὐτὸν καὶ πρὸς τὴν τροφόν μου ἐκαθεύδησα. τὸ δὲ συμβὰν αὐτῷ οὐκ ἐπίσταμαι διὰ τί ταῦτα ἐτεχνάσατο Ὁ  ἀπόστολος λέγει· Ταῦτα ἡμᾶς οὐ βλάψει, ἀλλὰ πίστευσον εἰς τὸν Ἰησοῦν, καὶ αὐτὸς ἀνατρέψει τὴν ὀργὴν Χαρισίου καὶ τὴν μανίαν καὶ τὸν οἶστρον ἐκείνου. καὶ αὐτός σοι σύνοδος γένηται ἐν τῇ φοβερᾷ λεωφόρῳ, καὶ αὐτός σε ὁδηγήσει εἰς τὴν βασιλείαν αὐτοῦ· εἰσάξει δέ σε εἰς τὴν αἰωνίαν ζωήν, παρέχων σοι τὴν παρρησίαν τὴν μὴ παρερχομένην μήτε ἀλλασσομένην.

Σιφὼρ δὲ παρέστη τῷ βασιλεῖ, καὶ ἐξήταζεν αὐτόν· Τίς ἐστιν καὶ πόθεν καὶ τί διδάσκει ὁ μάγος ἐκεῖνος ὃν ἔχεις ἐμφωλεύοντα ἐν τῷ οἴκῳ σου; Ὁ δὲ Σιφὼρ ἀπεκρίνατο τῷ βασιλεῖ· Οὐ μὴ ἀγνοῇς βασιλεῦ οἶον πόνον καὶ λύπην ἔσχον σὺν τοῖς φίλοις μου περὶ τῆς γυναικός μου, ἢν καὶ σὺ οἶδας καὶ ἄλλοι πολλοὶ διὰ μνήμης ἔχουσιν· καὶ τὰ περὶ τῆς θυγατρός μου, ἣν καὶ προτιμῶ πάσης τῆς κτήσεώς μου, οἷον καιρὸν καὶ πειρασμὸν πέπονθα· ἐγενόμην γὰρ γέλως καὶ κατάρα πάσῃ τῇ χώρᾳ ἡμῶν. ἤκουσα δὲ τῆς φήμης τοῦ ἀνδρὸς τούτου, καὶ γενόμενος πρὸς αὐτὸν ἐδεήθην αὐτοῦ, καὶ παραλαβὼν αὐτὸν ἤγαγον ἐνθάδε· καὶ ἐρχόμενος κατὰ τὴν ὁδὸν

θαυμάσιακαὶ ἔκπληκτα εἶδον, καὶ ἐνθάδε πολλοὶ κατήκουσαν τοῦ ὀνάγρου καὶ περὶ τοῦ δαίμονος ἐκείνου ὃν ἐξήλασεν, καὶ ἐθεράπευσεν τήν τε γυναῖκά μου καὶ τὴν θυγατέρα, καὶ νῦν ὑγιαίνουσιν· καὶ μισθοὺς οὐκ ᾔτησεν, ἀλλ᾽ ἀπαιτεῖ πίστιν καὶ ἁγιωσύνην, ἵνα κοινωνοὶ αὐτῷ γένωνται ἐν οἷς διαπράττεται. τοῦτο διδάσκει, σέβειν καὶ φοβεῖσθαι ἕνα θεὸν τὸν πάντων δεσπότην καὶ Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, ἵνα σχῶσιν τὴν αἰώνιον ζωήν. ὃ δὲ ἐσθίει ἄρτος ἐστὶν καὶ ἄλας, καὶ τὸ ποτὸν αὐτοῦ ὕδωρ ἀφ᾽ ἐσπέρας ἕως ἐσπέρας, πολλὴν εὐχὴν ποιούμενος· καὶ ὅσα ἂν αἰτήσῃ τὸν θεὸν αὐτοῦ, δίδωσιν αὐτῷ. καὶ διδάσκει ὅτι θεὸς οὗτος ἅγιός ἐστιν καὶ δυνατὸς καὶ ὁ Χριστὸς ζωὴ καὶ ζωοποιῶν. διὸ καὶ παραινεῖ τοῖς παροῦσιν αὐτῷ ἐν ἁγιωσύνῃ καὶ ἁγνείᾳ καὶ ἀγάπῃ καὶ πίστει προσέρχεσθαι αὐτῷ.

Καὶ ταῦτα ἀκούσας Μισδαῖος ὁ βασιλεὺς παρὰ Σιφόρου πολλοὺς ἔπεμψεν στρατιώτας εἰς τὸν οἶκον Σιφόρου τοῦ στρατηλάτου, ἀγαγεῖν Θωμᾶν τὸν ἀπόστολον καὶ πάντας τοὺς εὑρισκομένους ἐκεῖσε. εἰσελθόντες δὲ οἱ πεμφθέντες ἔσω εὗρον αὐτὸν πλῆθος πολὺ διδάσκοντα· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ ἐκάθητο. θεασάμενοι δὲ τὸν πολὺν ὄχλον περὶ αὐτὸν ἐφοβήθησαν καὶ ἀπῆλθον πρὸς τὸν βασιλέα αὐτῶν καὶ εἶπον· Οὐκ ἐτολμήσαμεν εἰπεῖν αὐτῷ τι· ὄχλος γὰρ

ηνπολὺς περὶ αὐτόν· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ καθεζομένη ἠκροᾶτο τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα. Καὶ ταῦτα ἀκούσαντος Μισδαίου τοῦ βασιλέως καὶ Χαρισίου ἐκπηδήσας ὁ Χαρίσιος ἀπ᾽ ἔμπροσθεν τοῦ βασιλέως συνεπισπασάμενος ὄχλον πολὺν εἶπεν· Ἐγὼ αὐτὸν φέρω βασιλεῦ καὶ τὴν Μυγδονίαν, ἧς τὸν νοῦν ἀφείλατο. Καὶ ἦλθεν εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρατηλάτου ἐντάραχος. καὶ εὗρεν αὐτὸν διδάσκοντα· Μυγδονίαν δὲ οὐ κατέλαβεν, ἀναχωρήσασα γὰρ ἧν εἰς τὸν οἶκον αὐτῆς, ἐγνωκυῖα ὅτι ἐμηνύθη τῷ ἀνδρὶ αὐτῆς ὅτι ἐκεῖ ἦν.

Ὁ δὲ Χαρίσιος εἶπεν τῷ ἀποστόλῳ· Ἀνάστα πονηρὲ καὶ ἀφανιστὰ καὶ ἐχθρὲ τοῦ ἐμοῦ οἴκου· ἐμὲ γὰρ ἡ σὴ μαγεία οὐ βλάπτει· τὴν γὰρ σὴν μαγείαν ἐπὶ τὴν σὴν κεφαλὴν θήσομαι. Ταῦτα δὲ αὐτοῦ εἰπόντος προσέσχεν αὐτῷ ὁ ἀπόστολος καὶ εἶπεν αὐτῷ· Αἱ ἀπειλαί σου ἐπιστρέψουσιν πρὸς σέ. ἐμὲ γὰρ ἐν οὐδενὶ καταβλάψεις· μείζων γὰρ σοῦ ἐστιν καὶ τοῦ σοῦ βασιλέως καὶ πάσης ὑμῶν τῆς στρατιᾶς ὁ κύριος Ἰησοῦς Χριστὸς εἰς ὅν τὰς ἐλπίδας ἔχω. Λαβὼν δὲ ὁ Χαρίσιος ἡμιφόριον ἑνὸς τῶν οἰκείων αὐτοῦ ἐπέβαλεν τῷ τραχήλῳ τοῦ ἀποστόλου λέγων· Σύρατε καὶ ἀπαγάγετε αὐτόν· ἴδω εἰ δύναται ὁ θεὸς ῥύσασθαι αὐτὸν ἀπὸ τῶν χειρῶν μου. Σύραντες δὲ αὐτὸν ἀπήγαγον πρὸς Μισδαῖον τὸν βασιλέα. στάς δὲ ὁ ἀπόστολος ἔμπροσθεν τοῦ βασιλέως λέγει αὐτῷ ὁ βασιλείς· Εἰπὲ τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα διαπράττῃ. Ὁ δὲ ἀπόστολος ἡσύχαζεν. ἐκέλευσεν δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις αὐτοῦ μαστιχθέντα αὐτὸν ἑκατὸν κή δέσμιον βληθῆναι εἰς

τὴνφρουράν. οἳ δὲ δεσμεύσαντες αὐτόν ἀπήγαγον. ὁ δὲ βασιλεὺς καὶ Χαρίσιος ἐσκέπτοντο τὸ πῶς αὐτὸν θανατώσουσιν· τὸ δὲ πλῆθος ὥσπερ θεὸν προσεκύνουν αὐτόν· τοῦτο δὲ εἶχον κατὰ νοῦν εἰπεῖν ὅτι Τὸν βασιλέα ὕβρισεν καὶ πλάνος ἐστὶν ὁ ξένος.

Ὁ δὲ ἀπόστολος ἀπιὼν ἐπὶ τὸ δεσμωτήριον χαίρων καὶ ἀγαλλιῶν ἔλεγεν· Ἐξομολογοῦμαί σοι Ἰησοῦ ὅτι οὐ μόνον τῆς πίστεώς σου ἄξιόν με ἐποίησας, ἀλλὰ καὶ τοῦ ὑπομεῖναι πολλὰ διὰ σέ. εὐχαριστῶ οὖν σοι κύριε ὅτι ἐφρόντισάς μου καὶ δέδωκάς μοι τὴν ὑπομονήν· εὐχαριστῶ σοι κύριε ὅτι διὰ σὲ φαρμακὸς ἥκουσα καὶ μάγος. πρόσδεξαί με τοίνυν ἐκ τοῦ μακαρισμοῦ τῶν μετρίων καὶ τῆς ἀναπαύσεως τῶν κεκμηκότων καὶ τῶν μακαρισμῶν ἐκείνων οὓς μισοῦσιν οἱ ἄνθρωποι καὶ διώκουσιν καὶ ὀνειδίζουσιν, φαύλους περὶ αὐτῶν φθεγγόμενοι λόγους. ἰδοὺ γὰρ διὰ σὲ μισοῦμαι· ἰδοὺ διὰ σὲ τῶν πολλῶν κεχώρισμαι, καὶ διὰ σὲ τοιοῦτον οἷος οὐκ εἰμὶ λέγουσίν με.

Προσευχόμενον δὲ πάντες ἔβλεπον αὐτὸν οἱ δέσμιοι καὶ ἐδέοντο αὐτοῦ ὑπὲρ αὐτῶν εὔξασθαι. προσευξάμενος δὲ καὶ καθεσθεὶς ἤρξατο λέγειν ψαλμὸν τοιοῦτον· Ὅτε ἥμην βρέφος ἄλαλον ἐν τοῖς τοῦ πατρός μου βασιλείοις ἐν πλούτῳ καὶ τρυφῇ τῶν τροφέων ἀναπαυόμενος, ἐξ Ἀνατολῆς τῆς πατρίδος ἡμῶν ἐφοδιάσαντές με οἱ γονεῖς ἀπέστειλάν με· ἀπὸ δὲ πλούτου τῶν θησαυρῶν τούτων φόρτον συνέθηκαν μέγαν τε καὶ ἐλαφρόν, ὅπως αὐτὸν μόνος βαστάσαι δυνηθῶ· χρυσός ἐστιν ὁ φόρτος τῶν ἄνω, καὶ ἄσημος τῶν μεγάλων

θησαυρῶν, καὶ λίθοι ἐξ Ἰνδῶν οἱ χαλκεδόνιοι, καὶ μαργαρῖται ἐκ Κοσάνων· καὶ ὥπλισάν με τῷ ἀδάμαντι· καὶ ἐνέδυσάν με ἐσθῆτα διάλιθον χρυσόπαστον, ἣν ἐποίησαν στέργοντές με, καὶ στολὴν τὸ χρῶμα ξανθὴν πρὸς τὴν ἐμὴν ἡλικίαν. σύμφωνα δὲ πρὸς ἐμὲ πεποιήκασιν, ἐγκαταγράψαντες τῇ διανοίᾳ μου ἐπιλαθέσθαι με, ἔφησαν τε· Ἐὰν κατελθὼν εἰς Αἴγυπτον κομίσῃς ἐκεῖθεν τὸν ἕνα μαργαρίτην τὸν ὄντα ἐκεῖ περὶ τὸν δράκοντα τὸν καταπότην, ὅπως ἐνδύσῃ τὴν διάλιθον ἐσθῆτα καὶ τὴν στολὴν ἐκείνην ἣν ἐπαναπαύεται· τοῦ εὐμνήστου καὶ γένῃ μετὰ τοῦ ἀδελφοῦ σου κῆρυξ τῇ ἡμετέρᾳ βασιλείᾳ.

Ἠρχόμην δὲ ἐξ Ἀνατολῆς ἐφ᾽ ὀδὸν δυσχερῆ τε καὶ φοβερὰν μεθ᾽ ἡγεμόνων δύο, ἄπειρος δὲ ἤμην τοῦ ταύτην ὁδεῦσαι. παρελθὼν δὲ καὶ τὰ τῶν Μοσάνων μεθόρια, ἔνθα ἐστὶν τὸ καταγώγιον τῶν ἀνατολικῶν ἐμπόρων, ἀφικόμην εἰς τὴν τῶν Βαβυλωνίων χώραν. εἰσελθόντος δέ μου εἰς Αἴγυνίαν. πτον ἀπέστησαν οἱ συνοδεύσαντές μοι ἡγεμόνες, ὥρμων δὲ ἐπὶ τὸν δράκοντα τὴν ταχίστην καὶ περὶ τὸν τούτου φωλεὸν κατέλυον, ἐπιτηρῶν νυστάξαι καὶ κοιμηθῆναι τοῦτον, ὅπως μου τὸν μαργαρίτην ὑφέλωμαι. μόνος δὲ ὢν ἐξενιζόμην τὸ σχῆμα καὶ τοῖς ἐμοῖς ἀλλότριος ἐφαινόμην. ἐκεῖ δὲ εἶδον ἐμὸν συγγενῆ τὸν ἐξ Ἀνατολῆς, τὸν ἐλεύθερον, παῖδα εὐχαρῆ καὶ ὡραῖον, υἱὸν μεγιστάνων. οὗτός μοι προσελθὼν συγγέγονεν,

καὶσυνόμιλον αὐτὸν ἔσχον, καὶ φίλον καὶ κοινωνὸν τῆς ἐμης πορείας ποιησάμενος. παρεκελευσάμην δὲ αὐτῷ τοὺς Αὶγυπτίους φυλάσσεσθαι καὶ τῶν ἀκαθάρτων τούτων τὴν κοινωνίαν. ἐνεδυσάμην δὲ αὐτῶν τὰ φορήματα, ἵνα μὴ ξενίζωμαι ὥσπερ ἔξωθεν ἐπὶ τὴν τοῦ μαργαρίτου ἀνάληψιν, καὶ τὸν δράκοντα διυπνίσωσιν κατ᾽ ἐμοῦ οἱ Αἰγύπτιοι. οὐκ οἶδα δὲ ἐξ οἵας ἔμαθον προφάσεως ὡς οὐκ εἰμὶ τῆς χώρας αὐτῶν, δόλῳ δὲ συνέμειξάν μοι τέχνην, καὶ ἐγευσάμην τῆς αὐτῶν τροφῆς. ἠγνόησα ἐμαυτὸν υἱὸν ὄντα βασιλέως, τῷ δὲ αὐτῶν ἐδούλευσα βασιλεῖ. ἦλθον δὲ καὶ ἐπὶ τὸν μαργαρίτην, ἐφ᾽ ὃν οἱ πατέρες μου ἀπεστάλκασίν με, τῷ δὲ τῆς τροφῆς αὐτῶν βάρει εἰς ὕπνον κατηνέχθην βαθύν.

ταῦτα δέ μου παθόντος καὶ οἱ πατέρες μου ᾔσθοντον καὶ ἔπαθον ὑπὲρ ἐμοῦ. ἐκηρύχθη δὲ κήρυγμα ἐν τῇ βασιλείᾳ ἡμῶν ἵνα πάντες ἐπὶ τὰς ἡμετέρας ἀπαντῶσιν θύρας. καὶ τότε οἱ βασιλεῖς τῆς Παρθενίας καὶ οἱ ἐν τέλει καὶ οἱ Ἀνατολῆς πρωτεύοντες γνώμης ἐκράτησαν περὶ ἐμοῦ ἵνα μὴ ἔλθω ἐν Αἰγύπτῳ. ἔγραψαν δέ με καὶ οἱ δυνάσται σημαίνοντες οὕτως· Παρὰ τοῦ πατρὸς βασιλέων βασιλεὺς καὶ μητρὸς τὴν Ἀνατολὴν κατεχούσης καὶ ἀδελφοὺς αὐτῶν δευτέρους ἀφ᾽ ἡμῶν τῷ ἐν Αἰγύπτῳ υἱῷ ἡμῶν εἰρήνη. ἀνάστηθι καὶ ἀνάνηψον ἐξ ὕπνου, καὶ τῶν ἐπιστολιμαίων ῥημάτων ἄκουσον, καὶ ὑπομνήσθητι υἱὸς βασιλέων ὑπάρχων. δουλικὸν ὑπεισῆλθες ζυγόν·

μνημόνευσοντῆς ἐσθῆτός σου τῆς χρυσοπάστου· μνημόνευσον τοῦ μαργαρίτου δι᾽ ὃν εἰς Αἴγυπτον ἀπεστάλης. ἐκλήθη δὲ τὸ ὄνομά σου βιβλίον ζωῆς καὶ τοῦ ἀδελφοῦ σου οὗ παρείληφας ἐν τῇ βασιλείᾳ ἡμῶν.