Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Κομισάσης δὲ τῆς Μαρκίας ταῦτα ἡ Μυγδονία ἵστατο ἔμπροσθεν τοῦ ἀποστόλου γυμνῇ τῇ κεφαλῃ· καὶ αὐτὸς ἄρας τὸ ἔλαιον κατέχεεν ἐν τῇ κεφαλῇ αὐτῆς εἰπών· Ἔλαιον ἅγιον εἰς ἁγιασμὸν ἡμῖν δοθέν, μυστήριον κρυφιμαῖον ἐν ᾧ ὁ σταυρὸς ἡμῖν ἐδείχθη, σὺ εἶ ὁ ἁπλωτὴς τῶν κεκαλυμένων
μελῶν· σὺ εἶ ὁ ταπεινωτὴς τῶν σκληρῶν ἔργων· σὺ εἶ ὁ δεικνὺς τοὺς κεκρυμμένους θησαυρούς· σὺ εἶ τὸ τῆς χρηστότητος βλάστημα· ἐλθέτω ἡ δύναμίς σου· ἱδρυνθήτω ἐπὶ τὴν δούλην σου Μυγδονίαν· καὶ ἴασαι αὐτὴν διὰ τῆς ἐλευθερίας ταύτης. Ἐπιχυθέντος δὲ τοῦ ἐλαίου ἐκέλευσεν τῇ τροφῷ αὐτῆς ἀποδύειν αὐτὴν καὶ σινδόνα αὐτὴν περιζῶσαι· ἦν δέ τις ἐκεῖ κρήνη ὕδατος, ἐφ᾽ ἣν ἀνελθὼν ὁ ἀπόστολος τὴν Μυγδονίαν ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὡς δὲ ἐβαπτίσθη καὶ ἐνεδύσατο, ἄρτον κλάσας καὶ λαβὼν ποτήριον ὕδατος κοινωνὸν ἐποίησεν αὐτὴν τῷ τοῦ Χριστοῦ σώματι καὶ ποτηρίου τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ εἶπεν· Ἐδέξω σου τὴν σφραγῖδα, κτίσαι σεαυτῇ ζωὴν αἰώνιον. Καὶ παραχρῆμα ἠκούσθη ἄνωθεν φωνὴ λέγουσα· Ναί, ἀμήν. Ὡς δὲ ἤκουσεν τῆς φωνῆς ταύτης ἡ Μαρκία, ἐξεπλάγη, καὶ ἐδεήθη τοῦ ἀποστόλου ἵνα καὶ αὐτὴ λάβῃ τὴν σφραγῖδα. δοὺς δὲ αὐτῇ ὁ ἀπόστολος εἶπεν· Ἔστω περὶ σὲ ἡ σπουδὴ τοῦ κυρίου ὡς περὶ τῶν ἄλλων.Ταῦτα δὲ ὁ ἀπόστολος πράξας ὑπέστρεψεν εἰς τὸ δεσμωτήριον· εὗρεν δὲ τὰς πύλας ἀνεῳγμένας καὶ τοὺς φύλακας ἔτι καθεύδοντας. καὶ εἶπεν Θωμᾶς· Τίς ἐστιν κατὰ σὲ θεός; ὃς τὴν φιλοστοργίαν σου καὶ σπουδὴν ἀπ᾽ οὐδενὸς
ἀπέχεις· τίς ὅμοιός σοι εὔσπλαγχνος; ὃς ἐκ τῶν κακῶν ἐρύσω τὰ σὰ κτήματα· ἡ ζωὴ ἡ τὸν θάνατον χειρωσαμένη· ἡ ἄνεσις ἡ τὸν πόνον ἐκκόψασα. δόξα τῷ ἐκ πατρὸς μονογενεῖ· δόξα τῷ εὐσπλάγχνῳ τῷ ἀποσταλέντι ἐκ σπλάγχνων. Εἰπόντος δὲ αὐτοῦ ταῦτα οἱ φύλακες διυπτνίσθησαν καὶ εἶδον πάσας τὰς θύρας ἀνεῳγμένας καὶ τοὺς ἐγκατακλείστους. καὶ ἔλεγον καθ᾽ ἑαυτούς· Οὐχ ἡμεῖς τὰς θύρας ἠσφαλισάμεθα; καὶ πῶς νῦν ἀνεῳγμέναι εἰσὶν καὶ οἱ δεσμῶται ἔνδον;Ὁ δὲ Χαρίσιος ἅμα ἕωθεν πρὸς τὴν Μυγδονίαν ἤρχετο· εὗρεν δὲ αὐτὰς εὐχομένας καὶ λεγούσας· Νέε θεὲ ὃς ἦλθες· διὰ τοῦ ξένου εἰς ἡμᾶς ὧδε· θεὲ ἐναπόκρυφε τῆς τῶν ἐν Ἰνδίᾳ οἰκητόρων· ὁ θεὸς ὁ δείξας τὴν σὴν δόξαν διὰ τοῦ ἀποστόλου σου Θωμᾶ· ὁ θεὸς οὗ τῆς φήμης ἀκούσασαι εἰς σὲ ἐπιστεύσαμεν· ὁ θεὸς πρὸς ὃν ἤλθομεν σωθῆναι· ὁ θεὸς ὁ διὰ φιλανθρωπίαν καὶ οἰκτιρμοὺς κατελθὼν πρὸς τὴν ἡμετέραν σμικρότητα· ὁ θεὸς ὁ ἐπιζητήσας ἡμᾶς ὅτε αὐτὸν ἠγνοοῦμεν· ὁ θεὸς ὁ τὰ ὕψη ἔχων καὶ τὰ βάθη μὴ λανθάνων· σὺ ἀπόστρεψον τὴν μανίαν Χαρισίου ἀφ᾽ ἡμῶν. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος πρὸς τὴν Μυγδονίαν λέγει· Δικαίως με κακὸν καὶ μαινόμενον καὶ αἰσχρὸν ἀποκαλεῖς· εἰ μὴ γὰρ
ἠνεσχόμηντὸ ἀνυπότακτόν σου καὶ ἐλευθερίαν σοι ἐδωρησάμην, οὐκ ἂν ἐπεκαλέσω κατ᾽ ἐμοῦ καὶ τοῦ ὀνόματός μου ἐμνημόνευσας ἔμπροσθεν τοῦ θεοῦ. πίστευσον δέ μοι Μυγδονία ὅτι ἐπ᾽ ἐκείνῳ τῷ φαρμακῷ οὐδέν ἐστιν ὄφελος, καὶ ὅσα ἐπαγγέλλεται πράττειν οὐ δύναται. ἐγὼ δέ σοι πάντα κατ᾽ ὀφθαλμοὺς ποιῶ ἅπερ ὑπισχνοῦμαι, ἵνα πιστεύσῃς καὶ ἀνάσχῃ τῶν ἐμῶν λόγων καὶ γένῃ πρός με οἵαπερ ἦς τὸ πρίν.Καὶ προσελθὼν ἐδέετο πάλιν αὐτῆς λέγων· Ἑὰν σύ μοι πεισθῇς, οὐδεμία μοι λοιπὸν ἔσται λύπη. ὑπομνήσθητι τῆς ἡμέρας ἐκείνης ἧς ἐν πρώτοις μοι συνέτυχες· εἰπὲ τὸ ἀληθές· πότερον καλλίω σοι ἥμην κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἢ Ἰησοῦς κατὰ τοῦτον; Καὶ ἡ Μυγδονία εἶπεν· Ὁ καιρὸς ἐκεῖνος ἀπῄτει τὰ ἑαυτοῦ καὶ οὗτος τὰ ἴδια· ὁ καιρὸς ἐκεῖνος ἀρχῆς ἦν, οὗτος δὲ τέλους· ἐκεῖνος ὁ καιρὸς ἦν προσκαίρου ζωῆς. οὗτος δὲ αἰωνίου· ἐκεῖνος παρερχομένης ἦν ἡδονῆς, οὗτος δὲ διὰ παντὸς παραμόνου· ἐκεῖνος ἡμέρας καὶ νυκτός, οὗτος δὲ ἡμέρας χωρὶς νυκτός· εἶδες ἐκεῖνον τὸν παρελθόντα γάμον ὧδε καὶ μόνον, ὁ δὲ γάμος οὗτος εἰς τὸν αἰῶνα μένει· ἡ κοινωνία ἐκείνη διαφθορᾶς ἦν, αὕτη δὲ ζωῆς αἰωνίου· οἱ παράνυμφοι ἐκεῖνοι ἄνδρες εἰσὶν καὶ γυναῖκες πρόσκαιροι. οἱ δὲ νῦν εἰς τέλος παραμένουσιν· ἐκεῖνος ὁ γάμος ἐπὶ γῆς ἵστησιν φιλανθρωπίαν δροσίζων· ἐκεῖνος ὁ παστὸς λύεται πάλιν, οὗτος δὲ διὰ παντὸς μένει· ἐκείνη ἡ κλίνη πάρεσιν κατέστρωται, αὕτη δὲ στοργῇ τε καὶ πίστει· σὺ νυμφίος εἶ παριὼν καὶ
λυόμενος, ὁ δὲ Ἰησοῦς νυμφίος ἐστὶν ἀληθινός, εἰς τὸν αἰῶνα παραμένων ἀθάνατος· ἐκεῖνο τὸ ἀνακαλυπτήριον χρήματα ἦν καὶ πέπλα παλαιούμενα, τοῦτο δὲ ζῶντες λόγοι μηδέποτε παρερχόμενοι.Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος ἀπῆλθεν πρὸς τὸν βασιλέα καὶ πάντα αὐτῷ ἀπήγγειλεν. ὁ δὲ βασιλεὺς ἐκέλευσεν τὸν Ἰούδαν ἀχθῆναι, ἵνα αὐτὸν κρίνας ἀναλώσῃ. ὁ δὲ Χαρίσιος εἶπεν· Ἀνέχου τέως βασιλεῦ, λόγοις δὲ πρῶτον τὸν ἄνδρα πεῖσον φοβήσας ὅπως τὴν Μυγδονίαν πείσῃ γενέσθαι πρός με ὡς πρώην. Καὶ μεταπεμψάμενος ὁ Μισδαῖος ἤγαγεν τὸν ἀπόστολον τοῦ Χριστοῦ· πάντες δὲ ἐλυπήθησαν οἱ δεσμῶται ὅτι ἀνεχώρει ἀπ᾽ αὐτῶν ὁ ἀπόστολος· ἐπόθουν γὰρ αὐτὸν λέγοντες ὅτι Καὶ ταύτην τὴν παραμυθίαν ἣν εἴχομεν ἀφείλαντο ἀφ᾽ ἡμῶν.
Ὁ δὲ Μισδαῖος ἔλεγεν τῷ Ἰούδα· Διὰ τί τὴν νέαν ταύτην διδάσκεις διδασκαλίαν, ἣν θεοί τε μισοῦσιν καὶ ἄνθρωποι, οὐδὲν ἔχουσα χρήσιμον; Καὶ ὁ Ἰούδας λέγει· Τί φαῦλον διδάσκω; Καὶ ὁ Μισδαῖος ἔφη· Διδάσκεις λέγων ὅτι οὐ καλῶς ζῆν παρὰ τῷ θεῷ ᾧ σὺ κηρύσσεις. Λέγει Ἰούδας· Ἀληθῶς λέγεις ὦ βασιλεῦ· οὕτως διδάσκω. εἰπὲ γάρ μοι· τοὺς σοὺς στρατιώτας ἐν ῥυπαρᾷ ἐσθῆτι δορυφοροῦντάς σοι οὐκ ἀγανακτεῖς; εἰ σὖν σὺ βασιλεὺς ὣν γῆς εἰς γῆν χωρῶν
ἀπαιτεῖςτοὺς ὑπὸ σὲ σεμνοὺς εἶναι τῷ πράγματι, ἀγανακτεῖτε καὶ κακῶς με διδάσκειν ἔφατε λέγοντα. Τοὺς τῷ βασιλεῖ μου ὑπηρετοῦντας σεμνοὺς καὶ καθαροὺς χρὴ εἶναι καὶ πάσης λύπης καὶ φροντίδος ἀπαλλαγέντας, τέκνων τε καὶ πλούτου ἀνωφελοῦς καὶ ταραχῆς ματαίας; Καὶ γὰρ τοὺς σοὺς ὑπηκόους τὴν σὴν πολιτείαν καὶ τοὺς σοὺς τρόπους μετιέναι βούλει, καὶ καταφρονούντων τῶν σῶν προσταγμάτων κολάζεις· πόσῳ μᾶλλον τῷ θεῷ μου τοὺς πιστεύοντας αὐτῷ ὑπηρετεῖν χρὴ μετὰ πολλῆς σεμνότητος καὶ καθαρότητος καὶ ἀσφαλείας, καὶ πάντων τῶν σωματικῶν ἡδονῶν ἀπηλλαγμένους, l0 μοιχείας τε καὶ ἀσωτίας καὶ κλοπῆς καὶ μέθης καὶ ὑπηρεσίας γαστρὸς καὶ αἰσχρῶν πράξεων;Ἀκούσας δὲ ταῦτα ὁ Μισδαῖος εἶπεν· Ἰδού σε ἀπολύω. ἀπελθὼν οὖν πεῖσον τὴν Μυγδονίαν τὴν Χαρισίου γυναῖκα ἵνα μὴ θελήσῃ ἀποστῆναι ἀπ᾽ αὐτοῦ. Λέγει αὐτῷ Ἰούδας· Μὴ μέλλε εἴ τι ἔχεις πρᾶξαι· ἐκείνην γάρ, εἰ δικαίως δέδεκται ἃ μεμάθηκεν, οὐ σίδηρος, οὐ πῦρ, οὐδ᾽ ἄλλο τι τῶν τοιούτων ἰσχυρότερον βλάψαι δυνήσηται οὐδὲ ἐκκόψαι τὸν ἐν τῇ ψυχῇ αὐτῆς κατεχόμενον. Λέγει ὁ Μισδαῖος τῷ Ἰούδᾳ· Φάρμακα ἕτερα διαλύει ἕτερα φάρμακα, καὶ πληγὰς ἐχίδνης θηριακὴ διαλύει· καὶ σὺ εἰ θέλεις δύνασαι λύσιν τῶν φαρμάκων ἐκείνων δοῦναι, καὶ εἰρήνην καὶ ὁμόνοιαν τοῦ συνοικεσίουκεσίου
ποιῆσαι. τοῦτο γὰρ ποιῶν σεαυτοῦ φείδῃ· οὐδέπω γὰρ τοῦ ζῆν κόρον ἔχεις. ἴσθι δὲ ὅτι σὲ μὴ πείθοντα ταύτην ἀπὸ τῆσαι ἐπιποθήτου τοῖς πάσιν ζωῆς ἀφαρπάσω. Καὶ Ἰούδας ἔφη· Ἡ ζωὴ αὕτη κατὰ χρῆσιν δέδοται, καὶ ὁ καιρὸς οὗτος ἀλλάσσεται· ἐκείνη δὲ ἡ ζωὴ ἣν ἐγὼ διδάσκω ἄφθαρτός ἐστιν. τὸ δὲ κάλλος καὶ ἡ φαινομένη νεότης μετὰ μικρὸν οὐκ ἔσται. Λέγει αὐτῷ ὁ βασιλεύς· Ἐγὼ μέν σοι συνεβούλευσα τὸ συμφέρον, σὺ δὲ μὲν οἶδες τὰ σά.Ἐξιόντος δὲ τοῦ ἀποστόλου ἐκ τοῦ βασιλέως προσελθὼν ὁ Χαρίσιος ἔλεγεν καὶ ἐδέετο αὐτοῦ· Δέομαί σου ἄνθρωπε ἔφη· οὐδὲν οὔτε εἰς σὲ ἢ εἰς ἕτερον ἡμάρτηκά ποτε οὔτε εἰς θεούς· διὰ τί τηλικοῦτον κακὸν ἐπέσεισάς μοι; καὶ τίνος ἕνεκεν τοιαύτην ἀκαταστασίαν ἐπήγαγες τῷ οἴκῳ μου; καὶ τίς σοι ἐκ τούτου ὄνησις; εἰ δέ τι κερδᾶναι νομίζεις, εἰπέ μοι τὸ κέρδος ὁποῖόν ἐστιν, κἀγώ σοι ἀπόνως ἐξεργάσομαι· τίνος ἕνεκεν ἐμὲ ἐκστάνεις, σεαυτὸν δὲ ἐμβάλλεις εἰς ὄλεθρον; ἐὰν γὰρ ταύτην μὴ πείσῃς, καὶ σὲ διαχειρίσομαι καὶ τέλος ἐμαυτὸν ὑπεξαίρω τοῦ βίου. εἰ δὲ ὥσπερ λέγεις μετὰ τὴν ἐνταῦθα ἀπαλλαγὴν ἔστιν τις ἐκεῖ ζωή τε καὶ θάνατος, ἔτι δὲ καὶ κατάκρισις καὶ νίκη καὶ κριτήριον, κἀγὼ εἴσειμι ἐκεῖ μετὰ σοῦ κρινόμενος· καὶ εἰ δίκαιος θεὸς ὃν σὺ κηρύττεις καὶ δικαίως τὰς τιμωρίας ἐπάγει, οἶδα ὅτι δίκην εἰσπράξομαι
μετὰσοῦ. ἔβλαψας γάρ με μηδὲν παρ᾽ ἐμοῦ ἀδικηθείς. καὶ γὰρ ἐνταῦθα οἷός εἰμι ἀμύνασθαί σε ἐπίστασαι εἰς ὅσα εἰς ἐμὲ δέδρακας. τοιγαροῦν πείσθητι καὶ ἐλθὲ οἴκοι μετ᾽ ἐμοῦ, καὶ πεῖσον τὴν Μυγδονίαν γενέσθαι μετ᾽ ἐμοῦ ὥσπερ ἦν τὸ πρότερον πρὶν ἤ σε θεάσασθαι. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· Πίστευσόν μοι τέκνον ὅτι εἰ τοσοῦτον οἱ ἄνθρωποι τὸν θεὸν ἔστεργον ὅσον ἀλλήλους, πάντα ἂν αἰτοῦντες ἐλάμβανον παρ᾽ αὐτοῦ μηδενὸς αὐτὸν βιαζομένου.Καὶ ταῦτα τοῦ Θωμᾶ λέγοντος εἰς τὴν οἰκίαν εἰσελθόντες Χαρισίου κατέλαβον τὴν μὲν Μυγδονίαν καθημένην, τὴν δὲ Μαρκίαν πρὸς ἑαυτὴν ἑστηκυῖαν, ὑποβεβλημένην τὴν περὶ αὐτὴν χεῖρα πρὸς τὴν Μυγδονίαν· καὶ ἔλεγεν· Συντμηθείησαν ἐπ᾽ ἐμοὶ ὦ μήτηρ αἱ τῆς ζωῆς μου ὑπόλοιποι ἡμέραι, καὶ γένωνται αἱ πᾶσαι ὧραι ὡς μία ὥρα, καὶ μετασταίην ἐκ τοῦ βίου, ἵνα τάχιον ἀπελθοῦσα ἴδω τὸν ὡραῖον ἐκεῖνον, οὗ καὶ τῆς φήμης ἥκουσα, τὸν ζῶντα ἐκεῖνον καὶ ζωῆς δοτῆρα τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅπου οὔτε ἡμέρα καὶ νύξ ἐστιν, οὔτε φῶς καὶ σκότος, οὔτε ἀγαθὸς καὶ κακός, οὔτε πένης καὶ πλούσιος, ἄρρεν τε καὶ θῆλυ, οὐκ ἐλεύθερος καὶ δοῦλος, οὐχ ὑπερήφανος καὶ τοὺς ταπεινοὺς ὑποτάσσων. Ταῦτα δὲ αὐτῆς λεγούσης ὁ ἀπόστολος ἔστη πρὸς αὐτήν· καὶ παραχρῆμα ἀνέστη καὶ προσεκύνησεν αὐτῷ. τότε ὁ Χαρίσιος
πρὸςαὐτὸν ἔφη· Ὁρᾷς πῶς δέδοικέν σε καὶ τιμᾷ καὶ πᾶν ὅ τι ἂν προστάξῃς ἑκοῦσα ποιεῖ;Ἐκείνου δὲ ταῦτα λέγοντος ὁ Ἰούδας τῇ Μυγδονίᾳ λέγει· Πείσθητι θυγάτηρ μου Μυγδονία οἷς λέγει ὁ ἀδελφὸς Χαρίσιος. Καὶ ἡ Μυγδονία λέγει· Εἰ σὺ λόγῳ τὸ πρᾶγμα οὐκ ἠδυνήθης, ἐμὲ ὑπομένειν τὸ ἔργον ἀναγκάζεις; ἐγὼ γὰρ ἤκουον παρὰ σοῦ ὅτι ἡ ζωὴ αὕτη χρησιμαία οὐκ ἔστιν, καὶ ἡ ἄνεσις αὕτη πρόσκαιρος, καὶ ταῦτα τὰ κτήματα ἀπαράμονά ἐστιν. ἔλεγες δὲ πάλιν ὅτι ταύτην ὁ ἀποστρεφόμενος τὴν ζωὴν δέξεται τὴν αἰωνίαν, καὶ ὁ μισῶν τὸ τῆς ἡμέρας καὶ νυκτὸς φῶς θεάσηται φῶς τὸ μὴ καταλαμβανόμενον, καὶ ὅτι ὁ ταῦτα παραβλέπων τὰ χρήματα εὑρήσει ἕτερα καὶ ἀίδια χρήματα· νῦν δὲ φοβούμενος τίς μεταβάλλει πράξας τι καὶ δοξασθεὶς ἐπὶ τῷ ἔργῳ; αὖθις αὐτὸ ἐκ θεμελίων κατέστρεψεν; τίς ἐν δαψιλαίῳ χώρῳ πηγὴν ὕδατος ἀνορύξας αὖθις κατέχωσεν ταύτην; τίς θησαυρὸν εὑρὼν οὐκ ἐχρήσατο τούτῳ; Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος εἶπεν· Ἐγὼ οὐ μιμήσομαι ὑμᾶς οὐδὲ ἐπειχθήσομαι καταφθεῖραι ὑμᾶς, οὔτε, ἐπειδήπερ ἔξεστίν μοι, δεσμῷ περιβαλῶ, καὶ οὐ συγχωρήσω σοι τῷ φαρμακῷ τούτῳ διαλεχθῆναι. καὶ ἐάν μοι πεισθῇς· οἴδα ὃ δεῖ με ποιῆσαι.