Acta Thomae
Acta Thomae
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
Κομισάσης δὲ τῆς Μαρκίας ταῦτα ἡ Μυγδονία ἵστατο ἔμπροσθεν τοῦ ἀποστόλου γυμνῇ τῇ κεφαλῃ· καὶ αὐτὸς ἄρας τὸ ἔλαιον κατέχεεν ἐν τῇ κεφαλῇ αὐτῆς εἰπών· Ἔλαιον ἅγιον εἰς ἁγιασμὸν ἡμῖν δοθέν, μυστήριον κρυφιμαῖον ἐν ᾧ ὁ σταυρὸς ἡμῖν ἐδείχθη, σὺ εἶ ὁ ἁπλωτὴς τῶν κεκαλυμένων
μελῶν· σὺ εἶ ὁ ταπεινωτὴς τῶν σκληρῶν ἔργων· σὺ εἶ ὁ δεικνὺς τοὺς κεκρυμμένους θησαυρούς· σὺ εἶ τὸ τῆς χρηστότητος βλάστημα· ἐλθέτω ἡ δύναμίς σου· ἱδρυνθήτω ἐπὶ τὴν δούλην σου Μυγδονίαν· καὶ ἴασαι αὐτὴν διὰ τῆς ἐλευθερίας ταύτης. Ἐπιχυθέντος δὲ τοῦ ἐλαίου ἐκέλευσεν τῇ τροφῷ αὐτῆς ἀποδύειν αὐτὴν καὶ σινδόνα αὐτὴν περιζῶσαι· ἦν δέ τις ἐκεῖ κρήνη ὕδατος, ἐφ᾽ ἣν ἀνελθὼν ὁ ἀπόστολος τὴν Μυγδονίαν ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὡς δὲ ἐβαπτίσθη καὶ ἐνεδύσατο, ἄρτον κλάσας καὶ λαβὼν ποτήριον ὕδατος κοινωνὸν ἐποίησεν αὐτὴν τῷ τοῦ Χριστοῦ σώματι καὶ ποτηρίου τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ εἶπεν· Ἐδέξω σου τὴν σφραγῖδα, κτίσαι σεαυτῇ ζωὴν αἰώνιον. Καὶ παραχρῆμα ἠκούσθη ἄνωθεν φωνὴ λέγουσα· Ναί, ἀμήν. Ὡς δὲ ἤκουσεν τῆς φωνῆς ταύτης ἡ Μαρκία, ἐξεπλάγη, καὶ ἐδεήθη τοῦ ἀποστόλου ἵνα καὶ αὐτὴ λάβῃ τὴν σφραγῖδα. δοὺς δὲ αὐτῇ ὁ ἀπόστολος εἶπεν· Ἔστω περὶ σὲ ἡ σπουδὴ τοῦ κυρίου ὡς περὶ τῶν ἄλλων.Ταῦτα δὲ ὁ ἀπόστολος πράξας ὑπέστρεψεν εἰς τὸ δεσμωτήριον· εὗρεν δὲ τὰς πύλας ἀνεῳγμένας καὶ τοὺς φύλακας ἔτι καθεύδοντας. καὶ εἶπεν Θωμᾶς· Τίς ἐστιν κατὰ σὲ θεός; ὃς τὴν φιλοστοργίαν σου καὶ σπουδὴν ἀπ᾽ οὐδενὸς
ἀπέχεις· τίς ὅμοιός σοι εὔσπλαγχνος; ὃς ἐκ τῶν κακῶν ἐρύσω τὰ σὰ κτήματα· ἡ ζωὴ ἡ τὸν θάνατον χειρωσαμένη· ἡ ἄνεσις ἡ τὸν πόνον ἐκκόψασα. δόξα τῷ ἐκ πατρὸς μονογενεῖ· δόξα τῷ εὐσπλάγχνῳ τῷ ἀποσταλέντι ἐκ σπλάγχνων. Εἰπόντος δὲ αὐτοῦ ταῦτα οἱ φύλακες διυπτνίσθησαν καὶ εἶδον πάσας τὰς θύρας ἀνεῳγμένας καὶ τοὺς ἐγκατακλείστους. καὶ ἔλεγον καθ᾽ ἑαυτούς· Οὐχ ἡμεῖς τὰς θύρας ἠσφαλισάμεθα; καὶ πῶς νῦν ἀνεῳγμέναι εἰσὶν καὶ οἱ δεσμῶται ἔνδον;Ὁ δὲ Χαρίσιος ἅμα ἕωθεν πρὸς τὴν Μυγδονίαν ἤρχετο· εὗρεν δὲ αὐτὰς εὐχομένας καὶ λεγούσας· Νέε θεὲ ὃς ἦλθες· διὰ τοῦ ξένου εἰς ἡμᾶς ὧδε· θεὲ ἐναπόκρυφε τῆς τῶν ἐν Ἰνδίᾳ οἰκητόρων· ὁ θεὸς ὁ δείξας τὴν σὴν δόξαν διὰ τοῦ ἀποστόλου σου Θωμᾶ· ὁ θεὸς οὗ τῆς φήμης ἀκούσασαι εἰς σὲ ἐπιστεύσαμεν· ὁ θεὸς πρὸς ὃν ἤλθομεν σωθῆναι· ὁ θεὸς ὁ διὰ φιλανθρωπίαν καὶ οἰκτιρμοὺς κατελθὼν πρὸς τὴν ἡμετέραν σμικρότητα· ὁ θεὸς ὁ ἐπιζητήσας ἡμᾶς ὅτε αὐτὸν ἠγνοοῦμεν· ὁ θεὸς ὁ τὰ ὕψη ἔχων καὶ τὰ βάθη μὴ λανθάνων· σὺ ἀπόστρεψον τὴν μανίαν Χαρισίου ἀφ᾽ ἡμῶν. Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος πρὸς τὴν Μυγδονίαν λέγει· Δικαίως με κακὸν καὶ μαινόμενον καὶ αἰσχρὸν ἀποκαλεῖς· εἰ μὴ γὰρ
ἠνεσχόμηντὸ ἀνυπότακτόν σου καὶ ἐλευθερίαν σοι ἐδωρησάμην, οὐκ ἂν ἐπεκαλέσω κατ᾽ ἐμοῦ καὶ τοῦ ὀνόματός μου ἐμνημόνευσας ἔμπροσθεν τοῦ θεοῦ. πίστευσον δέ μοι Μυγδονία ὅτι ἐπ᾽ ἐκείνῳ τῷ φαρμακῷ οὐδέν ἐστιν ὄφελος, καὶ ὅσα ἐπαγγέλλεται πράττειν οὐ δύναται. ἐγὼ δέ σοι πάντα κατ᾽ ὀφθαλμοὺς ποιῶ ἅπερ ὑπισχνοῦμαι, ἵνα πιστεύσῃς καὶ ἀνάσχῃ τῶν ἐμῶν λόγων καὶ γένῃ πρός με οἵαπερ ἦς τὸ πρίν.Καὶ προσελθὼν ἐδέετο πάλιν αὐτῆς λέγων· Ἑὰν σύ μοι πεισθῇς, οὐδεμία μοι λοιπὸν ἔσται λύπη. ὑπομνήσθητι τῆς ἡμέρας ἐκείνης ἧς ἐν πρώτοις μοι συνέτυχες· εἰπὲ τὸ ἀληθές· πότερον καλλίω σοι ἥμην κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἢ Ἰησοῦς κατὰ τοῦτον; Καὶ ἡ Μυγδονία εἶπεν· Ὁ καιρὸς ἐκεῖνος ἀπῄτει τὰ ἑαυτοῦ καὶ οὗτος τὰ ἴδια· ὁ καιρὸς ἐκεῖνος ἀρχῆς ἦν, οὗτος δὲ τέλους· ἐκεῖνος ὁ καιρὸς ἦν προσκαίρου ζωῆς. οὗτος δὲ αἰωνίου· ἐκεῖνος παρερχομένης ἦν ἡδονῆς, οὗτος δὲ διὰ παντὸς παραμόνου· ἐκεῖνος ἡμέρας καὶ νυκτός, οὗτος δὲ ἡμέρας χωρὶς νυκτός· εἶδες ἐκεῖνον τὸν παρελθόντα γάμον ὧδε καὶ μόνον, ὁ δὲ γάμος οὗτος εἰς τὸν αἰῶνα μένει· ἡ κοινωνία ἐκείνη διαφθορᾶς ἦν, αὕτη δὲ ζωῆς αἰωνίου· οἱ παράνυμφοι ἐκεῖνοι ἄνδρες εἰσὶν καὶ γυναῖκες πρόσκαιροι. οἱ δὲ νῦν εἰς τέλος παραμένουσιν· ἐκεῖνος ὁ γάμος ἐπὶ γῆς ἵστησιν φιλανθρωπίαν δροσίζων· ἐκεῖνος ὁ παστὸς λύεται πάλιν, οὗτος δὲ διὰ παντὸς μένει· ἐκείνη ἡ κλίνη πάρεσιν κατέστρωται, αὕτη δὲ στοργῇ τε καὶ πίστει· σὺ νυμφίος εἶ παριὼν καὶ
λυόμενος, ὁ δὲ Ἰησοῦς νυμφίος ἐστὶν ἀληθινός, εἰς τὸν αἰῶνα παραμένων ἀθάνατος· ἐκεῖνο τὸ ἀνακαλυπτήριον χρήματα ἦν καὶ πέπλα παλαιούμενα, τοῦτο δὲ ζῶντες λόγοι μηδέποτε παρερχόμενοι.Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος ἀπῆλθεν πρὸς τὸν βασιλέα καὶ πάντα αὐτῷ ἀπήγγειλεν. ὁ δὲ βασιλεὺς ἐκέλευσεν τὸν Ἰούδαν ἀχθῆναι, ἵνα αὐτὸν κρίνας ἀναλώσῃ. ὁ δὲ Χαρίσιος εἶπεν· Ἀνέχου τέως βασιλεῦ, λόγοις δὲ πρῶτον τὸν ἄνδρα πεῖσον φοβήσας ὅπως τὴν Μυγδονίαν πείσῃ γενέσθαι πρός με ὡς πρώην. Καὶ μεταπεμψάμενος ὁ Μισδαῖος ἤγαγεν τὸν ἀπόστολον τοῦ Χριστοῦ· πάντες δὲ ἐλυπήθησαν οἱ δεσμῶται ὅτι ἀνεχώρει ἀπ᾽ αὐτῶν ὁ ἀπόστολος· ἐπόθουν γὰρ αὐτὸν λέγοντες ὅτι Καὶ ταύτην τὴν παραμυθίαν ἣν εἴχομεν ἀφείλαντο ἀφ᾽ ἡμῶν.
Ὁ δὲ Μισδαῖος ἔλεγεν τῷ Ἰούδα· Διὰ τί τὴν νέαν ταύτην διδάσκεις διδασκαλίαν, ἣν θεοί τε μισοῦσιν καὶ ἄνθρωποι, οὐδὲν ἔχουσα χρήσιμον; Καὶ ὁ Ἰούδας λέγει· Τί φαῦλον διδάσκω; Καὶ ὁ Μισδαῖος ἔφη· Διδάσκεις λέγων ὅτι οὐ καλῶς ζῆν παρὰ τῷ θεῷ ᾧ σὺ κηρύσσεις. Λέγει Ἰούδας· Ἀληθῶς λέγεις ὦ βασιλεῦ· οὕτως διδάσκω. εἰπὲ γάρ μοι· τοὺς σοὺς στρατιώτας ἐν ῥυπαρᾷ ἐσθῆτι δορυφοροῦντάς σοι οὐκ ἀγανακτεῖς; εἰ σὖν σὺ βασιλεὺς ὣν γῆς εἰς γῆν χωρῶν
ἀπαιτεῖςτοὺς ὑπὸ σὲ σεμνοὺς εἶναι τῷ πράγματι, ἀγανακτεῖτε καὶ κακῶς με διδάσκειν ἔφατε λέγοντα. Τοὺς τῷ βασιλεῖ μου ὑπηρετοῦντας σεμνοὺς καὶ καθαροὺς χρὴ εἶναι καὶ πάσης λύπης καὶ φροντίδος ἀπαλλαγέντας, τέκνων τε καὶ πλούτου ἀνωφελοῦς καὶ ταραχῆς ματαίας; Καὶ γὰρ τοὺς σοὺς ὑπηκόους τὴν σὴν πολιτείαν καὶ τοὺς σοὺς τρόπους μετιέναι βούλει, καὶ καταφρονούντων τῶν σῶν προσταγμάτων κολάζεις· πόσῳ μᾶλλον τῷ θεῷ μου τοὺς πιστεύοντας αὐτῷ ὑπηρετεῖν χρὴ μετὰ πολλῆς σεμνότητος καὶ καθαρότητος καὶ ἀσφαλείας, καὶ πάντων τῶν σωματικῶν ἡδονῶν ἀπηλλαγμένους, l0 μοιχείας τε καὶ ἀσωτίας καὶ κλοπῆς καὶ μέθης καὶ ὑπηρεσίας γαστρὸς καὶ αἰσχρῶν πράξεων;Ἀκούσας δὲ ταῦτα ὁ Μισδαῖος εἶπεν· Ἰδού σε ἀπολύω. ἀπελθὼν οὖν πεῖσον τὴν Μυγδονίαν τὴν Χαρισίου γυναῖκα ἵνα μὴ θελήσῃ ἀποστῆναι ἀπ᾽ αὐτοῦ. Λέγει αὐτῷ Ἰούδας· Μὴ μέλλε εἴ τι ἔχεις πρᾶξαι· ἐκείνην γάρ, εἰ δικαίως δέδεκται ἃ μεμάθηκεν, οὐ σίδηρος, οὐ πῦρ, οὐδ᾽ ἄλλο τι τῶν τοιούτων ἰσχυρότερον βλάψαι δυνήσηται οὐδὲ ἐκκόψαι τὸν ἐν τῇ ψυχῇ αὐτῆς κατεχόμενον. Λέγει ὁ Μισδαῖος τῷ Ἰούδᾳ· Φάρμακα ἕτερα διαλύει ἕτερα φάρμακα, καὶ πληγὰς ἐχίδνης θηριακὴ διαλύει· καὶ σὺ εἰ θέλεις δύνασαι λύσιν τῶν φαρμάκων ἐκείνων δοῦναι, καὶ εἰρήνην καὶ ὁμόνοιαν τοῦ συνοικεσίουκεσίου
ποιῆσαι. τοῦτο γὰρ ποιῶν σεαυτοῦ φείδῃ· οὐδέπω γὰρ τοῦ ζῆν κόρον ἔχεις. ἴσθι δὲ ὅτι σὲ μὴ πείθοντα ταύτην ἀπὸ τῆσαι ἐπιποθήτου τοῖς πάσιν ζωῆς ἀφαρπάσω. Καὶ Ἰούδας ἔφη· Ἡ ζωὴ αὕτη κατὰ χρῆσιν δέδοται, καὶ ὁ καιρὸς οὗτος ἀλλάσσεται· ἐκείνη δὲ ἡ ζωὴ ἣν ἐγὼ διδάσκω ἄφθαρτός ἐστιν. τὸ δὲ κάλλος καὶ ἡ φαινομένη νεότης μετὰ μικρὸν οὐκ ἔσται. Λέγει αὐτῷ ὁ βασιλεύς· Ἐγὼ μέν σοι συνεβούλευσα τὸ συμφέρον, σὺ δὲ μὲν οἶδες τὰ σά.Ἐξιόντος δὲ τοῦ ἀποστόλου ἐκ τοῦ βασιλέως προσελθὼν ὁ Χαρίσιος ἔλεγεν καὶ ἐδέετο αὐτοῦ· Δέομαί σου ἄνθρωπε ἔφη· οὐδὲν οὔτε εἰς σὲ ἢ εἰς ἕτερον ἡμάρτηκά ποτε οὔτε εἰς θεούς· διὰ τί τηλικοῦτον κακὸν ἐπέσεισάς μοι; καὶ τίνος ἕνεκεν τοιαύτην ἀκαταστασίαν ἐπήγαγες τῷ οἴκῳ μου; καὶ τίς σοι ἐκ τούτου ὄνησις; εἰ δέ τι κερδᾶναι νομίζεις, εἰπέ μοι τὸ κέρδος ὁποῖόν ἐστιν, κἀγώ σοι ἀπόνως ἐξεργάσομαι· τίνος ἕνεκεν ἐμὲ ἐκστάνεις, σεαυτὸν δὲ ἐμβάλλεις εἰς ὄλεθρον; ἐὰν γὰρ ταύτην μὴ πείσῃς, καὶ σὲ διαχειρίσομαι καὶ τέλος ἐμαυτὸν ὑπεξαίρω τοῦ βίου. εἰ δὲ ὥσπερ λέγεις μετὰ τὴν ἐνταῦθα ἀπαλλαγὴν ἔστιν τις ἐκεῖ ζωή τε καὶ θάνατος, ἔτι δὲ καὶ κατάκρισις καὶ νίκη καὶ κριτήριον, κἀγὼ εἴσειμι ἐκεῖ μετὰ σοῦ κρινόμενος· καὶ εἰ δίκαιος θεὸς ὃν σὺ κηρύττεις καὶ δικαίως τὰς τιμωρίας ἐπάγει, οἶδα ὅτι δίκην εἰσπράξομαι
μετὰσοῦ. ἔβλαψας γάρ με μηδὲν παρ᾽ ἐμοῦ ἀδικηθείς. καὶ γὰρ ἐνταῦθα οἷός εἰμι ἀμύνασθαί σε ἐπίστασαι εἰς ὅσα εἰς ἐμὲ δέδρακας. τοιγαροῦν πείσθητι καὶ ἐλθὲ οἴκοι μετ᾽ ἐμοῦ, καὶ πεῖσον τὴν Μυγδονίαν γενέσθαι μετ᾽ ἐμοῦ ὥσπερ ἦν τὸ πρότερον πρὶν ἤ σε θεάσασθαι. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· Πίστευσόν μοι τέκνον ὅτι εἰ τοσοῦτον οἱ ἄνθρωποι τὸν θεὸν ἔστεργον ὅσον ἀλλήλους, πάντα ἂν αἰτοῦντες ἐλάμβανον παρ᾽ αὐτοῦ μηδενὸς αὐτὸν βιαζομένου.Καὶ ταῦτα τοῦ Θωμᾶ λέγοντος εἰς τὴν οἰκίαν εἰσελθόντες Χαρισίου κατέλαβον τὴν μὲν Μυγδονίαν καθημένην, τὴν δὲ Μαρκίαν πρὸς ἑαυτὴν ἑστηκυῖαν, ὑποβεβλημένην τὴν περὶ αὐτὴν χεῖρα πρὸς τὴν Μυγδονίαν· καὶ ἔλεγεν· Συντμηθείησαν ἐπ᾽ ἐμοὶ ὦ μήτηρ αἱ τῆς ζωῆς μου ὑπόλοιποι ἡμέραι, καὶ γένωνται αἱ πᾶσαι ὧραι ὡς μία ὥρα, καὶ μετασταίην ἐκ τοῦ βίου, ἵνα τάχιον ἀπελθοῦσα ἴδω τὸν ὡραῖον ἐκεῖνον, οὗ καὶ τῆς φήμης ἥκουσα, τὸν ζῶντα ἐκεῖνον καὶ ζωῆς δοτῆρα τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅπου οὔτε ἡμέρα καὶ νύξ ἐστιν, οὔτε φῶς καὶ σκότος, οὔτε ἀγαθὸς καὶ κακός, οὔτε πένης καὶ πλούσιος, ἄρρεν τε καὶ θῆλυ, οὐκ ἐλεύθερος καὶ δοῦλος, οὐχ ὑπερήφανος καὶ τοὺς ταπεινοὺς ὑποτάσσων. Ταῦτα δὲ αὐτῆς λεγούσης ὁ ἀπόστολος ἔστη πρὸς αὐτήν· καὶ παραχρῆμα ἀνέστη καὶ προσεκύνησεν αὐτῷ. τότε ὁ Χαρίσιος
πρὸςαὐτὸν ἔφη· Ὁρᾷς πῶς δέδοικέν σε καὶ τιμᾷ καὶ πᾶν ὅ τι ἂν προστάξῃς ἑκοῦσα ποιεῖ;Ἐκείνου δὲ ταῦτα λέγοντος ὁ Ἰούδας τῇ Μυγδονίᾳ λέγει· Πείσθητι θυγάτηρ μου Μυγδονία οἷς λέγει ὁ ἀδελφὸς Χαρίσιος. Καὶ ἡ Μυγδονία λέγει· Εἰ σὺ λόγῳ τὸ πρᾶγμα οὐκ ἠδυνήθης, ἐμὲ ὑπομένειν τὸ ἔργον ἀναγκάζεις; ἐγὼ γὰρ ἤκουον παρὰ σοῦ ὅτι ἡ ζωὴ αὕτη χρησιμαία οὐκ ἔστιν, καὶ ἡ ἄνεσις αὕτη πρόσκαιρος, καὶ ταῦτα τὰ κτήματα ἀπαράμονά ἐστιν. ἔλεγες δὲ πάλιν ὅτι ταύτην ὁ ἀποστρεφόμενος τὴν ζωὴν δέξεται τὴν αἰωνίαν, καὶ ὁ μισῶν τὸ τῆς ἡμέρας καὶ νυκτὸς φῶς θεάσηται φῶς τὸ μὴ καταλαμβανόμενον, καὶ ὅτι ὁ ταῦτα παραβλέπων τὰ χρήματα εὑρήσει ἕτερα καὶ ἀίδια χρήματα· νῦν δὲ φοβούμενος τίς μεταβάλλει πράξας τι καὶ δοξασθεὶς ἐπὶ τῷ ἔργῳ; αὖθις αὐτὸ ἐκ θεμελίων κατέστρεψεν; τίς ἐν δαψιλαίῳ χώρῳ πηγὴν ὕδατος ἀνορύξας αὖθις κατέχωσεν ταύτην; τίς θησαυρὸν εὑρὼν οὐκ ἐχρήσατο τούτῳ; Ἀκούσας δὲ ταῦτα ὁ Χαρίσιος εἶπεν· Ἐγὼ οὐ μιμήσομαι ὑμᾶς οὐδὲ ἐπειχθήσομαι καταφθεῖραι ὑμᾶς, οὔτε, ἐπειδήπερ ἔξεστίν μοι, δεσμῷ περιβαλῶ, καὶ οὐ συγχωρήσω σοι τῷ φαρμακῷ τούτῳ διαλεχθῆναι. καὶ ἐάν μοι πεισθῇς· οἴδα ὃ δεῖ με ποιῆσαι.
Ὁ δὲ Ἰούδας ἐξελθὼν ἐκ τῆς Χαρισίου οἰκίας εἰς τὴν Σιφόρου οἰκίαν ἀπῄει· κἀκεῖ μετ᾽ αὐτοῦ ᾤκει. εἶπὲν δὲ ὁ Σιφώρ· Εὐτρεπίσω τῷ Ἰούδᾳ τρίκλινον ἐν ᾧ διδάσκει
Καὶἐποίησεν οὕτως καὶ εἶπεν Σιφώρ· Ἐγώ τε καὶ ἡ ἐμὴ γυνὴ καὶ ἡ θυγάτηρ ἐν ἁγιωσύνῃ οἰκήσομεν λοιπόν, ἐν ἀγνείᾳ καὶ μιᾷ διαθέσει. δέομαί σου ἡμᾶς τὴν σφραγῖδα δέξασθαι παρὰ σοῦ, ἵνα γενώμεθα τῷ θεῷ τῷ ἀληθινῷ λάτραι καὶ ἐναρίθμιοι τοῖς αὐτοῦ ἀρνίοις καὶ ἀμνάσιν. Ὁ δὲ Ἰούδας λέγει· Φοβοῦμαι λέγειν ὅπερ ἐνθυμοῦμαι· οἶδα δέ τι, καὶ ὅπερ οἶδα ἐξαγορεύειν οὐχ οἷόν τέ μοι.Καὶ ἤρξατο λέγειν περὶ τοῦ βαπτίσματος· Τὸ βάτισμα τοῦτο ἁμαρτιῶν ἐστιν ἄφεσις · τοῦτο ἀναγεννᾷ φῶς περιεκχυνόμενον· τοῦτο ἀναγεννᾷ τὸν νέον ἄνθρωπον, τοὺς ἀνθρώπους μειγνύον πνεῦμα καινοῦν ψυχήν, ἀνιστῶν τρισσῶς καινὸν ἄνθρωπον, καί ἐστιν κοινωνὸν τῶν ἀμαρτιῶν ἀφέσεως. σοὶ δόξα τῷ ἀπορρήτῳ τῷ τῷ βαπτίσματι κοινωνούμενον· σοὶ δόξα ἡ ἐν τῷ βαπτίσματι ἀόρατος δύναμις· σοὶ δόξα ἀνακαινισμὸς δι᾽ οὗ ἀνακαινίζονται οἱ βαπτιζόμενοι οἱ μετὰ διαθέσεως σοῦ ἁπτόμενοι. Καὶ ταῦτα εἰπὼν ἔλαιον κατὰ τῆς κεφαλῆς αὐτῶν κατέχεεν καὶ εἶπεν· Σοὶ δόξα ἡ τῶν σπλάγχνων ἀγάπη· σοὶ δόξα τὸ
τοῦΧριστοῦ ὄνομα· σοὶ δόξα ἡ ἐν Χριστῷ δύναμις ἱδρυμένη. Καὶ ἐκέλευσεν ἐνεχθῆναι σκάφην καὶ ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.Βαπτισθέντων δὲ καὶ ἐνδυσαμένων ἄρτον καταθεὶς ἐπὶ τὴν τράπεζαν ηὐλόγησεν καὶ εἶπεν· Ἄρτον ζωῆς ὅν οἱ ἐσθίοντες ἄφθαρτοι διαμείνωσιν· ἄρτος ὁ κορεννὺς ψυχὰς πεινώσας τοῦ αὐτοῦ μακαρισμοῦ· σὺ εἶ ὁ καταξιώσας δέξασθαι δωρεὰν ἵνα γένῃ ἡμῖν ἄφεσις ἁμαρτιῶν καὶ οἱ ἐσθίοντές σε ἀθάνατοι γένωνται· ἐπιφημίζομέν σε τὸ τῆς μητρὸς ὄνομα, ἀπορρήτου μυστηρίου ἀρχῶν τε καὶ ἐξουσιῶν κεκρυμμένων· ἐπιφημίζομέν σου ὀνόματί σου Ἰησοῦ. Καὶ εἶπεν· Ἐλθάτω δύναμις εὐλογίας καὶ ἐνιδρύσθω ὁ ἄρτος, ἵνα πᾶσαι αἱ μεταλαμβάνουσαι ψυχαὶ ἀπὸ τῶν ἁμαρτιῶν ἀπολούσονται. Καὶ κλάσας ἐπέδωκεν τῷ τε Σιφόρῳ καὶ τῇ γυναικὶ αὐτοῦ καὶ τῇ θυγατρί.
Μισδαῖος δὲ ὁ βασιλεὺς ἀπολύσας Ἰούδαν δειπνήσας ἀπῄει οἴκαδε, διηγεῖτο δὲ τῇ γυναικὶ τὰ συμβεβηκότα τῷ οἰκείῳ αὐτῶν Χαρισίῳ λέγων· Ὅρα φησὶν τί γέγονεν ἐν τῷ ἀθλίῳ ἐκείνῳ· οἶδας δὲ καὶ αὐτὴ ὦ ἀδελφή μου Τερτία ὅτι οὐδέν
ἐστινἀνδρὶ καλλίω τῆς γυναικὸς τῆς ἰδίας ἐφ᾽ ἥν ἀναπέπαυται· συνέβη δὲ τὴν γυναῖκα αὐτοῦ ἀπελθεῖν πρὸς τὸν φαρμακὸν ἐκεῖνον ὃν ἤκουσας τῇ Ἰνδῶν ἐπιδημήσαντα χώρᾳ, τοῖς αὐτοῦ περιπεσεῖν φαρμάκοις καὶ τοῦ ἰδίου ἀνδρὸς διαζευχθῆναι· καὶ ἀπορεῖ ὃ πράξειεν. θελήσαντος δέ μου ἀπολέσαι τὸν κακοῦργον οὐκ ἠθέλησεν· ἀλλὰ σὺ ἀπελθοῦσα συμβούλευσον αὐτῇ ἀποκλίνειν πρὸς τὸν ἴδιον ἄνδρα καὶ τῶν τοῦ φαρμεακοῦ ματαίων λόγων ἀποσχέσθαι.Ἅμα δὲ ἀναστᾶσα ἡ Τερτία ἀπῆλθεν εἰς τὴν Χαρισίου οἰκίαν τοῦ ἀνδρὸς αὐτῆς· καὶ εὗρεν τὴν Μυγδονίαν χαμαὶ κειμένην ἐν ταπεινότητι· ὑπεβέβλητο δὲ αὐτῇ τέφρα καὶ σάκκος, ηὔχετο δὲ ὅπως ὁ κύριος αὐτῇ συγχωρήσῃ τὰς προτέρας αὐτῆς ἁμαρτίας, καὶ ἐξέλθῃ τοῦ βίου τάχιον. καὶ λέγει πρὸς αὐτὴν ἡ Τερτία· Μυγδονία ἀδελφή μου ποθουμένη καὶ συνόμιλε, τίς ἐστιν αὕτη ἡ χείρ; τίς ἡ νόσος ἡ σὲ καταλαβοῦσα; καὶ τί μεμηνότων ἔργα ποιεῖς; γνοῦσα οὖν σαυτὴν ἐπάνελθε εἰς τὴν ἑαυτῆς ἐπάνοδον· πλησίασον τῷ γένει σου τῷ πολλῷ, καὶ φείδου τοῦ ἀληθινοῦ σου ἀνδρὸς Χαρισίου, καὶ μὴ πρᾶττε ὅ ἐστιν τῆς σῆς ἐλευθερίας ἀλλότριον. Λέγει αὐτῇ ἡ Μυγδονία· Ὧ Τερτία, οὐδέπω ἤκουσας τοῦ κήρυκος τῆς ζωῆς· οὐδέπω ταῖς σαῖς προσέπεσεν ἀκοαῖς·
οὐδέπωἐγεύσω τοῦ τῆς ζωῆς φαρμάκου καὶ τῶν φθαρτικῶν στεναγμῶν ἀπηλλάγης· ἑστῶσα ἐν τῇ προσκαίρῳ ζωῇ τὴν ζωὴν καὶ τὴν σωτηρίαν τὴν ἀίδιον οὐκ οἶδας· καὶ οὐκ αἰσθομένη τῆς ἀφθάρτου κοινωνίας. στήκεις ἐνδεδυμένη πέπλους παλαιουμένους, καὶ τῶν αἰωνίων οὐκ ἐπιθυμεῖς· καὶ μεγάλα μὲν φρονεῖς ἐπὶ τῷ ἀφανιζομένῳ τούτῳ κάλλει, τῆς δὲ ψυχῆς οὐ φροντίζεις τὴν αἰσχρότητα· καὶ πλήθει μὲν οἰκετῶν πλουτεῖς· καὶ τῇ μὲν παρὰ πολλῶν δόξῃ κομᾷς, τῆς δὲ εἰς θάνατον κατακρίσεως ἑαυτὴν οὐ λυτροῦσαι.Ἀκούσασα δὲ ἡ Τερτία ταῦτα παρὰ τῆς Μυγδονίας εἶπεν· Δέομαί σου ἀδελφὴ ἀπάγαγέ με πρὸς τὸν ξένον ἐκεῖνον τὸν τὰ μεγαλεῖα ταῦτα διδάσκοντα, ἵνα ἀπελθοῦσα κἀγὼ αὐτοῦ κατακούσω, καὶ διδαχθῶ σέβειν ὃν κηρύσσει θεόν, καὶ κοινωνὸς αὐτοῦ γένωμαι τῶν εὐχῶν, καὶ συμμέτοχος γένωμαι πάντων ὧν μοι εἴρηκας. Ἡ δὲ Μυγδονία λέγει αὐτῇ· Ἐν τῷ οἴκῳ ἐστὶν Σιφόρου τοῦ στρατηλάτου· καὶ γὰρ αὐτὸς γέγονεν πρόφασις πᾶσιν τοῖς ἐν τῇ Ἰνδίᾳ σῳζομένοις. Τούτων δὲ ἀκούσασα ἡ Τερτία δρομαία εἰς τὸν οἶκον Σιφόρου ἀπῄει ἵνα ἴδῃ τὸν ἐπιδημήσαντα καινὸν ἀπόστολον. εἰσελθούσης δὲ αὐτῆς εἶπεν αὐτῇ Ἰούδας· Τί ἐλήλυθας ἰδεῖν; ξένον ἄνθρωπον καὶ πένητα καὶ εὐκαταφρόνητον καὶ πτωχόν, μήτε πλοῦτον ἔχοντα μήτε κτῆσιν; ἓν δὲ τι κέκτημαι κτῆμα ὅπερ
οὕτεβασιλεὺς οὕτε ἄρχοντες ἀφελέσθαι δύνανται, μήτε φθειρόμενον μήτε λήγοντα, ὅς ἐστιν σωτὴρ Ἰησοῦς πάσης ἀνθρωπότητος, ὁ τοῦ ζῶντος θεοῦ υἱός, ὁ δεδωκὼς ζωὴν πᾶσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν καὶ καταφεύγουσιν εἰς αὐτὸν καὶ γινωσκόμενος ἐν τῷ ἀριθμῷ τῶν αὐτοῦ δούλων. Πρὸς ὃν λέγει ἡ Τερτία· Γένωμαι κοινωνὸς τῆς ζωῆς ταύτης ἣν ἐπαγγέλλῃ δέξασθαι πάντας τοὺς συνερχομένους εἰς τὸ τοῦ θεοῦ καταγώγιον. Καὶ ὁ ἀπόστολος εἶπεν· Τὸ ταμιεῖον τοῦ ἁγίου βασιλέως ἀναπέπταται, καὶ οἱ ἀξίως μεταλαμβάνοντες τῶν ἐκεῖ ἀγαθῶν ἀναπαύονται καὶ ἀναπαυόμενοι βασιλεύουσιν. πρότερον δὲ οὐδεὶς αὐτῷ πρόσεισιν ἀκάθαρτος ὢν καὶ φαῦλος· οἶδεν γὰρ αὐτὸς τὰ ἐγκάρδια ἡμῶν καὶ τὰ τῆς ἐνθυμήσεως βάθη· καὶ οὐκ ἔστιν τινὰ λαθεῖν αὐτόν. καὶ σὺ τοίνυν, εἰ ἀληθῶς πιστεύεις εἰς αὐτόν, ἀξιωθήσῃ τῶν αὐτοῦ μυστηρίων· καὶ αὐτός σε μεγαλυνεῖ καὶ πλουτιεῖ καὶ κληρονόμον τῆς αὐτοῦ βασιλείας ποιήσει.Ἀκούσασα δὲ ταῦτα ἡ Τερτία ἐπανῆλθεν οἴκαδε γεγηθυῖα· καὶ εὗρεν τὸν ἄνδρα αὐτῆς μένοντα ἀνάριστον ὄντα. ἰδὼν δὲ αὐτὴν ὁ Μισδαῖος εἶπεν· Πόθεν σήμερον ἡ εἴσοδός σου καλλίων ἐστίν; καὶ τίνος ἕνεκα περιπάτῳ χρησαμένη ἦλθες; ὅ ἐστιν ἀπρεπὲς ταῖς κατὰ σὲ ἐλευθέραις. Καὶ λέγει αὐτῷ ἡ Τερτία· Χάριν σοι μεγίστην ὀφείλω διότι με πρὸς Μυγδονίαν ἀπέστειλας. ἀπελθοῦσα γὰρ καινῆς ζωῆς ἤκουσα, καὶ εἶδον τὸν καινὸν τοῦ θεοῦ ἀπόστολον τοῦ διδόντος ζωὴν
τοῖςπιστεύουσιν αὐτῷ καὶ τα προστάγματα πληρουσιν· ὀφείλω τοιγαροῦν καὶ αὐτὴ ἀμείψασθαί σε ἀντὶ ταύτης τῆς χάριtος καὶ παραινέσεως ἀγαθὴν παραίνεσιν· ἔσῃ γὰρ ἐν οὐρανῷ βασιλεὺς μέγας ἐάν μοι πεισθῇς καὶ φοβηθῇς τὸν θεὸν τὸν ὑπὸ τοῦ ξένου κηρυττόμενον καὶ φυλάξῃς σεαυτὸν ἅγιον τῷ ζῶντι θεῷ· αὕτη γὰρ ἡ βασιλεία παρέρχεται καὶ ἡ ἄνεσίς σου εἰς στενοχωρίαν τραπήσεται· ἀλλ᾽ ἄπελθε πρὸς τὸν ἄνθρωπον ἐκεῖνον καὶ πίστευσον αὐτῷ, καὶ ζήσεις εἰς τέλος. Ἀκούσας δὲ ὁ Μισδαῖος ταῦτα παρὰ τῆς αὐτοῦ συμβίου ταῖς χερσὶν ἐπάταξεν τὸ πρόσωπον αὐτοῦ, καὶ τὴν ἐσθῆτα αὐτοῦ περιέρρηξεν, καὶ εἶπεν· Μὴ ἀναπαύοιτο ἡ Χαρισίου ψυχή, ὅτι με εἰς ψυχὴν ἔβλαψεν· καὶ μὴ σχῇ ἐλπίδα, ὅτι τὴν ἐμὴν περιεῖλεν ἐλπίδα. Καὶ ἐξῄει τεταραγμένος.Καὶ εὗρεν κατὰ τὴν ἀγορὰν Χαρίσιον τὸν φίλον καὶ εἶπεν· Διὰ τί μέ σοι εἰς τὸν ᾅδην ἄλλον ἔβαλες; διὰ τί με ἐκένωσας καὶ ἐζημίωσας κερδάνας μηδέν; διὰ τί με ἔβλαψας μηδὲν σὺ ὠφεληθείς; διὰ τί με ἀπέκτεινας μὴ αὐτὸς ζήσας; διὰ τί με ἠδίκησας αὐτὸς τὸ δίκαιον μὴ κτησάμενος´ διὰ τί με οὐ συνεχώρησας ἀπολέσαι ἐκεῖνον τὸν φαρμακὸν πρὶν τὸν ἐμὸν οἶκον τῇ ἑαυτοῦ ἁμαρτίᾳ διαφθεῖραι; Καὶ τὸ πᾶν εἴχετο Χαρισίου. ὁ δὲ Χαρίσιος λέγει· Τί γάρ ἐστιν τὸ συμβεβηκός σοι; Ὁ Μισδαῖος ἔφη· Ἐφαρμάκευσεν τὴν Τερτίαν.
Καὶἀπῄεισαν ἀμφότεροι εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρατηλάτου· καὶ εὗρον τὸν Ἰούδαν καθήμενον καὶ διδάσκοντα. πάντες δὲ οἱ ἐκεῖ ὑπεξανέστησαν τῷ βασιλεῖ, αὐτὸς δὲ οὐκ ἀνέστη, ἔγνω δὲ ὁ Μισδαῖος ὅτι αὐτὸς ἐκεῖνός ἐστιν, καὶ λαβόμενος τοῦ θρόνου ἔστρεψεν αὐτόν, καὶ ἐπάρας ἀμφοτέραις ταῖς χερσὶν τὸν θρόνον τὴν κεφαλὴν αὐτοῦ ἐπάταξεν οὕτως ὥστε τραυματίσαι αὐτόν. καὶ παρέδωκεν αὐτὸν τοῖς αὐτοῦ στρατιώταις εἰπών· Ἀπαγάγετε αὐτὸν σύραντες αὐτὸν ὑβριστικῶς καὶ οὐχ ὑπεσταλμένως, ἵνα πᾶσιν ἡ ὕβρις αὐτοῦ ἔκτυπος γένηται. Οἳ δὲ σύραντες αὐτὸν ἀπήγαγον εἰς τόπον ἐν ᾧ ὁ Μισδαῖος ἐδίκαζεν. ἐκεῖ ἔστη κρατούμενος ὑπὸ τῶν στρατιωτῶν τοῦ Μισδαίου.Οὐαζάνης δὲ ὁ τοῦ Μισδαίου υἱὸς προσελθών τοῖς στρατιώταις εἶπεν· Δότε μοι τοῦτον ἵνα διαλεχθῶ ἕως ἂν ὁ βασιλεὺς ἀφίκηται. Καὶ οἳ μὲν δεδώκασιν αὐτόν, αὐτὸς δὲ εἰσήγαγεν αὐτὸν ἔνθα ὁ βασιλεὺς ἐδίκαζεν. καὶ λέγει Οὐαζάνης· Οὐκ οἶδάς φησιν ὅτι ἐγώ εἰμι υἱὸς Μισδαίου τοῦ βασιλέως, καὶ ἔξεστί μοι λέγειν τῷ βασιλεῖ ὃ βούλομαι, καὶ ζῆν σοι συγχωρήσει; λέγε οὖν μοι τίς ἐστιν ὁ θεός σου καὶ
τίνοςἀντέχῃ δυνάμεως καὶ σεμνύνῃ· εἰ γάρ τις γοητικὴ δύναμίς ἐστιν καὶ τέχνη, λέγε καὶ δίδασκε, κἀγώ σε ἀπολύω. Λέγει αὐτῷ ὁ Ἰούδας· Σὺ εἶ ὁ υἱὸς Μισδαίου τοῦ βασιλέως ὅς ἐστιν βασιλεὺς πρόσκαιρος· ἐγὼ δὲ δοῦλός εἰμι Ἰησοῦ Χριστοῦ βασιλέως αἰωνίου· καὶ σοὶ μὲν ἔστιν εἰπεῖν τῷ σᾷ πατρὶ σῷσαι οὓς θέλεις ἐν ταύτῃ τῇ προσκαίρῳ ζωῇ ᾗ οὐ παραμένουσιν ἄνθρωποι, ἣν σύ τε καὶ ὁ πατήρ σου δίδοτε· ἐγὼ δὲ δέομαι τοῦ ἐμοῦ κυρίου καὶ ἀντιβοῶ ὑπὲρ τῶν ἀνθρώπων, καὶ δίδωσιν αὐτοῖς καινὴν ζωὴν παντάπασιν δεόμενος. καὶ σὺ αὐχεῖς ἐπὶ κτήμασιν καὶ δούλοις καὶ πέπλοις καὶ τρυφῇ καὶ κοίταις μιαραῖς, ἐγὼ δὲ καυχῶμαι ἐπὶ πενίᾳ καὶ φιλοσοφίᾳ καὶ ταπεινότητι καὶ νηστείᾳ καὶ εὐχῇ καὶ πρὸς τὸ ἅγιον πνεῦμα κοινωνιᾳ καὶ πρὸς τοὺς ἀδελφούς μου τοὺς ἀξίους τοῦ θεοῦ· καὶ καυχῶμαι ἐπὶ αἰωνίᾳ ζωῇ. καὶ συ μὲν ἐπ᾽ ἄνθρωπον κατέφυγες ὄντα σοι ὅμοιον, μὴ δυνάμενον τὴν ἑαυτοῦ ψυχὴν σῷσαι ἐκ κρίσεως καὶ θανάτου, ἐγὼ δὲ κατέφυγα ἐπὶ θεὸν ζῶντα, ἐπὶ τὸν σωτῆρα βασιλέων καὶ ἀρχόντων, ὅς ἐστιν πάντων κριτής. καὶ ὑμεῖς μὲν σήμερον ἴσως ἐστέ, αὔριον δὲ οὐκέτι, ἐγὼ δὲ κατέφυγον εἰς ἐκεῖνον ὃς εἰς αἰῶνα μένει, γινώσκοντος πάντας τοὺς καιροὺς ἡμῶν καὶ τοὺς χρόνους. καὶ σὺ δὲ ἐὰν θελήσῃς γενέσθαι τοῦ θεοῦ τούτου ὑπηρέτης, γενήσῃ ταχέως· δείξας δὲ ὅτι ἄξιος αὐτοῦ ὑπηρέτης ἔσῃ ἐν τούτοις· πρῶτον μὲν ἐν ἁγιωσύνῃ, ἥτις ἐστὶν πάντων ἀγαθῶν κεφαλή· ἔπειτα δὲ ἡ πρὸς τὸν θεὸν τοῦτον ὃν κηρύσσω κοινωνίᾳ, καὶ φιλοσοφίᾳ, καὶ ἁπλότητι, καὶ ἀγάπῃ, καὶ πίστει, καὶ πρὸς αὐτὸν εὐαγγελίῳ, καὶ ἑνότητι καθαρᾶς τροφῆς.Ὁ δὲ νεανίσκος πεισθεὶς διὰ τοῦ κυρίου ἐζήτει πρόφασιν ὅπως τὸν Ἰούδαν φυγαδεύσῃ. ἐν ᾧ δὲ ἐνεθυμεῖτο ἐφίκετο ὁ βασιλεύς· καὶ οἱ στρατιῶται παραλαβόντες τὸν Ἰούδαν ἐξήγαγον. συνεξῄει δὲ αὐτῷ ὁ Οὐαζάνης καὶ παρ᾽ αὐτῷ ἕστηκεν. καθεσθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν εἰσαχθῆναι τὸν Ἰούδαν εἰς τὰ ὀπίσω δεδεμένον τὰς χεῖρας. ἀχθεὶς δὲ εἰς τὸ μέσον ἔστη· καὶ λέγει ὁ βασιλεύς· Εἰπέ μοι τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα ποιεῖς. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· Ἄνθρωπός εἰμι κατὰ σέ, δυνάμει Ἰησοῦ Χριστοῦ ταῦτα ποιῶ. Καὶ ὁ Μισδαῖός φησιν· Τὴν ἀλήθειαν εἰπὲ πρὶν ἤ σε ἀπολέσω. Καὶ ὁ Ἰούδας λέγει· Οὐκ ἔχεις ἐξουσίαν ὡς νομίζεις κατ᾽ ἐμοῦ, καὶ οὐδέν με βλάψεις. Ἀγανακτήσας δὲ ὁ βασιλεὺς ἐπὶ τοῖς ῥηθεῖσιν ἐκέλευσεν πλάκας πυρῶσαι καὶ στῆσαι αὐτὸν ἐπάνω αὐτῶν ἀνυπόδετον· ὑπολυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν ἔλεγεν· Βέλτιόν ἐστιν ἡ σοφία τοῦ θεοῦ ὑπὲρ τὴν τῶν ἀνθρώπων σοφίαν. σὺ κύριε βασιλεῦ καὶ ἡ χρηστότης σου ἀντιστήτω τῷ θυμῷ αὐτοῦ. Ἐνέγκαντες δὲ τὰς πλάκας ἐοικυίας πυρὶ ἔστησαν ἐπάνω αὐτῶν τὸν ἀπόστολον· καὶ εὐθέως ὕδωρ ἀνεδόθη ἀθρόον ἐκ τῆς γῆς, ὥστε τὰς πλάκας καταποθῆναι· καὶ οἱ κρατοῦντες αὐτὸν ἐάσαντες ἀνεχώρησαν.