Oratio III contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

41. Παύσασθε τοιγαροῦν, ὧ θεοστυγεῖς, καὶ μὴ ταπεινοῦτε τὸν Λόγον· μηδὲ παραιρεῖσθε τὴν θεότητα αὐτοῦ, ἥτις ἐστι τοῦ [*](c. 4.) Πατρὸς, ὡς δεομένου, ἢ ἀγνοοῦντος· ἵνα μὴ τὰ ἑαυτῶν ἐπιῤῥίπτητε τῷ Χριστῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰουδαῖοι. Οὐ γὰρ τοῦ Λόγου, ᾗ Λόγος ἐστὶ, ταῦτα τυγχάνει ὄντα, [*](Cp. c. 56.) ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος τὴν χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγίνετο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ Σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες, καὶ ὡς ἀλλότρια ταῦτα Θεοῦ τυγχάνει ὄντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ, Εἰ γὰρ καὶ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη· καὶ εἰ ἡ σάρξ θεοφορεῖται ἐν τῷ Λόγῳ, ἀλλʼ ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ Λόγου. Τὰ γοῦν ἔργα τοῦ Πατρὸς διὰ τῆς σαρκὸς ἐποίει· καὶ οὐδὲν ἧττον πάλιν τὰ πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ· οἷον ἐπυνθάνετο καὶ ἤγειρε [*](Cp. c. 46.) Λάζαρον· ἐπέπληττε τῇ μητρὶ, λέγων, ‘οὔπω ἥκει ἡ ὥρα μου,’ [*](John ii. 4.) καὶ εὐθὺς τὸ ὕδωρ οἷνον ἐποίει. Ἀληθινὸς γὰρ Θεὸς ἦν ἐν τῇ [*](Cp. c. 53; i. 44.) σαρκὶ, καὶ ἀληθὴς σὰρξ ἦν ἐν τῷ Λόγῳ. Διὰ τοῦτο ἐκ μὲν τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν Υἱόν τε τοῦ Θεοῦ, καὶ τὸν ἑαυτοῦ Πατέρα· ἐκ δὲ τῶν τῆς σαρκὸς παθῶν ἐδείκνυεν ὅτι ἀληθὲς ἐφόρει σῶμα, καὶ ἴδιον ἢν αὐτοῦ τοῦτο.

42. Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, ‘Περὶ δὲ τῆς ἡμέρας [*](Mark xiii. 32.) καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,ʼ διερευνήσωμεν. [*]((15.)) Τοῦτο μὲν γὰρ μεγάλως μάλιστα ἀγνοήσαντες, καὶ ἐν τούτῳ σκοτοδινιῶντες, μεγάλην νομίζουσινἔχειν ἐν τούτῳ πρόφασιν τῆς αἱρέσεως αὐτῶν. Ἐγὼ δὲ καὶ τοῦτο προφασιζομένους

196
αὐτοὺς, καὶ ἐν τούτῳ παρασκευαζομένους τοὺς αἱρετικοὺς, [*](Cp. ii. 32.) ὡς τοὺς γίγαντας, πάλιν θεομαχοῦντας αὐτοὺς ὁρῶ. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Κύριος, διʼ οὗ τὰ πάντα γέγονε, κρίνεται παῤ αὐτοῖς περὶ ἡμέρας καὶ ὥρας· καὶ ὁ τὰ πάντα γινώσκων Λόγος κατηγορεῖται παῤ αὐτῶν, ὡς ἀγνοῶν περὶ ἡμέρας· καὶ ὁ γινώσκων Υἱὸς τὸν Πατέρα λέγεται ἀγνοεῖν ἡμέρας ὥραν· ὧν τί ἂν τίς ἀφρονέστερον εἴποι, ἢ ποίαν τίς τούτοις ἐξισώσοι μανίαν; Διὰ τοῦ Λόγου γέγονε τὰ πάντα, καὶ χρόνοι, καὶ καιροὶ, καὶ [*](Cp. ii. 78.) νὺξ, καὶ ἡμέρα, καὶ πᾶσα ἡ κτίσις· καὶ ἀγνοεῖν ὁ δημιουργὸς τὸ ποίημα λέγεται; καὶ αὐτὸς μὲν οὖν ὁ εἱρμὸς τοῦ ἀναγνώσματος δείκνυσιν εἰδέναι τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ὥραν, καὶ τὴν ἡμέραν, κἂν οἱ Ἀρειανοὶ τῇ ἀγνοίᾳ καταπίπτωσιν. Εἰρηκὼς γὰρ, ‘οὐδὲ ὁ Υἱὸς,’ διηγεῖται τοῖς μαθηταῖς τὰ πρὸ τῆς ἡμέρας, λέγων· [*](Mark. xiii. 7 sq.) ‘Τάδε ἔσται καὶ τάδε, εἶτα τὸ τέλος.’ Ὁ δὲ τὰ πρὸ τῆς ἡμέρας λέγων οἶδε πάντως καὶ τὴν ἡμέραν, ἥτις μετὰ τὰ προειρημένα φανήσεται. Εἰ δὲ μὴ ᾔδει τὴν ὥραν, οὐκ ἂν τὰ πρὸ αὐτῆς ἐσήμανεν, οὐκ εἰδὼς πότε ἔσται ἡ ὥρα. Καὶ ὥσπερ ἄν τις οἰκίαν ἢ πόλιν τοῖς ἀγνοοῦσι σημᾶναι θέλων, τὰ μὲν πρὸ τῆς οἰκίας ἢ τῆς πόλεως διεξίοι· ἐπειδὰν δὲ πάντα σημάνας λέγοι, ‘Εἶςʼ εὐθὺς ἡ πόλις ἢ ἡ οἰκία· οἶδε πάντως ὁ σημαίνων, ποῦ τε ἡ οἰκία ἢ ἡ πόλις ἐστίν· (οὐκ ἂν γὰρ εἰ μὴ ἐγίνωσκεν, ἐσήμανε τὰ πρὸ ἐκείνων, μή ποτε διʼ ἄγνοιαν ἢ μακρὰν ἀποστήσῃ τοὺς ἀκούοντας, ἢ αὐτὸς λέγων, λάθῃ καὶ ὑπερβῇ τὸ σημαινόμενον·) οὕτω λέγων ὁ Κύριος τὰ πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας, οἶδεν ἀκριβῶς, καὶ οὐκ ἀγνοεῖ, πότε ἡ ὥρα καὶ ἡ ἡμέρα ἐνίσταται.

43. Τίνος οὖν ἕνεκεν, γινώσκων, οὐκ εἶπε φανερῶς τότε τοῖς μαθηταῖς, οὐδενός ἐστι περιεργάσασθαι, ἃ σεσιώπηκεν αὐτός. [*](Rom. xi. 34.) ‘Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;’ Τίνος δὲ χάριν γινώσκων ἔλεγεν, ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδεν,ʼ οὐδένα τῶν πιστῶν ἀγνοεῖν οἶμαι, ὅτι καὶ τοῦτο οὐδὲν ᾗττον διὰ τὴν σάρκα ὡς ἄνθρωπος ἔλεγεν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐλάττωμα [*](c. 53. 58; iv. 36.) τοῦ Λόγου ἐστὶν, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν ἴδιον καὶ τὸ ἀγνοεῖν. Καὶ τοῦτο πάλιν ἄν τις ἴδοι καλῶς, ἐὰν καὶ τὸν καιρὸν ἐξετάζῃ μετὰ συνειδήσεως ἀγαθῆς, πότε καὶ τίσιν ἔλεγε ταῦτα ὁ Σωτήρ. Οὐ τοίνυν ὅτε ὁ οὐρανὸς δι᾿ αὐτοῦ ἐγένετο, [*](Prov. viii. 29.) οὐδʼ ὅτε ἦν παῤ αὐτῷ τῷ Πατρὶ ὁ Λόγος ‘ἁρμόζωνʼ τὰ πάντα,

197
οὐδὲ πρὸ τοῦ γενέσθαι ἄνθρωπος ἔλεγε ταῦτα· ἀλλʼ ὅτε ‘ὁ Λόγος σὰρξ ἐγένετο.’ Διὰ τοῦτο καὶ πάντα, ὅσα μετὰ τὸ γενέσθαι ἄνθρωπος, ἀνθρωπίνως λέγει, ταῦτα τῇ ἀνθρωπότητι δίκαιον ἀνατιθέναι. Τοῦ μὲν γὰρ Λόγου ἴδιόν ἐστιν εἰδέναι τὰ πεποιημένα, καὶ τούτων τὴν ἀρχὴν καὶ τὸ τέλος μὴ ἀγνοεῖν· αὐτοῦ γάρ ἐστιν ἔργα· καὶ οἶδεν ὁπόσα, καὶ ἕως τίνος τὴν σύστασιν αὐτῶν εἰργάσατο. Εἰδὼς δὲ τὴν ἀρχὴν ἑκάστου καὶ τὸ τέλος, οἶδε πάντως καὶ τὸ καθόλου καὶ κοινὸν πάντων τέλος. Ἀμέλει λέγων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ, ‘Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν,ʼ δῆλός ἐστιν [*](John xvii. 1.) ὅτι καὶ τὴν περὶ τοῦ πάντων τέλους ὥραν, ὡς μὲν Λόγος, γινώσκει, ὡς δὲ ἄνθρωπος, ἀγνοεῖ· ἀνθρώπου γὰρ ἴδιον τὸ ἀγνοεῖν, καὶ μάλιστα ταῦτα. Ἀλλὰ καὶ τοῦτο τῆς φιλανθρωπίας ἴδιον τοῦ Σωτῆρος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος, οὐκ ἐπαισχύνεται διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα δείξῃ ὅτι, εἰδὼς ὡς Θεὸς, ἀγνοεῖ σαρκικῶς. Οὐκ εἴρηκε γοῦν, ‘οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ οἷδεν,ʼ ἵνα μὴ ἡ θεότης ἀγνοοῦσα φαίνηται· ἀλλʼ ἀπλῶς, ‘οὐδὲ ὁ Υἱὸς,ʼ ἵνα τοῦ ἐξ ἀνθρώπων γενομένου Υἱοῦ ἡ ἄγνοια ᾖ.

44. Διὰ τοῦτο καὶ περὶ ἀγγέλων λέγων, οὐκ εἴρηκεν ἐπαναβαίνων, ὅτι ‘οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον·ʼ ἀλλʼ ἐσιώπησε, δεικνὺς κατὰ δύο ταῦτα, ὅτι εἰ τὸ Πνεῦμα οἶδεν, πολλῷ μᾶλλον ὁ Λόγος, Λόγος ἐστὶν, οἶδε, παῤ οὗ καὶ τὸ Πνεῦμα λαμβάνει· [*](c. 24.) καὶ ὅτι, περὶ τοῦ Πνεύματος σιωπήσας, φανερὸν πεποίηκεν ὅτι περὶ τῆς ἀνθρωπίνης αὐτοῦ λειτουργίας ἔλεγεν, ‘οὐδὲ ὁ Υἱός.’ Καὶ τούτου τεκμήριον, ὅτι, ἀνθρωπίνως εἰρηκὼς, ‘οὐδὲ ὁ Υἱὸς οἷδε,’ δείκνυσιν ὅμως θεϊκῶς ἑαυτὸν τὰ πάντα εἰδότα, Ὃν γὰρ λέγει Υἱὸν τὴν ἡμέραν μὴ εἰδέναι, τοῦτον εἰδέναι λέγει τὸν Πατέρα· ‘οὐδεὶςʼ γὰρ, φησὶ, ‘γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ [*](Matt. xi. 27.) Υἱός.’ Πᾶς δὲ πλὴν τῶν Ἀρειανῶν συνομολογήσειεν ὡς ὁ τὸν Πατέρα γινώσκων πολλῷ μᾶλλον οἶδε τῆς κτίσεως τὸ ὅλον· ἐν δὲ τῷ ὅλῳ καὶ τὸ τέλος ἐστὶ ταύτης. Καὶ εἰ ἤδη δὲ ὥρισται ἡ ἡμέρα καὶ ἡ ὥρα παρὰ τοῦ Πατρὸς, δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ ὥρισται, καὶ οἶδεν αὐτὸς τὸ διʼ αὐτοῦ ὁρισθέν. Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ Υἱοῦ γέγονέ τε καὶ ὥρισται· οὐκοῦν αὐτὸς, δημιουργὸς ὢν τοῦ παντὸς, οἶδεν ὁποῖον καὶ ὁπόσον, καὶ ἕως τίνος

198
αὐτὸ γενέσθαι βεβούληται ὁ Πατήρ· ἐν δὲ τῷ πόσῳ καὶ μέχρι τίνος ἐστὶν ἡ τούτων ἀλλαγή. Πάλιν τε εἰ ‘πάντα τὰ τοῦ Πατρὸς [*](John. xvi. 15.) τοῦ Υἱοῦ ἐστιν,’ (τοῦτο γὰρ αὐτὸς εἴρηκε·) τοῦ δὲ Πατρός ἐστι τὸ εἰδέναι τὴν ἡμέραν, δῆλον ὅτι καὶ ὁ Υἱὸς οἴδεν, ἴδιον ἔχων καὶ τοῦτο ἐκ τοῦ Πατρός. Καὶ πάλιν, εἰ ὁ Υἱὸς ‘ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ’ οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, φανερὸν ὅτι καὶ ὁ Υἱὸς, ἐν τῷ Πατρὶ ὢν καὶ εἰδὼς τὰ ἐν τῷ Πατρὶ, οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. Εἰ δὲ καὶ εἰκών ἐστιν ἀληθινὴ τοῦ Πατρὸς ὁ Υἱὸς, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, δῆλον ὅτι καὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα [*](Ib. i. 3.) τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει. Καὶ οὐ θαυμαστὸν, εἰ δι᾿ οὗ ‘τὰ [*](Col. i. 17.) πάντα γέγονε, καὶ ἐν ᾧ ‘συνέστηκεʼτὰ ὅλα, οἶδεν αὐτὸς τὰ γενόμενα, καὶ πότε τούτων ἑκάστου καὶ κοινῇ τὸ τέλος· ἀλλʼ ὅτι καὶ αὕτη ἡ προπέτεια, πρέπουσα τῇ μανίᾳ τῶν Ἀρειομανιτῶν οὖσα, εἰς τοσαύτην ἡμᾶς ἀπολογίαν ἠνάγκασεν ἐλθεῖν. Συναριθμοῦντες γὰρ τοῖς γενητοῖς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀίδιον Λόγον, κατʼ ὀλίγον καὶ αὐτὸν τὸν Πατέρα ἐλάττονα τῆς κτίσεως μελετῶσι λέγειν. Εἰ γὰρ ὁ τὸν Πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, φοβοῦμαι μὴ μείζων ἔσται, ὡς ἂν ἐκεῖνοι μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις τῆς περὶ τοῦ Πατρὸς γνώσεως.

45. Ἀλλʼ ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασφημοῦντες, προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης [*](Mark iii. 29.) ‘ἄφεσιν,ʼ ὡς ὁ Κύριος εἴρηκεν· οἱ δὲ φιλόχριστοι καὶ Χριστοφόροι γινώσκομεν ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλεγεν, ‘οὐκ οἶδα·ʼ οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρκα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ὢν, σαρκικῶς ἔλεγεν, ‘οὐκ οἶδα,’ Τότε γοῦν εἰρηκὼς ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδε,ʼ καὶ τῶν κατὰ Νῶε ἀνθρώπων [*](Matt. xxiv. 42. 44.) τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται,ʼ καὶ πάλιν, ‘ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· διʼ ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἷπον, οὐδὲ ὁ Υἱός.’ Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα·’ καὶ, ‘ᾗ οὐ δοκῶ ὥρᾳ·’ νῦν δὲ, τοῦτο μὲν οὐκ εἷπεν· εἰρηκὼς δὲ,

199
ὅτι ‘οὐκ οἴδατε ὑμεῖς,’ καὶ, ‘ᾗ οὐ δοκεῖτε,ʼ ἔδειξεν ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν· διʼ οὓς καὶ αὐτὸς, τὴν ὁμοίαν αὐτῶν ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος, ἔλεγεν, ‘οὐδὲ ὁ Υἱὸς οἶδεν·’ ‘οὐκ οἶδεʼ γὰρ σαρκὶ, καίπερ ὡς Λόγος γινώσκων. Καὶ τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν Χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν, ‘οὐκ ἔγνων,’ ἀλλʼ, [*](Matt. xxiv. 39.) ‘οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός. Οἱ μὲν γὰρ ἄνθρωποι οὐκ ἐγίνωσκον· ὁ δὲ τὸν κατακλυσμὸν ἐπαγαγὼν (αὐτὸς δὲ ἦν ὁ Σωτὴρ) ἐγίνωσκε τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ ‘τοὺς [*](Gen. vii. 11, 1.) καταῤῥάκτας τοῦ οὐρανοῦ’ ἤνοιγε, καὶ τὰς ‘ἀβύσσους’ ἐῤῥήγευε, καὶ τῷ Νῶε εἴρηκεν· ‘Εἴσελθε σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κιβωτόν.’ Εἰ δὲ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε, ‘Ἔτι γὰρ [*](Ib. 4.) ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν.ʼ Εἰ δὲ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνει τὴν ἡμέραν, ἔγνω δὲ τὴν ἡμέραν τοῦ κατακλυσμοῦ, οἶδεν ἄρα καὶ τὴν ἡμέραν τῆς ἑαυτοῦ παρουσίας.

46. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ τὴν ὥραν, λέγων, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ [*](Matt. xxv. 13.) τὴν ὥραν,’ ὁ πρὸ ὀλίγου λέγων, ‘οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,ʼ νῦν [*](Mark xiii. 30.) οὐκ εἶπεν, ὅτι ‘ἐγὼ οὐκ οἶδα,ʼ ἀλλʼ ὅτι ‘ὑμεῖς οὐκ οἴδατε.’ Οὔτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς εἶπε τότε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς,ʼ σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ‘ὁ ἐρχόμενος, καὶ αὐτὸς κριτὴς, [*](Matt. xi. 3.) καὶ αὐτὸς ὁ νυμφίος, οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε μέλλει λέγειν, ‘Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, [*](Eph. v. 14.) καὶ ἐπιφαύσει σοι ὁ Χριστός.’ Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος, μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεικῶς δὲ, ἐν τῷ Πατρὶ ὢν Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν ἐστιν ὃ ἀγνοεῖ. Οὕτως καὶ [*](c. 37.) περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι [*](John. xi. 34.) αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν· μεῖζον δὲ τὸ εἰδέναι ποῦ ἦν ἡ ψυχὴ. τοῦ εἰδέναι ποῦ ἔκειτο τὸ σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, [*](Matt. xvi. 13.)

200
καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο, [*](Matt. xi. 27.) δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ γέγονεν ἡ ἀποκάλυψις· ‘οὐδεὶς γὰρ ‘οἶδε τὸν Υἱὸν,’ φησὶν, ‘εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι᾿ Υἱοῦ ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον ὡς αὐτὸς ὁ πυνθανόμενος Κύριος, πρότερον ἀποκαλύψας τῷ Πέτρῳ παρὰ τοῦ Πατρὸς, ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο, ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ἃ ἔμελλε λέγειν ὁ Πέτρος· οἶδεν ἄρα ὁ Υἱὸς, γινώσκων τὰ πάντα, καὶ γινώσκων τὸν ἑαυτοῦ Πατέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε τελειότερον ἄν τι γένοιτο.

47. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ Χριστομάχοι. Ὁ ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς [*](2 Cor. xii. 2.) Κορινθίους ἐπιστολῇ γράφων φησὶν, ‘Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε,’ Τί τοίνυν φατέ; οἶδεν ὁ ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, ‘οὐκ οἶδα,ʼ ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες [*](Cp. ii. 43.) πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρανομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν Λόγον, μήτε ἃ ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε λέγων, ‘οὐκ οἶδα· (εἶχε γὰρ ἐν ἑαυτῷ τὸν Χριστὸν ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα·) πῶς οὐκ ἀληθῶς ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκριτός ἐστιν αὐτῶν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέγοντα, ‘οὐκ οἶδα,ʼ λέγουσιν εἰδέναι, τὸν δὲ Κύριον λέγοντα, ‘οὐκ οἶδαʼ λέγουσι μὴ εἰδέναι; Εἰ γὰρ ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει, ‘οὐκ οἶδα·’ πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ, ‘οὐκ οἷδα;’ Ὁ μὲν οὖν ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ Κυρίου οἶδεν ὃ πέπονθε· διὰ τοῦτο γὰρ καὶ φησὶν, ‘οἶδα ἄνθρωπον ἐν Χριστῷ·’ εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἷδε καὶ [*](4 Kings (2K.) ii. 12, 15–18.) πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἠλίαν ‘εἰς ἓν τῶν ὁρέων ὑπὸ τοῦ

201
Πνεύματος ἐῤῥίφθαι,ʼ αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρακεν. ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων, σεσιώπηκε, καὶ συνεχώρησεν ἀπελθεῖν. Ἆῤ οὖν, ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν; ἐγίνωσκε μὲν οὖν· ἀλλʼ ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵνʼ ἐκεῖνοι, πεισθέντες, μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως Ἠλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος, αὐτὰς ὢν ὁ ἁρπαγεὶς, οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἠλίας ἐγίνωσκε· καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀνελήφθη. Λέγει δὲ ὅμως ὁ Παῦλος, ‘οὐκ οἶδα,ʼ δύο τούτων χάριν, ὥς γε νομίζω· ἑνὸς μὲν, ὡς αὐτὸς εἶπεν, ἵνα μὴ ‘διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων’ [*](2 Cor. xii.  7, 6.) ἕτερόν τις αὐτὸν ‘λογίσηται, ὑπὲρ ὃ βλέπει·’ ἑτέρου δὲ, ὅτι, τοῦ Σωτῆρος εἰπόντος, ‘οὐκ οἶδα,ʼ ἔπρεπε καὶ αὐτὸν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα μὴ φαίνηται ‘δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ [*](Matt. x. 24.) μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.ʼ

48. Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον αὐτὸς οἷδε. Καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας, οἷδε, καθὰ προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα· καὶ ὅμως εἰδὼς, λέγει, ‘οὐδὲ ὁ Υἱὸς οἶδε.’ Τίνος μὲν οὖν χάριν τότε εἶπεν, ‘οὐκ οἶδα,ʼ ἃ αὐτὸς, ὡς Δεσπότης, οἶδεν; Ὡς διερευνῶντα στοχάζεσθαι χρὴ. τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο πεποίηκε· (παράσχοι δὲ αὐτὸς τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας.) Ἐν ἀμφοτέροις ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ Σωτήρ· εἰ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μὴ, ὡς εἶπεν αὐτὸς, ξενισθῶμεν, μηδὲ ‘θροηθῶμεν,’ γινομένων αὐτῶν, [*](Matt. xxiv. 6.) ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν· περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν ὅτι ‘οἶδα·’ ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖπον, εἶπεν ὅτι ‘οὐκ οἶδα·’ ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε τοὺς μαθητὰς, ἢ εἰρηκὼς, παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὃ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ διʼ ἡμᾶς ‘ὁ Λόγος σὰρξ ἐγένετο.’ Διʼ ἡμᾶς τοίνυν εἶπε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς οἶδε·’ καὶ οὔτε ἐψεύσατο τοῦτο εἰρηκώς (ἀνθρωπίνως γὰρ εἶπεν, ὡς ἄνθρωπος, ‘οὐκ οἶδα’), οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι εἰπεῖν· εἰρηκὼς γὰρ, ‘οὐκ οἶδα,ʼ ἔστησε κἀκείνων τὴν ἐρώτησιν. Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ἡνίκα

202
[*](Ps. xvii. (xviii.) 10.) ἐπέβη’ τοῖς ἀγγέλοις, ἀναβαίνων ὡς ἄνθρωπος, καὶ ἀναφέρων εἰς τὸν οὐρανὸν ἣν ἐφόρει σάρκα· ὅτε καὶ οἱ μαθηταὶ τοῦτο [*](Acts i. 7.) βλέποντες, πάλιν ἠρώτων, ‘Πότε τὸ τέλος ἔσται, καὶ πότε σὺ [*](Al. καὶ εἴπεν.) παραγίνῃ;’ εἶπεν αὐτοῖς φανερώτερον, ‘Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.’ Καὶ οὐκ εἶπε τότε, ‘οὐδὲ ὁ Υἱὸς,’ ὥσπερ εἶπεν πρὸ τούτου ἀνθρωπίνως, ἀλλʼ, ‘ὑμῶν οὐκ ἔστι γνῶναι Λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα, [*](Cp. c. 38; i. 42.) καὶ ἀποθεμένη τὴν νέκρωσιν, καὶ θεοποιηθεῖσα· καὶ οὐκέτι ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, [*](Acts i. 7, 8.) ἀλλὰ λοιπὸν θεϊκῶς διδάξαι, ὅτι ‘οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν.’ Τίς δὲ ἡ δύναμις τοῦ Πατρὸς ἢ ὁ Υἱός; [*](1 Cor. i. 24.) ‘Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία.’

49. Οἶδεν ἄρα ὁ Υἱὸς, Λόγος ὤν· τοῦτο γὰρ λέγων ἐσήμαινεν, ὅτι ‘ἐγὼ οἶδα, ἀλλʼ οὐκ ἔστιν ὑμῖν γνῶναι· διʼ ὑμᾶς γὰρ καὶ ἐν τῷ ὄρει καθήμενος σαρκικῶς εἶπον, “οὐδὲ ὁ Υἱὸς οἶδε,” διὰ τὸ ὑμῶν καὶ πάντων συμφέρον· συμφέρει γὰρ ὑμίν καὶ περὶ τῶν ἀγγέλων καὶ περὶ τοῦ Υἱοῦ οὕτως ἀκοῦσαι, διὰ τοὺς ἐσομένους [*](2 Cor. xi. 14.) μετὰ ταῦτα πλάνους, ἵνα, κἂν “ὡς ἄγγελοι μετασχηματίσωνται” δαίμονες, καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν, μὴ πιστεύσητε, ὡς ἀγνοούντων αὐτῶν. Ἂν δὲ καὶ ὁ Ἀντίχριστος μεταποιήσας ἑαυτὸν λέγῃ, “Ἐγώ εἰμι ὁ Χριστὸς,” καὶ πειράσῃ καὶ αὐτὸς περὶ τῆς ἡμέρας καὶ συντελείας λέγειν, πρὸς τὸ πλανῆσαι τοὺς ἀκούοντας· ἔχοντες ὑμεῖς παῤ ἐμοῦ τὴν φωνὴν, ὅτι “οὐδὲ ὁ Υἱὸς,” μηδὲ ἐκείνῳ πιστεύσητε.” Ἄλλως τε οὐδὲ εἰδέναι πάλιν πότε τὸ τέλος, ἢ πότε τοῦ τέλους ἡ ἡμέρα, συμφέρει τοῖς ἀνθρώποις, ἵνα μὴ, γνόντες, καταφρονηταὶ τοῦ μεταξὺ χρόνου γένωνται, περιμένοντες τὰς ἐγγὺς τοῦ τέλους ἡμέρας· τότε γὰρ μόνον ἑαυτῶν ἐπιμελεῖσθαι προφασίσονται. Διὰ τοῦτο καὶ τὸ ἑκάστου τέλος τοῦ θανάτου σεσιώπηκεν, ἵνα μὴ, προφάσει τῆς γνώσεως φυσιωθέντες, οἱ ἄνθρωποι ἀμελεῖν ἑαυτῶν τὸ πλεῖστον ἄρξωνται τοῦ χρόνου. Ἀμφότερα δὴ οὖν, καὶ τὸ καθόλου τέλος, καὶ τὸ ἑκάστου πέρας ἔκρυψεν ἀφʼ ἡμῶν ὁ Λόγος (καὶ γὰρ καὶ ἐν τῷ καθόλου τὸ ἑκάστου τέλος ἐστὶ, καὶ ἐν τῷ ἑκάστου τέλει τὸ καθόλου συνάγεται), ἵνα, ἀδήλου αὐτοῦ ὄντος καὶ ἀεὶ προσδοκωμένου, καθʼ ἡμέραν ὡς καλούμενοι προκόπτωμεν, ‘τοῖς ἔμπροσθεν

203
ἐπεκτεινόμενοι, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι.’ Τίς γὰρ, [*](Phil. iii. 13.) γινώσκων μὲν τὴν ἡμέραν τοῦ τέλους, οὐχ ὑπερτίθεται, τὸν μεταξὺ χρόνον· ἀγνοῶν δὲ, οὐ καθʼ ἡμέραν ἕτοιμος γίνεται; Διὰ τοῦτο γὰρ ἐπὶ τούτοις ἐπέφερεν ὁ Σωτὴρ, λέγων· ‘Γρηγορεῖτε [*](Cp. Matt. xxiv. 42, 44.) οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται·’ καὶ, ‘ᾖ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται·’ διὰ τὸ συμφέρον ἄρα τὸ ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκε. Καὶ γὰρ καὶ τοῦτο λέγων, βούλεται διὰ παντὸς ἡμᾶς ἑτοίμους γενέσθαι· ‘Ὑμεῖς γὰρ,ʼ φησὶν, ‘οὐκ οἴδατε· ἐγὼ δὲ ὁ Κύριος οἶδα πότε ἔρχομαι, κἂν οἱ Ἀρειανοί με μὴ προσδοκῶσι Λόγον ὄντα τοῦ Πατρός.’

50. Ὁ μὲν οὖν Κύριος, τὸ ἡμῶν συμφέρον ὑπὲρ ἡμᾶς γινώσκων, οὕτως ἠσφαλίσατο τοὺς μαθητάς· καὶ αὐτοὶ ταῦτα μαθόντες, διωρθώσαντο μέλλοντας ἐν τούτῳ πλανᾶσθαι τοὺς ἀπὸ [*](2 Thess. ii. 2.) Θεσσαλονίκης. Ἐπειδὴ δὲ οἱ Χριστομάχοι οὐδʼ οὕτω καταδύονται, βούλομαι, καίπερ εἰδὼς σκληροτέραν ἔχοντας αὐτοὺς τοῦ Φναραὼ τὴν καρδίαν, ἐρωτῆσαι πάλιν καὶ περὶ τούτου. Ἐν τῷ παραδείσῳ πυνθάνεται ὁ Θεὸς λέγων, ‘Ἀδὰμ, ποῦ εἶ;ʼ [*](Gen. iii. 9.) ἐξετάζει δὲ καὶ τὸν Κάϊν· ‘Ποῦ Ἄβελ ὁ ἀδελφός σου;’ Τί [*](Ib. iv. 9.) τοίνυν καὶ περὶ τούτου φατέ; εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομίζετε, καὶ διὰ τοῦτο πυνθάνεσθαι, Μανιχαίοις μὲν ἤδη προσετέθητε· [*](Cp. S. Aug. c. Faust. xxii. 4.) αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ, φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι, βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται, τί ἄτοπον ἢ τί ξένον ὁρῶντες, οὕτω πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυνθάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον καὶ ὑμεῖς νεανιεύησθε [*](Ib. iii. 9.) ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι, τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ, ὃ καλῶς (16.) μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε, Τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ διεφθαρμένη διάνοια δειχθῇ.

51. Φησὶ τοίνυν ὁ Λουκᾶς· ‘Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ [*](Luke ii. 52.) καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.’ Τὸ μὲν οὖν ῥητόν ἐστι τοῦτο· ἐπειδὴ δὲ καὶ ἐν τούτῳ προσκόπτουσιν,

204
[*](Cp. Matt. xxii. 42.) ἀναγκαῖον πάλιν αὐτοὺς ὡς τοὺς Φαρισαίους καὶ τοὺς Σαδδουκαίους ἐρωτῆσαι, περὶ οὗ φησιν ὁ Λουκᾶς. Ἔστι δὲ οὕτως· Ἰησοῦς Χριστὸς ἄνθρωπός ἐστιν, ὡς οἱ ἄλλοι πάντες ἄνθρωποι, ἢ Θεός [*](c. 32.) ἐστι σάρκα φορῶν; Εἰ μὲν οὖν κοινὸς ἄνθρωπος κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ αὐτός ἐστιν, ἔστω πάλιν ὡς ἄνθρωπος [*](c. 26; i. 38.) ‘προκόπτων.’ Τοῦτο μέντοι τοῦ Σαμοσατέως ἐστὶ τὸ φρόνημα, ὃ τῇ μὲν δυνάμει καὶ ὑμεῖς φρονεῖτε, τῷ δὲ ὀνόματι μόνον ἀρνεῖσθε διὰ τοὺς ἀνθρώπους. Εἰ δὲ Θεός ἐστι σάρκα φορῶν, ἐπειδὴ καὶ τοῦτό ἐστιν ἀληθῶς, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ [*](Phil. ii. 6.) Θεὸς ὢν ἐπὶ γῆς κατῆλθε, ποίαν εἶχε προκοπὴν ὁ ‘ἴσα Θεῶʼ [*](Cp. i. 43.) ὑπάρχων; ἢ ποῦ εἶχεν αὐξάνειν ὁ Υἱὸς, ἀεὶ ὢν ἐν τῷ Πατρί; Εἰ γὰρ ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ προκόπτει, τί ἄρα ἐστὶν ἐπέκεινα τοῦ Πατρὸς, ἵνʼ ἀπὸ τούτου καὶ προκόψῃ; ἔπειτα ὡς ἐπὶ τοῦ λαβεῖν καὶ δοξασθῆναι τὰ αὐτὰ καλὸν εἰπεῖν· εἰ ἄνθρωπος [*](c. 39.) γενόμενος προέκοπτε, δῆλόν ἐστιν ὡς, πρὸ τοῦ γενέσθαι ἄνθρωπος, ἀτελὴς ἦν· καὶ μᾶλλον ἡ σὰρξ αἰτία τῆς τελειώσεως αὐτοῦ γέγονεν, ἢ αὐτὸς τῆς σαρκός. Πάλιν τε εἰ Λόγος ὢν προκόπτει, τί μεῖζον ἔχει γενέσθαι Λόγου καὶ Σοφίας, καὶ Υἱοῦ, καὶ Θεοῦ δυνάμεως; ταῦτα γάρ ἐστιν ὁ Λόγος, ὧν εἴ τις ὡς ἀκτῖνα μετασχεῖν πως δύναιτο, ὁ τοιοῦτος παντέλειος ἐν ἀνθρώποις, καὶ [*](ii. 27.) ἴσος ἀγγέλοις γίνεται. Καὶ γὰρ καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ κυριότητες, καὶ πᾶσαι αἱ δυνάμεις, καὶ θρόνοι, τοῦ Λόγου [*](Matt. xviii. 10.) μετέχοντες, ‘βλέπουσι διαπαντὸς τὸ πρόσωπον τοῦ Πατρὸς αὐτοῦ.’ Πῶς οὖν ὁ ἄλλοις τὴν τελειότητα παρασχὼν αὐτὸς [*](Luke ii. 9–13.) μετʼ ἐκείνους προκόπτει; ἄγγελοι γὰρ καὶ τὴν ἀνθρωπίνην αὐτοῦ γένεσιν διηκόνησαν· καὶ τὸ λεγόμενον παρὰ τοῦ Λουκᾶ μετὰ τὴν διακονίαν τῶν ἀγγέλων εἴρηται. Πῶς οὖν ὅλως κἂν εἰς ἐνθύμησιν ἐλθεῖν ἀνθρώπου δύναται; ἢ πῶς ἡ Σοφία ἐν σοφίᾳ προέκοπτεν; ἢ πῶς ὁ ἄλλοις χάριν διδοὺς (καθὼς ὁ Παῦλος, διὰ πάσης ἐπιστολῆς διʼ αὐτοῦ δίδοσθαι τὴν χάριν [*](2. Thess. iii. 18, etc.) γινώσκων, φησὶν, ‘Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶνʼ), αὐτὸς ἐν χάριτι προέκοπτεν; ἢ γὰρ ψεύδεσθαι τὸν ἀπόστολον λεγέτωσαν, ἢ μηδὲ Σοφίαν εἶναι τὸν Υἱὸν λέγειν τολμάτωσαν. Ἢ εἰ Σοφία ἐστὶν, ὡς εἶπεν ὁ Σολομὼν, [*](1 Cor. i. 24.) καὶ ὁ Παῦλος ἔγραψε, ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,’ ποίαν ἡ Σοφία προκοπὴν ἐπεδέχετο;

205

52. Ἄνθρωποι μὲν γὰρ, κτίσματα τυγχάνοντες, ἐπεκτείνεσθαί πως καὶ προκόπτειν ἐν ἀρετῇ δύνανται. Ἐνὼχ γοῦν οὕτω ‘μετετέθη,’ [*](Heb. xi. 5.) καὶ Μωσῆς αὐξάνων ἐτελειοῦτο, Ἰσαὰκ δὲ προκόπτων [*](Gen. xxvi. 13.) ‘ἐγίνετο μέγας,’ καὶ ὁ ἀπόστολος ‘ἐπεκτείνεσθαιʼ καθʼ ἡμέραν [*](Phil. iii. 13.) τοῖς ἔμπροσθεν ἔλεγεν· εἶχε γὰρ ἕκαστος ποῦ προκόψει, βλέπων εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ὁ μόνος ὢν, ποῦ εἶχεν ἐπεκτείνεσθαι; πάντα γὰρ εἰς αὐτὸν βλέποντα προκόπτει· αὐτοὺς δὲ, μόνος ὢν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφʼ οὗ [*](c. 6.) οὐδὲ ἐπεκτείνεται, ἀλλʼ ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρώπων μὲν οὖν ἐστι τὸ προκόπτειν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ἐπεὶ προκόπτειν οὐκ εἶχε, τέλειος ὢν ἐν τῷ Πατρὶ, ‘ἐταπείνωσεν ἑαυτὸνʼ [*](Phil. ii. 8.) ὑπὲρ ἡμῶν, ἵνα ἐν τῷ ἐκείνου ταπεινῷ μᾶλλον ἡμεῖς αὐξῆσαι δυνηθῶμεν. Ἡ δὲ αὔξησις ἡμῶν οὐκ ἄλλη τίς ἐστιν ἢ τὸ ἀφίστασθαι μὲν τῶν αἰσθητῶν, εἰς αὐτὸν δὲ τὸν Λόγον γενέσθαι· ἐπεὶ καὶ τὸ ἐκείνου ταπεινὸν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ λαβεῖν τὴν [*](i. 41.) ἡμετέραν σάρκα. Οὐκ ἄρα ὁ Λόγος ἦν, ᾗ Λόγος ἐστὶν, ὁ προκόπτων, ὁ τέλειος ἐκ τελείου ὢν τοῦ Πατρὸς, ὁ μηδενὸς δεόμενος, [*](Cp. ii. 35.) ἀλλὰ καὶ τοὺς ἄλλους εἰς προκοπὴν ἀνάγων. Ἀλλὰ ἀνθρωπίνως εἴρηται καὶ ἐνταῦθα τὸ προκόπτειν· ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ πάλιν ἡ προκοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς οὕτω μετὰ ἀκριβοῦς τῆς παρατηρήσεως λέγων τῇ ‘προκοπῇʼ συνῆψε τὴν ‘ἡλικίαν·’ Λόγος δὲ καὶ Θεὸς ἡλικίᾳ οὐ μετρεῖται, ἀλλὰ τῶν σωμάτων εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή· αὐτοῦ γὰρ προκόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις τῆς θεότητος τοῖς ὁρῶσιν· ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο, τοσούτῳ πλεῖον ἡ χάρις ηὔξανεν ὡς ἀνθρώπου παρὰ πᾶσιν ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζετο· παῖς δὲ γενόμενος, ἀπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου· [*](Luke ii. 46.) κατʼ ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τοῦ Λόγου φανεροῦντος ἑαυτὸν ἐν αὐτῷ, ὁμολογεῖται λοιπὸν παρὰ μὲν Πέτρου πρῶτον, εἶτα καὶ παρὰ πάντων, ὅτι ‘ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν [*](Matt. xvi. 16; xxvii. 54.) οὗτος·’ εἰ καὶ Ἰουδαῖοι, οἵ τε παλαιοὶ καὶ οἱ νέοι οὗτοι, θέλοντες ‘καμμύουσι τοὺς ὀφθαλμοὺς, ἵνα μὴ βλέπωσιν,ʼ ὅτι τὸ ‘ἐν σοφίᾳ [*](Ib. xiii. 15.) προκόπτεινʼ οὐκ ἔστι τὴν Σοφίαν αὐτὴν προκόπτειν, ἀλλὰ τὸ ἀνθρώπινον μᾶλλον ἐν αὐτῇ προκόπτειν. Καὶ Ἰησοῦς γὰρ [*](Luke ii. 52.) προέκοπτε σοφίᾳ καὶ χάριτι· εἰ χρὴ δὲ καὶ πιθανῶς μετὰ τοῦ

206
[*](Prov. ix. 1.) ἀληθοῦς εἰπεῖν, αὐτὸς ἐν ἑαυτῷ προέκοπτε. ‘Ἡ Σοφίαʼ γὰρ ‘ᾠκοδόμησεν ἑαυτῇ οἶκον,ʼ καὶ ἐν ἑαυτῇ τὸν οἶκον προκόπτειν ἐποίει.

53. (Τίς δέ ἐστιν ἡ λεγομένη προκοπὴ ἢ, καθὰ προεῖπον, ἡ παρὰ τῆς Σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ χάρις, ἐξαφανιζομένης ἐν αὐτοῖς τῆς ἁμαρτίας καὶ τῆς ἐν αὐτοῖς φθορᾶς κατὰ τὴν ὁμοιότητα καὶ συγγένειαν τῆς σαρκὸς τοῦ Λόγου;) Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συνεπεδίδοτο ἐν αὐτῷ καὶ ἡ τῆς θεότητος φανέρωσις, καὶ ἐδείκνυτο [*](Cp. i. 44.) παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἦν ἐν τῷ σώματι. 'Ἐὰν δὲ φιλονεικῶσιν, ὅτι ‘Ἰησοῦςʼ ἐκλήθη ‘ὁ Λόγος γενόμενος σὰρξ,ʼ καὶ εἰς αὐτὸν ἀναφέρουσι τὸ λεγόμενον ‘προέκοπτεν,ʼ ἀκουέτωσαν ὅτι οὐδὲ τοῦτο μὲν ἐλαττοῖ τὸ πατρικὸν φῶς (τοῦτο γάρ ἐστιν ὁ Υἱὸς,) δείκνυσι δὲ πάλιν, ὅτι γέγονεν ἄνθρωπος ὁ [*](c. 41.) Λόγος, καὶ ἀληθινὴν ἐφόρεσε σάρκα. Καὶ ὥσπερ εἴπομεν, ὅτι ‘σαρκὶʼ πέπονθε, καὶ ‘σαρκὶʼ ἐπείνα, καὶ ‘σαρκὶʼ ἐκοπίασεν, οὕτω καὶ εἰκότως ἂν λέγοιτο, ὅτι ‘σαρκὶʼ προέκοπτεν. Οὐδὲ γὰρ οὐδὲ ἔξωθεν ὄντος τοῦ Λόγου ἐγίνετο ἡ προκοπὴ, οἵα ἐστὶν, ἣν εἰρήκαμεν· ἐν αὐτῷ γὰρ ἦν ἡ σὰρξ ἡ προκόπτουσα, καὶ αὐτοῦ λέγεται· καὶ τοῦτο ἵνα πάλιν ἡ τῶν ἀνθρώπων προκοπὴ ἄπτωτος διὰ τὸν συνόντα Λόγον διαμείνῃ. Οὔτ’ οὖν τοῦ Λόγου ἡ προκοπὴ, [*](c. 32.) οὔτε ἡ σὰρξ ἦν ἡ Σοφία, ἀλλὰ τῆς Σοφίας σῶμα γέγονεν ἡ σάρξ. Διὰ τοῦτο, ὡς προείπομεν, οὐχ ἡ Σοφία, ᾗ Σοφία ἐστὶν, αὐτὴ καθʼ ἑαυτὴν προέκοπτεν· ἀλλὰ τὸ ἀνθρώπινον ἐν τῇ Σοφίᾳ προέκοπτεν, ὑπεραναβαῖνον κατʼ ὀλίγον τὴν ἀνθρωπίνην [*](c. 31. 35.) φύσιν, καὶ θεοποιούμενον, καὶ ὄργανον αὐτῆς πρὸς τὴν ἐνέργειαν τῆς θεότητος καὶ τὴν ἔκλαμψιν αὐτῆς γινόμενον καὶ φαινόμενον πᾶσι. Διὸ οὐδὲ εἷπεν, ‘ὁ Λόγος προέκοπτεν,ʼ ἀλλʼ ‘ὁ Ἰησοῦς,ʼ ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη· [*](c. 43.) ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως τὴν προκοπὴν οὕτως ὡς ἐν τοῖς ἔμπροσθεν εἴπομεν.

54. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, [*]((17.)) χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν,

207
‘Ἰδοὺ, ἔκλαυσε, καὶ εἶπε, “Νῦν ἡ ψυχή μου τετάρακται·” καὶ [*](Luke xix. 41. John xii. 27. Matt. xxvi. 39.) παρεκάλεσε “παρελθεῖν τὸ ποτήριον·” πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λόγος τοῦ Πατρός;’ Ναὶ γέγραπται, ὅτι ‘ἔκλαυσεν,’ ὦ θεομάχοι, καὶ ὅτι εἶπεν, ‘ἐταράχθην,’ καὶ ἐπὶ τοῦ σταυροῦ εἷπεν, ‘Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ,’ ὅ ἐστι, ‘Θεέ [*](Mark xv. 34.) μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;ʼ καὶ παρεκάλεσε δὲ τοῦ [*](Cp. iv. 6.) παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλʼ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι (τὸ αὐτὸ γὰρ ἐφʼ ἑκάστου τῶν παῤ [*](ii. 22, 80.) ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη·) εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον, ὡς [*](Cp. ii. 15.) ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα, Θεὸς ὢν, εἶχε φοβεῖσθαι; ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο, ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; ἢ πῶς λέγων, ‘Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ [*](Cp. Matt. x. 28.) σῶμα,ʼ αὐτὸς ἐφοβεῖτο; πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, ‘Μὴ [*](Gen. xxvi. 24.) φοβοῦ, ὅτι μετὰ σου εἰμι·’ καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ [*](Exod. iii. 12.) τοῦ Φαραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, ‘Ἴσχυε καὶ ἀνδρίζου,ʼ [*](Jos. i. 6.) αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶτον; εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (‘Κύριοςʼ γὰρ, φησὶν, [*](Ps. cxvii (cxviii.) 6.) ‘ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωποςʼ), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐτὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνατον; πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾶν τὸν θάνατον ἢ τὸν ἅδην, ὃν ‘οἱ πυλωροὶ [*](Job xxxviii. 17.) τοῦ ᾅδου βλέποντες ἔπτηξαν;’ εἰ δὲ καθʼ ὑμὰς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ [*](Matt. xvi. 21.) ἔφευγεν, ἀλλὰ καὶ ζητούμενος ἔλεγεν, ‘Ἐγώ εἰμι;’ Καὶ γὰρ [*](John xviii. 5.) ἠδύνατο μὴ ἀποθανεῖν, ὡς ἔλεγεν· ‘ἐξουσίαν ἔχω θεῖναι τὴν [*](Ib. x. 18.) ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·’ καὶ ‘οὐδεὶς αἴρει αὐτὴν ἀπʼ ἐμοῦ.’

55. Ἀλλʼ οὐκ ἦν ἴδια φύσει τοῦ Λόγου ταῦτα, ᾗ Λόγος ἦν· [*](c. 41.) ἐν δὲ τῇ τοιαῦτα πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, ὦ Χριστομάχοι καὶ ἀχάριστοι Ἰουδαῖοι. Καὶ γὰρ οὐκ εἴρηται ταῦτα πρὸ τῆς [*](c. 28.) σαρκός· ἀλλʼ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, καὶ γέγονεν ἄνθρωπος, τὸ τηνικαῦτα καὶ ἀνθρωπίνως εἰρῆσθαι γέγραπται ταῦτα. Ἀμέλει, περὶ οὗ γέγραπται ταῦτα, αὐτὸς ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ οἶνον πεποίηκε, καὶ τῷ[ ἐκ γενετῆς τυφλῷ

208
[*](John x. 30.) ἐχαρίσατο τὸ βλέπειν, καὶ εἶπεν, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.ʼ Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται ταπεινὰνοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι, διὰ τί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπιγινώσκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοὺς ὁρᾷν, πῶς ὁ τὰ ἔργα [*](Cp. c. 35.) ποιῶν ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνὺς ἐν τῷ [*](Al. αὐτὸ). ἀφιέναι κλαίειν καὶ πεινᾷν αὐτὸν, καὶ τὰ ἴδια τοῦ σώματος ἐν [*](Cp. i. 44.) αὐτῷ φαίνεσθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζεν ὅτι, Θεὸς ὢν ἀπαθὴς, σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα τοῦ Θεοῦ, καὶ ὕστερον γενόμενον [*](Ib. 38.) ἄνθρωπον, λέγων, ‘“κἂν ἐμοὶ μὴ πιστεύητε,” βλέποντες ἀνθρώπινόν με περιβεβλημένον σῶμα, ἀλλὰ κὰν “τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πάνυ δέ μοι δοκοῦσιν ἀναισχυντίαν ἐσχηκέναι καὶ βλασφημίαν οἱ Χριστομάχοι. Ἀκούοντες μὲν γὰρ, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, βιάζονται τὴν διάνοιαν παρεξηγεῖσθαι, καὶ διαιρεῖν τὴν [*](Cp. c. 20.) ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀκούοντες δὲ ὅτι ἔκλαυσεν, [*](Luke xxii. 44.) ἵδρωσε, πέπονθεν, οὐκ ἐνορῶσι τῷ σώματι, ἀλλʼ ἐκ τούτων τῇ κτίσει συναριθμοῦσι τὸν διʼ οὗ γέγονεν ἡ κτίσις. Τί οὖν ἔτι [*](Ib. xi. 15.) λοιπὸν καὶ οὗτοι τῶν Ἰουδαίων διαφέρουσιν; Ὡς γὰρ ἐκεῖνοι τὰ τοῦ Θεοῦ ἔργα τῷ Βεελζεβοὺλ ἐλογίζοντο βλασφημοῦντες, οὕτω καὶ οὗτοι, τὸν ταῦτα ἐργασάμενον Κύριον τοῖς κτίσμασι συναριθμοῦντες, τὴν αὐτὴν ἐκείνοις ἀσύγγνωστον ὑποίσονται καταδίκην.

56. Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν [*](c. 4; ii. 22.) ἐσμεν,’ μίαν ὁρᾷν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ ‘ἔκλαυσε,ʼ καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν, μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. Οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ [*](i. 44.) τοῦ σώματος ἂν ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἧν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι [*](c. 31.) γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. Εἴ τε τοίνυν ἔκλαυσε, καὶ ἐταράχθη,

209
οὐκ ἦν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ὁ κλαίων καὶ ταρασσόμενος, [*](c. 45. 52.) ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον, οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος· καὶ τὸ λέγειν, ‘ἵνα [*](Mark xv. 34.) τί με ἐγκατέλιπες;ʼ ὡς αὐτοῦ μέντοι πάλιν, κατὰ τὰ ἐν τοῖς [*](c. 32.) ἔμπροσθεν εἰρημένα, καίτοι μηδὲν πάσχοντος (ἀπαθὴς γὰρ ἦν ὁ [*](c. 34.) Λόγος) εἰρήκασιν ὅμως οἱ εὐαγγελισταὶ ταῦτα· ἐπεὶ καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ ὡς παρὰ ἀνθρώπου γίνεται καὶ λέγεται ταῦτα, ἵνα καὶ, ταῦτα τὰ παθήματα τῆς σαρκὸς κουφίσας αὐτὸς, ἐλευθέραν αὐτῶν ταύτην κατασκευάσῃ. Ὅθεν οὐδὲ ἐγκαταλείπεσθαι δύναται παρὰ τοῦ Πατρὸς ὁ Κύριος, ὁ ἐν αὐτῷ ὢν ἀεὶ, καὶ πρὸ τοῦ εἰπεῖν, καὶ ὅτε ταύτην ἠφίει τὴν φωνήν. Ἀλλʼ οὐδὲ θέμις πάλιν εἰπεῖν δειλιᾷν τὸν Κύριον, ὃν ‘οἱ πυλωροὶ τοῦ [*](Job xxxviii. 17. Matt. xxvii. 53. Cp. In illud, Omnia, 2.) ᾅδου πτήξαντεςʼ ἐξαφῆκαν τὸν ᾅδην· καὶ ‘τὰ μὲν μνήματα ἀνέῳγε, πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν, καὶ ἐνεφανίσθησαν’ τοῖς ἰδίοις. Φιμούσθω τοίνυν πᾶς αἱρετικὸς, καὶ φοβείσθω λέγειν δειλιᾷν τὸν Κύριον, ὃν ὁ θάνατος, ὡς δράκων, φεύγει, ὃν τρέμουσι δαίμονες, καὶ φοβεῖται θάλασσα· δι᾿ ὃν οἱ οὐρανοὶ σχίζονται, καὶ πᾶσαι αἱ δυνάμεις σαλεύονται· ἰδοὺ γὰρ λέγοντος αὐτοῦ, ‘ἵνα τί με ἐγκατέλιπες;ʼ ἐδείκνυεν ὁ Πατὴρ ὡς ἀεὶ καὶ τότε ἦν ἐν αὐτῷ. Ἡ γὰρ γῆ, γινώσκουσα τὸν λαλοῦντα Δεσπότην, εὐθὺς ἔτρεμε, καὶ τὸ καταπέτασμα ἐσχίζετο, ὁ ἥλιός τε ἐκρύπτετο, καὶ αἱ πέτραι διεῤῥήγνυντο, καὶ τὰ μὲν μνημεῖα, ὡς προεῖπον, ἠνοίγετο, οἱ δὲ ἐν αὐτοῖς νεκροὶ ἠγείροντο· καὶ τό γε θαυμαστὸν, οἱ τότε παρόντες καὶ ἀρνούμενοι πρότερον αὐτὸν, ὕστερον ταῦτα βλέποντες, ὁμολογοῦσιν ‘ἀληθῶς τοῦτον [*](Ib. xxvii. 54.) εἶναι τοῦ Θεοῦ τὸν Υἱόν.’

57. Περὶ δὲ τοῦ λέγειν αὐτὸν, ‘εἰ δυνατὸν, παρελθέτω τὸ [*](Ib. xxvi. 39.) ποτήριον,’ μάθετε πῶς ταῦτα εἰρηκὼς ἐπετίμα τῷ Πέτρῳ, λέγων, οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.’ Ἤθελε [*](Ib. xvi. 23.) γὰρ ὃ παρῃτεῖτο, καὶ διὰ τοῦτʼ ἦν ἐλθών· ἀλλὰ τοῦ μὲν ἦν τὸ θέλειν, (ἐπὶ τοῦτο γὰρ ἦλθε) τῆς δὲ σαρκὸς ἦν τὸ δειλιᾷν· διὸ καὶ ὡς ἄνθρωπος ἔλεγε τὴν τοιαύτην φωνήν. Καὶ ἀμφότερα πάλιν παρὰ τοῦ αὐτοῦ ἐλέγετο, ἵνα δείξῃ ὅτι Θεὸς ἦν θέλων μὲν αὐτὸς, γενόμενος δὲ ἄνθρωπος εἶχε δειλιῶσαν τὴν σάρκα, διʼ ἣν [*](Cp. c. Apoll. ii. 10.) συνεκέρασε τὸ ἑαυτοῦ θέλημα τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἵνα καὶ

210
τοῦτο πάλιν ἀφανίσας, θαῤῥαλέον τὸν ἄνθρωπον πάλιν πρὸς τὸν θάνατον κατασκευάσῃ. Ἰδοὺ γοῦν πρᾶγμα παράδοξον ἀληθῶς· ὃν ὡς κατὰ δειλίαν λαλεῖν νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαῤῥαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατεσκεύαζεν. Οἱ γοῦν μακάριοι ἀπόστολοι μετʼ αὐτὸν οὕτως ἐκ τῶν τοιούτων φωνῶν κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν [*](Acts iv. 9; v. 29.) τῶν ‘ἀνακρινόντωνʼ αὐτοὺς, ἀλλὰ λέγειν, ‘Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις·’ οἵ τε ἄλλοι ἅγιοι μάρτυρες οὕτως ἐθάῤῥουν, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἢ [*](De Incarn.29 Al. ἐαυτούς.) θάνατον ὑπομένειν. Πῶς οὖν οὐκ ἄτοπον τῶν μὲν θεραπόντων τοῦ Λόγου θαυμάζειν τὴν ἀνδρείαν, αὐτὸν δὲ τὸν Λόγον λέγειν δειλιᾷν, διʼ ὃν κἀκεῖνοι τοῦ θανάτου κατεφρόνησαν; Ἐκ δὲ τῆς τῶν ἁγίων μαρτύρων καρτερικωτάτης προθέσεως καὶ ἀνδρείας δείκνυται, ὡς οὐκ ἦν ἡ θεότης δειλιῶσα, ἀλλὰ τὴν ἡμῶν δειλίαν [*](2 Tim. i. 10.) ἦν ἀφαιρούμενος ὁ Σωτήρ. Ὡς γὰρ τὸν θάνατονʼ θανάτῳ ‘κατήργησε,’ καὶ ἀνθρωπίνως πάντα τὰ ἀνθρώπινα, οὕτω τῇ νομιζομένῃ δειλίᾳ τὴν ἡμῶν δειλίαν ἀφῃρεῖτο, καὶ πεποίηκε μηκέτι φοβεῖσθαι τοὺς ἀνθρώπους τὸν θάνατον. Ἔλεγεν οὖν ταῦτα καὶ ἅμα [*](Cp. c. 32.) ἐποίει. Ἀνθρώπινα μὲν γὰρ ἦν τὸ λέγειν, ‘παρελθέτω τὸ ποτήριον,ʼ καὶ, ‘ἵνα τί με ἐγκατέλιπες θεϊκῶς δὲ ὁ αὐτὸς ἐποίει τὸν ἥλιον ἐκλείπειν, καὶ τοὺς νεκροὺς ἐγείρεσθαι. Πάλιν [*](John xii. 27.) τε λέγων ἀνθρωπίνως, ‘νῦν ἡ ψυχή μου τετάρακται,ʼ ἔλεγε [*](Ib. x. 18.) καὶ θεϊκῶς, ‘ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν Τὸ μὲν γὰρ ταράττεσθαι τῆς σαρκὸς ἴδιον ἦν, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναι καὶ λαβεῖν, ὅτε βούλεται, τὴν ψυχὴν, οὐκέτι τοῦτο ἴδιον ἀνθρώπων, ἀλλὰ τῆς τοῦ Λόγου δυνάμεώς ἐστιν. Ἄνθρωπος γὰρ οὐ κατʼ ἰδίαν ἐξουσίαν, ἀλλʼ ἀνάγκῃ φύσεως καὶ μὴ θέλων ἀποθνήσκει· ὁ δὲ Κύριος, ἀθάνατος [*](i. 44.) αὐτὸς ὢν, σάρκα δὲ θνητὴν ἔχων, ἐπʼ ἐξουσίας εἶχεν, ὡς Θεὸς, ἀπὸ τοῦ σώματος χωρισθῆναι, καὶ τοῦτο πάλιν ἀναλαβεῖν, [*](Ps. xv. (xvi) 10.) ὅτε βούλεται. Περὶ τούτου καὶ Δαβὶδ ψάλλει· ‘οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·’ Ἔπρεπε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητὴν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν Λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτὸς, γενόμενος ἐν τῷ ἡμῶν σώματι, τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς
211
δεξάμενοι αὐτὸν, τῆς παῤ ἐκείνου μεταλαμβάνομεν ἀθανασίας.

58. Μάτην τοίνυν σκανδαλίζεσθαι προσποιοῦνται, καὶ μικρὰ νοοῦσιν οἱ Ἀρειομανῖται περὶ τοῦ Λόγου, εἰ γέγραπται, ‘ἐταράχθη,’ [*](i. 4.) καὶ ‘ἔκλαυσεν.ʼ Ἐοίκασι γὰρ μηδὲ ἀνθρωπίνην αἴσθησιν ἔχειν, ἀγνοοῦντες τὴν τῶν ἀνθρώπων φύσιν καὶ τὰ τούτων ἴδια· [*](Cp. c. 43; iv. 36.) διʼ ἃ μᾶλλον ἔδει θαυμάζειν, ὅτι ἐν τοιαύτῃ πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, καὶ οὔτε ἐκώλυε τοὺς ἐπιβουλεύοντας, οὔτε ἐξεδίκει κατὰ τῶν ἀναιρούντων, καίπερ δυνάμενος, ὁ ἄλλους κωλύσας ἀποθανεῖν, καὶ ἀποθανόντας ἐγείρας ἐκ τῶν νεκρῶν· ἀλλʼ ἠνείχετο πάσχειν τὸ ἴδιον σῶμα. Διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ὡς [*](c. 31, 34.) προεῖπον, ἵνα σαρκὶ πάθῃ, καὶ λοιπὸν καὶ ἀπαθὴς καὶ ἀθάνατος ἡ σὰρξ κατασκευασθῇ· καὶ ἵνα, καθὼς πολλάκις εἴπομεν, ὡς εἰς αὐτὸν τῆς ὕβρεως καὶ τῶν γινομένων φθανόντων, μηκέτι τῶν ἀνθρώπων ἅπτηται ταῦτα, ἀλλʼ ἐξαφανισθῇ παντελῶς παῤ αὐτοῦ· καὶ λοιπὸν διʼ αἰῶνος ἄφθαρτοι, ὡς ναὸς τοῦ Λόγου, διαμείνωσι. Ταῦτα εἰ οὕτως καὶ οἱ Χριστομάχοι διενοοῦντο, τόν τε σκοπὸν τὸν ἐκκλησιαστικὸν ὡς ἄγκυραν τῆς πίστεως [*](c. 28.) ἐπεγίνωσκον, οὔτʼ ἂν ‘ἐναυάγησαν περὶ τὴν πίστιν, οὔτε τοσοῦτον [*](1 Tim. i. 19.) ἠναισχύντουν, ὡς ἀνθίστασθαι καὶ τοῖς βουλομένοις πεπτωκότας αὐτοὺς ἐγεῖραι, καὶ μᾶλλον ἐχθροὺς ἡγεῖσθαι τοὺς νουθετοῦντας αὐτοὺς εἰς εὐσέβειαν. Ἀλλʼ ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύμενοι πάσης συνέσεως ἔρημοι, οὐκ αἰσχύνονται· ἀλλʼ ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἑλλήνων μύθοις ὕδρα τὸ θηρίον, ἀναιρουμένων τῶν προτέρων ὄφεων, ὤδινεν ἑτέρους ὄφεις, φιλονεικοῦσα πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ· τὸν αὐτὸν τρόπον καὶ οἱ θεομάχοι καὶ οἱ θεοστυγεῖς, ὥσπερ ὕδραι, τὴν ψυχὴν πίπτοντες ἐφʼ οἷς προβάλλονται, ἄλλας ἐφευρίσκουσιν Ἰουδαϊκὰς καὶ μωρὰς ἑαυτοῖς ἐκζητήσεις· καὶ ὥσπερ [*](c. 27.) ἔχθραν τὴν ἀλήθειαν ἔχοντες, ἐπινοοῦσι καινότερα, ὅπως μᾶλλον Χριστομάχους ἑαυτοὺς διὰ πάντων ἐπιδείξωσι.

59. Μετὰ γὰρ τοὺς τοσούτους κατʼ αὐτῶν ἐλέγχους, ἐφʼ οἷς καὶ ὁ διάβολος αὐτὸς ὁ τούτων πατὴρ ἐντραπεὶς ἂν ἀπῆλθεν ὀπίσω, πάλιν ὡς ἀπὸ στρεβλῆς τῆς καρδίας αὐτῶν ἐπινοοῦντες

212
γογγύζουσι, καὶ τοῖς μὲν ψιθυρίζουσι, τοῖς δὲ, ὡς κώνωπες, περιβομβοῦσι λέγοντες, ‘Ἔστω, ταῦτα οὕτως ἑρμηνεύετε, καὶ [*](Cp. c. 17.) νικᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν· ἀλλὰ δεῖ λέγειν βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός.’ Καὶ ἐν τούτῳ γὰρ πολλοὺς ἀπατῶσι, προβαλλόμενοι τὸ βούλημα [*](Cp. S. Ignat. ad Smyrn. 1.) καὶ τὸ θέλημα τοῦ Θεοῦ, Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων ἁπλούστερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομένου, νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλουστέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παῤ αἱρετικῶν ἐστιν ἡ φωνὴ, [*](Prov. xii. 5, 6.) ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα, καὶ, ὡς γέγραπται, ‘κυβερνῶσι δὲ ἀσεβεῖς δόλους,’ καὶ, ‘οἱ λόγοι αὐτῶν εἰσι δόλιοι,ʼ κἂν [*](Cp. de Decr. Nic. 20.) μόνον νεύσωσι, διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν, φέρε καὶ τοῦτο τὸ λεγόμενον ἐξετάσωμεν, μήπως, ἐπὶ πᾶσιν ἐλεγχθέντες, [*](Cp. ii. 5, 43.) λοιπὸν, ὡς ὕδραι, καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν [*](Cp. i. 1.) ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει ὁ λέγων, ‘βουλήσει γέγονεν ὁ Υἱὸςʼ καὶ ὁ λέγων ‘ἦν ποτε ὅτε [*](Cp. i. 5.) οὐκ ἦν,’ καὶ, ‘ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς,’ καὶ, ‘κτίσμα ἐστίν Ἀλλʼ ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ πάλιν σημαίνειν ἐπεχείρησαν οἱ δόλιοι, ‘βούλησινʼ προβαλλόμενοι, ὡς τὸ μέλαν αἱ σηπίαι, ἵνʼ ἐν τούτῳ τοὺς μὲν ἀκεραίους σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέσεως μὴ ἐπιλάθωνται. Πόθεν γὰρ τὸ βουλήσει καὶ θελήσει,ʼ ἢ ἐκ ποίας γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι, καὶ τῆς ἀσεβείας ἐφευρεταί. Ὁ μὲν γὰρ Πατὴρ ἀποκαλύπτων ἀπʼ [*](Matt. iii. 17.) οὐρανοῦ τὸν ἑαυτοῦ Λόγον, ἐδείκνυεν ὅτι ‘οὗτός ἐστιν ὁ Υἱός [*](Ps. xliv. (xlv.) 1.) μου ὁ ἀγαπητός·ʼ καὶ διὰ μὲν τοῦ Δαβὶδ ἔλεγεν, ‘Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν·ʼ τῷ δὲ Ἰωάννῃ εἰπεῖν ἐνετείλατο, [*](John i. 1.) ‘Ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ Δαβὶδ δὲ ψάλλων φησὶν, ὅτι [*](Ps. xxxv. (xxxvi.) 9. Heb. i. 3. Phil. ii. 6. Col. i. 15.) ‘παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ὅ τε ἀπόστολος γράφει, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης·’ καὶ πάλιν, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων·’ καὶ ‘ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.’

60. Πανταχοῦ τὸ ‘εἶναιʼ τοῦ Λόγου πάντες, καὶ οὐδαμοῦ ἐκ ‘βουλήσεωςʼ αὐτὸν οὐδὲ ὅλως ‘πεποιῆσθαιʼ λέγουσιν· αὐτοὶ δὲ ποῦ ἄρα ‘βούλησιν ἢ θέλησιν προηγουμένηνʼ εὗρον τοῦ Λόγου

213
τοῦ Θεοῦ, εἰ μὴ ἄρα, τὰς γραφὰς ἀφέντες, ὑποκρίνονται καὶ τὴν Οὐαλεντίνου κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη [*](S. Iren. adv. Hær. i. 12.) δύο ζυγοὺς ἔχειν τὸν ἀγένητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον ἐνενόησεν, εἶτα ἠθέλησε· καὶ ἅπερ ἐνενόει, οὐκ ἠδύνατο προβάλλειν, εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐπεγένετο. Ἔνθεν οἱ Ἀρειανοὶ μαθόντες, θέλημα καὶ βούλησιν προηγεῖσθαι θέλουσι τοῦ Λόγου. Ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν· ἡμεῖς δὲ, ἐντυχόντες τοῖς θείοις λόγοις, ἐπὶ μὲν τοῦ Υἱοῦ τὸ ‘ἦνʼ εὕρομεν· καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα ἐν τῷ Πατρὶ, [*](John i. 1.) καὶ εἰκόνα τοῦ Πατρός· ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ φύσει οὐκ ἦν ποτε ταῦτα, ἀλλʼ ἐπιγέγονε, προηγουμένην βούλησιν καὶ θέλησινʼ ἀνέγνωμεν, τοῦ Δαβὶδ ψάλλοντος ἐν μὲν τῷ ἑκατοστῷ δεκάτῳ τρίτῳ ψαλμῷ οὕτως, ‘Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ [*](Ps. cxiii. (cxv.) 10.) οὐρανῷ, καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν·ʼ ἐν δὲ τῷ ἑκατοστῷ δεκάτῳ, ‘Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς [*](Ib. cx. (cxi.) 2.) πάντα τὰ θελήματα αὐτοῦ·ʼ καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τριακοστῷ τετάρτῳ, ‘Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν [*](Ib. cxxxin. (cxxxv.) 6.) τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις Εἰ μὲν οὖν ἔργον καὶ ποίημα, καὶ εἷς τῶν πάντων [*](c. 15;  i. 19.) ἐστὶ, λεγέσθω καὶ αὐτὸς ‘βουλήσειʼ γενόμενος· οὕτω γὰρ ἔδειξεν ἡ γραφὴ τὰ ποιήματα γίγνεσθαι. Καὶ Ἀστέριος δὲ ὁ Asterius quoted. [*](Cp. c. 2; ii. 37, 40.) συνήγορος τῆς αἱρέσεως, τούτῳ συντιθέμενος, οὕτως γράφει· ‘Εἴτε γὰρ ἀνάξιον τοῦ Δημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάντων ὁμοίως ἀνῃρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ ἀξίωμα· εἴτε προσῆκον τῷ Θεῷ τὸ βούλεσθαι, καὶ ἐπὶ τοῦ πρώτου γεννήματος ὑπαρχέτω τὸ κρεῖττον. Οὐ γὰρ δὴ δυνατὸν ἑνί τε καὶ τῷ αὐτῷ Θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν, καὶ τὸ μὴ βούλεσθαι προσήκειν.’ Πλείστην ὅσην ἀσέβειαν ἐν τοῖς ῥήμασιν ἑαυτοῦ συνθεὶς ὁ σοφιστὴς, ὅτι τε τὸ γέννημα καὶ [*](Cp. ii. 5.) τὸ ποίημα ταὐτόν ἐστι, καὶ εἰς ἐκ πάντων τῶν ὄντων γεννημάτων ἐστὶν ὁ Υἱὸς, εἰς τοῦτο συνέκλεισεν, ὅτι τὰ ποιήματα βουλήματι καὶ θελήματι προσήκει λέγειν.