Oratio III contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
61. Οὐκοῦν εἰ ἄλλος ἐστὶ τῶν πάντων, ὥσπερ καὶ ἐν τοῖς [*](Cp: ii. 21, 24.) πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα διʼ αὐτοῦ γέγονε, μὴ λεγέσθω ‘βουλήσει·’ ἵνα μὴ καὶ αὐτὸς οὕτως γίνηται, ὥσπερ καὶ τὰ διʼ αὐτοῦ γενόμενα συνέστη. Καὶ γὰρ ὁ μὲν Παῦλος,
62. Εἰ μὲν οὖν ἐστιν ἕτερος τοῦ Θεοῦ Λόγος, ἔστω καὶ οὗτος Λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος (οὐκ ἔστι γὰρ), ἀλλὰ ‘πάντα διʼ αὐτοῦ γέγονεν,’ ἅπερ ὁ Πατὴρ βεβούληται, πῶς οὐ δείκνυται τούτων πολυκέφαλος πανουργία; ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν ‘ποίημα καὶ ‘κτίσμα,ʼ καὶ ‘οὐκ ἦν πρὶν [*](Cp. i. 11.) γεννηθῇ’ ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐτὸν εἶναι, ‘βούλησιν προβαλλόμενοι, καὶ λέγοντες, ‘Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλήσει ἑωράκασι· τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βουλεύεσθαι τὸ [*](Cp. ii. 2.) κατὰ φύσιν. Οἰκίαν μὲν οὖν τις βουλευόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύσιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος· ὁ δὲ υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ πατρὸς γέννημα, καὶ οὐκ ἔστιν [*](Cp. i. 9. 16.) ἔξωθεν αὐτοῦ· διὸ οὐδὲ βουλεύεται περὶ αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ κτίσματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν· καὶ ἔδει αὐτοὺς, ἀκούοντας, οὐ βουλήσει λογίζεσθαι τὸ κατὰ φύσιν. Οἱ δὲ, ἐπιλαθόμενοι ὅτι περὶ Υἱοῦ Θεοῦ ἀκούουσι, τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ Θεοῦ, ‘ἀνάγκηνʼ καὶ ‘παρὰ γνώμην,ʼ ἵνα τὸ εἶναι Υἱὸν ἀληθινὸν ἀρνήσωνται τοῦ Θεοῦ· ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοὶ, τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν Θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ, ἢ οὐ βουλήσει; εἰ μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ ὅτι ἤρξατο μὲν εἶναι ἀγαθὸς, καὶ τὸ μὴ εἶναι δὲ αὐτὸν ἀγαθὸν ἐνδεχόμενόν ἐστι· τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖσθαι εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχει, καὶ λογικῆς φύσεώς ἐστι τοῦτο πάθος. Εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον οὐκ ἐκ βουλήσεως ἀγαθὸς καὶ οἰκτίρμων ἐστὶν, ἀκουσάτωσαν ἅπερ εἰρήκασιν αὐτοί· ‘οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἐστὶν ἀγαθός.’ Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ; Εἰ δὲ ἄτοπόν ἐστι λέγειν ἐπὶ Θεοῦ ἀνάγκην, καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν, εἴη ἂν
63. Εἰπάτωσαν δὲ πάλιν ἡμῖν καὶ τοῦτο (πρὸς γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώτησιν αὐτοῖς ἐπαγαγεῖν ἔτι βούλομαι, τολμηροτέραν [*](Cp. i. 25.) μὲν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν· ἱλάσθητι, Δέσποτα)· ὁ Πατὴρ αὐτὸς, βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει, ἢ καὶ πρὸ τοῦ βουλεύσασθαι; χρὴ γὰρ καὶ περὶ τοῦ Λόγου τοιαῦτα τολμῶντας αὐτοὺς, τοιαῦτα καὶ ἀκούειν, ἵνα γνῶσιν ὅτι ἡ τοιαύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει. Ἐὰν μὲν οὖν εἴπωσιν (ἅπαξ βουλευσάμενοι περὶ βουλήσεως) ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως, τί οὖν ἦν πρὸ τοῦ βουλεύσασθαι; ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις, καὶ οὐ θέμις ὅλως τοιαῦτα λέγειν (ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς περὶ Θεοῦ εἰδέναι καὶ νοεῖν ὅτι αὐτός [*](Exod. iii. 14.) ἐστιν ‘ὁ ὢν’), πῶς οὐκ ἄλογον ἂν εἴη περὶ τοῦ Λόγου τοῦ Θεοῦ τοιαῦτα ἐνθυμεῖσθαι, καὶ ‘βούλησιν καὶ θέλησινʼ προβάλλεσθαι; ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς καὶ περὶ τοῦ Λόγου εἰδέναι καὶ νοεῖν ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων Θεὸς οὐ βουλήσει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει Λόγον. Πῶς δὲ οὐχ ὑπερβάλλει πᾶσαν μανίαν τὸ καὶ μόνον ἐνθυμεῖσθαι, ὅτι αὐτὸς ὁ Θεὸς βουλεύεται καὶ σκέπτεται, καὶ προαιρεῖται, καὶ θέλειν ἑαυτὸν [*](Cp. i. 19; ii. 32.) προτρέπεται, ἵνα μὴ ἄλογος καὶ ἄσοφος ᾖ, ἀλλὰ Λόγον καὶ Σοφίαν ἔχῃ; περὶ ἑαυτοῦ γὰρ δοκεῖ σκέπτεσθαι ὁ περὶ τοῦ ἰδίου τῆς οὐσίας ἑαυτοῦ βουλευόμενος. Πολλῆς τοίνυν δυσφημίας οὔσης ἐν τῇ τοιαύτῃ φρονήσει, εὐσεβῶς ἂν λεχθείη, ὅτι τὰ μὲν γενητὰ εὐδοκίᾳ καὶ βουλήσει γέγονεν, ὁ δὲ Υἱὸς οὐ θελήματός ἐστι δημιούργημα ἐπιγεγονὼς, καθάπερ ἡ κτίσις, ἀλλὰ φύσει τῆς οὐσίας ἴδιον γέννημα. Καὶ γὰρ, ἴδιος ὢν Λόγος τοῦ Πατρὸς, οὐκ ἐᾷ πρὸ ἑαυτοῦ λογίσασθαί τινα ‘βούλησιν,’ αὐτὸς [*](ii. 78.) ὢν βουλὴ ζῶσα τοῦ Πατρὸς, καὶ δύναμις, καὶ δημιουργὸς τῶν δοκούντων τῷ Πατρί. Καὶ ταῦτα αὐτὸς ἐν ταῖς Παροιμίαις [*](Prov. viii. 14.) περὶ ἑαυτοῦ φησιν· ‘ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρονήσις, [*](Ib. iii. 19.) ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ, αὐτὸς ὢν ἡ φρόνησις, ἐν ᾗ ‘τοὺς οὐρανοὺς [*](1 Cor. i. 24.) ἡτοίμασε,ʼ καὶ αὐτὸς ὢν ἰσχὺς καὶ δύναμις· (‘Κριστὸςʼ γὰρ ‘Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’) νῦν παρακλίνων εἶπεν, ‘ἐμὴ
64. Οὐκοῦν εἰ τὰ ποιήματα ‘βουλήσει καὶ εὐδοκίᾳʼ ὑπέστη, καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν, ὅ τε Παῦλος ‘διὰ θελήματος [*](1 Tim. i. 1.) Θεοῦʼ ἀπόστολος ἐκλήθη, καὶ ἡ κλῆσις ἡμῶν ‘εὐδοκίᾳ [*](Eph. i. 5.) καὶ θελήματιʼ γέγονε, ‘πάντα δὲ διὰ τοῦ Λόγου γέγονεν,ʼ ἐκτός [*](John i. 3.) ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον αὐτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ ταῦτα πάντα γέγονεν· ἐν ᾗ καὶ ὁ ἅγιος Δαβὶδ εὐχαριστῶν ἔλεγεν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ [*](Ps. lxxii. (lxxiii.) 23, 24.) βουλῇ σου ὡδήγησάς με.’ Πῶς οὖν δύναται, βουλὴ καὶ θέλημα τοῦ Πατρὸς ὑπάρχων, ὁ Λόγος γίνεσθαι καὶ αὐτὸς ‘θελήματι καὶ βουλήσει,ʼ ὡς ἕκαστος, εἰ μὴ, καθὰ προεῖπον, μανέντες πάλιν εἴπωσιν αὐτὸν διʼ ἑαυτοῦ γεγονέναι, ἢ διʼ ἑτέρου τινός; Τίς οὖν ἐστι, διʼ οὗ γέγονε; πλασάσθωσαν ἕτερον Λόγον, καὶ τὰ Οὐαλεντίνου ζηλώσαντες, ‘Χριστὸν’ ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ [*](Cp. Iren. i. 2, 6.) γέγραπται. Ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται· καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν, καὶ ἀνακρινόντων [*](Cp. ii. 26.) τὴν ἀκολουθίαν, εὑρίσκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυθεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ [*](Cp. c. 16.) ‘κτίσμα’ καὶ ‘ἐξ οὐκ ὄντωνʼ θέλοντες εἶναι τὸν Υἱὸν, ἑτέρως τὰ αὐτὰ σημαίνουσι, ‘βούλησιν καὶ θέλησιν’ προβαλλόμενοι, ἃ μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. [*](Qu. om. ταῦτα.) Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν Δημιουργὸν ἀναφέρειν; ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ Λόγου εἶναι ἐν τῷ Πατρί; εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ Πατρὶ, οὐκ ἀληθεύει λέγων ὁ Υἱὸς, ‘ἐγὼ ἐν τῷ Πατρί·’ ἢ εἰ καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ οὐκ ἔπρεπε λέγειν αὐτὸν, ‘ἐγὼ ἐν τῷ Πατρὶ,’ οὔσης βουλήσεως [*](John xiv. 10.) πρὸ αὐτοῦ, ἐν ἧ τὰ πάντα γέγονε καὶ αὐτὸς ὑπέστη καθʼ ὑμᾶς· κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλʼ οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ βουλήσεως γινομένων. Ὡς δὲ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, εἰ οὕτως ἐστὶ, πῶς ὁ μὲν Κύριος, τὰ δὲ δοῦλα; πάντων δὲ Κύριος [*](i. 55.)
65. Ἔδει δὲ αὐτοὺς, λέγοντας ‘βουλήσει’ τὸν Υἱὸν, εἰπεῖν, ὅτι καὶ ‘φρονήσειʼ γέγονε· ταὐτὸν γὰρ ἡγοῦμαι φρόνησιν καὶ βούλησιν εἶναι· ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ· καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. Αὐτὸς γοῦν ὁ Σωτὴρ ὡς [*](Prov. viii. 14.) ἀδελφὰ ταῦτα τῇ ἀναλογίᾳ συνῆψεν ἅμα λέγων, ‘ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ ἰσχὺς καὶ ἀσφάλεια ταὐτόν ἐστιν (ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν), οὕτω ταὐτόν ἐστιν εἰπεῖν τὴν φρόνησιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ Κύριος. Ἀλλʼ οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν Υἱόν· περὶ δὲ τὸν Θεὸν φρόνησιν καὶ βουλὴν [*](i. 36.) καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου [*](Cp. Iren. i. 1. 1.) ‘ἔννοιαν καὶ θέλησινʼ προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πατρὸς εἶναι Λόγον, ἀλλὰ κτίσμα. Ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν, ὡς Σίμων ὁ μάγος ἤκουσεν, Ἡ ἀσέβεια Οὐαλεντίνου ‘σὺν ὑμῖν [*](Acts viii. 20.) εἴη εἰς ἀπώλειαν·’ ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι [*](Prov. iii. 19.) αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν Λόγον· φησὶ γάρ· ‘Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει·’ [*](Ps. xxxii. (xxxiii.) 6.) ὡς δὲ ὧδε ‘ἐν φρονήσει, οὕτως ἐν Ψαλμοῖς, ‘τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὡς δὲ τῷ Λόγῳ οἱ οὐρανοὶ, οὕτω [*](Ib. cxxxiv. (cxxxv.) 6. 1 Thes. v. 18.) ‘πάντα, ὅσα ἠθέλησεν, ἐποίησε·’ καὶ ὡς ὁ ἀπόστολος γράφει Θεσσαλονικεῦσι, ‘τὸ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν·’ ὁ ἄρα τοῦ Θεοῦ Υἱὸς αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, αὐτὸς ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή· καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ Πατρός ἐστιν· αὐτὸς ἀλήθεια, καὶ φῶς, καὶ δύναμις τοῦ Πατρός ἐστιν. Εἰ δὲ ἡ βούλησις τοῦ Θεοῦ ἡ Σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ Υἱός ἐστιν ἡ Σοφία, ὁ ἄρα λέγων ‘βουλήσει’ τὸν Υἱὸν ἴσον λέγει τῷ τὴν Σοφίαν ‘ἐν Σοφίᾳʼ γεγονέναι, καὶ τὸν Υἱὸν ‘ἐν Υἱῷʼ πεποιῆσθαι, καὶ ‘διὰ τοῦ Λόγουʼ τὸν Λόγον ἐκτίσθαι. Τοῦτο δὲ καὶ τῷ Θεῷ μάχεται, καὶ ταῖς παῤ αὐτοῦ γραφαῖς ἐναντιοῦται· καὶ γὰρ καὶ ὁ ἀπόστολος οὐ βουλήσεως, ἀλλὰ αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ‘ἀπαύγασμα καὶ χαρακτῆραʼ
66. Ἆῤ οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ Υἱὸς, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ ‘μὴ βουλομένουʼ τοῦ Πατρός ἐστιν ὁ Υἱός; οὐμενοῦν· ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ, ὡς αὐτός φησιν, ‘ὁ Πατὴρ φιλεῖ τὸν [*](John iii. 35.) Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως καὶ ἀθελήτως ἐστὶν ἀγαθὸς (ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ), οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλήσεως ἤρξατο, ἀλλʼ οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι θελητὴς, οὕτως καὶ ὁ Υἱὸς, ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας, οὐκ ἀθέλητός ἐστιν αὐτῷ, Θελέσθω καὶ φιλείσθω τοίνυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ οὕτω τὸ ‘θέλεινʼ καὶ τὸ ‘μὴ ἀβούλητονʼ τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾶ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα· καὶ ἕν ἐστι θέλημα τὸ ἐκ Πατρὸς ἐν Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν [*](Cp. c. 1.) Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τις ‘βούλησιν ἐπεισαγέτω, μηδὲ μέσον τις ἑαυτὸν ὠθείτω τοῦ μόνου Πατρὸς πρὸς τὸν μόνον Λόγον, προφάσει τοῦ ‘βουλεύεσθαι·’ μαίνοιτο γὰρ ἄν τις, μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ ‘βούλησινʼ καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν, ‘βουλήσει γέγονεν·’ ἕτερον δὲ, ὅτι ‘ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν.’ Τὸ μὲν γὰρ λέγειν, ‘ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ μὴ εἶναί ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ, καὶ τὴν ἐπʼ ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται· ὥστε δύνασθαί τινα [*](c. 62.)
67. Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ Υἱὸς, (μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ ἐκκλησίᾳ,) ἀλλὰ βουλὴ ζῶσα, καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. [*](Ps. xliv.(xlv.) 1.) Οὕτω γὰρ καὶ ὁ μὲν Πατὴρ εἴρηκεν, ‘Ἐξηρεύξατο ἡ καρδία μου [*](John xiv. 10.) Λόγον ἀγαθόν·’ ὁ δὲ Υἱὸς ἀκολούθως, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Εἰ δὲ ὁ Λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; καὶ εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ποῦ ἡ θέλησις; καὶ εἰ ἡ βούλησις αὐτὸς, πῶς ‘ἐν βουλήσειʼ ἡ βουλή; ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν λόγῳ ὁ Λόγος, καὶ ὁ Υἱὸς ἐν υἱῷ, καὶ ἡ Σοφία ἐν σοφίᾳ [*](Cp. c. 6.) γίνηται, καθάπερ πολλάκις εἴρηται. Πάντα γάρ ἐστιν ὁ Υἱὸς τοῦ Πατρός· καὶ οὐδὲν ἐν τῷ Πατρὶ πρὸ τοῦ Λόγου· ἀλλʼ ἐν τῷ Λόγῳ καὶ ἡ βούλησις· καὶ δι᾿ αὐτοῦ τὰ τοῦ βουλήματος εἰς [*](ii. 7.) ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι γραφαί. Ἐβουλόμην δὲ τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας, καὶ περὶ ‘βουλήσεως’ σκεπτομένους, νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν [*](i. 22.) γυναῖκας, ἂς οὗτοι πρότερον ἠρώτων λέγοντες, ‘Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς;’ ἀλλὰ τοὺς πατέρας, καὶ εἰπεῖν αὐτοῖς, ‘Πότερον βουλευόμενοι γίνεσθε πατέρες, ἢ κατὰ φύσιν καὶ τῆς ὑμῶν βουλήσεως; ἢ τῆς φύσεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα;’ [*](Cp. ii. 1.) ἵνα κἂν παρὰ τῶν γονέων ἐντραπῶσι, παῤ ὧν τὸ λῆμμα τῆς ‘γενέσεως’ ἀπῄτησαν, καὶ παῤ ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν. Ἀποκριθήσονται