21. Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἔδει λέγειν, ‘ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν,’ ὥσπερ ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦτο μὲν οὐκ εἴρηκε· λέγων δὲ τὸ ‘ἐν ἡμῖν,’ ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι αὐτὸς μὲν μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τοῦτο δὲ λέγων, οὐδὲν ἕτερον ἐσήμανεν ἢ ὅτι ‘τῇ ἡμῶν ἑνότητι γένοιντο καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ ἀληθείᾳ· ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν ἑνότητα.’ Καὶ ὅτι τὸ ‘ἐν ἡμῖν’ ταύτην ἔχει τὴν σημασίαν, ἀκοῦσαι Παύλου λέγοντος ἔστι· ‘Ταῦτα δὲ μετεσχημάτισα εἰς [*](1 Cor. iv. 6.) ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται φυσιοῦσθαι.’ Τὸ ἄρα ἐν ἡμῖν οὐκ ἔστιν ‘ἐν τῷ Πατρὶ, ὡς
176
ἔστιν ὁ Υἱὸς ἐν αὐτῷ,’ ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ εἰπεῖν ‘ἐξ ἡμῶν μαθέτωσαν.’ Ὡς γὰρ ὁ Παῦλος τοῖς Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης τοῖς πᾶσιν ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθʼ ἣν δύνανται μανθάνειν, βλέποντες εἰς τὴν κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ‘ἕν’ πρὸς ἀλλήλους γίνεσθαι τῷ φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ ῥητοῦ, δύναται πάλιν τὸ ‘ἐν ἡμῖν’ ἴσον εἶναι τῷ λέγειν, ‘τῇ
[*](1 Cor. i. 10.) δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ,’ ἵνα ἓν γένωνται, ‘τὸ αὐτὸ λέγοντες·’ ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο
[*](Ps. lix. (Ix.) 12. Ib. xliii. (xliv.) 5.) πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ ‘ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν,’ καὶ, ‘ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.’ Οὐκοῦν δῆλον ὅτι ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ δυνάμεθα,
[*](Eph. iv. 3.) τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγάπης ‘τὸν σύνδεσμον.’ Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων. φησὶν ὁ Κύριος·
[*](Joh xvii. 22.) ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν.’ Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ‘ἵνα ὦσιν ἐν σοὶ, ὡς κἀγώ εἰμι·’ ἀλλὰ, ‘καθὼς ἡμεῖς,’ εἶπεν· ὁ δὲ λέγων ‘καθὼς’ οὐ ταυτότητα δείκνυσιν, ἀλλ’ εἰκόνα καὶ παράδειγμα τοῦ λεγομένου.
[*](c. 9, 12.)22. Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυτότητα τῆς φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν, [*](John xvii. 23.) ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων, ‘ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.’ Ἐνταῦθα λοιπὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύριος αἰτεῖ· δῆλον γὰρ ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος· τὸ γὰρ ἡμέτερον ἐνεδύσατο σῶμα. ‘Καὶ σὺ δὲ ἐν ἐμοὶ, Πάτερ· σοῦ γάρ εἰμι Λόγος, καὶ ἐπειδὴ σὺ μὲν ἐν ἐμοὶ, ὅτι σοῦ Λόγος εἰμὶ, ἐγὼ δὲ ἐν αὐτοῖς διὰ τὸ σῶμα, καὶ διὰ σὲ τετελείωται ἐν ἐμοὶ τῶν ἀνθρώπων ἡ σωτηρία, ἐρωτῶ ἵνα καὶ αὐτοὶ γένωνται ἓν, κατὰ τὸ ἐν ἐμοὶ σῶμα, καὶ κατὰ τὴν αὐτοῦ τελείωσιν· ἵνα καὶ αὐτοὶ γένωνται τέλειοι, ἕχοντες πρὸς τοῦτο τὴν ἑνότητα, καὶ εἰς αὐτὸ ἓν γενόμενοι· ἵνα, ὡς ἂν πάντες φορεσθέντες παῤ ἐμοῦ, [*](Eph. iv. 4, 13.) πάντες ὦσιν “ἓν σῶμα καὶ ἓν πνεῦμα,” καὶ “εἰς ἄνδρα τέλειον καταντήσωσιν.”’ Οἱ γὰρ πάντες, ἐκ τοῦ αὐτοῦ μεταλαμβάνοντες, [*](1 Cor. x. 17) ‘ἓν’ γινόμεθα ‘σῶμα,’ τὸν ἕνα Κύριον ἔχοντες ἐν ἑαυτοῖς.
177
Ταύτην ἔχοντος τοῦ ῥητοῦ τὴν διάνοιαν, μᾶλλον ἐλέγχεται ἡ ἀλλοδοξία τῶν Χριστομάχων· πάλιν γὰρ ἐπαναλαμβάνων φημί. Εἰ μὲν ἁπλῶς καὶ ἀπολελυμένως εἴρηκεν, ‘ἵνα ὦσιν ἐν σοὶ ἓν,’ ἢ, ‘ἵνα αὐτοὶ κἀγὼ ἐν σοὶ ἓν ὦμεν,’ εἶχον κἂν ἀναίσχυντον πρόφασιν οἱ θεομάχοι· νῦν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ, ‘καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα πάντες ἓν ὦσι.’ Λέγων δὲ πάλιν ‘καθὼς,’ πόῤῥωθεν δείκνυσι τοὺς γινομένους, ὡς αὐτός ἐστιν ἐν τῷ Πατρὶ, ‘πόῤῥωθεν’ δέ ἐστιν, οὐ τόπῳ, ἀλλὰ τῇ φύσει· οὐδὲν γὰρ τόπῳ μακρὰν τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ φύσει πάντα μακράν ἐστιν αὐτοῦ· καὶ, καθὰ προεῖπον, οὐ ταυτότητα, οὐδὲ ἰσότητα δείκνυσιν ὁ λέγων τὸ ‘καθὼς’ ἐπίῤῥημα, ἀλλὰ παράδειγμα τοῦ λεγομένου κατά τι θεωρούμενον.
23. Καὶ τοῦτο πάλιν παῤ αὐτοῦ τοῦ Σωτῆρός ἐστι μαθεῖν λέγοντος· ‘Καθὼς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας [*](Matt. xii. 40.) ρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς. Οὔτε δὲ Ἰωνᾶς ἦν ὥσπερ ὁ Σωτὴρ, οὔτε Ἰωνᾶς εἰς τὸν ᾅδην κατῆλθεν· οὔτε τὸ κῆτος ἦν ὁ ᾅδης· ἀλλʼ οὐδὲ καταποθεὶς ὁ Ἰωνᾶς, ἀνήγαγε τοὺς προκαταποθέντας ὑπὸ τοῦ κήτους, [*](Cp. c. 56.) ἀλλὰ μόνος προσταχθέντος τοῦ κήτους ἐξῆλθεν. Οὐκοῦν οὐδεμία ταυτότης οὐδὲ ἰσότης ἐν τῇ ‘καθὼς’ λέξει σημαίνεται, ἀλλὰ ἄλλο μὲν καὶ ἄλλο· ὁμοιότητα δέ πως δείκνυσι τοῦ Ἰωνᾶ διὰ τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου, ‘καθὼς,’ οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ, καθὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἓν τῷ φρονήματι καὶ τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο καὶ ἄλλο ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ· ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ’ ἡμῶν τὸ ‘καθὼς πρόκειται, ἐπεὶ τὰ μὴ κατὰ φύσιν ὄντα πρὸς ἄλλο τι βλέποντα γίνεται ὥσπερ ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει τοῦτʼ αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· καθὼς σὺ ἐν ἐμοὶ, [*](John xvii. 21.)
178
κἀγὼ ἐν σοί, Ὅταν δέ,᾿ φησιν, οὖτοι τελειωθῶσιν οὕτως, τότε γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλʼ
[*](i. 43.) ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ· καὶ ὥσπερ δέδωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειωθῶσιν ἐν ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ θεοφορουμένους, πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ ἐπεδήμησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρωπος, καὶ ἐτελείωσα τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; τετελείωται δὲ τὸ ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι
[*](ii. 70.) μένουσι νεκροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν βλέποντες, ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης.’
24. Ἡμεῖς μὲν οὖν, ὅσον αὐτὰς τὰς λέξεις τοῦ ῥητοῦ δυνατὸν ἦν ἁπλούστερον θεωρῆσαι, ταῦτα διὰ πολλῶν εἰρήκαμεν· ὁ δὲ μακάριος Ἰωάννης ἐκ τῆς ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελειώτερον μᾶλλον ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ διελέγξει μὲν τὴν τῶν ἀσεβῶν διάνοιαν, διδάξει δὲ πῶς τε ἡμεῖς ἐν τῷ Θεῷ γινόμεθα, καὶ ὁ Θεὸς ἐν ἡμῖν· καὶ πῶς πάλιν ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα ἓν, πόσον δὲ διέστηκε τὴν φύσιν ὁ Υἱὸς ἀφʼ ἡμῶν· καὶ παύσει λοιπὸν τοὺς Ἀρειανοὺς μηκέτι νομίζειν ἑαυτοὺς [*](Ezek. xxviii. 2.) ἔσεσθαι ὡς τὸν Υἱὸν, ἵνα μὴ καὶ αὐτοὶ ἀκούσωσι, ‘σὺ δὲ [*](Prov. xxiii. 4.) εἶ ἄνθρωπος καὶ οὐ Θεός·’ καὶ, ‘Μὴ συμπαρεκτείνου πένης ὢν [*](1 John iv. 13.) πλουσίῳ.’ Γράφει τοίνυν ὁ Ἰωάννης οὕτω λέγων· ‘ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.’ Οὐκοῦν διὰ τὴν δεδομένην ἡμῖν τοῦ Πνεύματος χάριν ἡμεῖς τε ἐν αὐτῷ γινόμεθα, καὶ αὐτὸς ἐν ἡμῖν· καὶ ἐπειδὴ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι, διὰ τούτου γινομένου ἐν ἡμῖν εἰκότως καὶ ἡμεῖς, ἔχοντες τὸ Πνεῦμα, νομιζόμεθα ἐν τῷ Θεῷ γενέσθαι· καὶ οὕτως ἐστὶν ὁ Θεὸς ἐν ἡμῖν. Οὐκ ἄρα ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτω καὶ ἡμεῖς γινόμεθα ἐν τῷ Πατρί· οὐ γὰρ [*](i. 15.) καὶ ὁ Υἱὸς μετέχων ἐστὶ τοῦ Πνεύματος, ἵνα διὰ τοῦτο καὶ ἐν τῷ Πατρὶ γένηται· οὐδὲ λαμβάνων ἐστὶ τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον [*](i. 48, 50.) αὐτὸς τοῖς πᾶσι τοῦτο χορηγεῖ· καὶ οὐ τὸ Πνεῦμα τὸν Λόγον
179
συνάπτει τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου
[*](c. 44.) λαμβάνει. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί ἐστιν, ὡς Λόγος ἴδιος καὶ ἀπαύγασμα αὐτοῦ· ἡμεῖς δὲ χωρὶς μὲν τοῦ Πνεύματος ξένοι καὶ μακράν ἐσμεν τοῦ Θεοῦ, τῇ δὲ τοῦ Πνεύματος μετοχῇ
[*](Ath. ad Serap i. 25.) συναπτόμεθα τῇ θεότητι· ὥστε τὸ εἶναι ἡμᾶς ἐν τῷ Πατρὶ μὴ ἡμέτερον εἶναι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἐν ἡμῖν ὄντος καὶ ἐν ἡμῖν μένοντος, ἕως αὐτὸ τῇ ὁμολογίᾳ φυλάττομεν ἐν ἡμῖν, λέγοντος πάλιν τοῦ Ἰωάννου· ‘ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς
[*](1 john iv. 13.) ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.’ Ποία τοίνυν ὁμοιότης καὶ ποία ἰσότης ἡμῶν πρὸς τὸν Υἱόν; ἢ πῶς οὐκ ἐλέγχονται πανταχόθεν οἱ Ἀρειανοὶ, καὶ μάλιστα παρὰ τοῦ Ἰωάννου, ὅτι ἄλλως μὲν ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, ἄλλως δὲ ἡμεῖς ἐν αὐτῷ γινόμεθα· καὶ οὔτε ἡμεῖς ὡς ἐκεῖνος ἐσόμεθά ποτε, οὔτε ὁ Λόγος ὡς ἡμεῖς τυγχάνει ὢν, εἰ μὴ ἄρα τολμήσουσιν, ὡς ἐν πᾶσι, καὶ νῦν εἰπεῖν, ὅτι καὶ ὁ Υἱὸς μετοχῇ τοῦ Πνεύματος καὶ βελτιώσει πράξεως γέγονε καὶ αὐτὸς
[*](i. 37.) ἐν τῷ Πατρί. Ἀλλὰ καὶ τοῦτο πάλιν ὑπερλίαν ἐστὶν ἀσεβὲς κἂν ὅλως εἰς ἐνθύμησιν λαβεῖν. Αὐτὸς γὰρ, ὥσπερ εἴρηται, τῷ Πνεύματι δίδωσι· καὶ ὅσα ἔχει τὸ Πνεῦμα, παρὰ τοῦ Λόγου ἔχει.
25. Οὐκοῦν ὁ Σωτὴρ λέγων περὶ ἡμῶν τὸ ‘καθὼς σὺ, [*](John xvii. 21.) Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν,’ οὐ τὴν ταυτότητα ἡμᾶς αὐτῷ μέλλοντας ἔχειν σημαίνει· ἐδείχθη γὰρ ἐκ τοῦ κατὰ τὸν Ἰωνᾶν παραδείγματος καὶ τοῦτο ἀλλὰ ἀξίωσίς ἐστι πρὸς τὸν Πατέρα, ὡς ὁ Ἰωάννης ἔγραψεν, ἵνα τὸ Πνεῦμα χαρίσηται διʼ αὐτοῦ τοῖς πιστεύουσι, δι᾿ οὗ καὶ δοκοῦμεν ἐν τῷ Θεῷ γίνεσθαι, καὶ κατὰ τοῦτο συνάπτεσθαι ἐν αὐτῷ. Ἐπειδὴ γὰρ ὁ Λόγος ἐστὶν ἐν τῷ Πατρὶ, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Λόγου δίδοται, θέλει λαβεῖν ἡμᾶς τὸ Πνεῦμα, ἵνα, ὅταν [*](Ad serap. i. 20; iv. 4.) ἐκεῖνο λάβωμεν, τότε ἔχοντες τὸ Πνεῦμα τοῦ Λόγου τοῦ ὄντος ἐν τῷ Πατρὶ, δόξωμεν καὶ ἡμεῖς διὰ τὸ Πνεῦμα ἓν γίνεσθαι ἐν τῷ λόγῳ, καὶ δι᾿ αὐτοῦ τῷ Πατρί. Τὸ δὲ ‘ὡς ἡμεῖς’ ἐὰν λέγῃ, οὐδὲν ἕτερον πάλιν ἐστὶν, ἢ ἵνα ἡ γινομένη τοιαύτη τοῦ Πνεύματος χάρις εἰς τοὺς μαθητὰς ἀδιάπτωτος καὶ ἀμεταμέλητος γένηται. Τὸ γὰρ κατὰ φύσιν, ὡς προεῖπον, ὑπάρχον τῷ Λόγῳ ἐν τῷ Πατρὶ, τοῦτο ἡμῖν ἀμεταμελήτως διὰ τοῦ Πνεύματος δοθῆναι βούλεται· ὅπερ ὁ ἀπόστολος γινώσκων, ἔλεγε, ‘Τίς [*](Rom. viii. 35.)
180
[*](Rom. xi. 29.) ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;’ ‘ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ καὶ ἡ χάρις τῆς κλήσεως.’ Τὸ ἄρα Πνεῦμά ἐστι τὸ ἐν τῷ Θεῷ τυγχάνον, καὶ οὐχ ἡμεῖς καθʼ ἑαυτούς·
[*](i. 39; ii. 59.) καὶ ὥσπερ υἱοὶ καὶ θεοὶ διὰ τὸν ἐν ἡμῖν Λόγον, οὕτως ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ ἐσόμεθα, καὶ νομισθησόμεθα ἐν Υἱῷ καὶ ἐν Πατρὶ ἓν γεγενῆσθαι διὰ τὸ ἐν ἡμῖν εἶναι Πνεῦμα, ὅπερ ἐστὶν ἐν τῷ λόγῳ τῷ ὄντι ἐν τῷ Πατρί. Ὅτε γοῦν ἐκπίπτει τις ἀπὸ τοῦ Πνεύματος διά τινα κακίαν, ἡ μὲν χάρις ἀμεταμέλητος διαμένει τοῖς βουλομένοις, κἄν τις ἐκπεσὼν μετανοῇ· οὐκέτι δὲ ἐν τῷ Θεῷ ἐστιν ἐκεῖνος ὁ πεσὼν, διὰ τὸ ἀποστῆναι ἀπʼ αὐτοῦ τὸ ἐν τῷ Θεῷ ἅγιον καὶ παράκλητον Πνεῦμα, ἀλλʼ ἐν ἐκείνῳ ἔσται ᾦ ἑαυτὸν ὑπέταξεν ὁ ἁμαρτάνων,
[*](1 Kings (1 Sam.) xvi. 14.) ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν· ‘ἀπέστη γὰρ ἀπʼ αὐτοῦ τὸ Πνεῦμα’ τοῦ Θεοῦ, καὶ ἔθλιβεν ‘αὐτὸν πνεῦμα πονηρόν.’ Ταῦτα ἀκούοντας τοὺς θεομάχους ἔδει λοιπὸν ἐντρέπεσθαι, καὶ μηκέτι ἑαυτοὺς
[*](Prov. xxix. 7.) ἀναπλάπτειν ἴσα Θεῷ. Οὔτε δὲ νοοῦσιν· ‘ὁ γὰρ ἀσεβής,’ φησιν, ‘οὐ νοεῖ γνῶσιν·’ οὔτε λόγων εὐσεβῶν ἀνέχονται· βαρεῖς γὰρ αὐτοῖς εἰσι καὶ λεγόμενοι.
26. Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖς εὐαγγελίοις, ἐπελάθοντο [*](C. 51; i. 38.) θοντο τέλεον, κατὰ τὸν Σαμοσατέα, τῆς πατρικῆς θεότητος τοῦ [*](Arian obj.) Υἱοῦ, καὶ τολμηρᾷ τῇ γλώσσῃ θρασυνόμενοι, λέγουσι· ‘Πῶς δύναται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατʼ [*](Matt. xxviii. 18. John v. 22. Ib, iii. 35.) οὐσίαν, ὁ λέγων, “Ἐδόθη μοι πᾶσα ἐξουσία·” καὶ, “ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ·” καὶ, “ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον·” καὶ [*](Matt, xi. 27.) πάλιν· “Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς [*](John vi. 37.) ἀποκαλύψαι·” καὶ πάλιν· “Πᾶν ὃ δέδωκέ μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει;”’ Εἶτα ἐπιλέγουσιν· ‘Εἰ ἦν, ὡς λέγετε, Υἱὸς κατὰ φύσιν, οὐ χρείαν εἶχε λαβεῖν, ἀλλʼ εἶχε κατὰ φύσιν ὡς υἱός. Ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ Πατρὸς, ὁ [*](Ib. xii. 27, 28.) παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων, “Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης.
181
ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.” Πάλιν τε τὸ ὅμοιον ἔλεγε· “Πάτερ, εἰ
[*](Matt. xxvi. 30. John xiii. 21.) δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο·” καὶ, “Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἶς ἐξ ὑμῶν παραδώσει με.”’ Καὶ ἐπὶ τούτοις δέ φασιν οἱ κακόφρονες· ‘Εἰ δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν, ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρεῖχεν.’ Εἶτά φασιν· ‘Εἰ σοφία ἦν φύσει ἡ ἀληθινὴ καὶ ἰδία τοῦ Πατρὸς, πῶς γέγραπται· “Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ
[*](Luke ii. 52.) χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις·” καὶ “ἐλθὼν εἰς μὲν τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἐπυνθάνετο τῶν μαθητῶν, τίνα λέγουσιν
[*](Matt. xvi. 13.) οἱ ἄνθρωποι αὐτὸν εἶναι·’ εἰς δὲ τὴν Βηθανίαν παραγενόμενος ἠρώτα ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ μετὰ ταῦτα τοῖς μαθηταῖς·
[*](John xi. 33.) “Πόσους ἄρτους ἔχετε;” Πῶς οὖν,’ φασὶν, οὖτος Σοφία, ὁ ἐν
[*](Mark vi. 38.) σοφίᾳ προκόπτων, καὶ ἀγνοῶν ἃ παῤ ἑτέρων μανθάνειν ἠξίου;’ Ἔστι δὲ καὶ τοῦτο παῤ αὐτῶν λεγόμενον· ‘Πῶς δύναται ὁ Λόγος ἴδιος εἶναι τοῦ Πατρὸς, οὗ ἄνευ οὐκ ἦν ὁ Πατήρ ποτε, διʼ οὗ τὰ πάντα ποιεῖ, ὡς ὑμεῖς φρονεῖτε, ὁ ἐπὶ μὲν τοῦ σταυροῦ λέγων· “Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;” πρὸ δὲ τούτων
[*](Matt. xxvii. 46. John xii. 28. Ib. xvii. 5.) εὐχόμενος, “δόξασόν σου τὸ ὄνομα·” καὶ, “δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.” Ηὔχετο δὲ ἐν ταῖς ἐρήμοις, καὶ παρήγγελλε τοῖς μαθηταῖς προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν· καὶ, “τὸ πνεῦμα πρόθυμον”
[*](Matt. xxvi. 41. Mark xiii. 32.) ἔλεγεν, “ἡ δὲ σὰρξ ἀσθενής·” καὶ, Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἷδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός.”’ Εἶτα πάλιν φασὶν ἐπὶ τούτοις οἱ δείλαιοι· ‘Εἰ ἦν κατὰ τὴν ὑμετέραν διάνοιαν ἀϊδίως ὑπάρχων ὁ Υἱὸς πρὸς τὸν Θεὸν, οὔτ’ ἂν ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλʼ ἐγίνωσκεν ὡς Λόγος· οὔτʼ ἂν ἐγκατελείπετο ὁ συνυπάρχων· οὔτε δόξαν ᾔτει λαβεῖν, ἔχων αὐτὴν ἐν τῷ Πατρὶ, οὔτε ὅλως ηὔχετο· οὐδενὸς γὰρ, Λόγος ὢν, ἐδέετο· ἀλλʼ ἐπειδὴ κτίσμα ἐστὶ καὶ εἶς τῶν γενητῶν, διὰ τοῦτο τοιαῦτα ἔλεγε, καὶ ἐδέετο ὧν οὐκ εἶχε· κτισμάτων γὰρ ἴδιον τὸ χρήζειν καὶ δέεσθαι ὦν οὐκ ἔχουσι.’
27. Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάγονται λαλοῦντες· ἔδει δὲ ταῦτα διαλογιζομένους εἰπεῖν καὶ τολμηρότερον· ‘Διὰ τί ὅλως ὁ
182
Λόγος σὰρξ ἐγένετο;’ καὶ πάλιν ἐπειπεῖν, ‘Πῶς γὰρ ἡδύνατο, Θεὸς ὢν, γενέσθαι ἄνθρωπος; ἢ πῶς ἠδύνατο ὁ ἀσώματος σῶμα φορέσαι;’ ἢ καὶ’ Ἰουδαϊκώτερον κατὰ τὸν Καϊάφαν εἰπεῖν· ‘Διὰ
[*](John x. 33.) τί ὅλως, ἄνθρωπος ὢν ὁ Χριστὸς, Θεὸν ἑαυτὸν ἐποίει;’ ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τότε μὲν Ἰουδαῖοι βλέποντες ἐγόγγυζον, νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι, καὶ εἰς βλασφημίας ἐκπεπτώκασιν. Εἴ τις οὖν ἐκ παραλλήλου τὰ τούτων κἀκείνων ἐξετάζοι ῥήματα, εὑρήσει πάντως εἰς τὴν αὐτὴν αὐτοὺς συναντῶντας ἀπιστίαν, καὶ ἴσην αὐτῶν τὴν τῆς ἀσεβείας τόλμαν, καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην. Ἰουδαῖοι μὲν γὰρ ἔλεγον, ‘Πῶς, ἄνθρωπος ὢν, δύναται Θεὸς εἶναι;’ Ἀρειανοὶ δὲ, ‘Εἰ Θεὸς ἦν ἀληθινὸς ἐκ τοῦ Θεοῦ, πῶς ἡδύνατο ἄνθρωπος γενέσθαι; Καὶ Ἰουδαῖοι μὲν ἐσκανδαλίζοντο, καὶ ἐχλεύαζον λέγοντες, ‘Οὐκ ἂν οὖτος, εἰ ἦν Υἱὸς τοῦ Θεοῦ, ὑπέμεινε σταυρόν·’ Ἀρειανοὶ δὲ εἰς τὸ κατʼ ἀντικρὺ στήκοντες αὐτῶν, φάσκουσιν ἡμῖν, ‘Πῶς τολμᾶτε λέγειν Λόγον ἴδιον εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα, ὥστε τοῦτο ὑπομεῖναι;’ Εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Κύριον,
[*](Ib. v. 18.) ὅτι ‘Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, καὶ ἴσον ἑαυτὸν ἐποίει,’ ἐργαζόμενος ἃ ἐργάζεται ὁ Πατὴρ, ἔμαθον οἱ Ἀρειανοὶ λέγειν καὶ αὐτοὶ, ὅτι οὔτε ἴσος τῷ Θεῷ ἐστιν, οὔτε Πατὴρ ἴδιός ἐστι
[*](Apol. de Fuga, 8. John vi. 42; viii. 58.) καὶ φύσει τοῦ Λόγου ὁ Θεός· ἀλλὰ καὶ τοὺς ταῦτα φρονοῦντας ζητοῦσιν ἀποκτεῖναι. Πάλιν τε τῶν Ἰουδαίων λεγόντων· ‘Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει, “πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;’ οἱ Ἀρειανοὶ καὶ αὐτοὶ ἐπακούουσιν ἐξ ἴσου λέγοντες· ‘Πῶς δύναται Λόγος εἶναι ἢ Θεὸς ὁ κοιμώμενος ὡς ἄνθρωπος, καὶ κλαίων, καὶ πυνθανόμενος; Ἀμφότεροι γὰρ ἐκ τῶν ἀνθρωπίνων, ὦν ὑπέμεινεν ὁ Σωτὴρ διʼ ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀϊδιότητα καὶ θεότητα τοῦ Λόγου.
28. Ἰουδαϊκῆς τοίνυν οὔσης, καὶ Ἰουδαϊκῆς τῆς ἐκ τοῦ προδότου [*](Cp. c. 55; i. 39; Hist. Ari. 19.) Ἰούδα τῆς τοιαύτης παρανοίας, ἢ ἐκ φανεροῦ πάλιν ὁμολογείτωσαν ἑαυτοὺς τοῦ Καϊάφα καὶ Ἡρώδου μαθητὰς εἶναι, μὴ σκέποντες τὸν Ἰουδαϊσμὸν τῷ τοῦ Χριστιανισμοῦ ὀνόματι, καὶ ἀρνείσθωσαν τέλεον, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, τὴν τοῦ Σωτῆρος ἔνσαρκον παρουσίαν· τοῦτο γὰρ τῆς αἱοέσεως αὐτῶν
183
οἰκεῖον τὸ φρόνημα· ἢ εἰ δεδοίκασιν Ἰουδαΐζειν ἐκ φανεροῦ, καὶ περιτέμνεσθαι, διὰ τὴν πρὸς Κωνστάντιον ἀρέσκειαν καὶ τοὺς
[*](Cp. i. 38, 10.) ἀπατηθέντας παῤ αὐτῶν, μηδὲ λεγέτωσαν τὰ τῶν Ἰουδαίων· δίκαιον γὰρ ὧν τὰ ὀνόματα παραιτοῦνται, τούτων ἀποστρέφεσθαι καὶ τὸ φρόνημα. Χριστιανοὶ γάρ ἐσμεν, ὦ Ἀρειανοὶ, Χριστιανοί ἐσμεν ἡμεῖς· ἡμῶν τε ἴδιον καλῶς τὰ εὐαγγέλια νοεῖν περὶ τοῦ Σωτῆρος, καὶ μήτε μετὰ Ἰουδαίων λιθάζειν αὐτὸν, ἐὰν περὶ τῆς θεότητος καὶ τῆς ἀϊδιότητος ἀκούωμεν αὐτοῦ, μήτε μεθʼ ὑμῶν σκανδαλίζεσθαι, ἐφʼ οἷς ἂν, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ταπεινοῖς φθέγγοιτο ῥήμασιν. Εἰ θέλετε γοῦν καὶ ὑμεῖς γενέσθαι Χριστιανοὶ, ἀπόθεσθε τὴν Ἀρείου μανίαν, τήν τε ἀκοὴν ὑμῶν τὴν ῥυπωθεῖσαν ἀπὸ τῶν βλασφήμων ῥημάτων ἀπονίψασθε τοῖς τῆς εὐσεβείας λόγοις, γινώσκοντες ὡς παυόμενοι τοῦ εἶναι Ἀρειανοὶ, παύσεσθε καὶ τῆς τῶν νῦν Ἰουδαίων κακοφροκύνης, εὐθύς τε ὡς ἀπὸ σκότους ἡ ἀλήθεια ὑμῖν λάμψει· καὶ οὐκέτι μὲν ἡμῖν ὀνειδίσετε, ὡς ‘δύο ἀΐδιαʼ λέγουσιν, ἐπιγνώσεσθε δὲ καὶ ὑμεῖς, ὅτι τε ἀληθινὸς καὶ φύσει Υἱός ἐστι τοῦ Θεοῦ ὁ Κύριος, καὶ οὐχ ἀπλῶς ἀΐδιος, ἀλλὰ τῇ τοῦ Πατρὸς ἀϊδιότητι συνὼν γινώσκεται. Ἔστι γὰρ λεγόμενα ‘ἀΐδια,’ ὦν αὐτὸς δημιουργός ἐστιν· ἐν γὰρ τῷ εἰκοστῷ τρίτῳ ψαλμῷ γέγραπται· ‘Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι.’
[*](Ps. xxiii. (xxiv.) 7.) Δῆλον δέ ἐστιν ὅτι διʼ αὐτοῦ καὶ ταῦτα γέγονεν· εἰ δὲ καὶ τῶν αἰωνίων αὐτός ἐστι δημιουργὸς, τίς ἡμῶν ἔτι λοιπὸν ἀμφιβάλλειν δυνήσεται, ὅτι καὶ τούτων τῶν ἀϊδίων ἀνώτερός ἐστι, καὶ οὐ τοσοῦτον ἐκ τοῦ ἀϊδίου γνωρίζεται Κύριος, ὅσον ὅτι Υἱός ἐστι τοῦ Θεοῦ; Υἱὸς γὰρ ὢν, ἀχώριστός ἐστι τοῦ Πατρὸς, καὶ οὐκ ‘ἦν ὅτε οὐκ ἦν,’ ἀλλʼ ἀεὶ ἦν· καὶ εἰκὼν καὶ ἀπαύγασμα ὢν τοῦ
[*](i. 11.) Πατρὸς, ἔχει καὶ τὴν ἀϊδιότητα τοῦ Πατρός. Ὅπως μὲν οὖν ἠλέγχθησαν κακῶς νοοῦντες ἃ προεφασίζοντο ῥητὰ, δυνατόν πως ἐκ τῶν ἔμπροσθεν δι᾿ ὀλίγων εἰρημένων καταμαθεῖν· ὅτι δὲ καὶ ἐν οἷς πάλιν προφασίζονται νῦν ἐκ τῶν εὐαγγελίων, γνωρίζονται σαθρὰν ἔχοντες τὴν διάνοιαν, ῥᾴδιόν ἐστι συνιδεῖν, ἐὰν μάλιστα καὶ νῦν τὸν σκοπὸν τῆς καθʼ ἡμᾶς τοὺς Χριστιανοὺς
[*](c. 58.) πίστεως λάβωμεν, καὶ τούτῳ ὥσπερ κανόνι χρησάμενοι, ‘προσέχωμεν,’ ὡς εἷπεν ὁ ἀπόστολος, ‘τῇ ἀναγνώσει τῆς θεοπνεύστου
[*](1 Tim. iv. 13. 2 Tim. iii. 16.) γραφῆς.’ Οἱ γὰρ Χριστομάχοι, τοῦτον ἀγνοήσαντες,
184
[*](Wisd. v. 6. Rom. ix. 32; xii. 3.) ‘ἐπλανήθησαν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας,’ καὶ ‘προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,ʼ φρονοῦντες ‘παῤ ὃ δεῖ φρονεῖν.’
29. Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας γραφῆς, ὡς [*](Cp. i. 39.) πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν [*](Cited in Cyril. Alex. Ep. ad Mon.) ἐν αὐτῇ· ὅτι τε ἀεὶ Θεὸς ἦν καὶ Υἱός ἐστι, Λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, διʼ ἡμᾶς [*](c. 14, 33.) σάρκα λαβὼν ἐκ παρθένου τῆς Θεοτόκου Μαρίας, ἄνθρωπος γέγονε. Καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης τῆς θεοπνεύστου [*](John v. 39.) γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ἐρευνᾶτε τὰς γραφὰς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἵνα δὲ μὴ, πάντα τὰ ῥητὰ συνάγων, πολὺς ἐν τῷ γράφειν γένωμαι, ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι, τοῦ μὲν Ἰωάννου λέγοντος, [*](Ib. i. 1–3) ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Ἀόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα διʼ [*](Ib. 14.) αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·ʼ εἶτα, ‘Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·’ τοῦ δὲ [*](Phil. ii. 6–8.) Παύλου γράφοντος, ‘ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ,’ Ἀπὸ τούτων γὰρ, τῇ αὐτῇ διανοίᾳ διερχόμενός τις πᾶσαν τὴν γραφὴν, ὄψεται πῶς [*](Gen. i. 3, 6. 26.) ἐν ἀρχῇ μὲν εἶπε τούτῳ ὁ Πατήρ· ‘Γενηθήτω φῶς,’ καὶ, ‘Γενηθήτω στερέωμα,ʼ καὶ, ‘Ποιήσωμεν ἄνθρωπον·’ ἐπὶ δὲ συντελείᾳ [*](John iii 17.) τῶν αἰώνων ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, ‘οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ·’ καὶ γέγραπται, [*](Matt. i. 23.) ‘Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθʼ ἡμῶν ὁ Θεός.’
30. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ γραφῇ, ἀπὸ μὲν τῶν παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν εὐαγγελίων θεωρείτω [*](John i. 14.) τὸν Κύριον γενόμενον ἄνθρωπον· ‘ὁ Λόγος γὰρ, φησὶ, ‘σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.’ Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀνᾶγκαῖον εἰδέναι, μήποτε καὶ, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας,
185
κἀκεῖνοι νομίσωσιν ὅτι, ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς
[*](iv. 30. Cp. Ath. Thom. ad Antioch. 7. ad Epidct. 11; ad Max. 2.) ἕκαστον τῶν ἀγίων ‘ἐγίνετο,’ οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν ὁ Λόγος, ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον, οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες, ‘Ποταπὸς ἄρα ἐστὶν οὖτος;’ καὶ, ‘διὰ τί σὺ, ἄνθρωπος ὢν,
[*](Mark iv. 41. John x. 33.) ποιεῖς σεαυτὸν Θεόν;’ εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες, ‘Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς’ ἕκαστον τῶν προφητῶν. Νῦν δὲ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, διʼ οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ‘ἐταπείνωσεν ἑαυτὸν, λαβὼν δούλου μορφήν·’ διὰ τοῦτο ‘Ἰουδαίοις μὲν σκάνδαλόν’ ἐστιν ὁ
[*](1 Cor. i. 23. 24.) τοῦ Χριστοῦ σταυρὸς, ‘ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·’ ‘ὁ Λόγος’ γὰρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο·’ τῆς γραφῆς ἔθος ἐχούσης λέγειν ‘σάρκα’ τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησὶν, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου
[*](Joel ii. 28.) ἐπὶ πᾶσαν σάρκα·’ καὶ ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῆ, Ὁὐ
[*](Bel and Dr. 5.) σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν·’ ‘σάρκα’ γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων
[*](Cp. Ep. ad Epict. 8.) γένος λέγουσι.
31. Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐτόν· οὔτε δὲ, γεννωμένων ἐκείνων, εἴρηται ὅτι ‘αὐτὸς γεγένηται ἄνθρωπος,’ οὔτε, πασχόντων ἐκείνων, εἴρηται, ‘πέπονθεν αὐτός.’ Ὅτε δὲ ἐκ Μαρίας ἐπεδήμησεν ‘ἅπαξ ἐπὶ συντελείᾳ τῶν ἀιώνων εἰς ἀθέτησιν ἁμαρτίας,’ [*](Heb. ix. 26.) (οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ ‘ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον [*](Gal. iv. 4.) ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον), τότε εἴρηται ὅτι σάρκα προσλαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ [*](1 Pet. iv. 1.) ἡμῶν σαρκί·’ ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν Θεὸς, καὶ ἁγιάζων πρὸς οὓς ἐγένετο, διακοσμῶν τε κατὰ τὸ βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ διʼ ἡμᾶς γέγονεν [*](ii. 79.) ἄνθρωπος, καὶ ‘σωματικῶς,’ ὥς φησιν ὁ ἀπόστολος, ‘κατῴκησεν [*](Col. ii. 9.) ἡ θεότης’ ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, ‘Θεὸς ὢν, ἴδιον ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος διʼ [*](c. 35, 53.) ἡμᾶς.’ Καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης ‘αὐτοῦ’ λέγεται, ἐπειδὴ
186
[*](Cp. Cyril ad Nest. Ep. 2; Anath. 11.) ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῇν, τὸ διψῇν, τὸ πάσχειν, τὸ κοπιᾷν, καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ Λόγου ἴδια ἔργα, οἷά ἐστι, τὸ ἐγείρειν νεκροὺς, καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν,
[*](i. 45; ii. 61. 65; ad Epict. 6; ad Adelph. 3.) καὶ τὴν αἱμοῤῥοοῦσαν ἰᾶσθαι αὐτὸν, διὰ τοῦ ἰδίου σώματος αὐτὸς ἐποίει· καὶ ὁ μὲν Λόγος τὰς τῆς σαρκὸς βάσταζεν ἀσθενείας, ὡς ἰδίας· αὐτοῦ γὰρ ἦν ἡ σάρξ· καὶ ἡ σὰρξ δὲ ὑπούργει τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγένετο· Θεοῦ γὰρ ἦν σῶμα. Εὖ δὲ ὁ προφήτης εἴρηκεν, ‘ἐβάσταξε,’ καὶ οὐκ
[*](Matt. viii. 17.) εἴρηκε, ‘τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν,’ ἵνα μὴ, ὡς ἐκτὸς ὢν τοῦ σώματος, καὶ μόνον αὐτὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν, ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ.
[*](Isa. Iiii. 4.) Τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει, καὶ ‘τὰς ἁμαρτίας ἡμῶν αὐτὸς
[*](Cp. ii. 55.) φέρει,’ ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος διʼ ἡμᾶς γέγονε, καὶ σῶμα τὸ ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι· καὶ αὐτὸς μὲν οὐδὲν
[*](1 Pet. ii. 24.) ἐβλάπτετο, ‘ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ σώματι αὐτοῦ,’ ὡς εἶπεν ὁ Πέτρος· ἡμεῖς δὲ οἱ ἄνθρωποι ἀπὸ μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ τοῦ Λόγου δικαιοσύνης ἐπληρούμεθα.
32. Ὅθεν τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ Λόγος· διὰ τοῦτο γὰρ ‘αὐτοῦ’ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρὸς, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ· ἀλλʼ ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει. [*](John x. 37, 38.) διὰ τοῦτο γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν, ‘Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ.’ Ἀμέλει ὅτε χρεία γέγονε τὴν πενθερὰν [*](Matt. viii. 14.) θερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νόσον. Καὶ ἐπὶ μὲν τοῦ ‘ἐκ [*](John ix. 6.) γενετῆς τυφλοῦ’ ἀνθρώπινον ἀπὸ τῆς σαρκὸς ἠφίει ‘τὸ πτύσμα,’ θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ [*](Ib. xi. 43. Cp. ad Max. 3; Tom. ad Ant. 7.) Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἠφίει· θεϊκῶς δὲ, [*](Cited inCyril. adv. Orient. 11, 12.) ὡς Θεὸς, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο, καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων σῶμα· ἔπρεπε δὲ τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι, ἵνα, ὥσπερ ἴδιον αὐτοῦ’ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ
187
σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεότητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ (‘ὁ γὰρ Λόγος σὰρξ ἐγένετο,’) ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὖ καὶ ἡ σάρξ ἐστιν. Οὖ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα πάθη· ἵνα καὶ ἡ χάρις παῤ αὐτοῦ ᾖ, καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν, μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ Θεοῦ φύσει καὶ ἀληθινὸν Υἱὸν, τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἦττον Κύριον αὐτὸν καὶ Θεὸν καὶ Σωτῆρα ἐπικαλούμεθα.
33. Τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειεν; ἢ τίς οὐκ ἂν σύνθοιτο θεῖον ἀληθῶς εἶναι τὸ πρᾶγμα; εἰ γὰρ τὰ τῆς θεότητος τοῦ Λόγου ἔργα μὴ διὰ τοῦ σώματος ἐγίνετο, οὐκ ἂν ἐθεοποιήθη [*](Cp. ii. 70.) ἄνθρωπος· καὶ πάλιν, εἰ τὰ ἴδια τῆς σαρκὸς οὐκ ἐλέγετο τοῦ Λόγου, οὐκ ἂν ἠλευθερώθη παντελῶς ἀπὸ τούτων ὁ ἄνθρωπος· ἀλλʼ εἰ ἄρα πρὸς ὀλίγον μὲν ἀνεπαύετο, ὡς προεῖπον, πάλιν δὲ [*](Cp. ii. 68.) ἔμενεν ἡ ἁμαρτία ἐν αὐτῷ καὶ ἡ φθορὰ, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν ἀνθρώπων γέγονε, καὶ τοῦτο δείκνυται. Πολλοὶ γοῦν ἅγιοι [*](Read at Council of Ephesus, act 1. Luke i. 44. c. 14, 29. Rom. v. 44.) γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας· Ἱερεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη· καὶ Ἰωάννης ἔτι κυοφορούμενος ‘ἐσκίρτησεν ἐν ἀγαλλιάσειʼ ἐπὶ τῇ φωνῇ τῆς Θεοτόκου Μαρίας· καὶ ὅμως ‘ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ·ʼ καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοὶ, δεκτικοὶ τῶν ἰδίων τῆς φύσεως παθῶν. Νῦν δὲ τοῦ Λόγου γενομένου ἀνθρώπου, καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκὸς, οὐκέτι [*](c. 38; de Incarn. 8; ad Epict. 6.) ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῷ γενόμενον Λόγον· ἀλλʼ ὑπʼ αὐτοῦ μὲν ἀνήλωται, λοιπὸν δὲ οἱ ἄνθρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρτωλοὶ καὶ νεκροὶ, ἀλλὰ κατὰ τὴν τοῦ Λόγου δύναμιν ἀναστάντες, ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ διαμένουσιν. Ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς Θεοτόκου [*](Cited in Cyril, adv Orient. 1.) Μαρίας, αὐτὸς λέγεται γεγεννῆσθαι, ὁ τοῖς ἄλλοις γένεσιν
188
εἰς τὸ εἶναι παρέχων· ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῇ γένεσιν, καὶ μηκέτι ὡς γῇ μόνη ὄντες εἰς γῆν ἀπέλθωμεν, ἀλλʼ ὡς τῷ ἐξ
[*](Cp. ii. 69.) οὐρανοῦ Λόγῳ συναφθέντες, εἰς οὐρανοὺς ἀναχθῶμεν παῤ αὐτοῦ. Οὐκοῦν οὕτω καὶ τὰ ἄλλα πάθη τοῦ σώματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν, ἵνα μηκέτι ὡς ἄνθρωποι, ἀλλʼ ὡς ἴδιοι τοῦ Λόγου, τῆς αἰωνίου ζωῆς μετάσχωμεν. Οὐκέτι γὰρ, κατὰ τὴν
[*](1 Cor. xv. 22.) προτέραν γένεσιν, ‘ἐν τῷ Ἀδὰμ’ ἀποθνήσκομεν· ἀλλὰλοιπὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρκικῆς ἀσθενείας μετατεθέντων εἰς τὸν Λόγον, ἐγειρόμεθα ἀπὸ γῆς, λυθείσης τῆς διʼ ἁμαρτίαν
[*](Gal. iii. 13.) κατάρας διὰ τὸν ἐν ἡμῖν ‘ὑπὲρ ἡμῶν γενόμενον κατάραν·’ καὶ εἰκότως γε. Ὥσπερ γὰρ, ἐκ γῆς ὄντες πάντες, ἐν τῷ Ἀδὰμ
[*](John iii. 3, 5;) ἀποθνήσκομεν, οὕτως ‘ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννηθέντες,
[*](1 Cor. xv. 22.) ἐν τῷ Χριστῷ πάντες ζωοποιούμεθα,’ οὐκέτι ὡς γηΐνης, ἀλλὰ λοιπὸν λογωθείσης τῆς σαρκὸς διὰ τὸν τοῦ Θεοῦ Λόγον, ὃς δι᾿ ἡμᾶς ‘ἐγένετο σάρξ.’
[*](Cp. c. 9.)34. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ Λόγου φύσεως, καὶ τὰς διὰ τὴν σάρκα λεγομένας ἀσθενείας ‘αὐτοῦ’ γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου· ἀξιόπιστος γὰρ οὗτος γένοιτʼ ἂν μάρτυς περὶ τοῦ Σωτῆρος· γράφει τοίνυν [*](1 Pet. iv. 1. i. 60; ad Epict. 6. Cp. c. Apoll. ii. 11.) ἐν τῇ ἐπιστολῇ λέγων, ‘Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν Οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν, καὶ διψᾷν, καὶ κάμνειν, καὶ μὴ εἰδέναι, καὶ καθεύδειν, καὶ κλαίειν, καὶ αἰτεῖν, καὶ φεύγειν, καὶ γεννᾶσθαι, καὶ παραιτεῖσθαι τὸ ποτήριον, καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκὸς, λεχθείη ἂν ἀκολούθως ἐφʼ ἑκάστου, ‘Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί·’ καὶ μὴ εἰδέναι λέγοντος, καὶ ῥαπιζομένου, καὶ κάμνοντος ‘ὑπὲρ ἡμῶν σαρκί·’ καὶ ὑψουμένου πάλιν, καὶ γεννωμένου, καὶ αὐξάνοντος ‘σαρκί·’ καὶ φοβουμένου, καὶ κρυπτομένου ‘σαρκί·’ καὶ λέγοντος, [*](Matt. xxvi. 39.) ‘εἰ δυνατὸν, παρελθέτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο,ʼ καὶ τυπτομένου, καὶ λαμβάνοντος ‘ὑπὲρ ἡμῶν σαρκί·’ καὶ ὅλως πάντα τὰ τοιαῦτα ‘ὑπὲρ ἡμῶν σαρκί. Καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτʼ εἴρηκε, ‘Χιστοῦ οὖν παθόντος ‘οὐ θεότητι, ἀλλ᾿’ ὑπὲρ ἡμῶν σαρκὶ,’ ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλʼ [*](Cp. c. 43.) αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω, ὡς τὴν φύσιν αὐτὸς ὁ Λόγος ἀπαθής ἐστι, καὶ ὅμως
189
δι᾿ ἣν ἐνεδύσατο σάρκα, λέγεται περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα, τοῦ δὲ Σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. Καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμένει, μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά· οἱ δὲ ἄνθρωποι, ὡς εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν καὶ ἀπηλειμμένων, ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ αὐτοὶ εἰς τοὺς αἰῶνας γίγνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης λέγων, ‘καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας
[*](1 John iii. 5.) ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι·’ Τούτου δὲ οὕτως ὄντος, οὐκ ἐγκαλέσει τις αἱρετικὸς, ‘Διὰ τί ἀνίσταται ἡ σὰρξ φύσει θνητὴ τυγχάνουσα; εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν πεινᾷ καὶ διψᾷ, καὶ πάσχει, καὶ μένει θνητή; ἐκ γὰρ τῆς γῆς γέγονε, καὶ τὸ κατὰ φύσιν πῶς ἂν ἀπʼ αὐτῆς παύσοιτο;ʼ δυναμένης τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτω φιλόνεικον αἱρετικόν· ‘Εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητὴ, ἀλλʼ ὕστερον
[*](i. 44.) τοῦ Λόγου γέγονα σὰρξ, καὶ αὐτὸς ἐβάσταξέ μου τὰ πάθη, καίτοι ἀπαθὴς ὤν· ἐγὼ δὲ γέγονα τούτων ἐλευθέρα, οὐκ ἀφιεμένη δουλεύειν ἔτι τούτοις διὰ ἐλευθερώσαντά με Κύριον ἀπὸ τούτων. Εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλλάγην φθορᾶς, ὅρα μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ Θεοῦ Λόγος τὴν ἐμὴν τῆς δουλείας ἔλαβε μορφήν. Ὡς γὰρ ὁ Κύριος, ἐνδυσάμενος τὸ σῶμα, γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ Λόγου τε θεοποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν.’
35. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα, ἐὰν ἴδωμεν αὐτὸν [*](Cited in Cyril adv. Orient. 11. Cp. c. Apoll. i. 12.) διʼ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λέγοντα, γινώσκωμεν ὅτι Θεὸς ὢν, ταῦτα ἐργάζεται· καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. Ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν, καὶ [*](Cp. c. 55.) οὐκ ἄν ποτε πλανηθησόμεθα. Ἐὰν δέ τις, θεϊκῶς τὰ παρὰ τοῦ [*](Al. οῦποτε.) Λόγου γινόμενα βλέπων, ἀρνήσηται τὸ σῶμα, ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων, ἀρνήσηται τὴν τοῦ Λόγου ἔνσαρκον παρουσίαν, ἢ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ περὶ τοῦ Λόγου φρονήσῃ, ὁ τοιοῦτος, ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἷνον [*](ii. 80.)
190
[*](1 Cor. i. 23.) ὕδατι, ‘σκάνδαλονʼ νομίσει τὸν σταυρὸν, ὡς δὲ Ἕλλην, ‘μωρίανʼ ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. Τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ Σωτῆρος, ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. Οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ Λόγου, ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν, καὶ λοιπὸν καὶ Μανιχαίοις ἑαυτοὺς συγκαταριθμεῖν. Ἀλλʼ ἐκεῖνοι μὲν κἂν ὀψέ ποτε μανθανέτωσαν, ‘ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, ἡμεῖς δὲ, τὸν σκοπὸν τῆς πίστεως ἔχοντες, ἐπιγινώσκωμεν
[*]((13.)) ἃ διανοοῦνται οὗτοι κακῶς, ὀρθὴν ἔχοντα τὴν διάνοιαν. Τὸ
[*](John iii. 35.) γὰρ ‘ὁ Πατὴρ ἀγαπᾶ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῆ
[*](Matt. xi. 27.) χειρὶ αὐτοῦ·’ καὶ τὸ ‘πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·’
[*](John v. 30.) καὶ τὸ ‘Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω· καὶ ὅσα τοιαῦτά ἐστι ῥητὰ, οὐ τὸ μὴ ἐσχηκέναι ποτὲ τὸν Υἱὸν ταῦτα δείκνυσι· (πῶς γὰρ ἃ ἔχει ὁ Πατὴρ, οὐκ εἶχεν ἀϊδίως ὁ μόνος κατʼ οὐσίαν τοῦ Πατρὸς Λόγος καὶ Σοφία,
[*](Ib. xvi. 15.) ὁ καὶ λέγων· ‘πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·’ καὶ ‘τὰ
[*](Ib. xvii. 10.) ἐμὰ τοῦ Πατρός ἐστιν;’ εἰ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀεὶ δὲ ταῦτα ἔχει ὁ Πατὴρ, δῆλον ὅτι ἃ ἔχει ὁ Υἱὸς, ταῦτα ὄντα τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν αὐτῷ·) οὐ διὰ τὸ μὴ ἐσχήκεναι οὖν ποτε ταῦτα ἔλεγεν ἀλλʼ ὅτι ἔχων ἀϊδίως ὁ Υἱὸς ἃ ἔχει, παρὰ τοῦ Πατρὸς ἔχει.
36. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος [*](Cp. iv. 2.) ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν [*](Matt. xxviii. 18.) εἶναι τὸν Πατέρα· διὰ τοῦτο τὸ ‘ἐδόθη μοι καὶ τὸ’ ἔλαβον,’ [*](John x. 18.) καὶ τὸ ‘παρεδόθη μοι,’ εἴρηκεν, ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ [*](Matt. xi. 27.) ἔστιν αὐτὸς ὁ Πατὴρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος Υἱός ἐστιν, ὁ διὰ μὲν τὴν ὁμοιότητα τοῦ Πατρὸς ἔχων ἀϊδίως ἅπερ ἔχει παῤ αὐτοῦ, διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν, ἐκ τοῦ Πατρὸς ἔχει ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ ‘ἐδόθη,ʼ καὶ τὸ ‘παρεδόθη,ʼ καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν θεότητα τοῦ Υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀληθῶς Υἱὸν, ἔξεστι καὶ ἀπʼ αὐτῶν τῶν ῥητῶν καταμαθεῖν. Εἰ γὰρ ‘πάνταʼ αὐτῷ παρεδόθη, πρῶτον [*](Heb. i. 2.) μὲν ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, ‘πάντων ὢν κληρονόμος,’ μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατʼ οὐσίαν τοῦ Πατρός. [*](c. 15.) Εἰ γὰρ εἶς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος·
191
ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ Πατήρ. Νῦν δὲ, πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων καὶ μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ ‘ἐδόθη,ʼ καὶ ‘παρεδόθη,’ οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συνιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ αὐτὸς ὁ Σωτήρ· ‘ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως
[*](John. v. 26.) καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.’ Ἐκ μὲν γὰρ τοῦ λέγειν, ‘δέδωκε,ʼ σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πατέρα· ἐν δὲ τῷ λέγειν, ‘οὕτως,ʼ δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα. Εἰ μὲν οὖν ἦν ποτε ὅτε οὐκ εἶχεν ὁ Πατὴρ, δῆλον ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν· ὡς γὰρ ὁ Πατὴρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν ὅτι ἀεὶ ἔχει ὁ Πατὴρ, πῶς οὐκ ἄτοπον, τοῦ Υἱοῦ λέγοντος ὅτι ὡς ὁ Πατὴρ ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέγειν μὴ οὕτως ἔχειν, ἀλλʼ ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρὸς ἔχει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι, ‘Πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπʼ ἐμαυτοῦ φωτίζω, ἀλλʼ ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, οὐ τό ποτε μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλʼ ὅτι ‘τοῦ φωτὸς ἴδιόν εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ Πατὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρὸς θεότης
[*](Cp. c. 3.) ἐστί καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται.
37. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σωτῆρος, καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. Διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν [*]((14.)) τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζαρος [*](John xi. 34.) κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν πυνθάνεται, [*](Matt. xvi. 13.) Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἷναι;’ καὶ, ‘Πόσους ἔχετε [*](Mark vi. 38. Matt. xx. 32.) ἄρτους; καὶ, ‘Τί θέλετε ἵνα ποιήσω ὑμῖν;’ γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώμεθα
192
κατὰ τοὺς Xριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νομίζουσιν ἀγνοεῖν αὐτόν; Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλʼ ἔξεστι τὸν εἰδότα καὶ ἐρωτᾷν περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, ‘Πόσους ἄρτους ἔχετε;ʼ οἶδε
[*](John. vi. 6.) μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, ‘Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.’ εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. Ἀπὸ δὲ τούτου καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι ὅταν ἐρωτᾷ ὁ Κύριος, οὐκ ἀγνοῶν ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ σοφὸν ἐκβάλλεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν, ἀκουέτωσαν ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρηται. Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος, ὁ πυνθανόμενος ποῦ Λάζαρος
[*](Ib. xi. 14.) κεῖται, αὐτὸς εἶπε μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, ‘Λάζαρος ἀπέθανε,, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατʼ αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθητῶν προγινώσκων,
[*](Ib. ii. 25.) καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, καὶ ‘τί ἐστιν ἐν τῷ ἀνθρώπῳ·’ καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν
[*](Ib. xiv. 10.) Πατέρα, καὶ λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’
38. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι [*](Cp. ii. 8, 74.) τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ [*](Cp. i. 39.) ἀνθρώπινον· μὴ γένοιτο· ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμβανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλʼ ἐπυνθάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα διʼ ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυτὸν τὸν διʼ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποσταλέντα, ἧς μείζων οὐκ ἂν
193
γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν
[*](Matt. xxviii. 18.) λέγῃ ὁ Σωτὴρ, ‘ἐδόθη μοι ἐξουσία,ʼ καὶ, ‘δόξασόν σου τὸν
[*](John xvii. 1. Cf 1 Pet. i. 21.) Υἱὸν,ʼ λέγῃ τε ὁ Πέτρος, ‘ἐδόθη αὐτῷ ἐξουσία,ʼ τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπίνως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως, βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων
[*](Cp. i. 45, 50.) δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος,
[*](Cp. c. 33.) ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ‘δόξασόν με,ʼ ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. Διὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλαβὼν
[*](Cp. c. 31.) αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται.
39. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθʼ ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρήζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος (γέγονε γὰρ) ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρήζειν, καὶ τὸ ἀγνοεῖν, διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλλοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος [*](Cp. c. 41; ii. 8.) ἐστὶ, διʼ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖνος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀναστὰς, ποία τοῖς ἀνθρώποις [*](Cp. ii. 41, 67.) ἐστὶν ἐλπίς; μένουσι γὰρ, ὥσπερ ἧσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι, κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολογήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα, ἢ τὸ σῶμα βελτιωθὲν δι᾿ αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δʼ ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ
194
Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι φανερὸν ὅτι ταῦθʼ ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι᾿ ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδόμενα χαρίσματα διʼ αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖνοι. Δόξαν τοίνυν
[*](Luke x. 22. Matt. xxviii. 18.) ᾐτεῖτο, καὶ ἔλεγε, ‘Πάντα μοι παρεδόθη·’ καὶ μετὰ τὴν ἀνάστασιν ‘ἐξουσίαν πᾶσάνʼ φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν
[*](John. i. 3.) εἴπῃ, ‘πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· ‘πάντα γὰρ δι᾿
[*](1 Cor. viii. 6.) αὐτοῦ ἐγένετο· καὶ ‘εἷς Κύριος ἦν, διʼ οὗ τὰ πάντα,’ καὶ δόξαν μὲν αἰτῶν, ‘Κύριος τῆς δόξηςʼ ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν,
[*](1 Cor. ii. 8. John xvii. 5.) ‘εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.’ Εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων, ‘τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.ʼ
40. Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως. [*](Matt. iv. 10.) Αὐτὸς μὲν γὰρ ἐπετίμα διʼ ἑαυτοῦ τῷ Σατανᾷ λέγων, ‘Ὕπαγε [*](Luke x. 18, 19.) ὀπίσω μου, Σατανᾶ·’ τοῖς δὲ μαθηταῖς ‘ἐδίδουʼ κατʼ αὐτοῦ ‘τὴν ἐξουσίαν,ʼ ὅτε καὶ, ὑποστρεψάντων αὐτῶν, ἔλεγεν, ‘Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν, πεσόντα ἐκ τοῦ οὐρανοῦʼ Ἀλλὰ καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε· καὶ ἅπερ [*](Ib. xiii. 16.) ‘ἔδησεν ὁ Σατανᾶς,ʼ ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς ‘Ἀβραμιαίας [*](Matt. ix. 5; Luke vii. 48.) θυγαττὸς’ ἐποίησε· καὶ ἁμαρτίας ἠφίει, λέγων τῷ παραλυτικῷ, [*](John ix. 1 sq.) καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· ‘Ἀφέωνταί σου αἱ ἁμαρτίαι.’ Καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα, χαριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει, οὐ [*](Isa. ix 6. Alex.) μέλλων ἕως λάβῃ, ἀλλʼ ‘ἐξουσιαστὴςʼ ὤν. Ὡς ἐκ τούτων δῆλον εἶναι ὅτι ἃ εἶχε Λόγος ὢν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ μετὰ τὴν ἀνάστασιν, ἀνθρωπίνως εἰληφέναι λέγει, ἵνα δι᾿ αὐτὸν [*](2 Pet. i. 4.) οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς, ὡς ‘κοινωνοὶ γενόμενοι θείας φύσεως,’ λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς [*](Rom. viii. 21.) οὐρανοῖς, ὡς ‘ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς,ʼ αἰωνίως βασιλεύσωσι. Καθόλου γὰρ τοῦτο χρὴ γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ Θεὸς
195
ὢν ὁ Λόγος. Λέγεται δὲ νῦν ἀνθρωπίνως ὅτι ἔλαβεν, ἵνα, τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς διαμείνῃ βεβαίως. Καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον, ὅτι ‘λαβὼν παρὰ Θεοῦ τιμὴν καὶ δόξαν, ὑποταγέντων αὐτῷ
[*](2 Pet. i. 17; 1 Pet, iii. 22.) ἀγγέλων,ʼ τοιοῦτον ἔχει τὸν νοῦν. Ὡς ἐπυνθάνετο ἀνθρωπίνως, ἤγειρε δὲ θεϊκῶς τὸν Λάζαρον· οὕτω τὸ μὲν ‘ἔλαβενʼ ἀνθρωπίνως
[*](Cp. c. 32.) εἴρηται· ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεότητα τοῦ Λόγου δείκνυσι.