Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

79. Εἰ δὲ καὶ τούτοις ἀπιστοῦσι, λεγέτωσαν ἡμῖν αὐτοὶ, εἰ ἔστι τις σοφία ἐν τοῖς κτίσμασι, ἢ οὐκ ἔστιν; Εἰ μὲν οὖν οὐκ ἔστι, πῶς ὁ ἀπόστολος αἰτιᾶται, λέγων, ‘ἐπειδὴ γὰρ ἐν τῇ [*](1 Cor. i. 21.) σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν;’ ἢ πῶς, εἰ μή ἐστι σοφία, ‘πλῆθος σοφῶνʼ ἐν τῇ γραφῇ εὑρίσκεται; [*](Wisd. vi. 24.) καὶ, σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ·’ καὶ, [*](Prov. xiv. 16.) ‘Μετὰ σοφίας οἰκοδομεῖται οἷκος.’ Ὁ δὲ Ἐκκλησιαστὴς λέγει, [*](Ib. xxiv. 3.) ‘Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ·’ καὶ μέμφεται τοῖς [*](Eccles. viii. 1. Ib. vii. 11.) προπετευομένοις, λέγων, ‘Μὴ εἴπῃς, Τί ἐγένετο, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας περὶ τούτου· Εἰ δέ ἐστιν, ὥσπερ οὖν καὶ ὁ τοῦ Σιράχ φησιν· ‘ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ μετὰ πάσης [*](Sirac. i. 10.) σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν·’ ἡ δὲ τοιαύτη ἔκχυσις οὐ τῆς οὐσίας τῆς αὐτοσοφίας καὶ μονογενοῦς ἐστι γνώρισμα, ἀλλὰ τῆς ἐν τῷ κόσμῳ ἐξεικονισθείσης· τί ἄπιστον εἰ αὐτὴ ἡ δημιουργὸς καὶ ἀληθινὴ Σοφία, ἧς τύπος ἐστὶν ἡ ἐν κόσμῳ ἐκχυθεῖσα σοφία καὶ ἐπιστήμη, ὡς περὶ ἑαυτῆς ἐστι, καθὰ προεῖπον, λέγουσα, ‘Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ;’ οὐ γὰρ ἡ ἐν κόσμῳ σοφία κτίζουσά ἐστιν, ἀλλʼ ἡ ἐγκτιζομένη τοῖς ἔργοις, καθʼ ἣν ‘οἱ μὲν οὐρανοὶ [*](Ps. xviii. (xix.) 1.) διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα Οἱ δὲ ἄνθρωποι, εἰ ταύτην ἐν ἑαυτοῖς φέροιεν, ἐπιγνώσονται τὴν ἀληθινὴν τοῦ Θεοῦ Σοφίαν· καὶ γνωσθήσονται, ὅτι ὄντως κατʼ εἰκόνα Θεοῦ γεγόνασι. Καὶ ὥσπερ ἂν εἴ τις βασιλέως υἱὸς, θέλοντος πατρὸς οἰκοδομῆσαι πόλιν, καὶ

150
ποιῶν ἐν ἑκάστῳ τῶν γινομένων ἔργων ἐγγραφῆναι τὸ ἑαυτοῦ ὄνομα, ἀσφαλείας τε χάριν τοῦ διαμένειν τὰ ἔργα διὰ τὴν ἐν ἑκάστῳ τοῦ ὀνόματος αὐτοῦ φαντασίαν, καὶ ἵνʼ ἐκ τοῦ ὀνόματος ἀναμιμνήσκεσθαι αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ δύνωνται, τελειώσας δὲ εἰ ἐρωτηθείη περὶ τῆς πόλεως, πῶς γέγονεν, εἴποι [*](Cp. iii. 31.) ἄν· ’Ἀσφαλῶς γέγονε· κατὰ γὰρ τὸ βούλημα τοῦ πατρὸς, ἐν ἑκάστῳ ἔργῳ ἐξεικονίσθην· τὸ γὰρ ἐμὸν ὄνομα ἐν τοῖς ἔργοις ἐνεκτίσθη·’ τοῦτο δὲ λέγων, οὐ τὴν ἑαυτοῦ οὐσίαν κτισθεῖσαν σημαίνει, ἀλλὰ τὸν ἑαυτοῦ τύπον διὰ τοῦ ὀνόματος· τὸν αὐτὸν τρόπον κατὰ τὴν ὁμοιότητα τοῦ παραδείγματος τοῖς θαυμάζουσι τὴν ἐν τοῖς κτίσμασι σοφίαν ἀποκρίνεται ἡ ἀληθινὴ Σοφία, ‘Κύριος ἔκτισέ με εἰς ἔργα· ἐμοῦ γὰρ τύπος ἐστὶν ὁ ἐν αὐτοῖς· κἀγὼ οὕτω συγκατέβην τῇ δημιουργίᾳ.’

80. Οὐ δεῖ δὲ πάλιν ξενίζεσθαι, εἰ τὸν ἐν ἡμῖν τύπον ὄντα ὡς περὶ ἑαυτοῦ ἐστι λέγων ὁ Υἱὸς, ὅπου γε (τὸ αὐτὸ γὰρ λέγειν οὐκ ὀκνητέον) καὶ Σαύλου τότε διώκοντος τὴν ἐκκλησίαν, ἐν ᾗ [*](Acts ix. 4.) τύπος ἦν αὐτοῦ καὶ εἰκὼν, ὡς αὐτὸς διωκόμενος ἔλεγε· ‘Σαῦλε, τί με διώκεις;’ Οὐκοῦν, ὥσπερ εἴρηται, εἰ ἔλεγεν αὐτὸς ὁ τύπος τῆς Σοφίας ὁ ὢν ἐν τοῖς ἔργοις τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,’ οὐκ ἄν τις ἐξενίσθη· οὕτως ἐὰν καὶ αὐτὴ ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λέγῃ τὰ τῆς εἰκόνος ἑαυτοῦ ὡς περὶ ἑαυτοῦ, τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα,᾿  μηδεὶς, ἀφεὶς τὴν ἐν κόσμῳ καὶ τοῖς ἔργοις ἐγκτισθεῖσαν, νομιζέτω περὶ τῆς οὐσίας τῆς αὐτοσοφίας εἰρῆσθαι τὸ ‘ἔκτισεν·᾿ ἵνα μὴ, ‘τὸν [*](Isa. i. 22. Cp. iii. 35.) οἶνον ὕδατι μίσγων, κλέπτειν δοκῇ τὴν ἀλήθειαν. Αὕτη μὲ γὰρ κτίζουσα καὶ δημιουργός ἐστιν· ὁ δὲ ταύτης τύπος ἐγκτίζεται τοῖς ἔργοις, ὥσπερ καὶ τῆς εἰκόνος τὸ κατʼ εἰκόνα. ‘Ἀρχὴν δὲ ὁδῶν’ λέγει, ἐπειδὴ ἡ τοιαύτη σοφία ἀρχή τις καὶ ὥσπερ στοιχείωσις τῆς ἐπὶ Θεὸν γνώσεως γίνεται· ταύτῃ γὰρ πρώτῃ ὥσπερ ἐπιβάς τις τῇ ὁδῷ, καὶ ταύτην φυλάττων τῷ φόβῳ τοῦ Θεοῦ (ὡς εἶπεν ὁ [*](Prov. i. 7.) Σολομὼν, ‘ἀρχὴ σοφίας φόβος Κυρίουʼ) εἶτα ἐπαναβαίνων τῇ διανοίᾳ, καὶ νοήσας τὴν ἐν τῇ κτίσει δημιουργὸν Σοφίαν, νοήσει [*](John xiv. 9.) ἐν αὐτῇ καὶ τὸν αὐτῆς Πατέρα, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ‘Ὁ ἐμὲ [*](1 John ii. 23.) ἑωρακὼς, ἑώρακε τὸν Πατέρα·’ καὶ ὡς ὁ Ἰωάννης γράφει, ‘ὁ ὁμολογῶν [*](Prov. viii. 22.)  τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει ‘Πρὸ τοῦ αἰῶνος δὲ, φησὶν, ‘ἐθεμελίωσέ με,’ ἐπειδὴ ἐν τῷ αὐτῆς τύπῳ ἑδραῖα καὶ ἀεὶ

151
μένει τά ἔργα. Εἶτα ἵνα μή τις, ἀκούων περὶ τῆς οὕτως ἐν τοῖς ἔργοις κτισθείσης σοφίας, νομίσῃ τὴν ἀληθινὴν Σοφίαν τὸν τοῦ Θεοῦ Υἱὸν εἶναι τῇ φύσει κτίσμα, ἀναγκαίως ἐπήγαγε, ‘πρὸ τοῦ [*](Prov. viii. 25, 26.) ὄρη,’ καὶ, ‘πρὸ τοῦ τὴν γῆν,’ καὶ, πρὸ τῶν ὑδάτων,’ καὶ, ‘πρὸ πάντων βουνῶν γεννᾷ με·’ ἵνα ἐν μὲν τῷ λέγειν ‘πρὸ πάσης κτίσεως (τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε) δείξῃ ὅτι μὴ κατʼ οὐσίαν συνεκτίσθη τοῖς ἔργοις. Εἰ γὰρ ‘εἰς τὰ ἔργα’ ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστὶ, δῆλον ὅτι καὶ πρὸ τοῦ ἐκτίσθαι ἐστίν. Οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστὶν, ἀλλʼ, ὡς αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. Τί δὲ διαφέρει ἢ πῶς διέστηκε τὴν φύσιν κτίσμα γεννήματος, δέδεικται ἐν τοῖς ἔμπροσθεν.

[*](Cp. i. 14, 29.)