Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

81, Ἐπειδὴ δὲ ἐπάγει λέγουσα, ‘ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, [*](Prov. viii. 27.) συμπαρήμην αὐτῷ,ʼ εἰδέναι χρὴ ὅτι οὐχ ὡς μὴ διʼ αὐτῆς ἑτοιμάζοντος τὸν οὐρανὸν τοῦ Πατρὸς, ἢ τὰ ἄνω νέφη, ταῦτά φησιν· (οὐ γὰρ ἀμφίβολον ὅτι πάντα ἐν Σοφίᾳ ἐκτίσθη, καὶ ‘χωρὶς [*](John i. 3.) αὐτῆς ἐγένετο οὐδὲ ἕν·’ ἀλλὰ τοῦτό ἐστιν ὃ λέγει·) ‘Πάντα μὲν ἐν ἐμοὶ καὶ διʼ ἐμοῦ γέγονε· χρείας δὲ οὔσης ἐγκτίζεσθαι σοφίαν τοῖς ἔργοις, τὴν μὲν οὐσίαν ἤμην σὺν τῷ Πατρὶ, τῇ δὲ πρὸς τὰ γενητὰ συγκαταβάσει ἤμην ἁρμόζουσα τὸν παῤ ἐμοὶ τύπον τοῖς ἔργοις, ὥστε καὶ ὡς ἑνὶ σώματι πάντα τὸν κόσμον μὴ στασιάζειν, ἀλλʼ ὁμονοεῖν πρὸς ἑαυτόν.’ Ὅσοι μὲν οὖν ὀρθῇ τῇ διανοίᾳ κατὰ τὴν ἑαυτοῖς δοθεῖσαν σοφίαν θεωροὶ τῶν κτισμάτων γίνονται, δύνανται λέγειν καὶ αὐτοὶ, ‘τῇ διατάξει σου διαμένει τὰ [*](Ps. cxviii. (cxix.) 91.Rom. i. 22, 19, 20, 21, 25.) πάντα·’ οἱ δὲ τούτου κατολιγωρήσαντες ἀκούσονται, ‘φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἀλλʼ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.’ Καὶ ἐντραπήσονταί γε ἀκούοντες, ‘ἐπειδὴ γάρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ,ʼ κατὰ τὸν [*](1 Cor. i. 21.) προειρημένον τρόπον, ‘οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.’ Οὐκέτι γὰρ, ὡς ἐν τοῖς προτέροις χρόνοις, δι᾿ εἰκόνος καὶ σκιᾶς τῆς Σοφίας, τῆς ἐν τοῖς κτίσμασιν οὔσης,

152
ἠθέλησε γινώσκεσθαι ὁ Θεός· ἀλλʼ αὐτὴν τὴν ἀληθινὴν Σοφίαν ἐποίησε σάρκα λαβεῖν, καὶ γενέσθαι ἄνθρωπον, θάνατόν τε ὑπομεῖναι σταυροῦ, ἵνα διὰ τῆς ἐν τούτῳ πίστεως πάντες λοιπὸν οἱ πιστεύοντες σώζεσθαι δύνωνται. Ἡ αὐτὴ μέντοι Σοφία τοῦ Θεοῦ ἐστιν, ἥτις πρότερον μὲν διὰ τῆς ἐν τοῖς κτίσμασιν εἰκόνος ἑαυτῆς, δι᾿ ἣν καὶ λέγεται ‘κτίζεσθαι,’ ἐφανέρου ἑαυτὴν, καὶ διʼ ἑαυτῆς τὸν ἑαυτῆς Πατέρα· ὕστερον δὲ αὐτὴ, οὖσα Λόγος, [*](John i. 14. 2 Tim. i. 10.) ‘γέγονε σὰρξ,ʼ ὡς εἶπεν ὁ Ἰωάννης, καὶ μετὰ τὸ ‘καταργῆσαι τὸν θάνατονʼ καὶ σῶσαι τὸ γένος ἡμῶν, ἔτι καὶ πλέον ἀπεκάλυψεν [*](Cp. John xvii. 3.) ἑαυτόν τε καὶ διʼ ἑαυτοῦ τὸν ἑαυτοῦ Πατέρα, λέγων· ‘Δὸς αὐτοῖς, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.’

82. Ἐπληρώθη γοῦν πᾶσα ἡ γῆ τῆς γνώσεως αὐτοῦ· μία γὰρ γνῶσις Πατρὸς δι᾿ Υἱοῦ ἐστι, καὶ Υἱοῦ παρὰ Πατρὸς, καὶ χαίρει τούτῳ ὁ Πατήρ· καὶ τῇ χαρᾷ ταύτῃ εὐφραίνεται ἐν τῷ Πατρὶ ὁ [*](Prov. viii. 30.)  Υἱὸς λέγων, ‘ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθʼ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ Ταῦτα δὲ δείκνυσι πάλιν μὴ εἶναι τὸν Υἱὸν ἀλλότριον, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας. Ἰδοὺ γὰρ οὐ δι᾿ ἡμᾶς, ὡς οἱ ἀσεβεῖς λέγουσι, γέγονεν, οὐδὲ ὅλως ‘ἐξ [*](Cp. i. 5.) οὐκ ὄντων ἐστὶν (οὐδὲ γὰρ ἔξωθεν ἑαυτῷ ὁ Θεὸς περιεποιήσατο χαρᾶς ποιητικὸν), ἀλλʼ ἰδίου καὶ ὁμοίου γνώρισμά ἐστι τὸ λεγόμενον. Πότε οὖν ἦν ὅτε οὐκ ἔχαιρεν ὁ Πατήρ; εἰ δὲ ἀεὶ ἔχαιρεν, ἀεὶ ἦν ἐν ᾧ ἔχαιρεν. Ἐν τίνι δὲ ὁ Πατὴρ χαίρει, ἢ βλέπων ἑαυτὸν ἐν τῇ ἰδίᾳ εἰκόνι, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ; εἰ [*](Prov. viii. 31.)  δὲ καὶ ‘ἐν υἱοῖς ἀνθρώπων ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, ὡς ἐν αὐταῖς ταῖς Παροιμίαις γέγραπται, ἀλλὰ καὶ τοῦτο τὴν αὐτὴν ἔχει διάνοιαν. Ηὐφραίνετο γὰρ καὶ οὕτως, οὐκ ἐπιγενομένης αὐτῷ χαρᾶς, ἀλλὰ πάλιν βλέπων κατὰ τὴν ἑαυτοῦ εἰκόνα γενόμενα τὰ ἔργα· ὥστε καὶ τὸ οὕτω χαίρειν τὸν Θεὸν τῆς εἰκόνος αὐτοῦ τὴν πρόφασιν εἶναι. Πῶς δὲ καὶ ὁ Υἱὸς εὐφραίνεται, ἢ βλέπων ἑαυτὸν ἐν τῷ Πατρί; ἴσον γάρ ἐστι καὶ [*](John xiv. 9.) τοῦτο τῷ λέγειν, ‘ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα,’ καὶ, [*](Ib. 10.) ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Κενὸν ὑμῶν ἄρα τὸ καύχημα πανταχόθεν δέδεικται, ὦ Χριστομάχοι, καὶ μάτην ἐνεπομπεύσατε [*](Prov. viii. 22.)  καὶ τεθρυλήκατε πανταχοῦ τὸ ‘Κύριος ἔκτισέ με [*](Cp. c. 18.) ἀρχὴν ὁδῶν αὐτοῦ,’ παρεξηγούμενοι τὴν διάνοιαν αὐτοῦ, καὶ

153
μᾶλλον τὴν ἑαυτῶν ἐπίνοιαν ἣ τὸν νοῦν τοῦ Σολομῶνος ἀπαγγέλλοωτες. Ἰδοὺ γὰρ τὸ μὲν ὑμῶν φρόνημα δέδεικται μόνον φαντασία· τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν καὶ πάντα τὰ προειρημένα δείκνυσι μὴ εἶναι τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα τὸν Υἱὸν, ἀλλʼ ἴδιον γέννημα τοῦ Πατρὸς, Σοφίαν καὶ Λόγον ἀληθινὸν, ‘δι᾿ οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.’,

[*](John i. 3.)