Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

77. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, ‘δι᾿ οὗ’ καὶ οἱ αἰῶνες [*](Heb. i. 2.) γεγόνασιν, ἵνʼ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν ἀσθενῆ φύσιν Χρῄζουσαν τῆς παῤ αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σοφὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν, βουλεύεται ἅμα ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι ταύτην, πάλιν ἀνανεώσηται, τοῦτο δὲ βουλευόμενος προετοιμάζει, καὶ δίδωσι τῷ ἐργασαμένῳ τὴν εἰς ἀνανέωσιν παρασκευὴν, καὶ γίνεται πρὸ τῆς οἰκίας ἡ τῆς ἀνανεώσεως προπαρασκευή· τὸν αὐτὸν τρόπον πρὸ ἡμῶν ἡ τῆς ἡμετέρας σωτηρίας ἀνανέωσις θεμελιοῦται ἐν τῷ Χριστῷ, ἵνʼ ἐν αὐτῷ καὶ ἀνακτισθῆναι δυνηθῶμεν. Καὶ ἡ μὲν βουλὴ καὶ ἡ πρόθεσις πρὸ τοῦ αἰῶνος ἡτοιμάσθη· τὸ δὲ ἔργον γέγονεν ὅτε ἡ χρεία ἀπῄτησε, καὶ ἐπεδήμησεν ὁ Σωτήρ· αὐτὸς γὰρ ὁ Κύριος ἀντὶ πάντων ἡμῖν ἐν τοῖς οὐρανοῖς γενήσεται, προσλαμβάνων ἡμᾶς εἰς τὴν αἰώνιον ζωήν. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι κτίσμα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ καὶ ὀρθὴν εἶναι τὴν τοῦ ῥητοῦ διάνοιαν. ἐπειδὴ δὲ διερευνώμενον τὸ ῥητὸν ὀρθὸν ἔχει πανταχόθεν τὸν νοῦν, ἀκόλουθον καὶ τοῦτον τὸν νοῦν εἰπεῖν· [*]((6. again.)) ἴσως ἐκ πολλῶν ἐντραπῶσιν οἱ ἀνόητοι. Χρεία δὲ πάλιν τῶν προειρημένων· περὶ γὰρ τῆς αὐτῆς παροιμίας καὶ τῆς αὐτῆς

148
σοφίας ἐστὶ τὸ προκείμενον. Οὐκ εἴρηκεν ἑαυτὸν εἶναι τῇ φύσει [*](Prov. viii. 22.) κτίσμα ὁ Λόγος, ἀλλʼ ἐν παροιμίαις εἴρηκε τὸ ‘Κύριος ἔκτισέ με·᾿ καὶ δῆλόν ἐστιν ὅτι νοῦν τινα οὐ παῤῥησίᾳ, ἀλλὰ τοῦτον [*](2 Cor. iii. 16.) κεκρυμμένον σημαίνει, ὅντινα καὶ ἡμᾶς δυνατὸν εὑρεῖν, εἰ ‘περιέλοιμεν τὸ κάλυμμα τῆς παροιμίας. Τίς γὰρ ἀκούων τῆς δημιουργοῦ Σοφίας, ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,ʼ φασκούσης, οὐκ εὐθὺς ζητεῖ τὴν διάνοιαν, λογιζόμενος πῶς δύναται ἡ κτίζουσα κτίζεσθαι; τίς, ἀκούσας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ λέγοντος ‘ἀρχὴν ὁδῶν ἑαυτὸν κτίζεσθαι,ʼ οὐκ ἐρευνᾷ τὸν νοῦν, θαυμάζων πῶς δύναται ὁ μονογενὴς Υἱὸς ἄλλων πολλῶν [*](Prov. i. 5, 6.) ἀρχὴ γίνεσθαι; αἴνιγμα μὲν ἔστιν· ‘ὁ δὲ νοήμων,’ φησὶ, ‘νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.’

78. Ἡ μὲν οὖν μονογενὴς καὶ αὐτοσοφία τοῦ Θεοῦ κτίζουσα [*](Ps. ciii.  (civ.) 24.) καὶ δημιουργός ἐστι τῶν πάντων· ‘Πάνταʼ γὰρ, φησὶν, ‘ἐν σοφίᾳ ἐποίησας, καὶ ‘ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.’ Ἵνα δὲ μὴ μόνον ὑπάρχῃ τὰ γενόμενα, ἀλλὰ καὶ καλῶς ὑπάρχῃ, ηὐδόκησεν ὁ Θεὸς συγκαταβῆναι τὴν ἑαυτοῦ Σοφίαν τοῖς κτίσμασιν· ὤστε τύπον τινὰ καὶ φαντασίαν εἰκόνος αὐτῆς ἐν πᾶσί τε κοινῇ καὶ ἑκάστῳ ἐνθεῖναι, ἵνα καὶ σοφὰ τὰ γενόμενα, καὶ ἄξια τοῦ Θεοῦ ἔργα δείκνυται. Ὡς γὰρ Λόγου ὄντος τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰκών ἐστιν ὁ ἡμέτερος λόγος, οὕτως ὄντος αὐτοῦ Σοφίας εἰκὼν πάλιν ἐστὶν ἡ ἐν ἡμῖν γενομένη σοφία· ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ φρονεῖν ἔχοντες, δεκτικοὶ γινόμεθα τῆς δημιουργοῦ Σοφίας, καὶ διʼ αὐτῆς γινώσκειν δυνάμεθα τὸν αὐτῆς Πατέρα. [*](Cp. 1 John ii. 23. Matt. x. 40.) ‘Ὁ γὰρ ἔχων,’ φησὶ, ‘τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα·’ καὶ, ‘ὁ δεχόμενός με, δέχεται τὸν ἀποστείλαντά με.᾿ Τοιούτου τοίνυν τύπου τῆς Σοφίας κτισθέντος ἐν ἡμῖν τε καὶ ἐν πᾶσι τοῖς ἔργοις ὄντος, εἰκότως ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, τὰ τοῦ τύπου ἑαυτῆς εἰς ἑαυτὴν ἀναλαμβάνουσα, φησὶ τὸ ‘Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ.’ Ἃ γὰρ ἡ ἐν ἡμῖν σοφία εἶπε, ταῦτα αὐτὸς ὁ Κύριος ὡς ἴδια λέγει· καὶ οὐκ ἔστι μὲν αὐτὸς κτιζόμενος κτίστης ὢν, διὰ δὲ τὴν ἐν τοῖς ἔργοις εἰκόνα κτισθεῖσαν αὐτοῦ, ταῦτα αὐτὸς ὡς περὶ ἑαυτοῦ λέγει. Καὶ ὥσπερ αὐτὸς ὁ [*](Ibid.) Κύριος εἴρηκεν, ‘Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται,᾿ διὰ τὸ τὸν τύπον αὐτοῦ ἐν ἡμῖν εἶναι· οὕτως, καίτοι μὴ ὢν τῶν κτιζομένων,

149
ὅμως διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τύπον ἐν τοῖς ἔργοις κτίζεσθαι, ὡς αὐτὸς ὢν, λέγει· ‘Κύριος ἕκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ Οὕτω δὲ γέγονεν ὁ ἐν τοῖς ἔργοις τῆς Σοφίας τύπος, ἵνα, καθὰ προεῖπον, ὁ κόσμος ἐν αὐτῇ γινώσκῃ τὸν ἑαυτοῦ δημιουργὸν Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα. Καὶ [*](Cp. i. 12.) τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Παῦλος, ‘διότι τὸ γνωστὸν τοῦ Θεοῦ [*](Rom. i. 19. 20.) φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται Ὥστε οὐκ ἔστι κτίσμα τῇ οὐσίᾳ ὁ Λόγος, ἀλλὰ περὶ τῆς ἐν ἡμῖν οὔσης καὶ λεγομένης σοφίας, ἐστὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητόν.