Oratio II contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
75. Τὸ δὲ, ‘πρὸ τοῦ αἰῶνος καὶ, ‘πρὸ τοῦ τὴν γῆν ποιῆσαι,’ καὶ, ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι,’ μηδένα ταραττέτω· πάνυ [*](Prov. viii. 23. 25.) γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ ‘ἐθεμελίωσε,’ καὶ τῷ ‘ἔκτισε·’ τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ [*](Cp. c. 51.) παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη ‘χάρις’ ἄρτι μὲν ‘ἐπεφάνη,’ [*](Tit. ii. 11.) ὡς εἶπεν ὁ ἀπόστολος, καὶ γέγονεν ἐπιδημήσαντος αὐτοῦ· προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή πως ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν βουλεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθʼ ἡμᾶς φαίνηται. Κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τεὅτι, ‘καλοὶ’ γενόμενοι, ὕστερον [*](Gen. i.31.) παραβάται τῆς ἐντολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησάμεθα διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ Λόγῳ, διʼ οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς [*](Cp. c. 54.) σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέλεον ἀπομείνωμεν νεκροὶ, ἀλλʼ ἔχοντες [*](Cp. i. 43.) ἐν τῷ Λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτηπίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ‘ἀρχὴ τῶν ὁδῶν κτισθῇ,᾿ καὶ ὁ ‘πρωτότοκος τῆς κτίσεως’ γένηται ‘πρωτότοκος ἀδελφῶν,’ καὶ αὐτὸς ‘ἀπαρχὴ τῶν νεκρῶν’ ἀναστῇ. Τοῦτο Παῦλος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ γὰρ ἐν ταῖς Παροιμίαις, ‘πρὸ τοῦ αἰῶνος,’ καὶ ‘πρὸ
76. Πῶς οὖν ἐξελέξατο πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς εἴρηκεν, ‘ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; πῶς δὲ ὅλως, πρὶν ἀνθρώπους κτισθῆναι, ‘ἡμᾶς προώρισεν εἰς υἱοθεσίαν,’ εἰ μὴ αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν; ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ ἀπόστολος, [*](Ib. 11.) ‘ἐκληρώθημεν προορισθέντες,’ εἰ μὴ αὐτὸς ὁ Κύριος πρὸ τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ [*](Cp. c. 66, 69. )ἡμῶν πάντα τὸν καθʼ ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι διὰ τῆς σαρκὸς, καὶ λοιπὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; πῶς δὲ καὶ ‘πρὸ χρόνων αἰνωίων’ ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλʼ ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς [*](Matt. xvi. 27; xxv. 34.) ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος ‘κατὰ τὴν πρᾶξιν’ ἀπολαμβάνῃ, φησὶ, ‘Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· Πῶς οὖν, ἢ ἐν τίνι, πρὶν γενέσθαι ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο θεμελιωθέντι, ἵνʼ ἡμεῖς, ὡς ἐπʼ αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν, ὡς λίθοι εὐάρμοστοι, τῆς παῤ αὐτοῦ ζωῆς τε καὶ χάριτος; Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς, ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου, αἰωνίως ζῆσαι δυνηθῶμεν, οὐκ ἂν δυνηθέντες, ἄνθρωποι τυγχάνοντες ἀπὸ γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκοῦν εἰκότως