Oratio II contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
13. Εἰ μὲν οὖν νομίζουσιν ὅτι, καὶ πρὶν γένηται ἄνθρωπος καὶ σταυρὸν ὑπομείνῃ, οὐκ ἦν Κύριος καὶ Βασιλεὺς ὁ Σωτὴρ, ἀλλὰ τότε ἀρχὴν ἔσχε τοῦ εἶναι Κύριος· γνώτωσαν, ὅτι τὰ τοῦ Σαμοσατέως ἐκ φανεροῦ πάλιν φθέγγονται ῥήματα· εἰ δὲ, ὥσπερ ἀνέγνωμεν καὶ προείπομεν ἐν τοῖς προτέροις, Κύριος καὶ Βασιλεύς ἐστιν ἀΐδιος, τοῦ μὲν Ἀβραὰμ Κύριον αὐτὸν προσκυνοῦντος, τοῦ δὲ Μωσέως λέγοντος, ‘Καὶ Κύριος ἔβρεξεν ἐπὶ [*](Gen. xix. 24.) Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ·’ κοὶ του Δαβὶδ ψάλλοντος, ‘Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου [*](Ps. cix. (cx.) 1.) ἐκ δεξιῶν μου·’ καὶ, ‘Ὁ θρόνος σου ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ [*](Ib. xliv. (xlv.) 6.) αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·’ καὶ, ‘ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων·’ δῆλόν ἐστιν [*](Ib. cxliv. (cxlv.) 13.) ὡς, καὶ πρὸ τοῦ γενέσθαι ἄνθρωπος, βασιλεὺς καὶ Κύριος ἦν ἀΐδιος, εἰκὼν καὶ Λόγος τοῦ Πατρὸς ὑπάρχων. Ἀϊδίου δὲ ὄντος τοῦ Λόγου Κυρίου καὶ βασιλέως, πρόδηλον πάλιν, ὅτι οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ πεποιῆσθαι ἔλεγεν ὁ Πέτρος, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κυριότητα γενομένην, ὅτε γέγονεν ἄνθρωπος, καὶ τῷ σταυρῷ πάντας λυτρωσάμενος, πάντων γέγονε Κύριος καὶ βασιλεύς. Ἐὰν δὲ διὰ τὸ γεγράφθαι, ‘ἐποίησε,ʼ φιλονεικῶσι, μὴ θέλοντες ἴσον εἰρῆσθαι τὸ ‘ἐποίησε,ʼ τῷ ‘ἀπέδειξεν,ʼ ἢ μὴ νοοῦντες, ἢ διὰ τὴν Κριστομάχον αὐτῶν προαίρεσιν· ἀκουέτωσαν, ὅτι καὶ οὕτως ὀρθὴν ἔχει διάνοιαν τὰ τοῦ Πέτρου ῥήματα. Ὁ γὰρ γινόμενός τινων κύριος τοὺς ἤδη ὄντας κτᾶται ὑφʼ ἑαυτόν· εἰ δὲ ὁ Κύριος δημιουργός ἐστι πάντων καὶ βασιλεὺς ἀΐδιος, ὅτε
14. Λόγος μὲν γὰρ ὢν αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Κύριός ἐστι τοῦ παντός· ἡμεῖς δὲ τὸ πρὶν ἦμεν ὑπεύθυνοι ἐξ ἀρχῆς μὲν ‘τῇ δουλείᾳ τῆς φθορᾶςʼ καὶ ‘τῇ κατάρᾳ τοῦ νόμου,’ ἔπειτα δὲ καὶ κατʼ ὀλίγον ἑαυτοῖς ἀναπλάσαντες τὰ μὴ ὄντα, ‘ἐδουλεύομεν,’ ὡς εἶπεν [*](Rom. i. 25.) ὁ μακάριος ἀπόστολος, ‘τοῖς φύσει μὴ οὖσι θεοῖς·’ καὶ τὸν μὲν ἀληθινὸν Θεὸν ἠγνοοῦμεν, τὰ δὲ μὴ ὄντα προετιμῶμεν τῆς ἀληθείας. Ἀλλʼ ὕστερον ὥσπερ ὁ πάλαι λαὸς ἐν Αἰγύπτῳ βαρούμενος [*](Cp. Exod. ii. 23.) ‘ἐστέναθεν,’ οὕτω καὶ ἡμῶν ἐχόντων τὸν ἔμφυτον νόμον καὶ [*](Rom. viii. 26.) κατὰ τοὺς ‘ἀλαλήτους στεναγμοὺς τοῦ Πνεύματοςʼ ἐντυγχανόντων [*](Isa. xxvi. 13.) καὶ λεγόντων· ‘Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· γέγονεν ὥσπερ εἰς οἶκον καταφυγῆς καὶ εἰς Θεὸν ὑπερασπιστὴν, οὕτω καὶ Κύριος ἡμῶν γέγονε. Καὶ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸς ἔσχε τότε· ἀλλʼ ἡμεῖς ἀρχὴν ἔσχομεν τοῦ εἶναι αὐτὸν Κύριον ἡμῶν. Λοιπὸν γὰρ ἀγαθὸς ὢν ὁ Θεὸς, καὶ Πατὴρ ὢν τοῦ Κυρίου, ἐλεήσας καὶ θέλων πᾶσι γνωσθῆναι, ποιεῖ τὸν ἑαυτοῦ Υἱὸν ἐνδύσασθαι σῶμα ἀνθρώπινον, καὶ γενέσθαι ἄνθρωπον, κληθῆναί τε [*](c. 7.) αὐτὸν Ἰησοῦν, ἵνʼ, ἐν τούτῳ ἑαυτὸν προσενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευθερώσῃ ἀπὸ τῆς θεοπλανησίας καὶ τῆς φθορᾶς, καὶ πάντων γένηται Κύριος καὶ βασιλεὺς αὐτός. Τὸ δὴ οὖν γενέσθαι αὐτὸν οὕτω Κύριον καὶ βασιλέα, τοῦτʼ ἔστιν ὃ ἔλεγεν [*](Acts ii. 36.) ὁ Πέτρος, ‘ἐποίησεν αὐτὸν Κύριον, καὶ Χριστὸν ἀπέστειλεν·’ ἴσον τῷ εἰπεῖν, ὅτι καὶ ἄνθρωπον αὐτὸν ποίησας ὁ Πατήρ· ἴδιον γὰρ ἀνθρώπων τὸ ποιεῖσθαι. Οὐχ ἀπλῶς δὲ ἐποίησεν ἄνθρωπον, ἀλλʼ εἰς τὸ κυριεῦσαι πάντων αὐτὸν, καὶ ἁγιάζειν πάντας διὰ τοῦ χρίσματος πεποίηκεν. Εἰ γὰρ καὶ ‘δούλου μορφὴν [*](Phil. ii. 6, 7.) ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχωνʼ λόγος, ἀλλʼ ἡ πρόσληψις