Oratio II contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

15. Αὕτη τοῦ ῥητοῦ κατά γε τὴν ἐμὴν οὐθένειαν ἡ διάνοια. Καὶ γὰρ ἀληθῆ καὶ χρηστὴν ἔχει τὴν αἰτίαν τὰ πρὸς τοὺς Ἰουδαίους τοιαῦτα ῥήματα τοῦ Πέτρου. Ἰουδαῖοι γὰρ πλανηθέντες ἀπὸ τῆς ἀληθείας, προσδοκῶσι μὲν ἐρχόμενον τὸν Χριστόν· οὐχ ἡγοῦνται δὲ αὐτὸν καὶ πάθος ἀναδέχεσθαι, λέγοντες ὅπερ οὐ νοοῦσιν· ‘Ἡμεῖς οἴδαμεν ὅτι, ὅταν ἔλθῃ ὁ Χριστὸς, μένει εἰς [*](John xii. 34.) τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ αὐτὸν ὑψωθῆναι;ʼ ἔπειτα οὐ Λόγον γινόμενον ἐν σαρκὶ, ἀλλὰ ψιλὸν αὐτὸν ἄνθρωπον γίνεσθαι, ὡς πάντες γεγόνασιν οἱ βασιλεῖς ὑπολαμβάνουσιν. Ὁ μὲν οὖν Κύριος, τοὺς περὶ Κλεόπαν ἐντρέπων, ἐδίδασκεν, ὅτι τὸν Χριστὸν δεῖ πρῶτον παθεῖν· καὶ τοὺς ἄλλους δὲ Ἰουδαίους, [*](Luke xxiv. 26.) ὅτι Θεὸν ἐπιδημῆσαι, λέγων· ‘Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς [*](John x. 35. 36.) οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι “βλασφημεῖς·” ὅτι εἶπὸν, Υἱὸς τοῦ Θεοῦ εἰμι;’

84

16. Ὁ τοίνυν Πέτρος, μαθὼν ταῦτα παρὰ τοῦ Σωτῆρος, κατʼ ἀμφότεραδιορθούμενος τοὺς Ἰουδαίους φησίν—Ὦ Ἰουδαῖοι, τὸν Χριστὸν καταγγέλλουσιν ἔρχεσθαι αἱ θεῖαι γραφαὶ, καὶ ὑμεῖς μὲν ψιλὸν ἄνθρωπον αὐτὸν, ὡς ἕνα τῶν ἐκ τοῦ Δαβὶδ, νομίζετε. τὰ δὲ γεγραμμένα περὶ αὐτοῦ οὐ τοιοῦτον αὐτὸν, οἷον ὑμεῖς λέγετε, σημαίνουσιν· ἀλλὰ μᾶλλον Κύριον καὶ Θεὸν, καὶ ἀθάνατον, καὶ χορηγὸν ζωῆς καταγγέλλουσιν. Ὁ μὲν γὰρ Μωσῆς εἴρηκεν, [*](Cp. Deut. xxviii. 66. Ps. cix. (cx.)1.) ‘Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν·᾿ ὁ δὲ Δαβὶδ ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ· ‘Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·ʼ ἐν δὲ τῷ πεντεκαιδεκάτῳ· [*](Ib. xv, (xvi.) 10.) κάτῳ· ‘Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.᾿ Ὅτι μὲν οὖν οὐκ εἰς τὸν Δαβὶδ φθάνει τὰ τοιαῦτα ῥητὰ, αὐτὸς μὲν μαρτυρεῖ, ‘Κύριον ἑαυτοῦʼ φάσκων εἶναι τὸν ἐρχόμενον· συνορᾶτε δὲ καὶ ὑμεῖς, ὅτι ἀπέθανε, καὶ τὰ λείψανα αὐτοῦ παῤ ὑμῖν ἐστιν. Ὅτι δὲ τὸν Χριστὸν τοιοῦτον εἶναι δεῖ, οἷον αὐτὸν λέγουσιν εἶναι αἱ γραφαὶ, πάντως καὶ ὑμεῖς συνομολογήσετε· παρὰ Θεοῦ γὰρ εἴρηνται οἱ λόγοι, καὶ οὐ δύναται ψεῦδος ἐν αὐτοῖς εἶναι. Εἰ μὲν οὖν δύνασθε εἰπεῖν, ὡς ἐλθόντος πρότερον τοιούτου, καὶ δύνασθε δεῖξαι Θεὸν αὐτὸν εἶναι, ἀφʼ ὧν ἐποίησε σημείων καὶ τεράτων, εἰκότως ἡμῖν διαμάχεσθε· εἰ δὲ δεῖξαι μὲν οὐ δύνασθε ὡς ἐλθόντα, προσδοκᾶτε δὲ ἀκμὴν τοιοῦτον, ἐπίγνωτε τὸν καιρὸν ἀπὸ [*](Cp. Dan. ix. 24–27.) τοῦ Δανιήλ· εἰς τὸν παρόντα γὰρ χρόνον τὰ λεχθέντα παῤ αὐτοῦ φθάνει. Εἰ δὲ ὁ παρὼν καιρὸς οὗτός ἐστιν ἐκεῖνος ὁ πάλαι προκαταγγελλόμενος, καὶ τὰ γενόμενα δὲ νῦν ἐφʼ ἡμῖν ἑωράκατε, γνῶτε ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ὑμεῖς ἐσταυρώσατε, οὗτός ἐστιν ὁ Χριστὸς ὁ προσδοκώμενος· ὁ μὲν γὰρ Δαβὶδ καὶ πάντες οἱ προφῆται ἀπέθανον, καὶ τὰ μνήματα πάντων παῤ ὑμῖν ἐστιν· ἡ δὲ γενομένη νῦν ἀνάστασις ἔδειξεν εἰς τοῦτον φθάνειν [*](Deut. xxviii. 66.) τὰ γεγραμμένα. Τὸ μὲν γὰρ σταυρωθῆναι, δείκνυσι τὸ ‘ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην·’ καὶ τὸ τῇ λόγχῃ δὲ τρωθῆναι τὴν [*](Isa. liii. 7.) πλευρὰν, πληροῖ τὸ ‘Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·’ τὸ δὲ μὴ μόνον ἐξαναστῆναι, ἀλλὰ καὶ παλαιοὺς νεκροὺς ἐκ τῶν μνημείων ἐγεῖραι (τούτους γὰρ ἑωράκασιν ὑμῶν οἱ πλεῖστοι), τουτέστι τὸ ‘ Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην·’ καὶ τὸ

85
‘Κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν, ‘Ἀφεῖλεν ὁ Θεός.’ [*](Isa xxv. 8.) Τὸ δὲ καὶ τοιαῦτα σημεῖα ποιῆσαι αὐτὸν, οἷα γέγονε, δείκνυσι Θεὸν εἶναι τὸν ἐν σώματι, καὶ αὐτὸν εἶναι τὴν ζωὴν καὶ Κύριον τοῦ θανάτου. Ἔπρεπε γὰρ τὸν Χριστὸν, τὸν ἄλλοις ζωὴν διδόντα, αὐτὸν μὴ κρατεῖσθαι ὑπὸ τοῦ θανάτου· τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει εἰ, ὡς ὑμεῖς νομίζετε, ψιλὸς ἄνθρωπος ἦν ὁ Χριστός. Ἀλλὰ μὴν αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἄνθρωποι γὰρ πάντες ὑπεύθυνοι θανάτου εἰσί, Μηκέτι τοιγαροῦν ἀμφιβαλλέτω τις, ἀλλʼ ἀσφαλῶς γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι οὗτος ὁ Ἰησοῦς, ὃν ἐθεωρήσατε σχήματι ἄνθρωπον, τοιοῦντα σημεῖα καὶ τοιαῦτα ἔργα, ἃ μηδεὶς πώποτε πεποίηκεν, αὐτός ἐστιν ὁ Χριστὸς καὶ Κύριος πάντων. Καὶ γὰρ καὶ ἄνθρωπος γενόμενος, καὶ κληθεὶς Ἰησοῦς, ὥσπερ ἐν τοῖς προτέροις εἴπομεν, οὐκ ἠλαττώθη τῷ ἀνθρωπίνῳ πάθει, ἀλλὰ μᾶλλον καὶ ἐν τῷ ποιηθῆναι ἄνθρωπος, ζώντων καὶ νεκρῶν ἀποδείκνυται Κύριος. ‘Ἐπειδὴ γὰρ,ʼ ὡς [*](1 Cor. i. 21.) εἶπεν ὁ ἀπόστολος, ‘ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτω καὶ ἡμεῖς οἱ ἄνθρωποι, ἐπειδὴ οὐκ ἠθελήσαμεν διὰ τοῦ Λόγου αὐτοῦ ἐπιγνῶναι τὸν Θεὸν, καὶ δουλεῦσαι τῷ φύσει δεσπότῃ ἡμῶν τῷ Λόγῳ τοῦ Θεοῦ, ηὐδόκησεν ὁ Θεὸς ἐν ἀνθρώπῳ δεῖξαι τὴν ἑαυτοῦ κυριότητα, καὶ πάντας ἑλκῦσαι πρὸς ἑαυτόν. Διʼ ἀνθρώπου δὲ ψιλοῦ τοῦτο ποιῆσαι ἀπρεπὲς ἦν, ἵνα μὴ, ἄνθρωπον Κύριον ἔχοντες, ἀνθρωπολάτραι γενώμεθα· διὰ τοῦτο αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, καὶ οὕτως ἐποίησεν αὐτὸν Κύριον καὶ Χριστὸν ὁ Πατὴρ, ἴσον τῷ εἰπεῖν, ‘εἰς τὸ κυριεύειν αὐτὸν καὶ βασιλεύειν ἐποίησεν· ἵνʼ ἐν τῷ ὀνόματι Ἰησοῦ, ὃν ὑμεῖς ἐσταυρώσατε, ὥσπερ πᾶν γόνυ κάμπτει, οὕτω καὶ Κύριον καὶ βασιλέα αὐτόν τε τὸν Υἱὸν ἐπιγινώσκωμεν, καὶ δι᾿ αὐτοῦ τὸν Πατέρα.’