Oratio II contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
11. Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπʼ αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ ‘ἐποίησεν,ʼ ἀντὶ τοῦ ‘ἐγέννησεʼ λέγει· ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακονοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρός· τῇ δὲ οἰκονομίᾳ κατʼ εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη διʼ ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ ἀποστόλῳ, ‘πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν,ʼ ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ ‘κτίζεσθαι.’ Ἕως γὰρ ὁμολογεῖται ‘γενόμενος ἄνθρωπος,’ οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται, εἴτε ‘ἐγένετο,’ [*](c. 3.) εἴτε ‘πεποίηται,’ εἴτε ‘ἔκτισται,’ εἴτε ‘πέπλασται,ʼ εἴτε ‘δοῦλος,’ εἴτε ‘υἱὸς παιδίσκης,’ εἴτε ‘υἱὸς ἀνθρώπου,ʼ εἴτε ‘κατεστάθη,’ εἴτε ‘ἀπεδήμησεν.’ εἴτε ‘νυμφίος,’ εἴτε ‘ἀδελφιδοῦς,’ εἴτε ‘ἀδελφός.’ Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει. Τοιαύτην ἔχει διάνοιαν καὶ τὸ ἐν ταῖς Πράξεσι παῤ αὐτῶν πάλιν προφερόμενον [*]((5.)) ῥητὸν τοῦ Πέτρου λέγοντος, ‘ὅτι Κύριον καὶ Χριστὸν ἐποίησε [*](Acts ii. 36.) τοῦτον τὸν Ἰσσοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.’ Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν,’ ἢ, ‘ἐποίησεν ἑαυτῷ Λόγον,ʼ ἵνα καὶ τοιαῦτα φαντασθῶσιν. Εἰ μὲν οὖν μὴ ἐπελάθοντο ὅτι περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ λαλοῦσιν, ἐρευνάτωσαν εἴ που γέγραπται, ‘ἐποίησεν ἑαυτῷ Υἱὸν ὁ Θεὸς ἢ ‘ἔκτισεν ἑαυτῷ Λόγον· ἢ πάλιν, εἴ που γέγραπται φανερῶς, ποίημά ἐστιν ἢ κτίσμα ὁ Λόγος·ʼ καὶ τότε προφασιζέσθωσαν, ἵνα καὶ οὕτως ἐλεγχθῶσιν οἱ ἀνόητοι. Εἰ δὲ μηδέν τι τοιοῦτον εὑρίσκουσι, μόνον δὲ εἴ που γέγραπται, ‘ἐποίησε,’ καὶ ‘πεποίηται,’ θηρεύουσι· φοβοῦμαι μὴ κατʼ ὀλίγον ἀκούοντες, ‘Ἐν ἀρχῇ ἐποίησεν [*](Gen. i. 7, 16.)
12. Ἀλλὰ πάλιν ἀκουέτωσαν τὰ αὐτὰ, καὶ μανθανέτωσαν πρῶτον, ὅτι Υἱός ἐστιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, καὶ οὐ ποίημα ὁ Λόγος, καὶ οὐ δεῖ τὰς τοιαύτας λέξεις εἰς τὴν θεότητα αὐτοῦ λαμβάνειν, ἀλλʼ ἐρευνᾶν διὰ τί καὶ πῶς ταῦτα γέγραπται· καὶ πάντως ἀπαντήσει τοῖς ζητοῦσιν ἡ ἀνθρωπίνη οἰκονομία, ἣν διʼ ἡμᾶς ἀνεδέξατο. Καὶ γὰρ καὶ ὁ Πέτρος εἰρηκὼς, [*](Acts ii. 36.) ‘Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν,’ εὐθὺς ἐπήγαγε ‘τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.ʼ καὶ πᾶσι γέγονε φανερὸν, (γένοιτο δʼ ἂν καὶ τούτοις, ἐὰν τὴν ἀκολουθίαν τηρήσωσιν,) ὅτι οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ κατά τὸ ἀνθρώπινον αὐτὸν πεποιῆσθαι ἔλεγε. Τί γάρ ἐστι τὸ σταυρούμενον ἢ τὸ σῶμα; τὸ δὲ σωματικὸν τοῦ Λόγου πῶς εἶχε σημᾶναι ἢ διὰ τοῦ εἰπεῖν, ἐποίησεν;’ ἄλλως τε καὶ τὸ λεγόμενον ἐνταῦθα, ‘ἐποίησεν,ʼ ὀρθὴν ἔχει τὴν διάνοιαν. Οὐ γάρ εἴρηκε, καθὰ προεῖπον, ἐποίησεν αὐτὸν Λόγον,ʼ ἀλλά, ‘Κύριον αὐτόν·ʼ καὶ οὐχ ἀπλῶς, ἀλλʼ ‘εἰς ὑμᾶς,’ καὶ, ‘ἐν μέσῳ ὑμῶν ἐποίησεν,ʼ ἴσον τῷ εἰπεῖν, ‘ἀπέδειξε.’ Καὶ τοῦτο αὐτὸ ὁ Πέτρος, ἀρχόμενος τῆς τοιαύτης ἀρχιδιδασκαλίας, μετά παρατηρήσεως ἐσήμανεν, [*](Ib. 22.) ἡνίκα πρὸς αὐτοὺς ἔλεγεν· ‘Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησε διʼ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.’ Τὸ ὁ ἄρα πρὸς τῷ τέλει λεγόμενον, ‘ἐποίησε,ʼ τοῦτο ἐν τῇ ἀρχῇ εἴρηκεν, ‘ἀπέδειξεν·ʼ ἀπὸ γὰρ τῶν σημείων καὶ ὧν ἐποίει θαυμασίων ὁ Κύριος, ἀπεδείχθη οὐχ ἀπλῶς ἄνθρωπος, ἀλλά Θεὸς ὢν ἐν σώματι, καὶ Κύριος αὐτὸς ὢν ὁ Χριστός. Τοιοῦτόν ἐστι καὶ. [*](John v. 16, 18.) τὸ ἐν τοῖς εὐαγγελίοις λεγόμενον παρὰ τοῦ Ἰωάννου· ‘Δαὶ