Oratio I contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

[*](Ps. xcvi. (xcvii.)7. Ib. Ixxi. (lxxii.) 17.5.)

41. Εἰ δὲ καὶ, ὡς ψάλλει Δαυὶδ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ, ‘Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν· πῶς ἐλάμβανεν ὃ εἶχεν ἀεὶ, καὶ πρὶν λαβεῖν νῦν αὐτό; ἢ πῶς ὑψοῦται, ὁ καὶ πρὶν ὑψωθῆναι ὕψιστος ὥν ; ἢ πῶς ἔλαβε τὸ προσκυνεῖσθαι, ὁ καὶ, πρὶν τοῦτο νῦν λαβεῖν, ἀεὶ προσκυνούμενος; Οὐκ ἔστιν αἴνιγμα, ἀλλὰ [*](John.i. 1, 14.) μυστήριον θεῖον· ‘Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος·’ φι᾿ ἡμᾶς δὲ ὕστερον οὖτος ‘ὁ Λόγος σὰρξ ἐγένετο καὶ τὸ λεγόμενον νῦν, ‘ὑπερύψωσεν,ʼ οὐ τὴν οὐσίαν τοῦ Λόγου ὑψουμένην σημαίνει· ἦν γὰρ ἀεὶ [*](c. 35.) καὶ ἔστιν ‘ἴσα Θεῷ·᾿ ἀλλὰ τῆς ἀνθρωπότητός ἐστιν ἡ ὕψωσις. Οὐ πρὶν γοῦν εἴρηται ταῦτα, εἰ μὴ ὅτε γέγονε σὰρξ ὁ Λόγος· ἵνα γένηται φανερὸν ὅτι τὸ ‘ἐταπείνωσεʼ καὶ τὸ ‘ὑπερύψωσενʼ ἐπὶ τοῦ ἀνθρωπίνου λέγεται· οὗ γάρ ἐστι τὸ ταπεινὸν, τούτου καὶ τὸ ὑψωθῆναι ἂν εἴη· καὶ εἰ διὰ τὴν πρόσληψιν τῆς σαρκὸς τὸ ‘ἐταπείνωσεʼ γέγραπται, δῆλόν ἐστιν ὅτι καὶ τὸ ‘ὑπερύψωσεʼ δι᾿ αὐτήν ἐστι. Τούτου γὰρ ἦν ἐνδεὴς ὁ ἄνθρωπος διὰ τὸ ταπεινὸν τῆς σαρκὸς καὶ τοῦ θανάτου. Ἐπεὶ οὖν εἰκὼν ὢν τοῦ Πατρὸς, καὶ ἀθάνατος ὢν ὁ Λόγος, ‘ἔλαβε τὴν τοῦ δούλου μορφὴν,, καὶ ὑπέμεινε διʼ ἡμᾶς ὡς ἄνθρωπος ἐν τῇ ἑαυτοῦ σαρκὶ τὸν θάνατον, ἵνʼ οὕτως ἑαυτὸν ὑπὲρ ἡμῶν διὰ τοῦ θανάτου προσενέγκῃ τῷ Πατρί· διὰ τοῦτο καὶ ὡς ἄνθρωπος διʼ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν λέγεται ὑπερυψοῦσθαι, ἵνʼ ὥσπερ τῷ θανάτῳ [*](2 Cor. v 14.) αὐτοῦ πάντες ἡμεῖς ἀπεθάνομεν ἐν Χριστῷ, οὕτως ἐν αὐτῷ τῷ Χριστῷ πάλιν ἡμεῖς ὑπερυψωθῶμεν, ἔκ τε τῶν νεκρῶν ἐγειρόμενοι, [*](Heb. vi. 20; ix. 24.) καὶ εἰς οὐρανοὺς ἀνερχόμενοι, ‘ἔνθα πρόδρομος ὑπὲρ,

43
ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλʼ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·᾿ Εἰ δὲ, νῦν ὑπὲρ ἡμῶν εἰς αὐτὸν τὸν οὐρανὸν εἰσἢλθεν ὁ Χριστὸς, καίτοι καὶ πρὸ τούτου καὶ ἀεὶ Κύριος ὢν, καὶ δημιουργὸς τῶν οὐρανῶν, ὑπὲρ ἡμῶν ἄρα καὶ τὸ ὑψωθῆναι νῦν γέγραπται. Καὶ ὥσπερ αὐτὸς πάντας ἁγιάζων, λέγει πάλιν τῷ Πατρὶ ‘ἑαυτὸν ὑπὲρ ἡμῶν ἁγιάζειν,’ οὐχ ἵνα ἅγιος ὁ Λόγος [*](John xvii. 19.) γένηται, ἀλλʼ ἵνα αὐτὸς ἐν ἑαυτῷ·  ἁγιάσῃ πάντας ἡμᾶς· οὕτως ἄρα καὶ τὸ νῦν λεγόμενον, ‘ὑπερύψωσεν αὐτὸν,ʼ οὐχ ἵνα αὐτὸς ὑψωθῇ· ὕψιστος γάρ ἐστιν· ἀλλʼ ἵνα αὐτὸς μὲν ὑπὲρ ἡμῶν ῾δικαιοσύνη γένηται,᾿  ἡμεῖς δὲ ὑψωθῶμεν ἐν αὐτῷ, καὶ εἰς τὰς [*](1 cor. i. 30.) πύλας εἰσέλθωμεν τῶν οὐρανῶν, ἃς αὐτὸς πάλιν ὑπὲρ ἡμῶν ἀνέῳξε, λεγόντων τῶν προτρεχόντων, ‘ Ἄρατε πύλας, οἱ ἄρχοντες, [*](Ps. xxiii. (xxiv.) 7.) ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.’ Καὶ ὧδε γὰρ οὐκ αὐτῷ ἦσαν αἱ πύλαι κεκλεισμέναι Κυρίῳ καὶ ποιητῇ τῶν πάντων ὄντι, ἀλλὰ διʼ ἡμᾶς καὶ τοῦτο γέγραπται, οἷς ἦν ἡ θύρα κεκλεισμένη τοῦ παραδείσου. [*](Gen. iii. 24.) Διὸ καὶ ἀνθρωπίνως μὲν, διʼ ἣν ἐφόρει σάρκα, λέγεται περὶ αὐτοῦ τὸ ‘ἄρατε πύλας·’ καὶ τὸ ‘εἰσελεύσεται,’ ὡς ἀνθρώπου εἰσερχομένου· θεϊκῶς δὲ πάλιν περὶ αὐτοῦ λέγεται, ἐπειδὴ καὶ ‘Θεός ἐστιν ὁ Λόγος,ʼ ὅτι οὗτός ἐστιν ὁ Κύριος καὶ ὁ βασιλεὺς [*](John i. 1.) τῆς δόξης. Τὴν δὲ τοιαύτην εἰς ἡμᾶς γενομένην ὕψωσιν προανεφώνει τὸ Πνεῦμα ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ λέγον· ‘Καὶ [*](Ps. lxxxviii.(lxxxix.) 17, 18.) ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ.᾿ Εἰ δὲ δικαιοσύνη ἐστὶν ὁ Υἱὸς, οὐκ ἄρα αὐτός ἐστιν, ὡς ἐνδεὴς, ὑψούμενος, ἀλλʼ ἡμεῖς ἐσμεν οἱ ἐν τῇ δικαιοσύνῃ ὑψούμενοι, ἥτις ἐστὶν αὐτός.

42. Καὶ γὰρ καὶ τὸ ῾  ἐχαρίσατο αὐτῷ,᾿  οὐ δʼ αὐτὸν τὸν Λόγον γέγραπται· ἦν γὰρ πάλιν, καὶ πρὶν ἄνθρωπος γένηται, προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπότε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως, κατὰ τὴν πατρικὴν ἰδιότητα· ἀλλὰ διʼ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ γέγραπται. Ὥσπερ γὰρ, ὡς ἄνθρωπος, ὁ Χριστὸς ἀπέθανε καὶ ὑψώθη, οὕτως, ὡς ἄνθρωπος, λέγεται ‘λαμβάνειν’ ὅπερ εἶχεν ἀεὶ ὡς Θεὸς, ἵνα εἰς ἡμᾶς φθάσῃ καὶ ἡ τοιαύτη δοθεῖσα χάρις. Οὐ γὰρ ἠλαττώθη ὁ Λόγος [*](Cp. iv. 6.) σῶμα λαβὼν, ἵνα καὶ χάριν ζητήσῃ λαβεῖν,’ ἀλλὰ μᾶλλον καὶ

44
ἐθεοποίησεν ὅπερ ἐνεδύσατο, καὶ πλέον ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων τοῦτο. Ὥσπερ γὰρ ἀεὶ προσεκυνεῖτο, Λόγος ὢν καὶ ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων,’ οὕτως ὁ αὐτὸς ὢν καὶ ἄνθρωπος γενόμενος, [*](Cp. 1 Cor. xv. 27.) κληθείς τε Ἰησοῦς, οὐδὲν ἦττον ἔχει πᾶσαν ὑπὸ πόδα τὴν κτίσιν, καὶ ‘ἐν τῷ ὀνόματι τούτῳ τὰ γόνατα κάμπτουσαν αὐτῷ,᾿  καὶ ‘ἐξομολογουμένηνʼ ὅτι καὶ τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ θάνατον ὑπομεῖναι σαρκὶ, οὐκ ἐπʼ ἀδοξίᾳ τῆς θεότητος αὐτοῦ γέγονεν, ἀλλʼ ‘εἰς δόξαν Θεοῦ Πατρός.’ Δόξα δὲ Πατρός ἐστι τὸν γενόμενον ἄνθρωπον καὶ ἀπολόμενον εὑρεθῆναι, καὶ νεκρωθέντα ζωοποιηθῆναι, καὶ ναὸν γενέσθαι Θεοῦ. Καὶ γὰρ καὶ τῶν ἐν οὐρανοῖς δυνάμεων, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἀεὶ μὲν προσκυνούντων αὐτὸν, προσκυνούντων δὲ καὶ νῦν ‘ἐν τῷ ὀνόματι Ἰησοῦʼ τὸν Κύριον, ἡμῶν ἐστιν αὕτη ἡ χάρις καὶ ὑπερύψωσις, ὅτι τε καὶ ἄνθρωπος γενόμενος, προσκυνεῖται ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ οὐ ξενισθήσονται αἱ οὐράνιοι δυνάμεις βλέπουσαι τοὺς συσσώμους ἐκείνου πάντας ἡμᾶς εἰσαγομένους εἰς τὰς χώρας αὐτῶν. Ἄλλως δὲ οὐκ ἂν ἐγεγόνει τοῦτο, εἰ μὴ ὁ ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων εἰλήφει δούλου μορφὴν, καὶ ταπεινώσας ἦν ἑαυτὸν, μέχρι θανάτουʼ συγχωρήσας φθάσαι τὸ σῶμα.

43. Ἰδοὺ γοῦν τὸ νομιζόμενον παρὰ ἀνθρώποις ‘μωρὸν τοῦ Θεοῦʼ διὰ τὸν σταυρὸν γέγονε πάντων ἐντιμότερον. Ἡ μὲν γὰρ ἀνάστασις ἡμῶν ἐν αὐτῷ ἀπόκειται· οὐκέτι δὲ μόνος ὁ Ἰσραὴλ, ἀλλὰ καὶ πάντα τὰ ἔθνη λοιπὸν, ὡς προείρηκεν ὁ προφήτης, τὰ μὲν εἴδωλα ἑαυτῶν καταλιμπάνουσι, τὸν δὲ ἀληθινὸν Θεὸν τὸν [*](Cp. de Incarn. 31.) τοῦ Χριστοῦ Πατέρα ἐπιγινώσκουσι· καὶ ἡ μὲν τῶν δαιμόνων φαντασία κατήργηται, μόνος δὲ ὁ ὄντως Θεὸς ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνεῖται. Τὸ δὲ καὶ ἐν σώματι γενόμενον τὸν Κύριον καὶ κληθέντα Ἰησοῦν προσκυνεῖσθαι, πιστεύεσθαί τε αὐτὸν Υἱὸν Θεοῦ, καὶ διʼ αὐτοῦ ἐπιγινώσκεσθαι τὸν Πατέρα, δῆλον ἂν εἴη, καθάπερ εἴρηται, ὅτι οὐχ ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλαβε τὴν τοιαύτην χάριν, ἀλλʼ ἡμεῖς. [*](Cor.iii. 16.) Διὰ γὰρ τὴν πρὸς τὸ σῶμα αὐτοῦ συγγένειαν ‘ναὸς Θεοῦʼ γεγόναμεν καὶ ἡμεῖς, καὶ υἱοὶ Θεοῦ λοιπὸν πεποιήμεθα, ὥστε καὶ ἐν ἡμῖν ἥδη προσκυνεῖσθαι τὸν Κύριον, καὶ τοὺς ὁρῶντας ‘ἀπαγγέλλειν,’ [*](Ib. xiv. 25.) ὡς ὁ ἀπόστολος εἴρηκεν, ‘ὅτι ὄντως ὁ Θεὸς ἐν τούτοις ἐστί·’ καθάπερ καὶ ὁ Ἰωάννης ἐν μὲν τῷ εὐαγγελίῳ φησὶν,

45
‘Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ [*](John i. 12.) γενέσθαι·’ ἐν δὲ τῇ ἐπιστολῇ γράφει, ‘ἐν τούτῳ γινώσκομεν [*](1 John iii. 24.) ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος αὐτοῦ οὗ ἔδωκεν ἡμῖν.᾿  Γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ᾿ αὐτοῦ γενομένης ἀγαθότητος, ὅτι ἡμεῖς μὲν ὑψώθημεν, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψιστον Κύριον, καὶ διʼ ἡμᾶς ἡ χάρις δίδοται, διὰ τὸ γενέσθαι ὡς ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν Κύριον· αὐτὸς δὲ ὁ Σωτὴρ ‘ἐταπείνωσεν ἑαυτὸνʼ ἐν τῷ λαβεῖν τὸ ταπεινὸν ἡμῶν σῶμα, ‘δούλου τε μορφὴν ἔλαβεν,ʼ ἐνδυσάμενος τῆν δουλωθεῖσαν σάρκα τῇ ὁμαρτίᾳ. Καὶ αὐτὸς μὲν οὐδὲν παρʼ ἡμῶν εἰς βελτίωσιν ἔσχηκεν· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ παρʼ αὐτοῦ μᾶλλον ἐβελτιώθημεν. Αὐτὸς γάρ ἐστι ‘τὸ φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.ʼ [*](John i. 9.) Καὶ μάτην ἐπερείδονται οἱ Ἀρειανοὶ τῷ ‘διὸʼ συνδέσμῳ, διὰ τὸ λέγειν τὸν Παῦλον, ‘Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν·᾿  Οὐ γὰρ ἆθλον ἀρετῆς, οὐδὲ βελτίωσιν προκοπῆς αὐτοῦ σημαίνων ἔλεγεν, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς γενομένης ὑψώσεως. Τί δὲ τοῦτό ἐστιν ἢ τὸν ‘ἐν μορφῇ Θεοῦ ὑπάρχοντα,ʼ καὶ εὐγενοῦς Πατρὸς Υἱὸν, ‘ταπεινῶσαι ἑαυτὸν’ καὶ δοῦλον ἀνθʼ ἡμῶν καὶ ὑπὲρ ἡμῶν γενέσθαι ; Εἰ γὰρ μὴ ἄνθρωπος ὁ Κύριος ἐγεγόνει, οὐκ ἂν ἡμεῖς ἀπὸ ἁμαρτιῶν λυτρωθέντες ἐκ νεκρῶν ἀνέστημεν, ἀλλʼ ἐμένομεν ὑπὸ γῆν νεκροί· οὐδʼ ἂν ὑψώθημεν εἰς οὐρανοὺς, ἀλλʼ ἐμένομεν ἐν τῷ ᾅδῃ. Διʼ ἡμᾶς ἄρα καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον ‘ὑπερύψωσε’ καὶ ‘ἐχαρίσατο.’

44. Τοιαύτην μὲν οὖν ἡγοῦμαι τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ μάλα ἐκκλησιαστικὴν οὖσαν, Καὶ δεύτερον δὲ ὅμως τις ἐπιχειρήσειεν εἰς τὸ ῥητὸν, ἐκ παραλλήλου λέγων τὰ αὐτά· ὅτι οὐ τὸν Λόγον αὐτὸν, ᾗ Λόγος ἐστὶν, ὑψοῦσθαι σημαίνει· (ἔστι γὰρ, ὡς προείρηται μικρῷ πρόσθεν, ὕψιστος καὶ ὅμοιος ὢν τῷ Πατρί·) ἀλλὰ διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τῆς ἐκ νεκρῶν ἀναστάσεώς ἐστι δηλωτικὸν τὸ ῥητόν. Λέγων γοῦν, ‘ἐταπείνωσεν ἑαυτὸν [*](Phil.ii. 8.9.) μέχρι θανάτου,ʼ εὐθὺς ἐπήγαγε τὸ ‘διὰ τοῦτο ὑπερύψωσεʼ δεῖξαι θέλων, ὅτι εἰ καὶ ὡς ἄνθρωπος λέγεται τεθνηκέναι, ἀλλʼ ὡς ζωὴ ὢν ὑψώθη τῇ ἀναστάσει· ‘ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ [*](Eph. iv. 8.) ὁ ἀναστάς.’ Κατέβη γὰρ σωματικῶς· ἀνέστη δὲ, ὅτι Θεὸς ἦν αὐτὸς ἐν σώματι. Καὶ τοῦτο πάλιν ἐστὶν οὗ χάριν ἐπήγαγε τῇ

46
διανοίᾳ ταύτῃ τὸν ‘διὸ’ σύνδεσμον, οὐ ‘μισθὸν ἀρετῆςʼ οὐδὲ προκοπῆς, ἀλλʼ αἰτίας δηλωτικὸν, διʼ ἣν ἡ ἀνάστασις γέγονε· καὶ δι᾿ ἣν αἰτίαν οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ Ἀδὰμ καὶ μέχρι νῦν ἀπέθανον καὶ ἔμειναν νεκροὶ, οὗτος δὲ μόνος ὁλόκληρος ἐκ νεκρῶν ἀνέστη. [*](c. 39.) Ἡ δὲ αἰτία αὕτη ἐστιν, ἢν αὐτὸς προείρηκεν, ὅτι, Θεὸς ὢν, ἄνθρωπος γέγονεν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι, μόνον ἐξ [*](Rom. v. 14.) Ἀδὰμ ὄντες, ἀπέθανον, καὶ τὸν θάνατον εἶχον  ‘βασιλεύονταʼ κατʼ [*](1 Cor. xv. 47, 48.) αὐτῶν· οὗτος δὲ ‘ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ἐστιν·’ ὁ γὰρ ‘Λόγος σὰρξ ἐγένετο·’ Καὶ λέγεται ὁ τοιοῦτος ‘ἄνθρωπος ἐξ [*](John vi. 38.)  οὐρανοῦʼ καὶ  ‘ἐπουράνιος,’ διὰ τὸ ‘ἐξ οὐρανοῦ καταβεβηκέναιʼ τὸν Λόγον· διὸ ‘οὐδὲ κεκράτηται ὑπὸ τοῦ θανάτου.᾿ Εἰ γὰρ καὶ [*](Cp. iii. 55.)  ἐταπείνωσεν ἑαυτὸν, συγχωρήσας μέχρι θανάτου φθάσαι τὸ ἴδιον ἑαυτοῦ σῶμα, διὰ τὸ εἶναι αὐτὸ δεκτικὸν θανάτου· ἀλλʼ ἐκ γῆς ὑπερυψώθη, διὰ τὸ εἶναι αὐτὸν ἐν σώματι Υἱὸν τοῦ Θεοῦ, Ἴσον γοῦν ἐστι τὸ ἐνταῦθα λεγόμενον, ‘διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,’ [*](Acts ii. 24.)  τῷ λεγομένῳ ἐν ταῖς Πράξεσι παρὰ τοῦ Πέτρου· ‘ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ.’ Ὡς γὰρ παρὰ τῷ Παύλῳ [*](Phil. ii. 6.) γέγραπται· ἐπειδὴ, ‘ἐν μορφῇ Θεοῦʼ ὢν, γέγονεν ἄνθρωπος, καὶ ‘ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν [*](Acts ii. 24.) αὐτόν·’ οὕτως καὶ παρὰ τοῦ Πέτρου λέγεται, ὅτι ἐπειδὴ, Θεὸς ὢν, γέγονεν ἄνθρωπος, τὰ δὲ σημεῖα καὶ τὰ τέρατα ἀπέδειξεν αὐτὸν καὶ τοῖς ὁρῶσι Θεὸν, διὰ τοῦτο ‘δυνατὸν οὐκ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου.  Ἀνθρώπῳ δὲ δυνατὸν οὐκ ἦν τοῦτο κατορθῶσαι, ἴδιον γὰρ τῶν ἀνθρώπων ὁ θάνατος· διὰ [*](1 Pet. iii. 18.) τοῦτο Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ἵνα, θανατωθεὶς σαρκὶ,’ ζωοποιήσῃ πάντας τῇ ἑαυτοῦ δυνάμει.

45. Ἐπειδὴ δὲ αὐτὸς λέγεται  ‘ὑψῶσθαι,ʼ καὶ ὅτι ὁ Θεὸς αὐτῷ ‘ἐχαρίσατο,᾿  καὶ νομίζουσιν οἱ αἱρετικοὶ ἐλάττωμα εἶναι ἢ πάθος τῆς τοῦ Λόγου οὐσίας, ἀναγκαῖον εἰπεῖν πῶς καὶ ταῦτα λέγεται. [*](Eph. iv. 9.) Ὑψῶσθαι γὰρ λέγεται αὐτὸς ἀπὸ τῶν ‘κατωτέρων μερῶν τῆς [*](Cp. ii. 55; iii. 31; and Cyril Alex. Epist. 2 ad Nest.) γῆς,’ ἐπεὶ καὶ αὐτοῦ λέγεται ὁ θάνατος εἶναι. Αὐτοῦ δὲ λέγεται ἀμφότερα, ἐπειδὴ αὐτοῦ ἦν, καὶ οὐχ ἑτέρου, σῶμα τὸ ὑψωθὲν ἀπό τῶν νεκρῶν καὶ εἰς οὐρανοὺς ἀναληφθέν. Αὐτοῦ δὲ πάλιν ὄντος τοῦ σώματος, καὶ οὐκ ὄντος ἐκτὸς αὐτοῦ τοῦ Λόγου, εἰκότως ὑψουμένου τοῦ σώματος, αὐτὸς, ὡς ἄνθρωπος, διὰ τὸ

47
σῶμα ‘ὑψοῦσθαιʼ λέγεται. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, μὴ λεγέσθω περὶ αὐτοῦ ταῦτα· εἰ δὲ ‘ὁ Λόγος γέγονε σὰρξ,ʼ ἀνάγκη ὡς περὶ ἀνθρώπου λέγεσθαι αὐτοῦ τήν τε ἀνάστασιν καὶ τὴν ὕψωσιν, ἵνʼ ὁ μὲν θάνατος λεγόμενος αὐτοῦ λύτρον ᾖ τῆς τῶν ἀνθρώπων ἁμαρτίας, καὶ κατάργησις τοῦ θανάτου, ἡ δὲ ἀνάστασις καὶ ἡ ὕψωσις βεβαία δι᾿ αὐτὸν εἰς ἡμᾶς διαμένῃ. Ἐπ᾿  ἀμφοτέρων δὲ εἴρηκεν, ‘ὁ Θεὸς αὐτὸν ὑπερύψωσε,ʼ καὶ, ‘ὁ Θεὸς αὐτῷ ἐχαρίσατο·ʼ ἵνα καὶ ἐκ τούτου δείξῃ πάλιν, ὅτι μὴ ὁ Πατήρ ἐστιν ὁ γενόμενος σὰρξ, ἀλλʼ ὁ τούτου Λόγος ἐστὶν ὁ γενόμενος ἄνθρωπος, ὁ ‘λαμβάνων’ ἀνθρωπίνως παρὰ τοῦ Πατρὸς, καὶ ‘ὑψούμενος’ παῤ αὐτοῦ, ὥσπερ εἴρηται. Δῆλον δὲ, καὶ οὐκ ἂν ἀμφιβάλοι τις, ὅτι ἃ δίδωσιν ὁ Πατὴρ, διὰ τοῦ Υίοῦ δίδωσι. Καὶ ἔστι παράδοξον καὶ ἐκπλῆξαι δυνάμενον ἀληθῶς· ἣν γὰρ δίδωσιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς χάριν, ταύτην αὐτὸς ὁ Υἱὸς λέγεται ‘δέχεσθαι·’ καὶ τὴν ὕψωσιν, ἣν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ποιεῖ, ταύτην ὡς αὐτὸς ‘ὑψούμενόςʼ ἐστιν ὁ Υἱός. Αὐτὸς γὰρ ὁ ὢν τοῦ Θεοῦ Υἱὸς, αὐτὸς γέγονε καὶ Υἱὸς ἀνθρώπου· καὶ ὡς μὲν Λόγος, τὰ παρὰ τοῦ Πατρὸς δίδωσι· πάντα γὰρ, ἃ ποιεῖ καὶ δίδωσιν ὁ Πατὴρ, δι᾿ αὐτοῦ ποιεῖ τε καὶ παρέχει· ὡς δὲ Υἱὸς ἀνθρώπου, αὐτὸς ἀνθρωπίνως λέγεται τὰ παῤ ἑαυτοῦ δέχεσθαι, διὰ τὸ μὴ [*](iii. 40.) ἑτέρου, ἀλλʼ αὐτοῦ εἶναι τὸ σῶμα, τὸ φύσιν ἔχον τοῦ δέχεσθαι τὴν χάριν, καθάπερ εἴρηται. Ἐλάμβανε γὰρ κατὰ τὸ ὑψοῦσθαι τὸν ἄνθρωπον· ὕψωσις δὲ ἦν τὸ θεοποιεῖσθαι αὐτόν. Αὐτὸς δὲ ὁ Λόγος εἶχεν ἀεὶ τοῦτο κατὰ τὴν πατρικὴν ἑαυτοῦ θεότητα καὶ τελειότητα.

46. Τὸ μὲν οὖν παρὰ τῷ ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ [*]((2)) λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθὴν, ἣν παρεξηγοῦνται μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ. Φησὶ γὰρ καὶ αὐτὸς, ‘ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. [*](Ps. xliv. (xiv.) 67.) Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.’ Ἴδετε, ὦ Ἀρειανοὶ, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν. ‘Μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. Εἰ δὲ ‘ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἶς, εἶς ἦν ἂν τῶν

48
μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων, ‘ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,ʼ τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ νοεῖν ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος αὐτός ἐστι Λόγος ἀληθινὸς, ἀπαύγασμα, καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται παῤ αὐτοῦ τῷ Πνεύματι ; Καὶ ἐνταῦθα γοῦν ‘χρίεται,᾿  οὐχ ἵνα Θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου· [*](2 Cor. iv. 4; Col. i. 15.) οὐδʼ ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀϊδίως βασιλεύων, ‘εἰκὼν’ ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλʼ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται. Οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς, ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι· ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν, Θεὸς ὢν, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτὸς, ὅμως δὲ λέγεται νῦν ‘χρίεσθαι,’ ἵνα πάλιν, ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ ὑψωθῆναι καὶ τὸ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. Τοῦτο δὲ σημαίνων καὶ αὐτὸς διʼ ἑαυτοῦ ὁ Κύριος ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην εὐαγ [*](John xvii. 18, 19.) γελίῳ, ‘ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.’ Τοῦτο δὲ λέγων, ἔδειξεν ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλʼ ὁ ἁγιάζων· οὐ γὰρ παῤ ἑτέρου ἁγιάζεται, ἀλλʼ αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται ; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, ‘Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ Πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ [*](Ib. 17.) ὄντι (‘ὁ δὲ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν’) οἱ πάντες ἁγιασθῶσιν ;’

47. Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλʼ εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος [*](1 Cor. iii. 16.) αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη, Ὁὐκ

49
οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν ;ʼ Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην, ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρʼ αὐτοῦ λουόμενοι. Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παῤ αὐτοῦ γινόμενοι τούτου δεκτικοί. Διὰ τοῦτο οὐδʼ ὥσπερ Ἀαρὼν, ἢ Δαβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕτως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἅλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησὶ, ‘Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·’ καθὼς καὶ ὁ [*](Isa. lxi.  1.) ἀπόστολος εἴρηκεν, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι [*](Acts  x. 38.) ἁγίῳ.’ Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ ‘καταβέβηκεν [*](Matt. iii. 17.) ἐπʼ αὐτὸν τὸ Πνεῦμα ;’ Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι, ‘τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται·’ καὶ, ‘ἐγὼ αὐτὸ ἀποστέλλω·’ [*](John, xvi. 14, 7.) καὶ, ‘Λάβετε Πνεῦμα ἅγιον,’ τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις [*](Ib. xx. 22.) παρέχων, ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς, λέγεται νῦν ‘ἀγιάζεσθαι,’ ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, ‘Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου·’ τοῦ δὲ [*](1 John ii. 20.) ἀποστόλου, ‘καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας [*](Eph. i. 13.) τῷ ἁγίῳ.’ Οὐκοῦν διʼ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τούτου προκοπὴ βελτιώσεως καὶ  ‘μισθὸς ἀρετῆςʼ ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται ; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασιλεὺς ὣν, εἰς βασιλείαν προήγετο· εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ‘ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός’ ἐστι, ποῦ εἶχε προκόψαι Θεός ; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ τοῦ Πατρός ; εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, [*](Cp. John xvi. 14, 7.) αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ Σοφία, ὁ τῷ παῤ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλʼ ἡ προσληφθεῖσα παῤ αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παῤ αὐτοῦ χριομένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παῤ αὐτοῦ, ‘Οὐ γὰρ ἀφʼ ἑαυτοῦ,’ φησὶ, ‘τὸ Πνεῦμα λαλεῖ,’ ἀλλ’ ὁ Λόγος [*](Ib. 13.)
50
ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο [*](Phil. ii. 6. 7.) τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ ἀπόστολος ἔγραψεν, ‘ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·’ οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν· τοῦτο γὰρ παῤ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλλειν· [*](Ps.xliv. (xlv.) 9. ) ‘σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου.’ Παρὰ [*](John xix. 39.) δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ‘ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατόν αἱ δὲ ἅπερ [*](Luke xxiv. 1. ) ἦσαν ἑτοιμάσασαι εἰς τὸν ἐνταφιασμὸν τοῦ σώματος τοῦ Κυρίου.

48. Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν ; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον ; ποῖος δὲ καὶ μισθὸς μείζων γένοιτʼ ἂν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός ; ἆῤ οὐ θεωρεῖτε ὅτι καὶ τοῦτο δι᾿ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ ; ἆῤ οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν θείων λογίων ; Καὶ γὰρ τοῦ Κύριου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος, (πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται, [*](Isa. xl. 8.) ‘ὁ Λόγος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.᾿  Ἀμέλει ὥσπερ [*](Cp. Cyril. Alex. Epist. ad Nest. 3. 10.) πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὢν ἐχορήγει τοῖς ἀγίοις ὡς ἴδιον [*](John xx. 22.) τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς, ‘Λάβετε Πνεῦμα ἅγιον·’ [*](Num. xi. 16.) καὶ Μωσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς ἑβδομήκοντα· δι᾿ [*](Ps. 1. (li.) 13.) αὐτοῦ τε ηὔχετο Δαβὶδ τῷ Πατρὶ, λέγων, ‘τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ,’ Καὶ ἄνθρωπος δὲ γενόμενος [*](John xv. 26.) ἔλεγεν, ‘ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας·’ καὶ ἔπεμψεν, ἀψευδὴς ὢν, ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν [*](Heb. xii. 8.) ‘Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶναςʼ μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ

51
Λόγος ἐστὶν, ἧ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλʼ οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ διʼ αὐτοῦ, Αὐτοῦ γὰρ νῦν λεγομένου ἀνθρωπίνως χρίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. Περὶ δὲ τούτων πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέγων τῷ Πατρὶ, ‘Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, [*](John xvii. 22.) ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν.’ Δι᾿  ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει, καὶ τὸ ‘ἔλαβε,ʼ καὶ τὸ ‘ἐχαρίσατο,’ καὶ τὸ ‘ὑπερύψωσε,’ λέλεκται· ἵνʼ ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ‘ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵνʼ [*](ib. 19.) ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ.ʼ

49. Εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ, ‘Διὰ τοῦτο [*](Ps. xliv. (xlv.) 8.) ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου,᾿  ἐκ τῆς ‘διὰ τοῦτοʼ λέξεως πρόφασιν πάλιν ἑαυτοῖς, εἰς ἃ βούλονται, πορίζονται· γνώτωσαν οἱ τῶν γραφῶν ἀμαθεῖς, καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα πάλιν τὸ ‘διὰ τοῦτοʼ οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον πάλιν τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως· οὐ γὰρ εἶπε, ‘διὰ τοῦτο ἔχρισέ σε,ʼ ἵνα γένῃ Θεὸς, ἢ βασιλεὺς, ἢ Υἱὸς, ἢ Λόγος·’ ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν ἀεὶ, καθάπερ δέδεικται· ἀλλὰ μᾶλλον, ‘ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο καὶ ἐχρίσθης· ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ ἁγίῳ, ἢ σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθʼ ἣν καὶ ἐξ ἀρχῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα.’ Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἦν ἀξιόπιστος εἰς τοῦτο, ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρακουσάντων. Διὰ τοῦτο Θεοῦ χρεία ἧν, (‘Θεὸς δέ ἐστιν ὁ Λόγος·’) [*](John i. 1.) ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. Εἰ μὲν οὖν ‘ἐξ οὐκ ὄντων’ ἦν, οὐδʼ ἂν αὐτὸς ἦν ὁ Χριστὸς, εἶς ὢν πάντων καὶ μέτοχος τυγχάνων καὶ αὐτός· ἐπειδὴ δὲ Θεός ἐστι, Θεοῦ Υἱὸς ὢν, βασιλεύς τε ἀΐδιός ἐστιν, ἀπαύγασμα καὶ χαρακτὴρ τοῦ Πατρὸς ὑπάρχων διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Χριστὸς, ὃν ὁ Πατὴρ ἀπαγγέλλει τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις· ἵνα ὥσπερ διʼ αὐτοῦ γεγόναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ

52
τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παῤ αὐτοῦ βασιλεύηται. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως, καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου, ἣν προορῶν καὶ ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ, ‘Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·᾿  τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων, λέγει, ‘Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.’

50. Τί δὲ θαυμαστὸν ἢ τί ἄπιστον, εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι, ὅπου γε, χρείας πάλιν ἀπαιτούσης, οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον ἑαυτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύματος ; Τῶν γὰρ [*](Matt. xii. 24.) Ἰουδαίων λεγόντων ‘ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια,ʼ ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς εἰς τὸ ἐλέγξαι βλασφημοῦντας [*](Ib. 28.) αὐτοὺς, ‘Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.᾿  Ἰδοὺ γὰρ, ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι λέγει νῦν ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ διὰ τὴν σάρκα. Ὡς γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς ἀφʼ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ Πνεύματος, διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν, ‘εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.᾿  Ἀμέλει καὶ τὴν εἰς τὸ Πνεῦμα τὸ ἃγιον βλασφημίαν γινομένην μείζονα τῆς ἀνθρωπότητος σημαίνων [*](Ib. 32.) ἔλεγεν, ‘ὃς ἂν εἴπῃ λόγον εἰς τὰν Υἱὸν τοῦ ἀνθρώπου, [*](Ib. xiii. 55.) ἕξει ἄφεσιν·’ οἷοι ἦσαν οἱ λέγοντες, ‘Οὐχ οὖτός ἐστιν ὁ τοῦ τέκτονος υἱός ;ʼ Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντες, καὶ τὰ τοῦ Λόγου ἔργα τῷ διαβόλῳ ἐπιγράφοντες, ἄφυκτον τιμωρίαν ἕξουσι. Τοιαῦτα μὲν οὖν τοῖς Ἰουδαίοις ὡς ἄνθρωπος ἔλεγεν ὁ Κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα δεικνὺς ἑαυτοῦ, οὐκέτι δὲ ἐλάττονα τοῦ Πνεύματος ἑαυτὸν, ἀλλὰ ἴσον σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν, [*](John xx. 22. Ib. xvi. 7, 14, 13.) ‘Λάβετε τὸ Πνεῦμα ἅγιον,ʼ καὶ, ‘ἐγὼ αὐτὸ ἀποστέλλω· κἀκεῖνος ἐμὲ δοξάσει,’ καὶ, ‘ὅσα ἀκούει λαλήσει.’ Ὥσπερ οὖν ἐνταῦθα αὐτὸς ὁ τοῦ Πνεύματος δοτὴρ ὁ Κύριος οὐ παραιτεῖται εἰπεῖν, ‘ἐν Πνεύματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς ὢν τοῦ Πνεύματος δοτὴρ οὐ παρῃτήσατο

53
λέγειν· ‘Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με,ʼ διὰ [*](Isa. lxi. 1.) τὸ ‘γεγενῆσθαι αὐτὸν σάρκα,ʼ ὡς εἶπεν ὁ Ἰωάννης, ἵνα δειχθῇ [*](John i. 14.) ὅτι κατὰ τὰ ἀμφότερα ἡμεῖς ἐσμεν, οἱ καὶ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. Διὰ τίνος δὲ καὶ παρὰ τίνος ἔδει τὸ Πνεῦμα δίδοσθαι ἢ διὰ τοῦ Υἱοῦ, οὗ καὶ τὸ Πνεῦμά ἐστι ; πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος ; Καὶ ὥσπερ τὸ παρὰ τοῦ ἀποστόλου λεγόμενον δείκνυσιν, ὅτι οὐκ ἂν ἐλυτρώθημεν καὶ ὑπερυψώθημεν, εἰ μὴ ὁ ‘ἐν μορφῇ Θεοῦ ὑπάρχων [*](Phil. ii. 6, 7.) ἔλαβε δούλου μορφήν·’ οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν, ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ αὐτὸς ὁ Λόγος ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύματι χρίεσθαι. Διὸ καὶ βεβαίως ἐλάβομεν, αὐτοῦ λεγομένου κεχρίσθαι σαρκί. Τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου διʼ αὐτὴν εἰληφέναι, ὡς ἀνθρώπου, ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ‘ἐκ τοῦ πληρώματος αὐτοῦ’ λαμβάνοντες.

[*](John i. 16.)

51. Τὸ δὲ ‘ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν,ʼ [*](Ps.xliv. (xlv.) 7.) πρόσκειται ἐν τῷ ψαλμῷ, οὐχ, ὡς ὑμεῖς πάλιν νοεῖτε, ‘τρεπτὴνʼ δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλὰ μᾶλλον καὶ ἐκ τούτου τὸ [*](c. 35.) ἄτρεπτον αὐτοῦ σημαῖνον. Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις ἐστὶ τρεπτὴ, καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρήκουσαν, ὥσπερ εἴρηται· ἥ τε πρᾶξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι, καὶ ἕτερον γίνεσθαι, ὡς τὸν ἄρτι δίκαιον ἄδικον μετʼ ὀλίγον εὑρεθῆναι· διὰ τοῦτο πάλιν ἀτρέπτου χρεία ἦν, ἵνα τὸ ἀμετάβλητον τῆς τοῦ Λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. Ἡ δὲ τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὐφρανοῦσιν εὔλογον. Ἐπειδὴ γὰρ ‘ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ’ [*](1 Cor. xv. 45.) ἐτράπη, καὶ ‘διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰσῆλθεν εἰς τὸν [*](Rom. v. 12.) κόσμον,ʼ διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι· ἵνα, κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν τοῦ ὄφεως ἡ ἀπάτη ἐξασθενήσῃ, τοῦ δὲ Κυρίου ἀτρέπτου καὶ ἀναλλοιώτου ὄντος, πρὸς πάντας ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήμασι γένηται. Ὥσπερ γὰρ, τοῦ Ἀδὰμ παραβάντος, ‘εἰς πάντας ἀνθρώπους’ [*](Ib.)

54
ἔφθασεν ἡ ἁμαρτία, οὕτως, τοῦ Κυρίου γενομένου ἀνθρώπου, καὶ τὸν ὄφιν ἀνατρέψαντος, εἰς πάντας ἀνθρώπους ἡ τοιαύτη [*](2 Cor. ii. 11.) ἰσχὺς διαβήσεται, ὥστε λέγειν ἕκαστον ἡμῶν· ‘οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.’ Οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἄτρεπτος, ‘ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν,ʼ χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτὸς τε ὢν καὶ αὐτὸς [*](Rom. viii. 3.) διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, ‘τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ,᾿  ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ εἰς τὸ δύνασθαι λοιπὸν ‘τὸ δικαίωμα τοῦ νόμου πληροῦνʼ ἐν αὐτῇ, ὥστε [*](Ib. 9.) καὶ λέγειν δύνασθαι, ‘ Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλʼ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν.’

52. Μάτην ὑμῖν ἄρα καὶ νῦν, ὦ Ἀρειανοὶ, ἡ τοιαύτη ὑπόνοια γεγένηται, καὶ μάτην ἐπροφασίσασθε τὰ ῥήματα τῶν γραφῶν· ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ ἄτρεπτός ἐστι, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλʼ ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ὅμοιος, εἰ μὴ οὕτως [*](Cf. John xvi. 15.) ἐστίν ; ἢ πῶς ‘πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν,ʼ εἰ μὴ καὶ τὸ ἄτρεπτον καὶ τὸ ἀναλλοίωτον τοῦ Πατρὸς ἔχει ; Οὐχ ὡς ὑποκείμενος δὲ νόμοις, καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων, τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ, φόβῳ τοῦ ἐκπεσεῖν, τὸ ἕτερον προσλαμβάνῃ, καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται· ἀλλʼ ὡς Θεὸς ὢν καὶ Λόγος τοῦ Πατρὸς, κριτής ἐστι δίκαιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς. Δίκαιος οὖν φύσει καὶ ὅσιος ὢν, διὰ τοῦτο ἀγαπᾷν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν·’ ἴσον τῷ εἰπεῖν ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμβάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. Καὶ γὰρ καὶ περὶ τοῦ [*](Ps. x.(xi.) 8.) Πατρὸς τὸ αὐτὸ λέγουσιν αἱ θεῖαι γραφαὶ, ‘Δίκαιος Κύριος καὶ [*](Ib. v. 5.) δικαιοσύνας ἠγάπησε·’ καὶ, ‘ἐμίσησας πάντας τοὺς ἐργαζομένους [*](Ib. lxxxvi. (lxxxvii.). 2. Mal. i. 2.) τὴν ἀνομίαν·’ καὶ, ‘τὰς μὲν πύλας Σιὼν ἀγαπᾷ, τὰ δὲ σκηνώματα Ἰακὼβ οὐ περὶ πολλοῦ ποιεῖται· καὶ, ‘τὸν μὲν Ἰακὼβ ἠγάπησε, τὸν δὲ Ἡσαῦ ἐμίσησε·’ κατὰ δὲ τὸν Ἡσαΐαν, [*](Isa. lxi. 8.) φωνὴ Θεοῦ ἐστι πάλιν λέγοντος, ‘ Ἐγώ εἰμι Κύριος, ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.’ Ἢ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα ἐκλαμβανέτωσαν· καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ Θεοῦ γέγραπται· ἢ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς διανοούμενοι, τρεπτὸν καὶ τὸν Πατέρα ἐπινοείτωσαν. Εἰ δὲ καὶ μόνον ἀκούειν τοῦτο λεγόντων ἑτέρων οὐκ ἔστιν ἀκίνδυνον,

55
διὰ τοῦτο καλῶς διανοούμεθα τὸ λέγεσθαι τὸν Θεὸν ‘δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρπάγματα ἐξ ἀδικίας,ʼ οὐχ ὡς ἐπὶ θάτερα ῥοπὴν ἔχοντος αὐτοῦ καὶ δεκτικοῦ τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, ἐκεῖνο δὲ μὴ αἱρεῖσθαι· τοῦτο γὰρ τῶν γενητῶν ἴδιόν ἐστιν· ἀλλʼ ὅτι, ὡς κριτὴς, τοὺς μὲν δικαίους ἀγαπᾷ καὶ προσλαμβάνεται, τῶν δὲ φαύλων μακρὰν γίνεται· ἀκόλουθον ἂν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν, ὅτι οὕτως ἀγαπᾷ καὶ μισεῖ. Τοιαύτην γὰρ εἶναι τὴν φύσιν τῆς εἰκόνος δεῖ, οἷός ἐστιν ὁ ταύτης Πατὴρ, κἂν οἱ Ἀρειανοὶ, ὡς τυφλοὶ, μήτε ταύτην, μήτε ἄλλο τι τῶν θείων λογίων βλέπωσιν. Ἐκπεσόντες γὰρ τῶν ἀπὸ καρδίας αὐτῶν ἐννοιῶν, μᾶλλον δὲ παρα νοιῶν, ἐπὶ ῥητὰ πάλιν τῶν θείων γραφῶν καταφεύγουσιν, εἰς ἃ καὶ αὐτὰ συνήθως ἀναισθητοῦντες, οὐχ ὁρῶσι τὸν ἐν τούτοις νοῦν· ἀλλʼ ὡς κανόνα τινὰ τὴν ἰδίαν ἀσέβειαν θέμενοι, πρὸς τοῦτον πάντα τὰ θεῖα λόγια διαστρέφουσιν· οἵτινες καὶ μόνον αὐτὰ φθεγγόμενοι, οὐδὲν ἕτερον ἀκούειν εἰσὶν ἄξιοι ἢ, ‘Πλανᾶσθε, [*](Matt, xxii. 29.) μὴ εἰδότες τὰς γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.’ Ἂν δὲ καὶ ἐπιμένωσι, πάλιν ἐντρέπεσθαι καὶ ἀκούειν, ‘Ἀπόδοτε τὰ [*](Cp.ib. 21.) τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

53. Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροιμίαις· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ ἐν δὲ τῇ [*](Prov. viii 22.) πρὸς Ἑβραίους ἐπιστολῇ, τοῦ ἀποστόλου λέγοντος, ‘Τοσούτῳ [*](Heb. i. 4.) κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παῤ αὐτοὺς [*]((3.)) κεκληρονόμηκεν ὄνομα·’ καὶ μετʼ ὀλίγα, ‘Ὅθεν, ἀδελφοὶ ἅγιοι, [*](Ib.iii.1.) κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν·᾿  καὶ ἐν ταῖς Πράξεσι δὲ, ‘Γνωστὸν οὖν ἔστω πᾶσιν ὑμῖν, [*](Acts ii. 36.) πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε·᾿  Ταῦτα ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων ‘κτίσμα καὶ ποίημα εἶναι καὶ ἕνα τῶν γενητῶνʼ τὸν τοῦ Θεοῦ Λόγον· οὕτω τε ἀπατῶσι τοὺς ἀνοήτους, πρόφασιν μὲν προβαλλόμενοι τὰ ῥητὰ, ἀντὶ δὲ τῆς ἀληθινῆς διανοίας τὸν ἴδιον τῆς αἱρέσεως ἰὸν ἐπισπείροντες· ‘εἰ γὰρ ἐγίνωσκον,ʼ οὐκ ἂν [*](1 Cor. ii. 8.) ἠσέβουν εἰς ‘τὸν Κύριον τῆς δόξης,ʼ οὐδὲ τὰ καλῶς γραφέντα παρηρμήνευον. Εἰ μὲν οὖν ἐκ φανεροῦ λοιπὸν ἀναδεξάμενοι

56
τὸν τοῦ Καϊάφα τρόπον, Ἰουδαΐζειν ἔκριναν, ὥστε ἀγνοεῖν τὸ [*](Cf. 3 K. (1 K.)) γεγραμμένον, ὅτι ‘ὄντως ὁ Θεὸς ἐπὶ τῆς γῆς κατοικήσει·’ μὴ ἐξεταζέτωσαν τὰς ἀποστολικὰς λέξεις· οὐ γὰρ Ἰουδαίων τοῦτο· εἰ δὲ καὶ, τοῖς ἀθέοις Μανιχαίοις ἑαυτοὺς ἐγκαταμίξαντες, ἀρνοῦνται [*](John i. 14.) τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,’ καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, μὴ προφερέτωσαν τὰς Παροιμίας· ἀλλότριον γὰρ καὶ τῶν Μανιχαίων τοῦτο· εἰ δὲ διὰ τὸ πρόβλημα, καὶ ὅπερ ἐκ [*](Cp. c. 8.) τούτου κέρδος τῆς φιλοχρηματίας ἐσχήκασι, διά τε τὴν ἐν τῷ δοκεῖν φιλοδοξίαν οὐ τολμῶσιν ἀρνεῖσθαι τὸ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἐπειδὴ καὶ γέγραπται· ἢ καὶ τὰ ῥήματα τὰ περὶ τούτου γεγραμμένα διανοείσθωσαν ὀρθῶς εἰς τὴν ἐνσώματον παρουσίαν τοῦ Σωτῆρος· ἢ εἰ τὴν διάνοιαν ἀρνοῦνται, ἀρνείσθωσαν ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος. Ἀπρεπὲς γὰρ ὁμολογεῖν μὲν ὅτι ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἐρυθριᾷν δὲ ἐπὶ τοῖς γεγραμμένοις περὶ αὐτοῦ, καὶ διὰ τοῦτο τὴν τούτων διάνοιαν διαφθείρειν.

[*](Heb. i. 4.)

54. Γέγραπται μὲν γὰρ, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων·᾿  τοῦτο γὰρ ἐξετάσαι πρῶτον ἀναγκαῖον· δεῖ δὲ, ὡς ἐπὶ πάσης τῆς θείας γραφῆς προσήκει ποιεῖν, καὶ ἀναγκαῖόν ἐστιν, οὕτω καὶ ἐνταῦθα, καθʼ ὃν εἶπεν ὁ ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον, καὶ τὸ πρᾶγμα, διόπερ ἔγραψε, πιστῶς ἐκλαμβάνειν, ἵνα μὴ παρὰ ταῦτα ἢ καὶ παῤ ἕτερόν τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. Τοῦτο γὰρ καὶ ὁ φιλομαθὴς εὐνοῦχος ἐκεῖνος εἰδὼς, παρεκάλει τὸν Φίλιππον [*](Acts. viii. 34.) λέγων, ‘Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο ; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός ;’ ἐφοβεῖτο γὰρ μὴ, παρὰ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας. Καὶ οἱ μαθηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν [*](Matt. xxiv. 3.) τὸν Κύριον, λέγοντες· ‘Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται ; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας ;’ Καὶ αὐτοὶ, ἀκούοντες παρὰ τοῦ Σωτῆρος τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους διδάσκειν δυνηθῶσι. Μαθόντες γοῦν, διωρθώσαντο μέλλοντας πλανᾶσθαι [*](2 Thess. ii. 1, 2.) τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. Ὅταν μὲν οὖν τῶν τοιούτων τις ἔχῃ καλῶς τὴν γνῶσιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν· ἐὰν δὲ παῤ ἕτερόν τις ἐκλαμβάνῃ τι τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. Παρὰ καιρὸν μὲν οὖν ἐπλανήθησαν

57
οἱ μὲν περὶ ‘Υμέναιον καὶ Ἀλέξανδρον,  ‘λέγοντες τὴν ἀνάστασιν [*](1 Tim. i. 20. 2 Tim. ii. 17. Gal. v. 2.) ἤδη γεγονέναι·ʼ οἱ δὲ Γαλάται μετὰ τὸν καιρὸν, ἀγαπήσαντες νῦν τὴν περιτομήν. Παρὰ πρόσωπον δὲ πεπόνθασι καὶ πάσχουσι μέχρι νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ ‘Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, [*](Isa. vii. 14; Matt. i. 23.) καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθʼ ἡμῶν ὁ Θεός·’ καὶ ὅταν τὸ μὲν ‘προφήτην ἡμῖν [*](Deut. xviii. 15.) ἀναστήσει ὁ Θεὸς,’ νομίζωσι περὶ ἑνὸς τῶν προφητῶν λέγεσθαι· τὸ δὲ ‘ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,ʼ μὴ μανθάνωσι παρὰ [*](Isa, liii. 7.) τοῦ Φιλίππου, ἀλλʼ ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἢ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.

55. Τοιαῦτα δὴ οὖν καὶ οἱ Χριστομάχοι παθόντες, εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. Εἰ γὰρ ἐγνώκεισαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἂν, τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες, τοσοῦτον ἠσέβουν οἱ ἄφρονες. Τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις καλῶς ἐκλάβοι. Φησὶ γὰρ ὁ ἀπόστολος, ‘Πολυμερῶς [*](Heb i. 14.) καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπʼ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·’ εἶτα μετʼ ὀλίγα φησὶ, διʼ ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παῤ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.’ Περὶ τοῦ καιροῦ ἄρα καθʼ ὃν  ‘ἐλάλησεν ἡμῖν ἐν Υἱῷ,’ ὅτεκαὶ  ‘τῶν ἁμαρτιῶν καθαρισμὸς’ γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητόν. Πότε δὲ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ; καὶ πότε γέγονε καθαρισμὸς τῶν ἁμαρτιῶν ; πότε δὲ γέγονεν ἄνθρωπος, ἢ μετὰ τοὺς προφήτας ‘ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ;’ Εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς καθʼ ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχάτων καιρῶν, ἀκολούθως ἐμνημόνευσεν ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός· ἐλάλησε γὰρ αὐτοῖς  ‘διὰ τῶν προφητῶν.’ Καὶ ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ ‘διʼ ἀγγέλων ὁ νόμος ἐλαλήθη,’ [*](Ib. ii. 2.) καὶ ὁ Υἱὸς δὲ  ἐπεδήμησε, καὶ  ‘ἦλθε διακονῆσαι,’ ἀναγκαίως [*](Matt, xx. 28.) ἐπήγαγε τὸ ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,ʼ δεῖξαι θέλων ὅτι ὅσον ὁ Υἱὸς διαφέρει δούλου, τοσοῦτον καὶ τῆς διακονίας τῶν δούλων ἡ τοῦ Υἱοῦ διακονία κρείττων γέγονε. Τὴν

58
διακονίαν ἄρα διακρίνων ὁ ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παῤῥησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.’ Διὰ τοῦτο γοῦν οὐδὲ τὸ ὅλον συγκριτικῶς εἴρηκε μείζων,᾿  ἢ ‘τιμιώτεροςʼ γενόμενος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλὰ ‘κρείττων’ εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γεννητὰ γνωρίσῃ. Καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν [*](Ps. lxxxiii. (lxxxiv.) 11.) ἐκ τῶν θείων γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, ‘Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·’ τοῦ δὲ Σολομῶνος [*](Prov. viii. 10, 11.) ἀναφωνοῦντος· ‘Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Πῶς γὰρ οὐκ εἰσὶν ἑτερούσια καὶ ἄλλα τὴν φύσιν ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι ; ποία δὲ συγγένεια ταῖς οὐρανίοις αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις ; ἢ τί ὅμοιον τῶν αἰωνίων καὶ πνευματικῶν τὰ πρόσκαιρα [*](Isa. lvi. 4, 5.) καὶ τὰ θνητά ; Καὶ τοῦτο γὰρ ἦν ὃ Ἡσαΐας φησί· ‘Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, ὅσοι ἃν φυλάξωνται τὰ σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει.’ Οὕτως ἄρα οὐδεμία συγγένεια τῷ Υἱῷ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ ‘κρείττων,’ ἀλλὰ διακριτικῶς διὰ τὸ ἀλλάττον τῆς τούτου φύσεως ἀπʼ ἐκείνων. Καὶ αὐτὸς οὖν ὁ ἀπόστολος, τὸ ‘κρείττωνʼ ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ [*](Heb. i. 13, 14.) μὲν Υἱὸς, τὰ δὲ δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ‘ἐν δεξιᾶ κάθηται,ʼ τὰ δὲ ὡς δοῦλα παρέστηκε, καὶ ‘ἀποστέλλεται, καὶ λειτουργεῖ.’

56. Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ. Καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα, ‘γενόμενος,᾿  οὔτε γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. Εἰ μὲν γὰρ ἀπλῶς εἰρήκει τὸ ‘γενόμενος,’ καὶ ἐσιώπησεν, ἡ πρόφασις ἦν τοῖς Ἀρειανοῖς· ἐπειδὴ δὲ τὸν ‘Υἱὸνʼ προείρηκε, διʼ ὅλης τῆς περικοπῆς

59
ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ ‘γενόμενοςʼ ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ ‘κρείττων’ συνῆψε τῷ ‘γενόμενος.’ Ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν, εἰδὼς, ὡς ἐπὶ ὁμολογουμένου γνησίου Υἱοῦ ὁ λέγων τὸ γενόμενος᾿  ἴσον τῷ ‘γεγενῆσθαι,ʼ καὶ ὅτι ἐστὶ ‘κρείττων,’ λέγει. Τὸ μὲνγὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις ‘γέγονεν,ʼ ἢ, ‘πεποίηται·’ τὰ δὲ γενητὰ ἀδύνατον, δημιουργήματα ὄντα, λέγεσθαι ‘γεννητὰ,’ εἰ μὴ ἄρα, μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται, οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. Καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ, ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, ‘Πάντα διʼ αὐτοῦ [*](John i. 3.) ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·’ καὶ, ‘Πάντα ἐν [*](Ps. ciii. (civ.) 24.  Job i. 2.) σοφίᾳ ἐποίησας·’ ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, ‘ἐγένοντο τῷ [*](Job i. 2.) Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς·ʼ καὶ, ‘ Ἀβραὰμ δὲ ἦν ἑκατὸν [*](Gen. xxi. 5.) ἐτῶν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ·’ ὁ δὲ Μωσῆς [*](Cp. Deut. xxi. 15, 18?) ἔλεγεν· ‘Ἐὰν γένωνταί τινι υἱοί.’ Οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνον ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ ‘γενόμενοςʼ πρόφασις. Κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν ‘συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ [*](Arian obj.) συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως·’ αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ Καρποκράτης ἀγγέλους τοῦ κόσμου δημιουργοὺς [*](Cp. Iren. i. 25.) εἶναί φησι. Παῤ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις.

57. Ἀλλʼ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος, ‘Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ ;’ [*](Ps. lxxxviii. (lxxxix.) 7.) καὶ, ‘Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε ;’ Ἀκούσονται δὲ ὅμως, ἐὰν [*](Exod. xv. 11.) ἄρα κἂν οὕτω μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὰ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ [*](Al. συγκρίνει.) πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους, διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτόν ἐστι πρᾶγμα· ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον,

60
καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις ἐπὶ τούτων εἴποι τὸ ‘κρεῖττον,ʼ ἀλλὰ τὸ ‘μᾶλλον,’ καὶ τὸ ‘πλέον·’ οὕτως Ἰωσὴφ ὡραῖος ἦν μᾶλλον παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς [*](1 Cor. xv. 41.) Λείας· ‘ἀστὴρ δὲἀστέροςʼ οὐχὶ ‘κρείσσων,᾿  ἀλλὰμᾶλλον ‘διαφέρει ἐν δόξῃ.’ Ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν ταῦτά τις παραβάλλῃ πρὸς ἄλληλα, τότε τὸ ‘κρεῖττον’ πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. Εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ ἀπόστολος, ‘τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει,’ ἢ, ‘τοσούτῳ μείζων ἐστίν·’ ἦν ἂν ὑμῖν πρόφασις, ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων ‘κρείττοναʼ αὐτὸν εἶναι, καὶ ‘τοσούτῳ διαφέρειν,᾿  ὅσῳ διέστηκεν υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων [*](Heb. i. 10.) φύσεως. Λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν ‘θεμελιώσαντα’ τὰ πάντα, δείκνυσιν ἄλλον αὐτὸν εἶναι πάντων τῶν γενητῶν. Ἄλλου δὲ καὶ ἑτερουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά ; Κἂν γὰρ πάλιν ἐνθυμηθῶσί τι τοιοῦτον, διελέγξει τούτους [*](Ib. 5, 7.) τὰ αὐτὰ λέγων ὁ Παῦλος· ‘Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε ; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.᾿ 

58. Ἰδοὺ τῶν μὲν γενητῶν τὸ  ‘ποιεῖσθαι,᾿  καὶ ταῦτα ποιήματα εἶναι λέγει· πρὸς δὲ τὸν Υἱὸν οὐ ποίησιν, οὐδὲ τὸ γενέσθαι, ἀλλὰ τὸ ἀΐδιον, καὶ τὸ βασιλέα, καὶ τὸ εἶναι δημιουργὸν, προσφωνεῖ [*](Ib. 8, 10, 11.) λέγων· ‘ Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·’ καὶ, ‘Σὺ κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις.᾿  Ἐξ ὧν καὶ αὐτοὶ συνιδεῖν ἠδύναντο, εἴπερ ἤθελον, ὅτι ἄλλος μέν ἐστιν ὁ δημιουργῶν, ἄλλα δὲ τὰ δημιουργήματα· καὶ ὁ μὲν Θεός ἐστι, τὰ δὲ γενητά ἐστιν, ἐξ οὐκ ὄντων πεποιημένα. Τὸ γὰρ λεγόμενον νῦν, ‘αὐτοὶ ἀπολοῦνται,᾿  οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεώς φησιν, ἀλλʼ ἵνα ἀπὸ τοῦ τέλους τὴν τῶν γενητῶν δείξῃ φύσιν. Τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόληται διὰ τὴν χάριν τοῦ πεποιηκότος ταῦτα, ὅμως ‘ἐξ οὐκ ὄντωνʼ γέγονε, καὶ τὸ ‘μὴ εἶναί ποτε’ αὐτὰ μαρτυρεῖται. Διὰ τοῦτο γοῦν ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ

61
τοῦ Υἱοῦ τὸ ‘σὺ δὲ διαμένεις,᾿  ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ· οὐ γὰρ ἔχων τὸ δύνασθαι ἀπολέσθαι, ὥσπερ ἔχει τὰ γενητὰ, ἔχων δὲ τὸ διαμένειν ἀεὶ,—ἀλλότριον μέν ἐστιν αὐτοῦ τὸ λέγεσθαι ‘οὐκ ἦν πρὶν γεννηθῇ,’ ἴδιον δὲ τὸ ἀεὶ εἶναι, καὶ συνδιαμένειν σὺν τῷ Πατρί. Εἰ μὲν οὖν μὴ ταῦτα γράψας ἦν ὁ ἀπόστολος ἐν τῇ πρὸς ‘Εβραίους ἐπιστολῇ, κἂν ἐκ τῶν ἄλλων ἐπιστολῶν αὐτοῦ, καὶ πάσης τῆς γραφῆς ἀληθῶς ἐκωλύοντό τι τοιοῦτον φαντάζεσθαι περὶ τοῦ Λόγου· ἐπειδὴ δὲ αὐτός τε ἔγραψε, καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὢν [*](C. 29.) ὁ Υἱός· καὶ αὐτὸς μὲν δημιουργὸς, τὰ δὲ δημιουργεῖται παῤ αὐτοῦ· καὶ αὐτὸς μὲν ἀπαύγασμα καὶ Λόγος, καὶ εἰκὼν, καὶ Σοφία τοῦ Πατρός ἐστι, τὰ δὲ γενητὰ κάτω που τῆς Τριάδος [*](c. 18.) ἐστὶ παραστήκοντα καὶ δουλεύοντα· ἑτερογενὴς ἄρα καὶ ἑτερούσιός ἐστιν ὁ Υἱὸς τῶν γενητῶν, καὶ μᾶλλον τῆς τοῦ Πατρὸς οὐσίας ἴδιος καὶ ὁμοφυὴς τυγχάνει. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν, ‘Ὁ Πατήρ μου κρείττων μου ἐστὶν,ʼ ἵνα μὴ [*](John xiv. 28.) ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβοι· ἀλλὰ ‘μείζωνʼ εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν ‘μείζων ἐστὶν,ʼ ἔδειξε πάλιν τὴν τῆς οὐσίας ἰδιότητα.

59. Καὶ ὁ ἀπόστολος δὲ αὐτὸς οὐ τὴν οὐσίαν τοῦ Λόγου προηγουμένως συγκρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε, ‘τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων·’ ἀσύγκριτος γὰρ, μᾶλλον δὲ ἄλλο καὶ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε παῤ αὐτοῦ γενομένην οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον· ἵνα, ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παῤ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παῤ αὐτοῦ καὶ δι᾿ αὐτοῦ γενομένη χάρις κρείττων τῆς διʼ ἀγγέλων διακονίας γένηται. Δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν [*](Matt. xxi. 34—41.) μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. Καὶ τὰ ἐπιφερόμενα γοῦν παρὰ τοῦ ἀποστόλου δείκνυσι τὴν διαφορὰν τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ λέγοντος· ‘Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν [*](Heb. ii. 13.) ἡμᾶς τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν. Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν·  πῶς ἡμεῖς ἐκφευξόμεθα,

62
τηλικαύτης ἀμελήσαντες σωτηρίας ; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.ʼ Εἰ δὲ τῶν γενητῶν εἷς ἦν ὁ Υἱὸς, οὐ ‘κρείττωνʼ αὐτῶν ἦν, οὔτε ἐν τῇ ‘παρακοῇ’ τὸ μεῖζον τῆς τιμωρίας διʼ αὐτὸν ἀπέκειτο. Οὐδὲ γὰρ ἐν τῇ διακονίᾳ τῶν ἀγγέλων ἐνῆν καθʼ ἕκαστον αὐτῶν τὸ μεῖζον καὶ ἔλαττον ἐν τοῖς παραβαίνουσιν· ἀλλʼ εἷς ἦν ὁ νόμος, καὶ μία ἡ κατὰ τῶν παραβαινόντων ἐκδικία. Ἐπειδὴ δὲ οὐκ ἔστι τῶν γενητῶν ὁ Λόγος, ἀλλʼ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο ὅσῳ κρείττων αὐτὸς, καὶ τὰ διʼ αὐτοῦ κρείττονα καὶ παρηλλαγμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων γένοιτο. Θεασάσθωσαν γοῦν τὴν διὰ τοῦ Υἱοῦ χάριν, καὶ ἐπιγνώτωσαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτὸν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, μόνος [*](John xiv. 10.) δὲ αὐτὸς Υἱὸς ἀληθινὸς ‘ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ.’ Ὁ [*](Heb. vii. 19.) νόμος δὲ ‘δι᾿ ἀγγέλων ἐλαλήθη,’ καὶ ‘οὐδένα τετελείωκεʼ δεόμενος τῆς τοῦ Λόγου ἐπιδημίας, ὡς εἴρηκεν ὁ Παῦλος· ἡ δὲ τοῦ [*](John xvii. 4.) Λόγου ἐπιδημία ‘τετελείωκε τὸ ἔργον’ τοῦ Πατρός. Καὶ τότε μὲν [*](Rom. v. 14.) ‘ἀπὸ Ἀδὰμ μέχρι Μωσέως ὁ θάνατος ἐβασίλευσεν·’ ἡ δὲ τοῦ [*](2 Tim. i. 10.) Λόγου παρουσία κατήργησε τὸν θάνατον·’ καὶ οὐκέτι μὲν ‘ἐν τῷ [*](1 Cor. xv. 22.) Ἀδὰμ πάντες ἀποθνήσκομεν· ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα.’ Καὶ τότε μὲν ἀπὸ Δὰν μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, [*](Ps. lxxv. (lxxvi.) 2.) καὶ ἐν μόνῃ ‘τῇ Ἰουδαίᾳ γνωστὸς ἦν ὁ Θεός·’ νῦν δὲ [*](Ib. xviii. (xix.) 5.)‘εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,’ καὶ ‘πᾶσα ἡ γῆ [*](Isa. xi. 9. Matt. xxviii. 19.) πεπλήρωται τῆς περὶ Θεοῦ γνώσεως,’ οἵ τε μαθηταὶ ‘ἐμαθήτευσαν [*](Isa. liv. 13. John vi. 45.) πάντα τὰ ἔθνη,ʼ καὶ πεπλήρωται νῦν τὸ γεγραμμένον ‘Ἔσονται πάντες διδακτοὶ Θεοῦ.’ Καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα, ἄρτι δὲ ἡ ἀλήθεια πεφανέρωται· καὶ τοῦτο πάλιν αὐτὸς ὁ ἀπόστολος [*](Heb. vii. 22.) μετὰ ταῦτα φανερώτερον ἐξηγεῖται λέγων, κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς·’ καὶ πάλιν, [*](Ib. viii. 6.) ‘νῦν δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται·’ [*](ib. vii. 19.) καὶ, ‘οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ [*](Ib. ix. 23.) κρείττονος ἐλπίδος.᾿  Καὶ αὖθίς φησιν· ‘Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.’ Τὸ ἄρα ‘κρεῖττον’ καὶ νῦν καὶ διʼ ὅλων τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. Κρείττων γὰρ ἡ δι᾿ αὐτοῦ
63
θυσία, κρείττων ἡ ἐν αὐτῷ ἐλπὶς, καὶ αἱ διʼ αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλʼ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι· ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείττων τῶν γενητῶν ἐστι.

60. Καὶ τὸ λεγόμενον πάλιν, ‘γέγονεν ἔγγυος,ʼ τὴν ὑπὲρ ἡμῶν ἐγγύην, τὴν παῤ αὐτοῦ γενομένην, σημαίνει. Ὡς γὰρ Λόγος ὢν, ‘σὰρξ ἐγένετο,’ καὶ τὸ ‘γενέσθαι’ τῇ σαρκὶ λογιζόμεθα· [*](John i. 14.) (γενητὴ γάρ ἐστιν αὕτη, καὶ κτιστὴ τυγχάνει οὖσα·) οὕτω καὶ ἐνταῦθα τὸ ‘γέγονεν,ʼ ἵνα τοῦτο κατὰ δεύτερον σημαινόμενον ἐκλάβωμεν, διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ γνῶσιν οἱ φιλονεικοῦντες ὅτι καὶ ἀπὸ ταύτης τῆς κακονοίας ἑαυτῶν ἐκπίπτουσιν· ἀκουέτωσαν ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ γεγενῆσθαι σημαίνει ὁ Παῦλος, ὁ εἰδὼς αὐτὸν Υἱὸν καὶ Σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλʼ εἰς τὴν τῆς διαθήκης διακονίαν τὸ ‘γενέσθαιʼ καὶ νῦν λογίζεται, καθʼ ἣν ὁ ποτὲ ‘βασιλεύων θάνατος κατηργήθη.᾿  Καὶ γὰρ καὶ κατὰ τοῦτο κρείττων ἡ διʼ αὐτοῦ διακονία γέγονεν, ὅτι καὶ ‘τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ [*](Rom. viii. 3.) τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,’ ἐκστήσας ἀπʼ αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διαπαντὸς ᾐχμαλωτίζετο, ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν. Τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς ‘μηκέτι κατὰ σάρκα [*](Ib. 4. 9.) περιπατεῖν, ἀλλὰ κατὰ πνεῦμα,’ καὶ πολλάκις λέγειν· ‘Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλʼ ἐν πνεύματι·’ καὶ ὅτι ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς ‘εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα’ [*](John iii. 17.) πάντας λυτρώσηται, καὶ ‘σωθῇ ὁ κόσμος διʼ αὐτοῦ.’ Τότε μὲν γὰρ, ὡς ὑπεύθυνος, ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν ἐδέξατο τὸ κρῖμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ [*](Cp. Ath. de Incarn. 20.) πάντων, σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. Τοῦτο δὲ βλέπων κέκραγεν Ἰωάννης· ‘Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ [*](John. i. 17.) ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.ʼ Κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν.