Oratio I contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

21. Φέρε τοίνυν, ἴδωμεν τὰ τοῦ Πατρὸς, ἵνα καὶ τὴν εἰκόνα ἐπιγνῶμεν, εἰ αὐτοῦ ἐστιν. Ἀΐδιός ἐστιν ὁ Πατὴρ, ἀθάνατος, δυνατὸς, φῶς, βασιλεὺς, παντοκράτωρ, Θεὸς, Κύριος, κτίστης, [*](John xiv. 9.) καὶ ποιητής. Ταῦτα εἶναι δεῖ ἐν τῇ εἰκόνι, ἵνα ἀληθῶς ‘ ὁ τὸν Υἱὸν ἑωρακὼς ἴδῃ τὸν Πατέρα.’ Εἰ δὲ μὴ οὕτως ἐστὶν, ἀλλʼ ὡς οἱ Ἀρειανοὶ φρονοῦσιν, γενητός ἐστι, καὶ οὐκ ἀΐδιος ὁ Υἱὸς, οὐκ ἔστιν αὕτη τοῦ Πατρὸς ἀληθὴς εἰκὼν, εἰ μὴ ἄρα λοιπὸν ἀπερυθριάσαντες εἴπωσιν, ὅτι καὶ τὸ ‘εἰκόναʼ λέγεσθαι τὸν Υἱὸν οὐχ [*](Cp. iii. 11.) ὁμοίας οὐσίας ἐστὶ γνώρισμα, ὄνομα δὲ μόνον ἐστὶν αὐτοῦ, Ἀλλὰ τοῦτο πάλιν, ὦ Χριστομάχοι, οὐκ ἔστιν εἰκὼν, οὐδὲ χαρακτήρ. Ποία γὰρ ἐμφέρεια τῶν ἐξ οὐκ ὄντων πρὸς τὸν κτίσαντα τὰ οὐκ ὄντα εἰς τὸ εἶναι; ἢ πῶς τῷ ὄντι τὸ οὐκ ἂν ὅμοιον εἶναι δύναται, λειπόμενον τῷ ποτε μὴ εἶναι, καὶ τῷ πρὸς τὰ γενόμενα τὴν σύνταξιν ἔχειν ; Τοιοῦτον γὰρ αὐτὸν εἶναι θέλοντες οἱ Ἀρειανοὶ, λογισμοὺς ἑαυτοῖς ἐπενόησαν, λέγοντες· [*](Arian obj.) ‘ Εἰ γέννημά ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς καὶ εἰκὼν, καὶ ὅμοιός ἐστι κατὰ πάντα τοῦ Πατρὸς, ὀφείλει πάντως, ὥσπερ γεγέννηται, γεννᾷν καὶ ὁ Υἱὸς, καὶ γίνεσθαι καὶ αὐτὸς πατὴρ υἱοῦ· πάλιν τε ὁ ἐξ αὐτοῦ γεννώμενος γεννᾷν καὶ αὐτὸς, καὶ καθεξῆς ἕως εἰς ἄπειρον· τοῦτο γὰρ ὅμοιον δείκνυσι τὸν γεννηθέντα τοῦ

23
γεννήσαντος,᾿  Ἐφευρεταὶ δυσφημιῶν ἀληθῶς οἱ θεομάχοι, οἵτινες, ἵνα μὴ τὸν Υἱὸν εἰκόνα τοῦ Πατρὸς ὁμολογήσωσι, σωματικὰ καὶ γήϊνα περὶ αὐτοῦ τοῦ Πατρὸς φρονοῦσι, τομὰς καὶ [*](c. 15. Cp. de Decr. Nic. II.) ἀποῤῥοίας καὶ ἐπιῤῥοίας κατηγοροῦντες κατʼ αὐτοῦ. Εἰ μὲν οὖν ὡς ἄνθρωπός ἐστιν ὁ Θεὸς, γινέσθω καὶ γεννητὴς, ὡς ἄνθρωπος, ἵνα καὶ ὁ Υἱὸς ἑτέρου γίνηται πατὴρ, καὶ οὕτω καθεξῆς ἐξ ἀλλήλων γινέσθωσαν, ἵνα καὶ εἰς πλῆθος θεῶν ἡ διαδοχὴ κατʼ αὐτοὺς αὐξάνῃ· εἰ δὲ ‘οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός·᾿  (οὐκ ἔστι γάρ·) [*](Cp. Judith viii. 16.) οὐ δεῖ τὰ ἀνθρώπων ἐπʼ αὐτοῦ λογίζεσθαι. Τὰ μὲν γὰρ ἄλογα ζῶα καὶ οἱ ἄνθρωποι ἐκ δημιουργικῆς ἀρχῆς κατὰ διαδοχῆς ἀλλήλων γεννῶνται· καὶ ὁ γεννώμενος, ἐκ γεννωμένου πατρὸς γεννηθεὶς, εἰκότως καὶ αὐτὸς ἑτέρου γίνεται πατὴρ, ἔχων ἐκ πατρὸς ἐν ἑαυτῷ τοῦτο, ἐξ οὗ καὶ αὐτὸς γέγονε. Διὸ οὐδέ ἐστιν ἐν τοῖς τοιούτοις κυρίῳς ‘ πατὴῤ καὶ κυρίως ‘ υἱὸς,ʼ οὐδὲ ἕστηκεν ἐπʼ αὐτῶν τὸ ‘ πατὴρ’ καὶ τὸ ‘ υἱός· ’ ὁ γὰρ αὐτὸς υἱὸς μὲν τοῦ γεννήσαντος, πατὴρ δὲ τοῦ γεννωμένου ἐξ αὐτοῦ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως· οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεός· οὔτε γὰρ ὁ Πατὴρ ἐκ πατρός ἐστι· διὸ οὐδὲ γεννᾷ τὸν γεννησόμενον πατέρα· οὔτε ὁ Υἱὸς ἐξ ἀποῤῥοίας ἐστὶ τοῦ Πατρὸς, οὐδὲ ἐκ γεννηθέντος Πατρὸς γεγέννηται· διὸ οὐδὲ γεγέννηται εἰς τὸ γεννᾷν. Ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ ‘πατὴρ’ κυρίως πατήρ ἐστι, καὶ ὁ ‘υἱὸς κυρίως υἱός ἐστι, καὶ ἐπὶ τούτων καὶ μόνων ἕστηκε τὸ πατὴρ ἀεὶ πατὴρ εἶναι, καὶ τὸ υἱὸς ἀεὶ υἱὸς εἶναι.

22. Οὐκοῦν ὁ ζητῶν διὰ τί μὴ γεννητικὸς υἱοῦ ὁ Υἱὸς, ζητείτω διὰ τί μὴ πατέρα ἔσχεν ὁ Πατήρ. Ἀλλὰ ἄτοπά γε ἀμφότερα καὶ πάσης μεστὰ ἀσεβείας. Ὡς γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ οὐκ ἄν ποτε γένοιτο Υἱὸς, οὕτως ὁ Υἱὸς ἀεὶ Υἱός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο Πατήρ· καὶ ἐν τούτῳ γὰρ μᾶλλον χαρακτὴρ ὢν καὶ εἰκὼν τοῦ Πατρὸς δείκνυται, μένων ὅ ἐστι καὶ οὐκ ἀλλασσόμενος, ἀλλʼ ἔχων ἐκ τοῦ Πατρὸς τὴν ταὐτότητα. Εἰ μὲν οὖν ὁ Πατὴρ μεταβάλλεται, μεταβαλλέσθω καὶ ἡ εἰκών· πρὸς γὰρ τὸν γεννήσαντα οὕτω καὶ ἡ εἰκὼν αὐτοῦ καὶ τό ἀπαύγασμα ἕστηκεν· εἰ δὲ ἄτρεπτός ἐστιν ὁ Πατὴρ, καὶ ὅ ἐστιν οὕτως διαμένει, ἐξ ἀνάγκης καὶ εἰκὼν ὅ ἐστι διαμένει, καὶ οὐ τραπήσεται. Ἔστι δὲ ἐκ τοῦ Πατρὸς Υἱός· οὐκ ἄρα ἕτερόν τι γενήσεται ἢ ὅπερ ἐστὶ τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον. Μάτην ἄρα καὶ τοῦτο

24
ἐπενόησαν οἱ ἄφρονες, ἐξάραι θέλοντες ἀπὸ τοῦ Πατρὸς τὴν εἰκόνα, ἵνα τοῖς γενητοῖς τὸν Υἱὸν ἐξισάσωσιν. Ἐν τούτοις [*](Cp. c. 37; ii. 24; de Decr. Nic. 17.) γοῦν αὐτὸν συντάττοντες οἱ περὶ Ἄρειον ἐκ διδασκαλίας Εὐσεβίου, καὶ τοιοῦτον εἶναι νομίζοντες οἴα τὰ διʼ αὐτοῦ γενόμενά [*](Arian obj.) ἐστιν, ἀπεπήδησαν μὲν ἀπὸ τῆς ἀληθείας, συμφορήσαντες δὲ ἑαυτοῖς ῥημάτια πανουργίας, περιήρχοντο κατὰ τὴν ἀρχὴν, ὅτε τὴν αἵρεσιν ταύτην ἔπλασσον, καὶ μέχρι δὲ νῦν τινες συναντῶντες ἐξ αὐτῶν παιδαρίοις κατὰ τὴν ἀγορὰν, πυνθάνονται αὐτῶν, οὔτι γε [*](Luke vi. 45.) ἀπὸ τῶν θείων γραφῶν, ἀλλʼ ὥσπερ ‘ τὰ περισσεύματα τῆς καρδίαςʼ [*](Corr. ἐκ τοῦ μη οντος, cp. ii. 18.)  αὐτῶν ἐρευγόμενοι λέγουσιν· ‘ Ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ ὄντος πεποίηκεν, ἢ τὸν ὄντα; ὄντα οὖν αὐτὸν πεποίηκεν, ἢ μὴ Corr. ἄγένη τον Benedd. ὄντα Καὶ πάλιν, ‘Ἓν τὸ ἀγέννητον, ἢ δύο ; καὶ αὐτεξούσιός ἐστι καὶ ἰδίᾳ προαιρέσει οὐ τρέπεται, τρεπτῆς ὢν φύσεως ; οὐ γὰρ, ὡς λίθος, ἐστὶν ἀφʼ ἑαυτοῦ μένων ἀκίνητος.᾿  Εἶτα καὶ εἰσερχόμενοι πρὸς γυναικάρια, πάλιν αὐταῖς ἐκτεθηλυμένα ῥημάτια φθέγγονται, ‘ Εἰ εἶχες υἱὸν πρὶν τέκῃς ; ὥσπερ δὲ οὐκ εἶχες, οὕτω καὶ ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἦν, πρὶν γεννηθῇ. Τοιούτοις ῥήμασιν ἐξορχούμενοι παίζουσιν οἱ ἄτιμοι, καὶ τὸν Θεὸν ἀνθρώποις [*](Rom. i. 23. Cp. c. 2.) ἀπεικάζουσι· φάσκοντές τε εἶναι Χριστιανοὶ, ‘ἀλλάσσουσι τὴν τοῦ Θεοῦ δόξαν ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου.᾿ 

23. Ἔδει μὲν οὖν μηδὲν ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα, οὕτως ἀνόητα ὄντα καὶ μωρά· ἵνα δὲ μὴ δοκῇ τι βέβαιον ἔχειν ἡ αἵρεσις αὐτῶν, προσήκει κἂν ὡς ἐκ παρέργου διελέγξαι καὶ ἐν τούτοις αὐτοὺς, μάλιστα διὰ τὰ εὐχερῶς ἀπατώμενα παρʼ αὐτῶν γυναικάρια. Ἔδει δὲ ταῦτα λέγοντας αὐτοὺς, καὶ ἀρχιτέκτονος πυνθάνεσθαι, ‘ Εἰ δύνασαι χωρὶς ὕλης ὑποκειμένης οἰκοδομεῖν; [*](Cp. ii. 21.) ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς οὐκ ἡδύνατο χωρὶς ὕλης ὑποκειμένης ποιῆσαι τὰ ὅλα. Ἔδει καὶ ἕκαστον αὐτοὺς τῶν ἀνθρώπων ἐρωτᾷν, ‘ Eἰ δύνασαι εἶναι χωρὶς τόπου; ὥσπερ δὲ οὐ δύνασαι, οὕτω καὶ ὁ Θεὸς ἐν τόπῳ ἐστίν·᾿  ἵνʼ οὕτως κἂν παρὰ τῶν ἀκουόντων ἐντρέπεσθαι δυνηθῶσιν. Ἢ διὰ τί, ἐὰν μὲν ἀκούωσιν ὅτι Υἱὸν ἔχει ὁ Θεὸς, εἰς ἑαυτοὺς ἀποβλέποντες ἀρνοῦνται τοῦτον· ἐὰν δὲ ἀκούωσιν ὅτι κτίζει καὶ ποιεῖ, οὐκέτι τὰ ἀνθρώπινα ἀντιτιθέασιν ; ἔδει δὲ καὶ ἐν τῷ κτίζειν ἀνθρώπινα [*](Cp. S. Ang. c. Faust. xxi. 4.) νοεῖν αὐτοὺς καὶ ὕλην ὑποβάλλειν τῷ Θεῷ, ἵνα καὶ τὸ εἶναι κτίστην τὸν Θεὸν ἀρνήσωνται, καὶ λοιπὸν μετὰ Μανιχαίων

25
κυλίωνται. Εἰ δὲ ταῦθʼ ὑπερβαίνει ἡ περὶ Θεοῦ ἔννοια, καὶ μόνον τις ἀκούσας πιστεύει καὶ οἶδεν ὅτι ἐστὶν οὐχ ὡς ἡμεῖς ἐσμεν, ἔστι μέντοι ὡς Θεὸς, καὶ κτίζει οὐχ ὡς ἄνθρωποι κτίζουσι, κτίζει μέντοι ὡς Θεὸς, δῆλον ὅτι καὶ γεννᾷ οὐχ ὡς ἄνθρωποι γεννῶσι, γεννᾷ μέντοι ὡς Θεός· οὐ γὰρ ὁ Θεὸς ἄνθρωπον μιμεῖται, ἀλλὰ μᾶλλον οἱ ἄνθρωποι, διὰ τὸν Θεὸν κυρίως καὶ μόνον ἀληθῶς ὄντα Πατέρα τοῦ ἑαυτοῦ Υἱοῦ, καὶ αὐτοὶ πατέρες ὠνομάσθησαν τῶν ἰδίων τέκνων. Ἐξ αὐτοῦ γὰρ ‘ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ [*](Ephes. iii. 15.) ἃ λέγουσι δὲ, ἐὰν ἀνεξέταστα μείνῃ, ὡς εἰρηκότες τι φρόνιμον νομίζονται· ἐὰν δέ τις αὐτὰ λογικῶς ἐξετάσῃ, πολὺν εὑρεθήσονται γέλωτα καὶ χλευασμὸν ὀφλισκάνοντες.

24. Πρῶτον μὲν γὰρ ἡ πρώτη καὶ τοιαύτη αὐτῶν ἐρώτησίς [*](Query 1.) ἐστι μωρὰ καὶ ἄδηλος. Οὐ γὰρ σημαίνουσι περὶ τίνος πυνθάνονται,  ἵνα καὶ ὁ ἐρωτώμενος ἀποκρίνηται· ἀλλʼ ἁπλῶς λέγουσιν, ‘Ὁ ὢν τὸν μὴ ὄντα.᾿  Τίς οὖν ‘ὁ ὢν,ʼ καὶ τίνα τὰ μὴ ὄντα, ὦ Ἀρειανοί ; ἢ τίς ὁ ὢν, καὶ τίς ‘ὁ μὴ ὢν,’ καὶ τίνα λέγεται ὄντα, ἢ μὴ ὄντα ; Δυνατὸν γὰρ καὶ ‘τὸν ὄντα’ ποιεῖν καὶ τὰ μὴ ὄντα καὶ τὰ ὄντα καὶ τὰ προόντα, Τέκτων γοῦν καὶ χρυσοχόος καὶ κεραμεὺς τὴν οὖσαν καὶ πρὸ αὐτῶν τυγχάνουσαν ὕλην ἕκαστος κατὰ τὴν ἰδίαν τέχνην ἐργάζεται, ποιῶν ἃ βούλεται σκεύη· αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς, τὸν ὄντα καὶ γενόμενον ἤδῃ παῤ αὐτοῦ χοῦν ἐκ γῆς λαβὼν, πλάττει τὸν ἄνθρωπον· καὶ αὐτὴν μέντοι τὴν γῆν, οὐκ οὖσαν πρότερον, ὕστερον εἰς τὸ εἶναι πεποίηκε διὰ τοῦ ἰδίου Λόγου. Εἰ μὲν οὖν οὕτω πυνθάνονται, δῆλόν ἐστιν ὡς ἡ μὲν κτίσις οὐκ ἦν πρὶν γένηται, οἱ δὲ ἄνθρωποι τὴν οὖσαν ὕλην ἐπεργάζονται· καὶ ἀσύστατος αὐτῶν ὁ λόγος φανήσεται, γινομένων καὶ ὄντων, γινομένων καὶ μὴ ὄντων, ὥσπερ εἴπαμεν. Εἰ δὲ περὶ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ λαλοῦσι, προστιθέτωσαν τὰ λειπόμενα τῇ ἐρωτήσει, καὶ οὕτως ἐρωτάτωσαν· ‘Ὁ ὢν Θεὸς ἦν ποτε ἄλογος, καὶ, φῶς ὢν, ἀφεγγὴς [*](c. 19.) ἦν ; ἢ ἀεὶ ἦν τοῦ Λόγου Πατήρ ;ʼ ἢ καὶ πάλιν οὕτως· ‘Ὁ ὢν Πατὴρ τὸν Λόγον μὴ ὄντα πεποίηκεν, ἢ τὸν Λόγον ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ γέννημα ἔχει ἀεὶ σὺν αὐτῷ ; ᾿  ἵνα γνωσθῶσιν [*](c. 15.) ὅτι ὅλως περὶ Θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ περιεργάζονται καὶ σοφίζεσθαι τολμῶσι. Τίς γὰρ ἀνέξεται λεγόντων αὐτῶν ἄλογόν ποτε

26
τὸν Θεόν ; πάλιν γὰρ εἰς ταὐτὸν τοῖς προτέροις περιπεπτώκασι, καίτοι φεύγειν αὐτὸ καὶ σκέπειν σπουδάσαντες τοῖς ἑαυτῶν σοφίσμασιν· ἀλλʼ οὐ δεδύνηνται. Οὐδεὶς γὰρ ὅλως κἂν ἀκοῦσαι θελήσειεν ἀμφιβαλλόντων αὐτῶν, ὅτι ὁ Θεὸς οὐκ ἦν ἀεὶ Πατὴρ, ἀλλʼ ὕστερον γέγονεν, ἵνα καὶ φαντασθῶσιν ὅτι καὶ ὁ Λόγος αὐτοῦ ποτε οὐκ ἦν, πολλῶν ὄντων τῶν προειρημένων κατʼ αὐτῶν [*](John i. 1.) ἐλέγχων, καὶ τοῦ μὲν Ἰωάννου λέγοντος, ‘ ἦν ὁ Λόγος,᾿  τοῦ δὲ [*](Heb. i. 3.) Παύλου γράφοντος πάλιν, ‘ ὃς ὢν ἀπαύγασμα τῆς δόξης,᾿  καὶ, [*](Rom. ix. 5.) ‘ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.ʼ

25. Καὶ βέλτιον ἦν μὲν αὐτοὺς ἠρεμεῖν· ἐπειδὴ δὲ οὐ παύονται, λοιπὸν πρὸς τὴν τοιαύτην ἀναίσχυντον ἐρώτησιν αὐτῶν τοῦτο ἄν τις ἐπίσης αὐτοῖς τολμήσας ἀντερωτήσειεν· ἴσως ἐκ τῶν ὁμοίων ἀτοπημάτων βλέποντες ἑαυτοὺς συγκλειομένους, ἀναχωρήσουσι τῆς πρὸς τὴν ἀλήθειαν μάχης. Πολλὰ τοίνυν [*](Cp. iii. 63.) ρότερον ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος, οὕτως αὐτοῖς τις ἀπαντήσειεν· ‘Ὁ ὢν Θεὸς, οὐκ ὢν γέγονεν ; ἢ καὶ πρὶν γένηται, ἔστιν; ὢν οὖν, ἑαυτὸν ἐποίησεν ; ἢ ἐξ οὐδενός ἐστι, καὶ μηδὲν ὢν πρότερον, ἐξαίφνης αὐτὸς ἐφάνη;᾿  Ἄτοπος ἡ τοιαύτη ἐρώτησις· ναὶ, ἄτοπος καὶ πλέα δυσφημίας· ἀλλʼ ὁμοία γε τῆς ἐκείνων· ὁπότερον γὰρ ἂν εἴπωσι, τοῦτο μεστόν ἐστι πάσης ἀσεβείας. Εἰ δὲ τὸ οὕτως ἐρωτᾷν περὶ Θεοῦ βλάσφημον καὶ πλέον ἀσεβείας ἐστὶ, βλάσφημον ἂν εἴη καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα ἐρωτᾷν. Ἀποκρίνασθαι δὲ ὅμως πρὸς ἀναίρεσιν τῆς τοιαύτης αὐτῶν ἀλόγου καὶ μωρᾶς ἐρωτήσεως ἀναγκαῖον οὕτως· ὅτι ὢν, ἐστὶν ἀιδίως ὁ Θεός· ὄντος οὖν ἀεὶ τοῦ Πατρὸς, ἔστι καὶ ἀιδίως καὶ τὸ τούτου ἀπαύγασμα, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ· καὶ πάλιν ὁ ὢν Θεὸς, ἐξ αὐτοῦ καὶ ὄντα τὸν Λόγον ἔχει· καὶ οὔτε ὁ Λόγος ἐπιγέγονεν οὐκ ὢν πρότερον, οὔτε ὁ Πατὴρ ἄλογος ἢν ποτε. Ἡ γὰρ κατὰ τοῦ Υἱοῦ τόλμα εἰς τὸν Πατέρα τὴν βλασφημίαν ἀνάγει, εἴγε ἔξωθεν ἐπενόησεν ἑαυτῷ σοφίαν, καὶ Λόγον, καὶ Υἱόν, Ὃ γὰρ ἐὰν τούτων εἴπῃς, τοῦτο τὸ ἐκ τοῦ Πατρὸς γέννημα σημαίνει, ὥσπερ εἴρηται. Ὥστε ἀσύστατος αὐτῶν ἡ τοιαύτη ἐρώτησις, καὶ εἰκότως· ἀρνούμενοι γὰρ τὸν Λόγον, ἄλογον ἔχουσι καὶ τὴν ἐρώτησιν. Ὡς γὰρ εἴ τις τὸν ἥλιον ὁρῶν πυνθάνοιτο περὶ τοῦ ἀπαυγάσματος, καὶ λέγοι, ‘ Ὁ ὢν τὸ μὴ ὂν πεποίηκεν, ἢ ὂν αὐτὸ πεποίηκεν ;᾿  οὐ σώφρονα ἔχειν ὁ

27
τοιοῦτος λογισμὸν νομισθήσεται, ἀλλʼ ἐμβρόντητος ἂν εἴη, ὅτι ὅλως ὅ ἐστιν ἐκ τοῦ φωτός, τοῦτο ἔξωθεν ἐπινοεῖ καὶ περὶ τοῦτο ἐρωτᾷ, πότε, καὶ ποῦ, καὶ ὅτε, καὶ εἰ πεποίηται· οὕτως καὶ ὁ περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τοιαῦτα λογιζόμενος, καὶ οὕτω πυνθανόμενος, πολλῷ μᾶλλον τὴν μανίαν μείζονα ἂν ἔχοι, ὅτι τὸν ἐκ τοῦ Πατρὸς Λόγον ἔξωθεν αὐτῷ ἐπεισάγει, καὶ τὸ φύσει γέννημα ὡς ποίημα σκιαλογῶν λέγει, ‘Οὐκ ἦν πρὶν γεννηθῇ. Ἀκουέτωσαν δὲ ὅμως καὶ πρὸς τὴν ἐρώτησιν αὐτῶν, ὅτι ὁ ὢν Πατὴρ τὸν ὄντα Υἱὸν ἐποίησεν. Ὁ γὰρ ‘ Λόγος σὰρξ ἐγένετο.ʼ καὶ ὄντα [*](John i. 14.) αὐτὸν Υἱὸν Θεοῦ ἐποίησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων καὶ Υἱὸν ἀνθρώπου, εἰ μὴ ἄρα κατὰ τὸν Σαμοσατέα μηδὲ εἶναι αὐτὸν [*](c. 38; ii. 13. iii. 26, 51; iv. 30, 34, 36. Euseb. vii. 30.) πρὶν ἄνθρωπον γενέσθαι εἴποιεν. Καὶ πρός μὲν τὴν πρώτην αὐτῶν ἐρώτησιν ἱκανὰ ταῦτα παῤ ἡμῶν.

26. Ὑμεῖς δὲ, ὦ Ἀρειανοὶ, τῶν ἰδίων ἑαυτῶν ῥημάτων μνημονεύοντες, εἴπατε· Ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζεν εἰς τὴν τῶν πάντων δημιουργίαν, ἢ ὄντος αὐτοῦ ἔχρῃζεν ; Εἰρήκατε γὰρ, ‘Ὄργανον ἑαυτῷ τὸν Υἱὸν ἐκ τοῦ μὴ ὄντος κατεσκεύασεν, ἵνα δι᾿ [*](Cp. ii. 30. 71.) αὐτοῦ ποιήσῃ τὰ πάντα.᾿  Τί οὖν ἐστι βέλτιον, τὸ χρῇζον, ἢ τὸ τὴν χρείαν ἀναπληροῦν; ἢ ἀμφότερα τὰ ἐνδέοντα ἀλλήλων ἀναπληροῦσι; Τοιαῦτα γὰρ λέγοντες, τοῦ κατασκευάσαντος μᾶλλον ἀσθένειαν δεικνύετε, εἰ μὴ καὶ μόνος ἵσχυσε δημιουργῆσαι τὰ πάντα, ἀλλʼ ἔξωθεν ἑαυτῷ ὄργανον ἐπινοεῖ, ὥσπερ τέκτων ἢ ναυπηγός τις, μὴ δυνάμενος ὁτιοῦν ἐργάσασθαι χωρὶς σκεπάρνου καὶ πρίονος. Τί οὖν τούτου ἀσεβέστερον; Ἢ τί δεῖ διατρίβειν ὅλως ἐν τούτοις ὡς δεινοῖς, αὐταρκῶν ὄντων τῶν προειρημένων δεῖξαι, φαντασίαν μόνον εἶναι τὰ παῤ αὐτῶν ; Πρὸς δὲ τὴν [*](Query 4.) ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο μόνον ὃ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὅτι [*](c. 21.) μὴ δέον τὴν ἐκ τοῦ Θεοῦ γέννησιν συμμετρεῖν τῇ τῶν ἀνθρώπων φύσει, Ἴνα δὲ ὅμως καὶ ἐν τούτῳ καταγνῶσιν ἑαυτῶν, καλὸν ἐκ τῶν αὐτῶν πάλιν οὕτως αὐτοῖς ἀπαντῆσαι. Ὅλως εἰ περὶ υἱοῦ πυνθάνονται γονέων, ἐνθυμείσθωσαν πόθεν ἐστὶ τὸ γεννώμενον τέκνον. Εἰ γὰρ καὶ οὐκ εἶχεν ὁ γονεὺς υἱὸν πρὶν γεννήσῃ, ἀλλʼ ἐσχηκὼς, οὐκ ἔξωθεν οὐδὲ ἀλλότριον, ἀλλʼ ἐξ ἑαυτοῦ καὶ ἴδιον τῆς οὐσίας καὶ ἀπαράλλακτον ἔσχεν εἰκόνα, ὥστε τοῦτον [*](Cp. iii. 11.)

28
ἐν ἐκείνῳ βλέπεσθαι, κἀκεῖνον ἐν τούτῳ θεωρεῖσθαι. Εἰ τοίνυν ἐκ τῶν ἀνθρωπίνων παραδειγμάτων τὸν χρόνον τῶν γεννώντων λαμβάνουσι, διὰ τί μὴ ἐκ τῶν αὐτῶν καὶ τὸ κατὰ φύσιν καὶ τὸ ἴδιον ἐνθυμοῦνται τῶν τέκνων πρὸς τοὺς γονέας, ἀλλὰ κατὰ τοὺς ὄφεις μόνον τὸ πρὸς τὸν ἰὸν ἐπιτήδειον ἐκ τῆς γῆς ἐκλέγονται; Ἔδει δὲ πυνθανομένους αὐτοὺς γονέων καὶ λέγοντας, ‘Οὐκ εἶχες υἱὸν πρὶν γεννήσῃς ; ᾿  προσθεῖναι καὶ εἰπεῖν,‘ Ἐὰν δὲ σχῇς υἱὸν, ἆρά γε ἔξωθεν ὥσπερ οἰκίαν, ἤ τι ἕτερον κτῆμα ἀγοράζεις ; ʼ ἵνα σοι ἀποκρίνηται·  ‘Οὐκ ἔξωθεν, ἀλλʼ ἐξ ἐμοῦ ἐστι. Τὰ μὲν γὰρ ἔξωθεν κτήματά ἐστι, καὶ ἀφʼ ἑτέρου εἰς ἕτερον [*](Cp. c. 20.) μετέρχεται· ὁ δὲ υἱὸς ἐξ ἐμοῦ ἐστι, καὶ τῆς ἐμῆς οὐσίας ἴδιος καὶ ὅμοιος, οὐκ ἀφʼ ἑτέρου εἰς ἐμὲ γεγονὼς, ἀλλʼ ἐξ ἐμοῦ γεγεννημένος· [*](Cp. iii. 3.)  διὸ καὶ ἐν ἐκείνῳ ὅλος εἰμὶ, μένων αὐτὸς ὅ εἰμι.᾿  Οὕτω γὰρ ἔχει· κἂν ὁ γονεὺς τῷ χρόνῳ διαφέρῃ, ὡς ἄνθρωπος ἐν χρόνῳ καὶ αὐτὸς γεγονὼς, ἀλλʼ ἔσχεν ἂν καὶ αὐτὸς ἀεὶ συνυπάρχον τὸ τέκνον,εἰ μὴ ἡ φύσις ἐνεπόδιζε καὶ ἐκώλυετὸ δύνασθαι. [*](Cp. Heb. vii. 10.) Καὶ γὰρ καὶ ὁ ‘Λευῒ ἔτι ἦν ἐντῇ ὀσφύΐ ’ τοῦ προπάππου, πρὶν αὐτὸς γεννηθῇ, καὶ ὁ πάππος γεννήσῃ. Ὅταν οὗν εἰς τοῦθʼ ἡλικίας ἔλθοι ὁ ἄνθρωπος, ἐν ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστῳ τῇ φύσει πατὴρ ὁ ἄνθρωπος γίνεται τοῦ ἐξ ἑαυτοῦ υἱοῦ.

27. Οὐκοῦν εἰ γονέων περὶ τέκνων ἐπύθοντο, καὶ ἔγνωσαν ὅτι τὰ φύσει τέκνα οὐκ ἔξωθεν ἀλλʼ ἐκ τῶν γονέων εἰσὶν, ὁμολογείτωσαν καὶ περὶ τοῦ Λόγου τοῦ Θεοῦ, ὅτι ὅλως ἐκ τοῦ Πατρός ἐστι. Καὶ περὶ τοῦ χρόνου ζητοῦντες, τὸ ἐμποδίζον τὸν Θεὸν λεγέτωσαν, (χρὴ γὰρ ἐξ ὧν ὡς χλευάζοντες ἐπυνθάνοντο, ἐκ τούτων αὐτοὺς ἀσεβοῦντας διελέγχειν· εἰπάτωσαν τοίνυν τί τὸ ἐμποδίζον τὸν Θεὸν ἀεὶ τοῦ Υἱοῦ Πατέρα αὐτὸν εἶναι ; Τὸ γὰρ ἐκ πατρὸς εἶναι τὸ γεννώμενον ὡμολόγηται. Ἵνα δὲ καὶ ὅλως τι τοιοῦτον λογισάμενοι περὶ τὸν Θεὸν καταγνῶσιν ἑαυτῶν, ὥσπερ ἠρώτησαν γυναῖκας περὶ τῶν χρόνων, οὕτω πυνθανέσθωσαν [*](Cp. c. 13.) καὶ τοῦ ἡλίου περὶ τοῦ ἀπαυγάσματος αὐτοῦ, καὶ τῆς πηγῆς περὶ τοῦ ἐξ αὐτῆς, ἴνα μάθωσιν ὅτι καίπερ ὄντα γεννήματα ταῦτα, ἐστὶ καὶ ἀεὶ σὺν ἐκείνοις, ἐξ ὦν καί εἰσιν. Εἰ δὲ καὶ τὸ ‘φύσει ᾿  καὶ τὸ ἀεὶ οἱ τοιοῦτοι γονεῖς ἔχουσι πρὸς τὰ τέκνα, διὰ τί τὸν Θεὸν ἐλάττονα τῶν γενητῶν ὑπονοοῦντες, οὐ φανερώτερον ἑαυτῶν τὴν ἀσέβειαν ἐξάγουσιν; Εἰ δὲ τοῦτο

29
μὲν οὐ τολμῶσιν ἐκ φανεροῦ λέγειν, ὁμολογεῖται δὲ ὁ Υἱὸς μὴ ἔξωθεν, ἀλλʼ ἐκ τοῦ Πατρὸς εἶναι φύσει γέννημα, οὐδὲν δὲ οὐδὲ τὸ ἐμποδίζον ἐστὶ τὸν Θεόν· (‘ οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς,᾿ [*](Judith viii. 16.) ἀλλὰ καὶ πλέον ἐστὶ τοῦ ἡλίου, μᾶλλον δὲ Θεός ἐστι τοῦ ἡλίου·) δῆλον ὅτι καὶ ἐξ αὐτοῦ καὶ ἀεί ἐστι συνυπάρχων ὁ [*](Cp. ii. 40. iii. 9.) Λόγος τῷ Πατρὶ, διʼ οὖ τὰ πάντα οὐκ ὄντα εἰς τὸ εἶναι πεποίηκεν ὁ Πατήρ. τι μὲν οὖν ὁ Υἱὸς οὐκ ‘ἐξ οὐκ ὄντων,᾿  ἀλλʼ ἀΐδιός τε καὶ ἐκ τοῦ Πατρός ἐστι, καὶ αὐτὸ τὸ πρᾶγμα δείκνυσι· καὶ ἡ ἐρώτησις δὲ τῶν αἱρετικῶν πρὸς τοὺς γονέας διελέγχει τὴν κακόνοιαν αὐτῶν, Ἔγνωσαν γὰρ τὸ κατὰ φύσιν, καὶ λοιπὸν καὶ περὶ τῶν χρόνων ἠσχύνθησαν.

28. Ὅτι δὲ οὐ δεῖ τὴν τοῦ Θεοῦ γέννησιν παραβάλλειν τῇ τῶν ἀνθρώπων φύσει, καὶ νομίζειν ‘ μέρος’ εἶναι τοῦ Θεοῦ τὸν Υἱὸν αὐτοῦ, ἢ ὅλως τι ‘πάθοςʼ σημαίνειν τὴν γέννησιν, φθάσαντες [*](c. 21.) μὲν εἴπομεν ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν δὲ τὰ αὐτά φαμεν· ‘οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός,᾿  Ἄνθρωποι μὲν γὰρ παθητικῶς γεννῶσι, ῥευστὴν ἔχοντες τὴν φύσιν, καὶ χρόνους ἀναμένοντες διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως· ἐπὶ δὲ Θεοῦ τοῦτο λέγειν οὐκ ἔστιν. Οὐ γὰρ ἐκ μερῶν συγκείμενός ἐστιν, ἀλλὰ καὶ [*](Cp. ii. 34. iv. 2.) ἀπαθὴς ὢν καὶ ἀπλοῦς, ἀπαθῶς καὶ ἀμερίστως τοῦ Υἱοῦ Πατήρ ἐστι· καὶ τούτου πάλιν μέγα τεκμήριον καὶ ἀπόδειξις ἐκ τῶν θείων γραφῶν. Ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ Υἱός ἐστιν αὐτοῦ, καὶ ὁ Υἱὸς Λόγος ἐστὶ τοῦ Πατρὸς καὶ Σοφία· Λόγος δὲ καὶ Σοφία οὔτε κτίσμα οὔτε μέρος ἐστὶ τούτου, οὗ καὶ ἔστι Λόγος, οὔτε κατὰ πάθος ἐστὶ γέννημα. Ἀμφότερα γοῦν ἡ γραφὴ συνάπτουσα, ‘Υἱὸν᾿  μὲν ἔφησεν, ἵνα τὸ φύσει καὶ ἀληθινὸν τῆς οὐσίας γέννημα εὐαγγελίσηται· ἵνα δὲ μή τις ἀνθρώπινον ὑπολάβοι τὸ γέννημα, πάλιν τὴν οὐσίαν αὐτοῦ σημαίνων, ‘Λόγονʼ αὐτὸν εἶναι καὶ Σοφίαν καὶ ἀπαύγασμά φησιν. Ἐκ γὰρ τούτου καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως, καὶ τὸ ἀΐδιον, καὶ τῷ Θεῷ πρέπον λογιζόμεθα. Ποῖον οὖν πάθος, ἢ ποῖον μέρος ἐστὶ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἡ Σοφία, καὶ τὸ ἀπαύγασμα ; Καὶ τοῦτο δυνατὸν καὶ αὐτοὺς τοὺς ἄφρονας μαθεῖν. Ὡς γὰρ γυναικῶν ἐπύθοντο περὶ υἱοῦ, οὕτως καὶ ἄνδρας ἐπερωτάτωσαν περὶ τοῦ λόγου, ἵνα μάθωσιν ὅτι οὔτε πάθος αὐτῶν, οὔτε μέρος ἐστὶ τοῦ νοῦ τούτων ὁ λόγος ὃν προφέρονται. Εἰ δὲ τῶν ἀνθρώπων,

30
καίτοι παθητῶν ὄντων καὶ μεριστῶν ὄντων, τοιοῦτος ὁ λόγος, διὰ τί περὶ τοῦ ἀσωμάτου καὶ ἀμερίστου Θεοῦ πάθη καὶ μέρη λογίζονται, ἵνα, τοῦτο προσποιούμενοι δῆθεν εὐλαβεῖσθαι, ἀρνήσωνται τὴν ἀληθῇ καὶ φύσει γέννησιν τοῦ Υἱοῦ ; Καὶ ὅτι μὲν τὸ ἐκ τοῦ Θεοῦ γέννημα οὐκ ἔστι πάθος, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται· δέδεικται δὲ καὶ ἰδίᾳ νῦν ὁ Λόγος οὐ κατὰ πάθος γεννώμενος. Ἀκουέτωσαν δὲ καὶ περὶ τῆς Σοφίας τὰ αὐτά· οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός·᾿  μὴ ἀνθρώπινον φανταζέσθωσαν καὶ ἐν τούτῳ περὶ αὐτοῦ. Καὶ γὰρ τῶν ἀνθρώπων πάλιν δεκτικῶν σοφίας γεγονότων, ὁ Θεὸς, οὐδενὸς μετέχων, αὐτὸς τῆς ἑαυτοῦ Σοφίας Πατήρ ἐστιν, ἧς οἱ μετέχοντες εἰώθασι σοφοὶ καλεῖσθαι· καὶ ἔστι καὶ αὐτὴ ἡ Σοφία οὐ πάθος, οὐδὲ μέρος, [*](c. 24.) ἀλλὰ γέννημα ἴδιον τοῦ πατρός. Διὰ τοῦτο ἀεὶ Πατὴρ, καὶ οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ ‘πατὴρ,᾿  ἵνα μὴ καὶ τρεπτὸς εἶναι νομισθῇ. Εἰ γὰρ καλὸν τὸ εἶναι αὐτὸν Πατέρα, οὐκ ἀεὶ δὲ ἦν Πατὴρ, οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ.

[*](Arian obj.)

29.‘ Ἀλλʼ ἰδοὺ᾿  φασὶ,  ‘καὶ ἀεὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρʼ οὖν, ἐπειδὴ δημιουργός ἐστιν, ἀίδιά ἐστι καὶ τὰ ποιήματα, καὶ οὐ θέμις [*](AI. γεννηθᾖ) εἰπεῖν οὐδὲ ἐπὶ τούτων, Οὐκ ἦν πρὶν γενηθῇ ;ʼ Ἄφρονες οἱ Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς ταῦτα καὶ ἐπὶ τῶν δημιουργῶν εἴπωσι ; πῶς δὲ, τοσαύτης διαφορᾶς ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεννήματος καὶ ποιήματος, ἐμμένουσι τῇ ἀμαθίᾳ ; Πάλιν οὖν τὸ αὐτό λεκτέον· τὸ ποίημα [*](Cp. de Syn. 35.) ἔξωθεν τοῦ ποιοῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐσίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγκη ἀεὶ εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργὸς, ἐργάζεται· τὸ δὲ γέννημα [*](Cp. iii. 67.) οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. Καὶ ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ οὐκ ἂν λεχθείη οὐδʼ ἂν εἴη, μὴ ὑπάρχοντος υἱοῦ. Ἐὰν δὲ περιεργάζωνται διὰ τί ὁ Θεὸς, ἀεὶ δυνάμενος ποιεῖν, οὐκ ἀεὶ ποιεῖ, [*](Rom. xi. 34.) μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα. ‘Τίς γὰρ ἔγνω νοῦν [*](Ib. ix. 20.) Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο ;᾿  ἢ πῶς ‘ ἐρεῖ τὸ πλάσμαʼ τῷ κεραμεῖ, ‘ Τί με οὕτως ἐποίησας ;᾿  Ἵνα δὲ, κἂν ἀμυδρόν τινα λογισμὸν εὑρόντες, μὴ σιωπήσωμεν, ἀκουέτωσαν ὅτι, εἰ καὶ τῷ Θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλʼ οὐκ ἠδύνατο τὰ

31
γενητὰ ἀΐδια εἶναι· ἐξ οὐκ ὄντων γάρ ἐστι, καὶ οὐκ ἧν πρὶν γένηται. Τὰ δὲ οὐκ ὄντα πρὶν γένηται πῶς ἡδύνατο συνυπάρχειν τῷ ἀεὶ ὄντι Θεῷ ; Διὸ καὶ πρὸς τὸ λυσιτελὲς αὐτῶν ἀφορῶν ὁ Θεὸς, ὅτε εἶδεν ὅτι δύναται γενόμενα διαμένειν, τότε καὶ πεποίηκε πάντα. Καὶ ὥσπερ δυνάμενος καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Ἀδὰμ, ἢ ἐπὶ Νῶε, ἢ ἐπὶ Μωϋσέως ἀποστεῖλαι τὸν ἑαυτοῦ Λόγον, οὐκ ἀπέστειλεν εἰ μὴ ἐπὶ συντελείᾳ τῶν αἰώνων·᾿  τοῦτο [*](Heb. ix. 26.) γὰρ εἶδε λυσιτελεῖν πάσῃ τῇ κτίσει· οὕτω καὶ τὰ γενητὰ, ὅτε ἠθέλησε καὶ λυσιτελὲς ἦν αὐτοῖς, ἐποίησεν. Ὁ δέ γε Υἱὸς, οὐκ ὢν ποίημα, ἀλλʼ ἴδιος τῆς οὐσίας τοῦ Πατρὸς, ἀεὶ ἔστιν· ἀεὶ γὰρ ὄντος τοῦ Πατρὸς, ἀεὶ εἶναι δεῖ καὶ τὸ ἴδιον τῆς οὐσίας αὐτοῦ, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ Σοφία. Καὶ τὰ μὲν κτίσματα κἂν μηδέπω ὑπάρχῃ. οὐκ ἐλαττοῖ τὸν ποιητήν· ἔχει γὰρ τὸ δύνασθαι δημιουργεῖν, ὅτε βούλεται· τὸ δὲ γέννημα, ἐὰν μὴ ἀεὶ συνῇ τῷ Πατρὶ, ἐλάττωμα τῆς τελειότητος τῆς οὐσίας αὐτοῦ ἐστιν. Ὅθεν τὰ μὲν ποιήματα, ὅτε ἠθέλησεν, ἐδημιουργήθη διὰ τοῦ Λόγου αὐτοῦ· ὁ δὲ Υἱὸς ἀεί ἐστιν ἴδιον γέννημα [*](c. 9.) τῆς τοῦ Πατρὸς οὐσίας.

30. Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς [*](Query 2. c. 22.) λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πόλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν,‘ Ἓν τὸ ἀγένητον, [*](Cp. Bened. Edd. Adm. in Ep. de Decr. Nic tom, i p. 207.) ἢ δύο ; ᾿  οὐκ ὀρθὴν αὐτῶν δείκνυσι τὴν διάνοιαν, ἀλλʼ ὕποπτον καὶ δόλου μεστήν. Οὐ γὰρ ἐπὶ τιμῇ τοῦ Πατρὸς οὕτως ἐρωτῶσιν, ἀλλʼ ἐπὶ ἀτιμίᾳ τοῦ Λόγου. Ἄν γοῦν τις, ἀγνοῶν τὴν πανουργίαν αὐτῶν, ἀποκρίνηται, ‘ Ἓν τὸ ἀγένητον,ʼ εὐθὺς τὸν [*](AI. ἀγέννη. τον.) ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγοντες· ‘Οὐκοῦν ὁ Υἱὸς τῶν γενητῶν ἐστι, καὶ καλῶς εἰρήκαμεν, Οὐκ ἦν πρὶν γενηθῇ.᾿  Πάντα γὰρ φυρῶσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς, καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι. Πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις [*](Cp. de Syn. 28, 36, ad afros 6.) ὡς ἀγράφοις χρησαμένοις λέξεσι, καίτοι μὴ δυσφήμοις, ἀλλ᾿  ἐπʼ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέναις, ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες λοιδορίας κατὰ τοῦ Κυρίου, ‘ μὴ γινώσκοντες μήτε ἃ λέγουσι, [*](1 Tim. i. 7.) μήτε περὶ τίνων διαβεβαιοῦνται.᾿ Ἐρωτησάτωσαν γοῦν Ἕλληνας,

32
παῤ ὦν ἥκουσαν· (οὐ γὰρ τῶν γραφῶν, ἀλλʼ ἐκείνων ἐστὶν εὕρεμα·) ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει, μάθωσιν ὅτι οὐδὲ περὶ ὧν λέγουσιν ἐπίστανται καλῶς ἐρωτᾷν. [*](Al. ἀγέννητον, τος. etc.)  Κἀγὼ γὰρ διʼ αὐτοὺς ἐπυθόμην λέγεσθαι ἀγένητον τὸ μηδέπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι,ʼ ὡς τὸ ξύλον τὸ μήπω μὲν [*](De Syn. 46.) γενόμενον, δυνάμενον δὲ γενέσθαι σκάφος. Καὶ αὖθις ἀγένητον λέγεσθαι τὸ ‘μήτε γενόμενον, μήτε δυνάμενον γενέσθαι ποτὲ,ʼ ὡς τὸ τρίγωνον τετράγωνον, καὶ ὁ ἄρτιος ἀριθμὸς περιττός. Οὔτε γὰρ τὸ τρίγωνον γέγονέ ποτε τετράγωνον, οὔτε γένοιτʼ ἄν ποτε· ἀλλʼ οὔτε ὁ ἄρτιος γέγονέ ποτε περιττὸς, οὔτε γένοιτʼ ἄν ποτε περιττός. Λέγεται δὲ πάλιν ἀγένητον τὸ ‘ ὑπάρχον μὲν, [*](Al. γεννηθέν.) μὴ γενηθὲν δὲ ἔκ τινος, μηδὲ ὅλως ἔχον ἑαυτοῦ τινα πατέρα. Προσέθηκε δὲ καὶ ὁ πανοῦργος σοφιστὴς Ἀστέριος, ὁ καὶ τῆς [*](Cp. ii. 24, 28, 37,40; iii. 2. De Syn. 18.) αἱρέσεως συνήγορος, ἐν τῷ ἰδίῳ συνταγματίῳ λέγων, ἀγένητον εἶναι τὸ ‘ μὴ ποιηθὲν, ἀλλʼ ἀεὶ ὄν.᾿  Κατὰ ποῖον οὖν σημαινόμενον νοοῦσι τὸ ἀγένητον, ἔδει προστιθέντας αὐτοὺς ἐρωτᾷν, ἵνα καὶ ὁ ἐρωτώμενος ὀρθῶς ἀποκρίνηται.

31. Εἰ δὲ νομίζουσι καλῶς ἐρωᾷν, ἐν τῷ λέγειν, ‘ Ἓν τὸ ἀγένητον, ἢ δύο ;ʼ ἀκούσονται πρῶτον μὲν, ὡς ἀμαθεῖς, πολλά τε εἶναι καὶ οὐδὲν, πλεῖστα μὲν τὰ ‘δυνάμενα γενέσθαι,’ οὐδὲν δὲ τὸ ‘ μὴ δυνάμενον, ὥσπερ εἴρηται. Εἰ δὲ, ὡς Ἀστερίῳ ἤρεσε τὸ μὴ ποίημα, ἀλλʼ ἀεὶ ὂν, ἀγένητον εἶναι, οὕτως ἐρωτῶσιν· ἀκουέτωσαν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ὅτι καὶ ὁ Υἱὸς οὕτω κατὰ ταύτην τὴν ἐκδοχὴν ἀγένητος ἂν λεχθείη. Οὔτε γὰρ τῶν γενητῶν, οὔτε ποίημά ἐστιν, ἀλλὰ καὶ ἀϊδίως σύνεστι τῷ Πατρὶ, ὥσπερ καὶ ἤδη δέδεικται, κἂν πολλάκις μεταβάλλωνται, ἵνα μόνον κατὰ τοῦ Κυρίου λέγωσιν,  ‘ἐξ οὐκ ὄντων ἐστὶ,ʼ καὶ ‘ οὐκ ἦν πρὶν γεννηθῇ.’ Πάντων δὴ οὖν ἐκπίπτοντες, ἐὰν καὶ ἐκεῖνο θελήσωσι λοιπὸν ἐρωτᾶν κατὰ τὸ ‘ ὑπάρχον μὲν, μήτε δὲ γεννηθὲν ἔκ τινος, μήτε ἔχον ἑαυτοῦ πατέρα,ʼ ἀκούσονται μὲν καὶ παῤ ἡμῶν τὸν οὕτω σημαινόμενον ἕνα καὶ μόνον ἀγένητον εἶναι τὸν Πατέρα, οὐδὲν δὲ πλέον ἕξουσιν ἐκ τοῦ τοιαῦτα ἀκούειν αὐτούς. Οὐδὲ γὰρ τὸ οὕτως ἀγένητον λέγεσθαι τὸν Θεὸν δείκνυσι γενητὸν εἶναι τὸν Υἱὸν, δήλου ὄντος κατὰ τὰς προειρημένας ἀποδείξεις τοιοῦτον [*](C. 19.) εἶναι τὸν Λόγον, οἷός ἐστιν ὁ γεννήσας αὐτόν, Οὐκοῦν εἰ ἀγένητος ὁ Θεὸς, οὐ γενητὴ, ἀλλὰ γέννημά ἐστιν ἡ τούτου εἰκὼν,

33
ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ καὶ ἡ Σοφία. Ποία γὰρ ἐμφέρεια τῷ γενητῷ πρὸς τὸ ἀγένητον ; (πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνητέον·) ἐπεὶ εἰ ὅμοιον τὸ γενητὸν τῷ ἀγενήτῳ θέλουσιν, ὡς [*]((Qu. suppl. εἶναι.)) τὸν ὁρῶντα τοῦτο βλέπειν ἐκεῖνο, οὐ μακράν εἰσιν εἰπεῖν, ὅτι καὶ τὸ ἀγένητον καὶ κτισμάτων ἐστὶν εἰκὼν, καὶ λοιπὸν πέφυρται πάντα παῤ αὐτοῖς, γενητῶν μὲν ἐξίσωσις πρὸς τὸ ἀγενήτον, ἀγενήτου δὲ καθαίρεσις μετρουμένου πρὸς τὰ ποιήματα, ἵνα μόνον τὸν Υἱὸν ἐν τοῖς ποιήμασι καταγάγωσιν.

32. Ἀλλʼ οὐδὲ αὐτοὺς οἶμαι θελῆσαι λέγειν ἔτι τὰ τοιαῦτα, ἐὰν Ἀστερίῳ γε τῷ σοφιστῇ πείθωνται. Ἐκεῖνος γὰρ, καίπερ [*](Asterius quoted.) σπουδάζων συνηγορεῖν τῇ Ἀρειανῇ ἀἱρέσει, καὶ λέγων ‘ ἓν εἶναι τὸ ἀγένητον,ʼ τὰ ἐναντία τούτοις ἀντιφθέγγεται, λέγων καὶ τὴν σοφίαν τοῦ Θεοῦ ἀγένητον καὶ ἄναρχον εἶναι· καὶ ἔστι μέρος ὧν ἔγραψε ταῦτα· ‘ Οὐκ εἶπεν ὁ μακάριος Παῦλος, Χριστὸν [*](ii. 37 ; de Syn. 18.) κηρύσσειν τὴν τοῦ Θεοῦ δύναμιν, ἢ τὴν τοῦ Θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς προσθήκης, ‘‘ δύναμιν Θεοῦ καὶ Θεοῦ σοφίαν,” ἄλλην [*](1 Cor. i. 24.) μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ Θεοῦ δύναμὶν, τὴν ἔμφυτον αὐτοῦ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων. Καὶ πάλιν μετʼ ὀλίγα· ‘ Καίτοι γε ἡ μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγένητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοὶ, μία ἂν εἴη δήπουθεν καὶ αὐτή.’ Εἰ γὰρ καὶ μὴ καλῶς νοήσας τὸ τοῦ ἀποστόλου ῥητὸν, ἐνόμισεν εἶναι δύο σοφίας, ἀλλʼ ὅμως συνυπάρχουσαν αὐτῷ ἀγένητον σοφίαν εἰρηκὼς, οὐκέτι ἓν τὸ ἀγένητον, ἀλλὰ καὶ ἕτερον ἔφησεν ἀγένητον εἶναι σὺν αὐτῷ. Τὸ γὰρ συνύπαρχον οὐκ ἑαυτῷ ἀλλʼ ἑτέρῳ συνυπάρχει. Ἢ τοίνυν Ἀστερίῳ πειθόμενοι, μηκέτι ἐρωτάτωσαν, ‘ Ἓν τὸ ἀγένητον, ἢ δύο ;ʼ ἵνα μὴ ὡς ἀμφιβάλλοντες μάχωνται πρὸς ἐκεῖνον· ἢ εἰ ἐναντιοῦνται κἀκείνῳ, μὴ ἐπερειδέσθωσαν αὐτοῦ τῷ συνταγματίῳ, ἵνα μὴ ‘  ἀλλήλους δάκνοντες ὑπὸ ἀλλήλων ἀναλωθῶσι.ʼ [*](Gal. v. 15.) Καὶ ταῦτα μὲν διʼ ὀλίγων πρὸς τὴν ἀμαθίαν αὐτῶν εἰρήσθω. Πρὸς δέ γε τὴν πανοῦργον αὐτῶν προαίρεσιν τί τοσοῦτον ἄν τις εἴποι ; τίς αὐτοὺς οὐκ ἂν οὕτως μαινομένους μισήσειε δικαίως ; Ἐπειδὴ γὰρ οὐκέτι παῤῥησίαν ἔχουσιν ἐν τῷ λέγειν, ‘ ἐξ οὐκ ὄντων,ʼ καὶ, ‘ οὐκ ἦν πρὶν γεννηθῇ,ʼ ἐπενόησαν ἑαυτοῖς τὴν τοῦ ‘ ἀγενήτου᾿  λέξιν, ἵνα τὸν Υἱὸν γενητὸν παρὰ τοῖς  ἀεκραίοις λέγοντες, αὐτὰ πάλιν ἐκεῖνα τὰ ῥήματα, τὸ ‘ ἔξ οὐκ ὄντων,᾿ καὶ

34
τὸ ‘ οὐκ ἦν ποτε,ʼ σημαίνωσιν· ἐν γὰρ τούτοις τὰ γενητὰ καὶ τὰ κτίσματα σημαίνονται.

33. Ἔδει οὖν, εἴπερ θαῤῥοῦσιν οἷς λέγουσι, τούτοις καὶ ἐπιμένειν, καὶ μὴ ποικίλως μεταποιεῖν ἑαυτούς. Ἀλλʼ οὐ θέλουσι, νομίζοντες εὐχερῶς ἅπαντα δύνασθαι, ἐὰν τῷ ὀνόματι τούτῳ σκέποντες τὴν αἵρεσιν προβάλωνται τὸ ‘ ἀγένητον·ʼ καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ ἀγενήτου λεξείδιον οὐ πρὸς τὸν Υἱὸν ἔχει τὴν σημασίαν, κἂν οὗτοι γογγύζωσιν, ἀλλὰ πρὸς τὰ γενητά· καὶ ὅμοιον ἄν τις ἴδοι τούτου τὸ ‘ Παντοκράτωρ, καὶ τὸ ‘ Κύριος τῶν [*](Cp. de Decr. Nic. 30.) δυνάμεων.ʼ Εἰ γὰρ τῶν πάντων ὁ Πατὴρ διὰ τοῦ Λόγου κρατεῖ καὶ κυριεύει, καὶ τὴν βασιλείαν τοῦ Πατρὸς βασιλεύει ὁ Υἱὸς, καὶ τὸ κράτος πάντων ἔχει, ὡς Λόγος καὶ ὡς εἰκὼν τοῦ Πατρὸς, εὔδηλον ὡς οὐδὲ ὧδε τοῖς πᾶσι συναριθμεῖται ὁ Υἱὸς, οὐδὲ διʼ αὐτὸν λέγεται παντοκράτωρ καὶ Κύριος, ἀλλὰ διὰ τὰ διʼ Υἱοῦ γενόμενα, ὧν καὶ κρατεῖ καὶ κυριεύει διὰ τοῦ Λόγου. Καὶ τὸ ἀγένητον ἄρα οὐ διὰ τὸν Υἱὸν, ἀλλὰ διὰ τὰ διʼ Υἱοῦ γενόμενα σημαίνεται· καὶ καλῶς, ὅτι οὐκ ἔστιν ὡς τὰ γενητὰ ὁ Θεὸς, ἀλλὰ καὶ τούτων κτίστης διὰ τοῦ Υἱοῦ καὶ δημιουργός ἐστιν. Ὥσπερ δὲ τὸ ‘ἀγένητονʼ πρὸς τὰ γενητὰ σημαίνεται, οὕτως καὶ τὸ ‘ Πατὴρ δηλωτικόν ἐστι τοῦ Υἱοῦ· καὶ ὁ μὲν ποιητὴν καὶ δημιουργὸν καὶ ἀγένητον ὀνομάζων τὸν Θεὸν, τὰ κτίσματα καὶ τὰ γενητὰ βλέπει καὶ καταλαμβάνει· ὁ δὲ τὸν Θεὸν Πατέρα καλῶν, εὐθὺς τὸν Υἱὸν νοεῖ καὶ θεωρεῖ. Διὸ καὶ θαυμάσειεν ἄν τις αὐτῶν τὴν ἐπʼ ἀσεβείᾳ φιλονεικίαν, ὅτι, καίτοι καὶ τοῦ ὀνόματος τοῦ ‘ ἀγενήτου καλὴν ἔχοντος τὴν προειρημένην διάνοιαν, καὶ δυναμένου μετʼ εὐσεβείας ὀνομάζεσθαι, αὐτοὶ κατὰ τὴν ἰδίαν αἵρεσιν προφέρουσιν ἐπʼ ἀτιμίᾳ τοῦ Υἱοῦ, οὐκ ἀναγνόντες [*](John v. 23.) ὅτι ὁ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα, καὶ ‘ὁ τὸν Υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν Πατέρα.᾿  Εἰ γὰρ ὅλως αὐτοῖς εὐφημίας καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἔμελεν, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον καὶ μεῖζον ἦν, ‘Πατέραʼ τὸν Θεὸν εἰδέναι τε καὶ λέγειν αὐτοὺς, ἢ ἐκείνως ὀνομάζειν αὐτόν. Λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν Θεὸν ‘ ἀγένητον,ʼ ἐκ τῶν γενομένων ἔργων αὐτὸν, καθάπερ εἴρηται, ποιητὴν μόνον καὶ δημιουργὸν λέγουσι, νομίζοντες ὅτι καὶ τὸν Λόγον ποίημα ἐκ τούτου σημαίνειν δύνανται κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν Θεὸν‘Πατέρα’ λέγων, ἐκ τοῦ Υἱοῦ τοῦτον

35
σημαίνει, οὐκ ἀγνοῶν ὅτι, Υἱοῦ ὄντος, ἐξ ἀνάγκης διὰ τοῦ Υἱοῦ τὰ γενητὰ πάντα ἐκτίσθη, Καὶ οὗτοι μὲν ‘ἀγένητονʼ λέγοντες, μόνον ἐκ τῶν ἔργων σημαίνουσιν αὐτὸν, καὶ οὐκ ἴσασι καὶ αὐτοὶ τὸν Υἱὸν, ὥσπερ Ἕλληνες· ὁ δὲ ‘Πατέραʼ λέγων τὸν Θεὸν ἐκ τοῦ Λόγου σημαίνει τοῦτον. Εἰδὼς δὲ τὸν Λόγον, οἶδεν αὐτὸν δημιουργὸν ὄντα, καὶ καταλαμβάνει ὅτι  ‘ διʼ αὐτοῦ τὰ πάντα γέγονεν.᾿

[*](John i. 3.)

34. Οὐκοῦν εὐσεβέστερον καὶ ἀληθὲς ἂν εἴη μᾶλλον τὸν Θεὸν [*](De Decr. Nic. 31.) ἐκ τοῦ Υἱοῦ σημαίνειν καὶ ‘Πατέρα’ λέγειν, ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ‘ἀγένητον.’ Τοῦτο μὲν γὰρ μόνον ἕκαστον, καθάπερ εἶπον, καὶ κοινῇ πάντα τὰ ἐκ τοῦ βουλήματος τοῦ Θεοῦ διὰ τοῦ Λόγου γενόμενα ἔργα σημαίνει· τὸ δὲ ‘Πατὴρ’ ἐφʼ Υἱοῦ μόνον σημαίνεται καὶ ἵσταται, Ὅσῳ δὲ ὁ Λόγος τῶν γενητῶν διαφέρει, τοσούτῳ καὶ πλεῖον τὸ λέγειν τὸν Θεὸν ‘Πατέραʼτοῦ λέγειν ‘ἀγένητον’ διαφέροι ἄν. Καὶ γὰρ τοῦτο μὲν ἄγραπτον καὶ ὕποπτον ἅτε ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ὥστε τοῦ ἐρωτωμένου περὶ αὐτοῦ εἰς πολλὰ τὴν διάνοιαν περιφέρεσθαι· τὸ δὲ ‘Πατὴῤ ἁπλοῦν καὶ ἔγγραφον, καὶ ἀληθέστερον, καὶ σημαῖνον μόνον τὸν Υἱόν ἐστι. Καὶ τὸ μὲν ‘ἀγένητον᾿  παῤ Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν Υἱόν· τὸ δὲ Πατὴῤ παρὰ τοῦ Κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. Καὶ γὰρ εἰδὼς αὐτὸς τίνος ἐστὶν Υἱὸς, ἔλεγεν,‘ Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ [*](John xiv. 10, 9.) ἐν ἐμοί ἐστι·ʼ καὶ, ‘ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·ʼ καὶ, ‘ Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ οὐδαμοῦ φαίνεται τὸν Πατέρα [*](Ib. x. 30.) καλῶν ‘ἀγένητον’ αὐτός· ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν, ‘ Ὅταν δὲ προσεύχεσθε λέγετε, Θεὲ ἀγένητε·ʼ ἀλλὰ μᾶλλον, ‘ Ὅταν δὲ προσεύχεσθε, λέγετε, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς [*](Luke xi. 2.) οὐρανοῖς.᾿  Καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησε, κελεύσας ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγεννήτου καὶ γενητοῦ, οὐδὲ εἰς ὄνομα κτίστου καὶ κτίσματος, [*](Cp. ii. 41.) ἀλλʼ ‘εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.᾿  Οὕτω [*](Matt. xxviii, 19.) γὰρ τελειούμενοι καὶ ἡμεῖς, ἐκ ποιημάτων ὄντες, υἱοποιούμεθα λοιπὸν, καὶ τὸ τοῦ ‘Πατρὸς ᾿  δὲ ὄνομα λέγοντες, ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν αὐτῷ τῷ Πατρὶ Λόγον. Μάταιος ἄρα καὶ ἡ περὶ τῆς τοῦ ἀγενήτου λέξεως ἐπιχείρησις αὐτῶν δέδεικται, καὶ μηδὲν πλεῖον ἔχουσα ἢ μόνην φαντασίαν.

35. Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ ‘τρεπτός ἐστιν ὁ Λόγος, [*](c. 22.)

36
[*](Query 3.) περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ καὶ μόνον ἐγγράψαντά με τὰπαρʼ αὐτῶν λεγόμενα, δεῖξαι τὸ τολμηρὸν τῆς ἀσεβείας αὐτῶν. Ἒστι γὰρ ταῦτα ἃ ὡς ἐρωτῶντες φλυαροῦσιν· ‘ Αὐτεξούσιός ἐστιν, ἢ οὐκ ἔστι ; προαιρέσει κατὰ τὸ αὐτεξούσιον καλός ἐστι, καὶ δύναται, ἐὰν θελήσῃ, τραπῆναι, τρεπτῆς ὢν φύσεως; ἢ ὡς λίθος καὶ ξύλον, οὐκ ἔχει τὴν προαίρεσιν ἐλευθέραν [*](Cp. Alexan. der in Soc. i. 6.) εἰς τὸ κινεῖσθαι καὶ ῥέπειν εἰς ἑκάτερα ;᾿  Τῆς μὲν οὖν αἱρέσεως αὐτῶν οὐκ ἀλλότριόν ἐστι τοιαῦτα λέγειν τε καὶ φρονεῖν· ἅπαξ γὰρ πλάσαντες ἑαυτοῖς ἐξ οὐκ ὄντων θεὸν, καὶ κτιστὸν υἱὸν, ἀκολούθως ὡς ἁρμόζοντα κτίσματι τὰ τοιαῦτα καὶ συνέλεξαν ἑαυτοῖς ῥήματα· ἐπειδὴ δὲ πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας διαμαχόμενοι, καὶ ἀκούοντες παῤ αὐτῶν περὶ τοῦ ἀληθινοῦ καὶ μόνου Λόγου τοῦ Πατρὸς, τοιαῦτα περὶ αὐτοῦ φθέγγεσθαι τολμῶσι, τίς τούτου τοῦ δόγματος μιαρώτερον ἂν ἴδοι ; Τίς τούτων καὶ μόνον ἀκούων, κἂν μὴ ἀντιλέγειν δύνηται, οὐ ταράττεται, [*](c. 7.) καὶ τὴν ἀκοὴν ἀποκλείσει, ξενιζόμενος ἐφʼ οἷς ἐκεῖνοί τε λαλοῦσι, καὶ αὐτὸς καινῶν ἀκούει ῥημάτων, ἐχόντων αὐτόθεν καὶ ἀπʼ αὐτῆς τῆς προφορᾶς τὴν βλασφημίαν ; Εἰ γὰρ τρεπτὸς καὶ ἀλλοιούμενός ἐστιν ὁ Λόγος, ποῖ ἄρα στήσεται, καὶ ποῖον αὐτοῦ τὸ τέλος ἔσται τῆς ἐπιδόσεως ; ἢ πῶς ὅμοιος τῷ ἀτρέπτῳ ὁ τρεπτὸς εἶναι δυνήσεται ; πῶς δὲ ὁ τὸν τρεπτὸν ‘ ἑωρακὼς ἑωρακέναι τὸν ἄτρεπτον νομίσειεν ; ἐν ποίᾳ δὲ ἄρα ἐὰν γένηται καταστάσει, δυνήσεταί τις τὸν Πατέρα ἐν αὐτῷ βλέπειν ; δῆλον γὰρ ὡς οὐκ ἀεί τις ὄψεται ἐν αὐτῷ τὸν Πατέρα, διὰ τὸ ἀεὶ τρέπεσθαι τὸν Υἱὸν, καὶ ἀλλοιουμένης αὐτὸν εἶναι φύσεως. Ὁ μὲν γὰρ Πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, καὶ ὁ αὐτός ἐστιν· ὁ δὲ Υἱὸς εἰ κατʼ ἐκείνους τρεπτὸς, καὶ οὐκ ἀεὶ ὁ αὐτὸς, ἀλλʼ ἀεὶ ἀλλοιουμένης φύσεώς ἐστι, πῶς ὁ τοιοῦτος εἰκὼν τοῦ Πατρὸς εἶναι δύναται, οὐκ ἔχων τὸ ὅμοιον τῆς ἀτρεψίας ; πῶς δὲ καὶ ὅλως ‘ ἐν τῷ Πατρίʼ ἐστιν, ἀμφίβολον ἔχων τὴν προαίρεσιν ; τάχα δὲ καὶ τρεπτὸς ὢν, καὶ καθʼ ἡμέραν προκόπτων, οὔπω τέλειός ἐστιν. Ἀλλʼ ἡ μὲν τοιαύτη τῶν Ἀρειανῶν οἰχέσθω μανία, ἡ δὲ ἀλήθεια λαμπέτω, καὶ [*](Cp.c. 41 ; iii. 6; de Syn. 49.) δεικνύτω τούτους παραφρονοῦντας. Πῶς γὰρ οὐ τέλειος ὁ ἴσος Θεῷ ; ἢ πῶς οὐκ ἄτρεπτος, ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καὶ τῆς οὐσίας ἴδιος ὢν Υἱὸς αὐτοῦ ; τῆς δὲ οὐσίας τοῦ Πατρὸς
37
οὔσης ἀτρέπτου, ἄτρεπτον ἂν εἴη καὶ τὸ ἐξ αὐτῆς ἴδιον γέννημα. Εἰ δὲ τούτου οὕτως ὄντος, τοῦ Λόγου τροπὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτων ὁ λόγος κινδυνεύει· ‘ ἐκ γὰρ τοῦ [*](Matt. xii. 33.) καρποῦ καὶ τὸ δένδρον ἐπιγινώσκεται·᾿  διὰ τοῦτο καὶ ‘ ὁ ἑωρακὼς [*](John xiv. 9.) τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα,ʼ καὶ ἡ τοῦ Υἱοῦ γνῶσις γνῶσίς ἐστι τοῦ Πατρός.

36. Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου Θεοῦ ἂν εἴη· ‘ Ἰησοῦς γὰρ Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς [*](Heb. xiii. 8.) αἰῶνας.᾿  Καὶ ὁ μὲν Δαυῒδ ψάλλων περὶ αὐτοῦ φησι, ‘ Καὶ σὺ [*](Ps. ci. (cii.) 26-28.) κατʼ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν [*](Cp. Ep. ad Epict. 5.) σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.ʼ Ὁ δὲ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει, ‘Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι,᾿  καὶ, ‘ οὐκ [*](Deut. xxxii. 39; mal. iii.6.) ἠλλοίωμαι.᾿  Εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαινόμενον, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόζει τοῦτο λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν, καὶ ἕτερόν τι γεγενῆσθαι. Ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ Κύριος τῆς τῶν ἀσεβῶν κακονοίας. Καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς ὑμνῳδίας, πάντων τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, διὰ τῆς ‘ οὐρανοῦ καὶ γῆςʼ σημασίας, τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ γραφὴ τὴν φύσιν λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα, καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι᾿  ὦν φησι, ‘Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.᾿  Καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ οὐκ ὄντα πρὶν γένηται, ὅλως ὅτι οὐκ ὄντα γίνεται, ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ Υἱὸς, ἐκ τοῦ Πατρὸς ὢν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, ἀναλλοίωτος καὶ ἄτρεπτός ἐστιν, ὡς αὐτὸς ὁ Πατήρ. Οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι λόγον καὶ ἀλλοιουμένην σοφίαν. Πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν ; ἢ πῶς ἔτι Σοφία τὸ ἀλλοιούμενον ; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκὸς, οὕτως εἶναι [*](Cp. iv. 2.) θέλουσιν, ὡς ἐν ἰδιαζούσῃ τινὶ οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν

38
καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον, καὶ Υἱὸν, καὶ Σοφίαν, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. Τοιαῦτα γὰρ φρονοῦντες πολλάκις εἰρήκασιν. Ἀλλʼ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη. Οὐδὲ γὰρ τοῦτο δείκνυσιν εἶναι Λόγον καὶ Υἱὸν ἀληθῶς Θεοῦ, οὔτε τὴν σοφίαν ἀληθῇ Σοφίαν. Τὸ γὰρ τρεπόμενον καὶ ἀλλοιούμενον, οὐκ ἱστάμενον δὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ, πῶς δύναται εἶναι ἀληθές ; Ὁ δέ γε Κύριος [*](John xiv. 6.) λέγει, ‘ Ἐγώ εἰμι ἡ ἀλήθεια·ʼ εἰ τοίνυν ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ τοῦτο λέγει, καὶ τὸ ἄτρεπτον ἑαυτοῦ δείκνυσιν, οἵ τε ἅγιοι μαθόντες τοῦτο μαρτυροῦσιν, ἀλλὰ γὰρ καὶ αἱ περὶ Θεοῦ ἔννοιαι τοῦτο ἴσασιν εὐσεβὲς, πόθεν ταῦτ᾿  ἐπενόησαν οἱ δθσσεβεῖς;   μὲν Ἀπὸ μὲν οὖν  τῆς  καρδίας ὡς ἀπὸ φθορᾶς αὐτὰ ἐξήμεσαν.

37. Ἐπειδὴ δὲ προφσσίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον [*]((1.))  ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι τὰ ῥητὰ, καὶ δεῖξαι ταῦτα μὲν ὀρθὴν ἔχοντα τὴν διάνοιαν, ἐκείνους δὲ κακῶς φρονοῦντας. [*](Phil. ii. 9, 10.) Φασὶ τοίνυν, ὅτι γέγραπται παρὰ μὲν τῷ ἀποστόλῳ, Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἱησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, [*](Ps. xliv. (xlv.) 8.) καὶ ἐπιγείων, καὶ καταχθονίων· παρὰ δὲ τῷ Δαβὶδ, ‘ Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.ʼ Εἶτα ἐπιφέρουσιν ὡς σοφόν τι λέγοντες· ‘ Εἰ διὰ τοῦτο ὑψώθη, καὶ χάριν ἔλαβε, καὶ διὰ τοῦτο κέχρισται, μισθὸν τῆς προαιρέσεως ἔλαβε· προαιρέσει δὲ πράξας, τρεπτῆς ἐστι πάντως φύσεως.᾿  Ταῦτα οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἅρειος, καὶ οἱ ἀπʼ αὐτῶν δὲ λαλεῖν οὐκ ὀκνοῦσι κατὰ μέσην τὴν ἀγορὰν, οὐχ ὁρῶντες ὅσην μανίαν ὁ λόγος αὐτῶν ἔχει. Εἰ γὰρ μισθὸν προαιρέσεως ἔλαβεν ἃ ἔσχεν, οὐκ ἂν ἐσχηκὼς αὐτὰ εἰ μὴ τοῦ δεομένου τὸ ἔργον ἐνεδείξατο, ἐξ ἀρετῆς ἄρα καὶ βελτιώσεως ταῦτα ἐσχηκὼς, εἰκότως ἐλέχθη διὰ ταῦτα καὶ Υἱὸς καὶ Θεὸς, καὶ οὐκ ἔστιν ἀληθινὸς Υἱός. Τὸ μὲν γὰρ ἔκ τινος κατὰ φύσιν ἀληθινόν ἐστι γέννημα, οἷος ἦν Ἱσαὰκ τῷ Ἀβραὰμ, καὶ Ἱωσὴφ τῷ Ἰακὼβ, [*](Cp. ii. 59; iii. 19.) καὶ τὸ ἀπαύγασμα τῷ ἡλίῳ· οἱ δὲ ἐξ ἀρετῆς καὶ χάριτος λεγόμενοι, μόνον εἰσὶν ἔχοντες ἀντὶ τῆς φύσεως τὴν ἐκ τοῦ λαβεῖν

39
χάριν, καὶ ἄλλοι παρὰ τὸ δοθὲν αὐτοῖς ὄντες, οἶοί εἰσιν οἱ ἄνθρωποι οἱ κατὰ μετοχὴν νεῦμα λαβόντες, περὶ ὧν καὶ ἔλεγεν· Ὑἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.᾿ [*](Isa. i. z.) Ἀμέλει ἐπεὶ μὴ κατὰ φύσιν ἦσαν υἱοὶ, διὰ τοῦτο καὶ τραπέντων αὐτῶν ἀφῃρέθη τὸ Πνεῦμα, καὶ ἀπεκηρύχθησαν· καὶ πάλιν δὲ μετανοοῦντας αὐτοὺς δέξεται, καὶ διδοὺς τὸ φῶς, πάλιν υἱοὺς καλέσει ὁ καὶ κατὰ τὴν ἀρχὴν Θεὸς οὕτω τὴν χάριν αὐτοῖς δεδωκώς.

38. Εἰ τοίνυν οὕτω καὶ τὸν Σωτῆρα λέγουσι, δειχθήσεται μήτε ἀληθινὸς, μήτε Θεὸς, μήτε Υἱὸς, μήτε ὅμοιος τῷ Πατρὶ, μήτε ὅλως τοῦ εἶναι κατʼ οὐσίαν Πατέρα ἔχων τὸν Θεὸν, ἀλλὰ τῆς δοθείσης αὐτῷ μόνης χάριτος, τοῦ δὲ εἶναι κατʼ οὐσίαν κτίστην τὸν Θεὸν, καθʼ ὁμοιότητα τῶν πάντων, ἔχων. Τοιοῦτος δὲ ὢν, οἷον οὗτοι λέγουσι, φανήσεται μᾶλλον μηδὲ ἐξ ἀρχῆς ἐσχηκὼς τὸ ὄνομα ‘Υἱὸς,᾿ εἴ γε τοῦτο τῶν ἔργων ἔπαθλον ἔσχε καὶ προκοπῆς, οὐκ ἄλλης ἢ τῆς ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν [*](Cp. iii. 51.) τοῦ δούλου μορφὴν ἀνέλαβε. Τότε γάρ ἐστιν, ὅτε ‘γενόμενος [*](Phil. ii. 810.) ὑπήκοος μέχρι θανάτου,ʼ ὑπερυψῶσθαι λέγεται, καὶ χάριν εἰληφέναι τὸ ὄνομα, ‘ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ κάμψῃ πᾶν γόνυ.᾿  Τί οὖν ἦν πρὸ τούτου, εἰ νῦν ὑψώθη, καὶ νῦν ἤρξατο προσκυνεῖσθαι, καὶ νῦν Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος ; Φαίνεται γὰρ μηδὲν βελτιώσας αὐτὸς τὴν σάρκα, ἀλλὰ μᾶλλον αὐτὸς διʼ αὐτῆς βελτιωθεὶς, εἴ γε κατὰ τὴν κακόνοιαν αὐτῶν τότε ὑψώθη καὶ Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος. Τί οὖν ἦν πρὸ τούτου ; Πάλιν γὰρ αὐτοὺς ἐρωτᾶν ἀνάγκη, ἵνα καὶ τὸ τέλος τῆς ἀσεβείας αὐτῶν θεωρηθῇ. Εἰ γάρ ἐστιν ὁ Κύριος Θεὸς, Υἱὸς, Λόγος, οὐκ ἦν δὲ ταῦτα πρὸ τοῦ γένηται ἄνθρωπος· ἢ ἄλλο τι ἦν παρὰ ταῦτα, καὶ ὕστερον τούτων ἐξ ἀρετῆς μετέσχεν, ὥσπερ εἴπαμεν· ἢ τὸ ἕτερον, (ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη,) ἀνάγκη λέγειν αὐτοὺς, μηδὲ εἶναι πρὸ τούτου αὐτὸν, ἀλλὰ τὸ ὅλον ἄνθρωπον εἶναι φύσει, καὶ μηδὲν πλέον. Ἀλλʼ οὐκ ἔστι τοῦτο τῆς ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ καὶ τῶν νῦν Ἰουδαίων τὸ [*](c. 25.) φρόνημα. Διὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες, οὐχὶ καὶ ὡς Ἰουδαῖοι περιτέμνονται, ἀλλʼ ὑποκρίνονται τὸν Χριστιανισμὸν, [*](iii. 28.) καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην ; Εἰ γὰρ οὐκ ἦν, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον, πῶς διʼ αὐτοῦ γέγονε τὰ πάντα, ἢ πῶς ἐν

40
τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ Πατήρ ; καὶ αὐτὸς δὲ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προτώπῳ τοῦ Πατρός ; πῶς δὲ, εἰ μετὰ τὸν θάνατον ἕλαβε τὸ προσκυνεῖσθαι, [*](Gen. xviii. 2.) φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ [*](Ex. iii. 6.) Μωσῆς ἐν τῇ βάτῳ ; καὶ, ὡς εἶδε Δανιὴλ, ‘μύριαι μυριάδες καὶ [*](Dan. vii. 10.) χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ ;᾿ πῶς δὲ, εἰ νῦν κατʼαὐτοὺς ἔσχε τὴν βελτίωσιν, τῆς πρὸ κόσμου καὶ τῆς ὑπερκοσμίου δόξης [*](John. xvii. 5.) ἑαυτοῦ μνημονεύων, ἔλεγεν αὐτὸς ὁ Υἱός, ‘Δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.᾿ [*](Ps. xvii. (xviii.)9,13.) δὲ νῦν ὑψώθη κατʼ αὐτοὺς, πῶς πρὸ τούτου ‘ἔκλινεν οὐρανοὺς καὶ κατέβη,ʼ καὶ πάλιν, ‘ἔδωκεν ὁ Ὕψιστος φωνὴν αὐτοῦ; Οὐκοῦν εἰ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς, καὶ ‘Κύριος τῆς δόξηςʼ ὕψιστός τε ἦν, καὶ ἐξ οὐρανοῦ κατέβη, καὶ ἀεὶ προσκυνητός ἐστιν, οὐκ ἄρα καταβὰς ἐβελτιώθη, ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως· καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν, οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς, ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ, καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους, γενόμενος αὐτὸς ἄνθρωπος.

[*](Cp. iii. 29, 32.)

39. Οὐκ ἄρα ἄνθρωπος ὢν, ὕστερον γέγονε Θεός· ἀλλὰ Θεὸς ὥν, ὕστερον γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ. Ἐπεὶ εἰ, ὅτε γέγονεν ἄνθρωπος, τότε Υἱὸς καὶ Θεὸς ἐλέχθη, πρὸ δὲ τοῦ γένηται ἄνθρωπος, ‘υἱοὺς’ ἔλεγε τοὺς πάλαι λαοὺς ὁ Θεὸς, [*](Exod. vii. 1) καὶ Μωσῆν ἐτίθει ‘θεὸνʼ τοῦ Φαραὼ, καὶ ἐπὶ πολλῶν ἡ γραφή [*](Ps. Ixxxi. (lxxxii.) 1.) φησιν, ‘Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν·’ δῆλόν ἐστιν ὡς μετʼ αὐτοὺς καὶ Υἱὸς καὶ Θεὸς οὗτος ἐλέχθη. Πῶς οὖν ‘πάντα [*](John i. 3. Col. i. 17, 15.) δι᾿ αὐτοῦ,ʼ καὶ ‘αὐτός ἐστι πρὸ πάντων;’ ἢ πῶς ‘πρωτότοκος πάσης τῆς κτίσεως,ʼ ἔχων τοὺς πρὸ ἑαυτοῦ κληθέντας υἱοὺς καὶ θεούς ; πῶς δὲ οἱ μέτοχοι πρῶτοι οὐ μετέχουσι Λόγου; Οὐκ [*](Cp. iii. 55.) ἔστιν ἀληθὴς αὕτη δόξα· παρεύρεσίς ἐστι τῶν νῦν Ἰουδαϊζόντων. Πῶς γὰρ ὅλως δύνανται τινες ἐπιγνῶναι Πατέρα τὸν Θεόν; [*](Cp. ii. 59.) οὔτε γὰρ υἱοθεσία γένοιτʼ ἂν χωρὶς τοῦ ἀληθινοῦ Υἱοῦ, λέγοντος [*](Matt. xi. 27.) αὐτοῦ, ‘οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.ʼ Πῶς δὲ καὶ θεοποίησις γένοιτʼ ἂν χωρὶς τοῦ Λόγου, καὶ πρὸ αὐτοῦ, καίτοι λέγοντος αὐτοῦ πρὸς τοὺς [*](John. x. 35.) ἀδελφοὺς τούτων Ἰουδαίους, ‘Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς

41
ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο;᾿  Εἰ δὲ πάντες ὅσοι υἱοί τε καὶ θεοὶ ἐκλήθησαν, εἴτε ἐπὶ γῆς, εἴτε ἐν οὐρανοῖς, διὰ τοῦ Λόγου υἱοποιήθησαν καὶ ἐθεοποιήθησαν, αὐτὸς δὲ ὁ Υἱός ἐστιν ὁ Λόγος, δῆλον ὅτι διʼ αὐτοῦ μὲν οἱ πάντες, αὐτὸς δὲ πρὸ πάντων, μᾶλλον δὲ μόνον αὐτὸς ἀληθινὸς Υἱός, καὶ μόνος ῾ ἐκ τοῦ ἀληθινοῦ Θεοῦ [*](Nic. Cr.) Θεὸς ἀληθινόςʼ ἐστιν, οὐ μισθὸν ἀρετῆς ταῦτα λαβὼν, οὐδὲ ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ φύσει κατʼ οὐσίαν ὢν ταῦτα. Γέννημα γὰρ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει, ὥστε μηδένα ἀμφιβάλλειν ὅτι, καθʼ ὁμοιότητα τοῦ ἀτρέπτου Πατρὸς, ἄτρεπτός ἐστι καὶ ὁ Λόγος.

40. Τέως μὲν οὖν, ταῖς περὶ τοῦ Υἱοῦ ἐννοίαις χρώμενοι, οὕτως πρὸς τὰς ἀλόγους αὐτῶν ἐπινοίας, ὡς δέδωκεν αὐτὸς ὁ Κύριος, ἀπηντήσαμεν· καλὸν δὲ καὶ τὰ θεῖα λόγια παραθέσθαι λοιπὸν, ἵνʼ ἔτι καὶ πλεῖον τοῦ μὲν Υἱοῦ τὸ ἄτρεπτον ἀποδειχθῇ, καὶ ἡ ἀναλλοίωτος αὐτοῦ πατρικὴ φύσις, τούτων δὲ ἡ κακοφροσύνη. Γράφων τοίνυν Φιλιππησίοις ὁ ἀπόστολός φησι, Ὑοῦτο [*](Phil. ii. 5-11.) φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλʼ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός.᾿ Τί τούτου λευκότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν ; οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν· ἀλλὰ μᾶλλον Θεὸς ‘ὑπάρχων, τὴν δούλου μορφὴν ἔλαβε,’ καὶ ἐν τῷ λαβεῖν οὐκ ἐβελτιώθη, ἀλλʼ ῾ ἐταπείνωσεν ἑαυτόν.᾿ Ποῦ τοίνυν ἐν τούτοις ‘μισθὸς τῆς ἀρετῆς,’ ἢ ποία προκοπὴ καὶ βελτίωσις ἐν ταπεινώσει; Εἰ γὰρ Θεὸς ὢν, γέγονεν ἄνθρωπος, καὶ, ἐξ ὕψους καταβὰς, λέγεται ‘ὑψοῦσθαι,’ ποῦ ὑψοῦται, Θεὸς ὤν; δήλου ὄντος πάλιν τούτου, ὅτι, τοῦ Θεοῦ ὑψίστου ὄντος, ἐξ ἀνάγκης εἶναι δεῖ καὶ τὸν τούτου Λόγον ὕψιστον. Ποῦ οὖν πλεῖον εἶχεν ὑψωθῆναι ὁ ἐν τῷ Πατρὶ ὢν, καὶ ‘ὅμοιος κατὰ πάντα’ τοῦ Πατρός ; Οὐκοῦν [*](ii.18, 22.) πάσης προσθήκης ἀπροσδεής ἐστι, καὶ οὐκ ἔστιν ὡς ὑπονοοῦσιν

42
οἱ Ἀρειανοί. Εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ Λόγος, καὶ ταῦτα γέγραπται, τίς χρεία ἦν ὅλως καὶ ταπεινῶσαι ἑαυτὸν, ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε ; ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτῆρ; ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι, ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος ; Καὶ πρὶν [*](Ps.liii. (liv.) 1.) γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι, ‘‘O Θεὸς, ἐν τῷ [*](Ib. xix. (xx.) 7.) ὀνόματί σου σῶσόν με.᾿ Καὶ πάλιν, ῾ Οὖτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα·᾿  καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο· περὶ δὲ τῶν ἀγγέλων [*](Heb. i. 6.) γέγραπται, ‘Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.᾿