61. Τὸ οὖν κρείττων,ʼ ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι᾿ ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ Υἱοῦ, τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός.’ Τί δὲ τοῦτο σημαίνει, ἢ τὸ γνήσιον τοῦ Υἱοῦ, καὶ [*](Cp. iii. 3, 4.) τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ ; Τήν τε γὰρ τοῦ
64
Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ
[*](John. i. 1.) Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, ‘Θεός
[*](Ib. xiv. 9.) ἐστιν ὁ Λόγος,’ καὶ ‘ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα·’ καὶ οὕτως εἶς Θεός ἐστιν. Ἐκ δεξιῶν γοῦν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα· ἀλλʼ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ
[*](Ib. xvi. 15.) Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, καὶ λέγει· ‘Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.’ Διὰ τοῦτο γὰρ καὶ καθήμενος ἐκ δεξιῶν ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα καὶ αὐτὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος
[*](Ps. xv. (xvi.) 8.) γενόμενος λέγῃ· ‘Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.’ Δείκνυται
[*](John xiv. 10.) γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν
[*](Cp. iii. 3.) τῷ Υἱῷ. Δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐν τῷ δεξιῷ ἐστιν ὁ Υἱός· καὶ καθημένου τοῦ Υἱοῦ ἐκ δεξιῶν, ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ. Καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν ἀνερχόμενοι καὶ κατερχόμενοι·
[*](Heb. i. 6.) περὶ δὲ τοῦ Υἱοῦ φησι, ‘Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·’ καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν
[*](Luke i. 19.) ὅτι ‘ἀπεστάλην πρὸς σέ·’ καὶ, ‘Κύριος ἐνετείλατο·’ ὁδὲ Υἱὸς, κἂν
[*](John iv. 34.) λέγῃ ἀνθρωπίνως ὅτι ‘ἀπεστάλην,’ καὶ ἔρχεται ‘τὸ ἔργον τελειῶσαι’
[*](Matt. xx. 28.) καὶ ‘διακονῆσαι,’ λέγει ὅμως, ὡς Λόγος καὶ εἰκὼν ὑπάρχων,
[*](John xiv. 10, 9.) ‘Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·’ καὶ, ‘Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·’ καὶ, ‘ὁ Πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς τὰ ἔργα ποιεῖ·’ ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα. Ἒστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δʼ ὅτι γέγραπται, ‘γενόμενος κρείττων,’ τὸ ‘γενόμενος’ οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι ‘γεγενῆσθαι,’ καὶ ‘ἔστιν,’ ἢ διά τὸ γεγενῆσθαι τὴν κρείττονα διακονίαν τὸ ‘γενόμενος’ λαβεῖν καὶ νοεῖν, ὥσπερ εἴπομεν, ἀλλά νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον· ἀκουέτωσαν συντόμῳ λόγῳ ταῦτα πάλιν, ἐπειδὴ τῶν εἰρημένων ἐπελάθοντο.
62. Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπʼ αὐτοῦ ὡς ἐπʼ ἐκείνων τὸ ‘γενόμενος,’ καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω· ἀλλʼ ἔστωσαν ἢ καὶ οὖτοι ‘υἱοὶ,’ ἢ κἀκεῖνος ‘ἄγγελος,’ καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρός· ἢ μετὰ [*](Heb. i. 14.) πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς ‘λειτουργικὸν πνεῦμα, εἰς διακονίαν ἀποστελλόμενοςʼ καὶ αὐτὸς, ὁμοίως ἐκείνων. Εἰ δὲ
65
διίστησιν ὁ Παῦλος τὸν Υἱὸν ἀπὸ τῶν γενητῶν, λέγων· ‘Τίνι
[*](Heb. i. 5.) γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ ;’ καὶ οὖτος μὲν δημιουργεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτοὶ δὲ παῤ αὐτοῦ γίνονται· καὶ αὐτὸς μὲν μετὰ τοῦ Πατρὸς καθέζεται, οἱ δὲ παρεστήκασι λειτουργοῦντες· τίνι πάλιν οὐκ ἔστι φανερὸν ὅτι οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ ‘γενόμενος,’ ἀλλʼ ἐπὶ τῆς δι’ αὐτοῦ γενομένης διακονίας ; Ὡς γὰρ Λόγος ὢν, γέγονε σὰρξ, οὕτω, γενόμενος ἄνθρωπος, ‘γέγονε τοσούτῳ κρείττων’ ἐν τῇ διακονίᾳ τῆς διὰ τῶν ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων υἱὸς, καὶ δὲ δημιουργὸς τῶν δημιουργουμένων· ὥστε παυσάσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ ‘γενόμενος·’ οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτωσαν, ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας σημαντικόν ἐστι τὸ ‘γενόμενος.’ Πῶς δὲ γέγονε κρείττων ἐν τῇ διακονίᾳ, κρείττων ὢν τῇ φύσει παρὰ τὰ γενητὰ, δείκνυσι τὰ προειρημένα, καὶ ἡγοῦμαι μὲν κἂν οὕτως αὐτοὺς αἰσχύνεσθαι. Ἂν δʼ ἄρα φιλονεικῶσιν, ἀκόλουθον ἂν εἴη πρὸς τὴν ἀλόγιστον αὐτῶν τόλμαν ὁμόσε χωρῆσαι τούτοις, καὶ τὰ ὅμοια ῥητὰ περὶ αὐτοῦ τοῦ Πατρὸς εἰρημένα ἀντιθεῖναι τούτοις, ἵνα ἢ δυσωπηθέντες ‘παύσωσιν
[*](Ps. xxxiii. (xxxiv.) 13.) ἑαυτῶν τὴν γλῶτταν ἀπὸ κακῶν,ʼ ἢ γνῶσιν εἰς ὅσον βάθος εἰσιν ἀνοίας. Γέγραπται τοίνυν· ‘Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν,
[*](Ps. xxx. (xxxi.) 2. Ib. ix. 19.) καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με·’ καὶ πάλιν· ‘Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι·’ καὶ ὅσα τοιαῦτα ἐν ταῖς θείαις γραφαῖς εὑρίσκεται. Εἰ μὲν οὖν εἰς τὸν Υἱὸν εἰρῆσθαι ταῦτα λέγουσιν, ὃ καὶ τάχα καὶ μᾶλλον ἀληθές ἐστιν· ἐπιγνώτωσαν, ὅτι μὴ ὄντα γενητὸν αὐτὸν ἀξιοῦσι γενέσθαι βοηθὸν ἑαυτοῖς καὶ οἶκον καταφυγῆς οἱ ἅγιοι· καὶ λοιπὸν τὸ ‘γενόμενος,’ καὶ τὸ ἐποίησε,’ καὶ τὸ ‘ἔκτισεν,ʼ εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν λαμβανέτωσαν. Τότε γὰρ ‘γέγονεʼ βοηθὸς καὶ οἶκος καταφυγῆς, ὅτε ‘τῷ σώματι ἑαυτοῦ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τὸ
[*](1 Pet. ii. 24.) ξύλον,’ καὶ ἔλεγε· ‘Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ
[*](Matt. xi. 28.) πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.’
63. Ἃν δὲ εἰς τὸν Πατέρα λέγωσιν εἰρῆσθαι τὰ ῥητὰ, ἆρ ἐπειδὴ καὶ ἐνταῦθα γέγραπται τὸ ‘γενοῦ,’ καὶ τὸ ‘ἐγένετο,’ τοσούτῳ ἐπιχειρήσουσιν, ὥστε εἰπεῖν γενητὸν εἶναι τὸν Θεόν ; Ναὶ τολμήσουσιν, ὥσπερ καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα
66
διαλογίζονται· φέρει γὰρ αὐτοὺς ἡ ἀκολουθία τοιαῦτα καὶ περὶ τοῦ Πατρὸς ὑπονοεῖν, οἶα καὶ περὶ τοῦ Λόγου αὐτοῦ φαντάζονται. Ἀλλὰ μὴ γένοιτο μηδὲ εἰς νοῦν ποτέ τινος τῶν πιστῶν ἐλθεῖν τὸ τοιοῦτον. Οὔτε γὰρ ὁ Υἱὸς τῶν γενητῶν ἐστιν, οὔτε τὸ γεγραμμένον καὶ τὸ λεγόμενον ὦδε, ‘γενοῦ,’ καὶ ‘ἐγένετο,’ ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλὰ τὴν ‘γενομένην’ βοήθειαν τοῖς δεομένοις. Ὁ μὲν γὰρ Θεὸς ἀεὶ καὶ ὁ αὐτός ἐστιν· οἱ δὲ ἄνθρωποι μετὰ ταῦτα γεγόνασι διὰ τοῦ Λόγου, ὅτε αὐτὸς ὁ Πατὴρ
[*](Cp. 1 Tim. vi. 16.) ἠθέλησε· καὶ ἔστιν ὁ Θεὸς ἀόρατος καὶ ἀπρόσιτος τοῖς γενητοῖς, καὶ μάλιστα τοῖς ἐπὶ γῆς ἀνθρώποις. Ὅταν τοίνυν ἀσθενοῦντες οἱ ἄνθρωποι παρακαλῶσιν, ὅταν διωκόμενοι δέωνται βοηθείας, ὅταν ἀδικούμενοι προσεύχωνται, τότε φιλάνθρωπος ὢν ὁ ἀόρατος ἐπιφαίνεται διὰ τῆς ἑαυτοῦ εὐεργεσίας, ἣν διὰ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ ἐν αὐτῷ ποιεῖται· καὶ λοιπὸν πρὸς τὴν χρείαν ἑκάστῳ γίνεται τὰ τῆς θεοφανείας· καὶ ‘γίνεται’ τοῖς μὲν ἀσθενοῦσιν ἰσχὺς, τοῖς δὲ διωκομένοις καταφυγὴ καὶ οἶκος σωτηρίας· τοῖς
[*](Isa. lviii. 9.) δὲ ἀδικουμένοις λέγει· ‘Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι.’ Ὅπερ οὖν εἰς ἀντίληψιν ἑκάστῳ διὰ τοῦ Υἱοῦ γίνεται, τοῦτο τὸν Θεὸν ἕκαστος ἑαυτῷ ‘γεγενῆσθαι’ λέγει· ἐπειδὴ καὶ βοήθεια παῤ αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ Λόγου γίνεται. Τοῦτο οἶδε καὶ ἡ συνήθεια τῶν ἀνθρώπων, καὶ τοῦτο καὶ πᾶς ὁστισοῦν ὁμολογήσει καλῶς εἰρῆσθαι. Πολλάκις καὶ παρὰ ἀνθρώπων γέγονεν
[*](Gen. xiv. 13-16.) ἀνθρώποις βοήθεια· καὶ ὁ μὲν ἀδικουμένῳ συνέκαμεν, ὡς ὁ
[*](3 Kings (1 K.) xviii. 4.) Ἀβραὰμ τῷ Λώτ· ὁ δὲ διωκομένῳ τὸν οἶκον ἠνέῳξεν, ὡς ὁ
[*](Gen. xix. 3. Job xxix. 15, 16.) Ἀβδίας τοῖς υἱοῖς τῶν προφητῶν· καὶ ὁ μὲν τὸν ξένον ἀνέπαυσεν, ὡς ὁ Λὼτ τοὺς ἀγγέλους· ὁ δὲ τοῖς δεομένοις κεχορήγηκεν, ὡς ὁ Ἰὼβ τοῖς αἰτοῦσιν αὐτόν. Ὥσπερ οὖν ἕκαστος τῶν εὖ παθόντων εἰ λέγοι, ‘Ὁ δεῖνά μοι γέγονε βοηθός·’ καὶ ἄλλος εἰλέγοι, ‘Κἀμοὶ καταφυγὴ,’ καὶ ‘τούτῳ χορηγός·’ λέγοντες δὲ ταῦτα, οὐ τὴν ἀρχὴν τῆς γενέσεως, οὐδὲ τὴν οὐσίαν τῶν εὖ ποιησάντων σημαίνουσιν, ἀλλὰ τὴν εἰς αὐτοὺς γινομένην παῤ ἐκείνων εὐεργεσίαν· οὕτως ὅταν λέγωσι περὶ τοῦ Θεοῦ οἱ ἅγιοι τὸ ‘ἐγένετο,’ καὶ τὸ ‘γενοῦ,’ οὐκ ἀρχήν τινα γενέσεως σημαίνουσιν· (ἄναρχος γὰρ καὶ οὐ γενητὸς ὁ Θεός·) ἀλλὰ τὴν εἰς ἀνθρώπους παῤ αὐτοῦ γενομένην σωτηρίαν.
64. Τούτου δὲ οὕτως νοουμένου, ἀκόλουθον ἂν εἴη καὶ ἐπὶ
67
τοῦ Υἱοῦ, ὅσα δʼ ἂν καὶ ὁσάκις ἂν λέγηται, ‘ἐγένετο,’ καὶ ‘γενοῦ,’ τὴν αὐτὴν διάνοιαν σώζειν· ὥστε καὶ τὸ λεγόμενον, ‘γενόμενος κρείττων τῶν ἀγγέλων,’ καὶ ‘ἐγένετο, ἀκούοντας, μὴ ἀρχήν τινα τοῦ γίνεσθαι ἐπινοεῖν τοῦ Λόγου, μηδὲ ὅλως ἐκ τούτων γενητὸν αὐτὸν φαντάζεσθαι· ἀλλʼ ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας, ὅτε γέγονεν ἄνθρωπος, νοεῖν τὸ λεγόμενον παρὰ τοῦ Παύλου. Ὅτε γὰρ ‘ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν
[*](John i. 14. Matt. xx. 28.) ἡμῖν,’ ἦλθέ τε ‘ἵνα διακονήσῃ’ καὶ πᾶσι σωτηρίαν χαρίσηται, τότεἡμῖν ‘ἐγένετο’ σωτηρία, καὶ ἐγένετο ζωὴ, καὶ ἐγένετο ἱλασμός· τότε ἡ ὑπὲρ ἡμῶν αὐτοῦ οἰκονομία ‘κρείττων γέγονε τῶν ἀγγέλων,’ καὶ ἐγένετο ὁδὸς, καὶ ἐγένετο ἀνάστασις. Καὶ ὥσπερ τὸ ‘γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν οὐκ οὐσίας γένεσιν σημαίνει αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὴν φιλανθρωπίαν, ὥσπερ εἴρηται, οὕτως καὶ νῦν τὸ ‘γενόμενος κρείττων τῶν ἀγγέλων,’ καὶ ‘ἐγένετο,’ καὶ ‘τοσούτῳ κρείττων γέγονεν ἔγγυος ὁ Ἰησοῦς,’ οὐ τὴν οὐσίαν τοῦ Λόγου γενητὴν σημαίνει, μὴ γένοιτο· ἀλλὰ τὴν γενομένην ἐκ τῆς ἐνανθρωπήσεως αὐτοῦ εἰς ἡμᾶς εὐεργεσίαν· κἂν ἀχάριστι τυγχάνωσιν οἱ αἱρετικοὶ, καὶ φιλόνεικοι πρὸς ἀσέβειαν.