Oratio I contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
1. ἉΙ μὲν αἱρέσεις, ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε. Τὸ γὰρ ‘ἐξελθεῖν ἀφʼ [*](1 John ii, 19) ἡμῶνʼ τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι ‘μεθʼ ἡμῶν’ τὸ φρόνημα. Διὸ καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ‘μὴ συνάγοντες [*](Luke xi. 23.) μεθʼ ἡμῶν, σκορπίζουσι᾿ μετὰ τοῦ διαβόλου, παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, [*](Cp. ii 34.) ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς. Ἐπειδὴδὲ ἡ μίατῶν αἱρέσεων ἡ ἐσχάτη, καὶ νῦν ἐξελθοῦσα πρόδρομος τοῦ᾿ Ἀντιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὔσα καὶ πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν γραφῶν λέξεις, [*](c. 4.) ὡς ὁ πατὴρ αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς ἐκκλησίας, ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ πιθανότητι τῶν παραλογισμῶν· (εὔλογον γὰρ οὐδὲν παρʼ αὐτῇ·) καὶ ἐπλάνησέ γε τῶν ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν ‘τὸ πικρὸν γλυκὺ,ʼκαὶ τὴν βδελυκτὴν αἵρεσιν [*](Isa. V.)
2. Τί γὰρ ὅμοιον ἑωρακότες τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν, φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων ἐκείνων ; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ [*](Al. Βαρ- αββᾶν.) τὸν προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαραβᾶν αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μηδὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ καὶ Ἀλέξανδρον συνιστάνειν ὡς [*](1 Tim. i. 20.) καλῶς φρονοῦντας, καὶ ψεύδεσθαι κατʼ αὐτῶν τὸν ἀπόστολον. Ἀλλ᾿ οὔτε ταῦτʼ ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν [*](Al. om. τοῦτον.) τολμῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν ὑπολάβοι. Ἀντὶ γὰρ Χριστοῦ παῤ αὐτοῖς Ἄρειος, ὡς παρὰ Mανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ τῶν ἄλλων ἀγίων Σωτάδης [*](Cp. Ath. de Syn. 15.) τις ἐξεύρηται παῤ αὐτοῖς ὁ καὶ παῤ Ἔλλησι γελώμενος, καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον καὶ θηλυκὸν ἦθος μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς ‘ Θαλίας·’ τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορχούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆροςδυσφημίαις· ὥστετοὺς· ἐμπίπτοντας εἰς τὴν αἵρεσιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν ’ δὲ τὸ ὄνομα τοῦ [*](Rom. i. 23. ) Κυρίου τῆς δόξης ‘ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου,ʼ καὶ ἀντὶ ‘Κριστιανῶν’ λοιπὸν ‘Ἀρειανοὺςʼ ὀνομάζεσθαι,τοῦτό τετῆς ἀσεβείας ἔχειν τὸ γνώρισμα. Mὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ τῶν μὴ ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων
3. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χριστιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ [*](Cp. Epiph, Haer. 42. 1.) οἱ μὲν παραμείναντες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δʼ ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χριστιανοὶ, ‘Μαρκιωνισταὶʼ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Ὁ Οὐαλεντινιανοὶ,’ οἱ δὲ‘Βασιλιδιανοὶ,’ οἱ δὲ ‘Μανιχαῖοι,ʼ κἀκεῖνοι ‘Σιμωνιανοὶ,ʼ καὶ ἄλλοι ‘κατὰ Φρύγαςʼ ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου ‘Νοουατιανοὶʼ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς [*](Cp. Ath. Apol. c. Ari 59.) παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ ‘ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ [*](1b.6.) Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, ‘Ἀρειανοὶʼ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι. Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδασκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώμεθα, ἀλλά γε τὰ τοῦ Χριστοῦ παρʼ αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἦττον ἐσμὲν καὶ καλούμεθα. Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος [*](Cp. Ath. Ep. de morte Aril.) Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν διαδεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου γνωριζόμενοι ‘ Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ
4. Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; ἢ πῶς τῆς καθολικῆς ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν [*](Cp. Rom. i. 30.) ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν ‘κακῶν ἐφευρεταὶ’ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων γραφῶν λόγια καταλείψαντες, τὰς δὲ ‘Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες ; εἰκότως τοῦτο λέγοντες, καινὴν γὰρ αἵρεσιν ἀπαγγέλλουσι. Διὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν παλαιὰν καὶ τὴν καινὴν γραψάντων, καὶ παρὰ μηδενὶ ‘ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παῤ ἑτέρων, ὁ θαυμαστὸς Ἄρειος, οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρειμένοις μέλεσι σημαίνειν; ἵνʼ [*](Ct. Sirac. iv. 24.) ὥσπερ ἡ Σοφία φησὶν, ‘Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ,ʼ οὕτως ἀπʼ ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται. Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολλάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖσθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπεκρίνοντο μὲν ὀνομάζειν τὸν [*](Cp. John x. 33. 30.) Θεὸν, ἠλέγχοντο δὲ βλασφημοῦντες ἐν τῷ λέγειν, ‘Διὰ τί σὺ, ἄνθρωπος ὢν, Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; ” οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος Ἄρειος
5. Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς ‘Θαλείαςʼ καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· ‘Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων, τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων, ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε. Τούτων κατʼ ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περικλυτὸς, ὁ πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν, ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων Τὰ δὲ ἐν αὐτῇ κροτούμενα παῤ αὐτοῦ σκώμματα φευκτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. ‘Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν· ἀλλʼ ἦν ὅτε ὁ Θεὸς μόνος ἦν, καὶ [*](Cp de Syn. 15: E.p. ad Æg. Ep. 12. Soc. i. 5, 6.) οὔπω Πατὴρ ἦν· ὕστερον δὲ ἐπιγέγονε Πατήρ. Οὐκ ἀεὶ ἦν ὁ Υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων, καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων γενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε ὅτε οὐκ ἦν· καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλʼ ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐτός. Ἦν γὰρ, φησὶ, ‘μόνος ὁ Θεὸς, καὶ οὔπω ἦν ὁ Λόγος καὶ ἡ σοφία. Εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε δὴ πεποίηκεν ἕνα τινὰ, καὶ ὠνόμασεν αὐτὸν Λόγον καὶ Σοφίαν καὶ Υἱὸν, ἵνα ἡμᾶς διʼ αὐτοῦ δημιουργήσῃ. Δύο γοῦν σοφίας, φησὶν, ‘εἶναι, [*](Cp. iv. 4.) μίαν μὲν τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ Θεῷ, τὸν δὲ Υἱὸν ἐν ταύτῃ τῇ σοφίᾳ γεγενῆσθαι, καὶ ταύτης μετέχοντα ὠνομάσθαι μόνον σοφίαν καὶ λόγον. Ἡ σοφία γὰρ,᾿ φησὶ, ‘ τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει·᾿ Οὕτω καὶ ‘ Λόγον ἕτερον εἶναι,ʼ λέγει, ‘ παρὰ τὸν Υἱὸν ἐν τῷ Θεῷ, καὶ τούτου μετέχοντα τὸν Υἱὸν ὠνομάσθαι πάλιν κατὰ χάριν Λόγον καὶ Υἱὸν αὐτόν,᾿ Ἔστι δὲ καὶ τοῦτο τῆς αἱρέσεως αὐτῶν ἴδιον φρόνημα, δηλούμενον ἐν ἑτέροις αὐτῶν συγγράμμασιν, ὅτι ‘ πολλαὶ [*](De Syn. 18.) δυνάμεις εἰσί· καὶ ἡ μὲν μία τοῦ Θεοῦ ἐστιν ἰδία φύσει καὶ ἀΐδιος· ὁ δὲ Χριστὸς πάλιν οὐκ ἔστιν ἀληθινὴ δύναμις τοῦ Θεοῦ, ἀλλὰ μία τῶν λεγομένων δυνάμεών ἐστι καὶ αὐτὸς, ὧν μία καὶ “ ἡ ἀκρὶς καὶ ἡ κάμπη” οὐ “δύναμις” μόνον, ἀλλὰ καὶ “μεγάλη” προσαγορεύεται· αἱ δʼ ἄλλαι πολλαὶ καὶ ὅμοιαί εἰσι [*](Joel ii. 25.)
6. Εἰπεῖν δὲ πάλιν ἐτόλμησεν ὅτι οὐδὲ Θεὸς ἀληθινός ἐστιν ὁ Λόγος. Εἰ δὲ καὶ λέγεται Θεὸς, ἀλλʼ οὐκ ἀληθινός ἐστιν· ἀλλὰ μετοχῇ χάριτος, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, οὕτω καὶ αὐτὸς λέγεται ὀνόματι μόνον Θεός. Καὶ πάντων ξένων καὶ ἀνομοίων ὄντων [*](c. 17; ii. 43.) τοῦ Θεοῦ κατʼ οὐσίαν, οὕτω καὶ ὁ Λόγος ἀλλότριος μὲν καὶ ἀνόμοιος [*](Cp. de Syn. 31.) κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἰδιότητός ἐστι, τῶν δὲ γενητῶν καὶ κτισμάτων ἴδιος καὶ εἴς αὐτῶν τυγχάνει.’ Μετὰ τούτων δὲ, ὥσπερ καὶ διάδοχος τῆς προπετείας τοῦ διαβόλου [*](Ib. 15.) γενόμενος, ἔθηκεν ἐν τῆ ‘ Θαλείᾳʼ ὡς ἄρα ‘ καὶ τῷ Υίῷ ὁ Πατὴρ ἀόρατος ὑπάρχει, καὶ οὔτε ὁρᾶν οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ Λόγος τὸν ἑαυτοῦ Πατέρα· ἀλλὰ καὶ ὃ γινώσκει καὶ ὃ βλέπει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέπει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύναμιν. Καὶ γὰρ καὶ ὁ Υἱὸςʼ, φησὶν, ‘ οὐ μόνον τὸν Πατέρα ἀκριβῶς οὐ γινώσκει, λείπει γὰρ αὐτῷ εἰς τὸ καταλαβεῖν· ἀλλὰ καὶ αὐτὸς ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδε· καὶ ὅτι μεμερισμέναι τῇ φύσει, καὶ ἀπεξενωμέναι καὶ ἀπεσχοινισμέναι καὶ ἀλλότριοι καὶ ἀμέτοχοί εἰσιν ἀλλήλων αἱ οὐσίαι τοῦ Πατρὸς καὶ τοῦ Υίοῦ καὶ τοῦ ἁγίου Πνεύματος,ʼ καὶ, ὡς αὐτὸς ἐφθέγξατο, ‘ ἀνόμοιοι πάμπαν ἀλλήλων ταῖς τε οὐσίαις καὶ δόξαις εἰσὶν ἐπʼ ἄπειρον. Τὸν γοῦν Λόγον φησὶν εἰς ὁμοιότητα δόξης καὶ οὐσίας ἀλλότριον εἶναι παντελῶς ἑκατέρων τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος·᾿ τούτοις γὰρ ἐφθέγξατο τοῖς ῥήμασιν ὁ ἀσεβής· καὶ διῃρημένον δὲ εἶναι καθʼ ἑαυτὸν, καὶ ἀμέτοχον κατὰ πάντα τοῦ Πατρὸς τὸν Υἱὸν ἔφησε. Ταῦτα μέρη τῶν ἐν τῷ γελοίῳ συγγράμματι κειμένων μυθιδίων ἐστὶν Ἀρείου.
7. Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς ‘ Θαλείαςʼ
8. Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας γραφῆς ἐν τῇ ‘Θαλείᾳʼ γράψαι, νομίζουσι καὶ τὰς βλασφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν᾿ ᾿Ιουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ [*](S. Aug. c. Faust. xii. 1, etc.) τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Mανιχαίων λεγόντων μέρη τινὰ τῶν εὐαγγελίων, ἀρνήσονται σὺν αὐτοῖς τὸν νόμον καὶ τοὺς προφήτας. Εἰ δὲ ἀγνοοῦντες οὕτω χειμάζονται καὶ τοιαῦτα βαττολογοῦσι, μαθέτωσαν ἀπὸ τῶν γραφῶν ὅτι καὶ ὁ τὰς αἱρέσεις ἐπινοήσας διάβολος διὰ τὴν [*](Cp. Ep. ad. Ep. Æg. 3.) ἰδίαν τῆς κακίας δυσωδίαν κίχραται τὰς λέξεις τῶν γραφῶν, ἵνα, αὐτὰς ἔχων ἐπικάλυμμα, τὸν ἴδιον ἰὸν ἐπισπείρας, ἀπατήσῃ τοὺς ἀκεραίους. Οὕτω τὴν Εὕαν ἠπάτησεν· οὕτω καὶ τὰς ἄλλας αἱρέσεις ἔπλασε· οὕτω καὶ νῦν Ἀρειον ἔπεισεν εἰπεῖν καὶ σχηματίσασθαι [*](Cp. de Syn. 16.) δῆθεν κατὰ τῶν αἱρέσεων, ἵνα λάθῃ τὴν ἰδίαν ἐπιβάλλων αἵρεσιν. Καὶ ὅμως οὐκ ἔλαθεν οὐδὲ οὕτως ὁ πανοῦργοςʼ εἰς γὰρ τὸν τοῦ Θεοῦ Λόγον ἀσεβήσας, πάντων εὐθὺς ἐξέπεσε, καὶ δέδεικται πᾶσιν ὅτι καὶ περὶ τῶν ἄλλων ἠγνόησε, καὶ μηδὲν ὅλως ἀληθὲς φρονῶν ὑποκρίνεται. Πῶς γὰρ ἂν ἀληθεύσῃ περὶ τοῦ Πατρὸς ὁ τὸν Υἱὸν ἀρνούμενος, τὸν ἀποκαλύπτοντα περὶ αὐτοῦ; ἢ πῶς περὶ τοῦ Πνεύματος ὀρθὰ φρονήσει, δυσφημῶν εἰς τὸν τοῦτο χορηγοῦντα Λόγον ; τίς δὲ πιστεύσει λέγοντι [*](Col. i. 18.) τούτῳ περὶ ἀναστάσεως, ἀρνουμένῳ τὸν ‘ ἐκ νεκρῶνʼ δι᾿ ἡμᾶς ‘πρωτότοκονʼγενόμενον Χριστόν; πῶς δὲ οὐκ, ἄντικρυς ἀγνοήσας τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γνησίαν καὶ ἀληθινὴν γέννησιν, πλανηθήσεται [*](c. 49.) καὶ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ; Οὕτω γὰρ καὶ [*](John xix. 15.) οἱ τότε Ἰουδαῖοι, ἀρνησάμενοι τὸν Λόγον, καὶ λέγοντες, ‘Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,ʼ πάντων ἀθρόως ἀφῃρέθησαν, [*](Cp. iv. 34.) καὶ γεγόνασιν ἔρημοι φωτὸς λύχνου, ὀσμῆς μύρου, προφητείας γνώσεως, καὶ αὐτῆς τῆς ἀληθείας· καὶ νῦν οὐδὲν συνιέντες, ὡς [*](Cp Soc. i. 6.) ἐν σκότῳ περιπατοῦντές εἰσι. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; [*](Cp. c. 3.) ἢ πόθεν ἢ παρὰ τίνος οἱ κόλακες καὶ δωροδόκοι τῆς αἱρέσεως ἤκουσαν τοιαῦτα; τίς, ὅτε κατηχοῦντο,τοιαῦτα λελάληκεναὐτοῖς ; τίς αὐτοῖς εἴρηκεν ὅτι, ‘τὴν εἰς τὴν κτίσιν λατρείαν ἀφέντες, κτίσματικαὶ [*](Cp. iii. 16, and Ep. ad Æg. 13.) ποιήματι πάλιν προσέρχεσθε λατρεύειν;᾿ Εἰ δὲ καὶαὐτοὶ πρῶτον νῦν ὁμολογοῦσιν ἀκηκοέναι τὰ τοιαῦτα, μὴ ἀρνείσθωσαν ἀλλοτρίαν καὶ μὴ ἐκ πατέρων εἶναι τὴν αἵρεσιν ταύτην. Τὸ δὲ μὴ
9. Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων γραφῶν παῤῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύχνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ [*](Cp. de Syn. 14.) Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀληθινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτίσμα οὔτε ποίημα, ἀλλʼ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς ‘ ὁμοούσιος᾿ ὑπάρχων. Τὰ δʼ [*](Nic. Cr.) ἄλλα, οἷς εἷπεν, ‘Ἐγὼ εἴπα, θεοί ἐστε,᾿ μόνον μετοχῇ τοῦ Λόγου [*](Ps. Ixxxi. (lxxxii) 6.) διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. ‘Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ ‘ φῶς ἐκ [*](Heb. i 3. Nic. Cr.) φωτὸς,ʼ καὶ δύναμις καὶ εἰκὼν ἀληθινὴ τῆς τοῦ Πατρὸς οὐσίας, Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· ‘Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν [*](John xiv. 9.) Πατέρα.᾿ Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς πανεγκλήτου ‘Θαλίαςʼ προφέρουσιν; ἢ πρῶτον ἀναγνώτωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παῤ ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖνται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δʼ ἂν εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι ‘ οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλʼ ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ· οὐκ ἔστιν ἐκ τοῦ [*](c. 11. 32 and Nicene Anathema.) Πατρός· ἀλλʼ ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός· οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα· καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη· οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλʼ ὀνόματι μόνον λέγεται λόγος καὶ σοφία, καὶ χάριτι λέγεται υἱὸς καὶ δύναμις· οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα ;ʼ Θαυμαστή γε ἡ αἵρεσις, μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ [*](Cp. c. 1.)
10. Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν ; ταῦθʼ ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν γραφῶν εἰρήκαμεν καὶ λέγομεν ; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἔλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ [*](Nic. Cr.) Υἱὸς ἀληθινός ἐστι, καὶ ‘ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ‘ ἐπὶ πάντων [*](Rom. ix. 5, 24.) εὐλογημένος εἰς τοὺς αἰῶνας,ʼ πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν ‘Θαλείαν,᾿ ὡς εἰκόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων [*](Prov. ix. 18.) ‘οὐκ οἶδεν ὅτι γηγενεῖς παῤ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ.᾿ Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι [*](Ad Ep. Æg. 18.) κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλʼ ἕτερα φθεγγόμενοι παρὰ ταῦτα, Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν [*](Luke xvi. 8.) γραφῶν ἐλέγχοις. Διὰ τοῦτο γοῦν ὡς ‘υἱοὶ τοῦ αἰῶνος τούτουʼ ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ [*](Job xviii. 5.) τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ (‘ φῶς γὰρ,᾿ φησὶν, ‘ ἀσεβῶν σβέννυται· ᾿ ) τοῦτον μὲν ‘ κρύπτουσιν ὑπὸ τὸν μόδιονʼ τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας
11. Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι (1.) ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός·᾿ τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέγετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ‘ποτὲʼ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἐστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ. Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε ὅτε αὐτὸς οὐκ ἦν, μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις· πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός ; Οὐκοῦν ἐν τούτοις ἀποροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, ‘ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ Λόγος᾿ τοῦτο γὰρ [*](iii. 61.) φύσει σημαίνει καὶ αὐτὸ τὸ ‘ποτέʼ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, ‘ οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ,ʼ [*](De Syn. 17.)
12. Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν [*](John i. 3.) ὁ Λόγος τοῦ Θεοῦ, διʼ οὗ καὶ ‘τὰ πάντα γέγονεν.᾿ Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφʼ ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν [*](Col. i. 17.) κτίσιν γεγονέναι· εἰ δὲ διʼ Υἱοῦ γέγονε, ‘καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν,ʼ ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λόγον, καὶ διʼ αὐτοῦ τὸν Πατέρα [*](Matt. xi. 27.) νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, ‘οὐδεῖς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ·᾿ τῷ τε [*](John xiv. 9.) Φιλίππῳ λέγοντι, ‘Δεῖξον ἡμῖν τὸν Πατέρα,ʼ οὐκ ἔλεγε, ‘Βλέπε
13. Ὅτι μὲν οὖν τὸ ἀίδιον περὶ τοῦ Υἱοῦ αἱ γραφαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ ‘ οὐκ ἦν,ʼ καὶ τὸ ‘ πρὶν,ʼ καὶ τὸ ‘ ὅτε,ʼ αἱ αὐταὶ γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς [*](Gen. ii. 5.) καθʼ ἡμᾶς γενέσεως διηγούμενός φησι, ‘ καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ [*](Deut. xxxii. 8.) ἦν ἐργάζεσθαι τὴν γῆν·ʼ καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· ‘ ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη.᾿ Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ [*](John xin. 28, 29.) ἔλεγεν· ‘ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε·ʼ περὶ δὲ τῆς [*](Prov. viii. 23.) κτίσεως διὰ Σολομῶνός φησι, ‘ Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν [*](John viii. 58.) βουνῶν γεννῷ με·᾿ καὶ, ‘ πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.᾿ [*](Jer. i. 5.) Περὶ δὲ Ἱερεμίου λέγει, ‘ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, [*](Ps. lxxxix. (xc.) 1.) ἐπίσταμαί σε.᾿ Καὶ ὁ μὲν Δαβὶδ ψάλλει, ‘ Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως [*](Dan. xiii. (Sus.) 42.) τοῦ αἰῶνος σὺ εἶ· ᾿ ἐν δὲ τῷ Δανιὴλ, ‘ Ἀνεβόησε φωνῇ μεγάλῃ Σουσάννα, καὶ εἶπεν, Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.᾿ Τὸ ἄρα ‘ οὐκ ἦν ποτε,ʼ καὶ τὸ ‘πρὶν γενέσθαι,ʼ καὶ τὸ ‘ ὅτε,ʼ καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄντων γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ ‘ ἀεὶʼ ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν, ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀίδιον ἀπαύγασμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, διʼ οὖ καὶ οἱ αἰῶνες γεγόνασι ; πῶς γὰρ ὅλως
14. Τούτων οὕτω δεικνυμένων, ἔτι πλέον ἀναιδεύονται λέγοντες· [*]((2.) Arian obj. Cp. de Syn. 51.) Εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ᾿ ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλʼ ἀδελφὸν εἶναι τοῦ Πατρὸς λέγετε αὐτόν,ʼ Ἀνόητοι καὶ φιλόνεικοι· εἰ μὲν γὰρ ἀϊδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν, καὶ μὴ Υἱὸν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δὲ, ἀΐδιον λέγοντες, ὁμολογοῦμεν αὐτὸν Υἱὸν ἐκ Πατρὸς, πῶς ὁ γεννηθεὶς ‘ ἀδελφὸς᾿ τοῦ γεννήσαντος δύναται νομίζεσθαι ; καὶ εἰ εἰς Πατέρα καὶ Υἱὸν ἡμῶν ἐστιν ἡ πίστις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν ; ἢ πῶς δύναται ὁ Λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι Λόγος ; Οὐκ ἔστιν ἀντίῤῥησις αὕτη ὡς παρὰ ἀγνοούντων γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ ‘ πρόφασίς ἐστιν Ἰουδαϊκὴ, καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομὼν, ἀπὸ τῆς ἀληθείας [*](Prov. xviii. 1.) ‘χωρίζεσθαι.᾿ Οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ Πατὴρ [*](Cp. de Syn. 45.) καὶ ὁ Υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν· ἀλλʼ ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ καὶ γεννήτωρ ἐστὶ, καὶ ὁ Πατὴρ πατήρ [*](Cp. the Quicunque, v. 24.) ἐστι, καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ Υἱὸς δὲ υἱός ἐστι, καὶ οὐκ ἀδελφός. Εἰ δὲ ἀΐδιον γέννημα τοῦ Πατρὸς λέγεται, καλῶς λέγεται. Οὐ γὰρ ἀτελὴς οὐσία τοῦ Πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ Υἱὸς, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ Θεοῦ γέννημά ἐστι, καὶ ὡς Θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν Υἱὸς, ἀϊδίως ὑπάρχει. Ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ γεννᾷν διὰ τὸ ἀτελὲς τῆς φύσεως· Θεοῦ δὲ ἀΐδιον τὸ γέννημα, διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, ἀλλʼ ἐξ οὐκ ὄντων ποίημα γέγονε, δεικνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φανταζόμενοι κραζέτωσαν, ὅτι ‘ ἦν ποτε ὅτε οὐκ ἦν·᾿ οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. Εἰ δὲ Υἱός ἐστι, τοῦτο
15. Εἰ δὲ καὶ τὸ ὄνομα τοῦ Υἱοῦ πάλιν συνομολογοῦσι, διὰ τὸ μὴ βούλεσθαι φανερῶς παρὰ πάντων καταγινώσκεσθαι, τὸ δὲ εἶναι τοῦτον τῆς οὐσίας τοῦ Πατρὸς ἴδιον γέννημα ἀρνοῦνται, ὡς μὴ δυναμένου τούτου εἶναι χωρὶς τῆς ἐκ μερῶν καὶ διαιρέσεων ὑπονοίας, οὐδὲν ἧττον πάλιν ἀρνοῦνται μὴ εἶναι μὲν ἀληθινὸν Υἱὸν, ὀνόματι δὲ μόνον λέγοντες ‘ υἱόν.᾿ Πῶς δὲ οὐ [*](c. 21; iii. 1.) σφάλλονται μεγάλως περὶ τοῦ ἀσωμάτου τὰ σωμάτων ἐνθυμούμενοι, καὶ διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως ἀρνούμενοι τὸ φύσει καὶ ἴδιον τοῦ Πατρός ; Ὥρα γὰρ αὐτοὺς μὴ νοοῦντας [*](ii. 36; Ep. ad Mon. 2.) καὶ πῶς ἐστιν ὁ Θεὸς, ἢ ποταπός ἐστιν ὁ Πατὴρ, ἀρνεῖσθαι καὶ αὐτὸν, ἐπεὶ καὶ τὸ γέννημα τοῦ Πατρὸς ἐξ ἑαυτῶν μετροῦσιν οἱ ἄφρονες. Ἀλλʼ οὕτως αὐτοὺς διακειμένους, καὶ νομίζοντας μὴ δύνασθαι εἶναι υἱὸν τοῦ Θεοῦ, οἰκτείρειν μὲν ἄξιον· ἐρωτᾷν δὲ [*](c. 7.) καὶ διελέγχειν αὐτοὺς ἀκόλουθόν ἐστι, τάχα κἂν οὕτως εἰς αἴσθησιν ἔλθωσιν. Εἰ καθʼ ὑμᾶς ‘ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, [*](c. 9 ; iii. 1 ; de Syn. 51.) καὶ οὐκ ἦν πρὶν γεννηθῇ,ʼ πάντως που κατὰ μετουσίαν καὶ αὐτὸς υἱὸς, καὶ Θεὸς, καὶ σοφία ἐκλήθη· οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα συνέστηκέ τε καὶ ἁγιαζόμενα δοξάζεται. Τίνος τοίνυν ἐστὶ μέτοχος, εἰπεῖν ὑμᾶς ἀνάγκη. Τὰ μὲν γὰρ ἄλλα πάντα τοῦ Πνεύματος μετέχει, αὐτὸς δὲ ἄρα καθʼ ὑμᾶς τίνος ἂν εἴη μέτοχος ; τοῦ Πνεύματος ; καὶ μὴν αὐτὸ τὸ Πνεῦμα μᾶλλον [*](John xvi. 14.) ‘παρὰ τοῦ Υἱοῦ λαμβάνει,᾿ ὡς αὐτὸς εἴρηκε, καὶ ἄλογόν ἐστιν [*](Cp. iii.24.) εἰπεῖν τοῦτον ἁγιάζεσθαι παρʼ ἐκείνου. Oὐκοῦν τοῦ Πατρὸς μετέχει· τοῦτο γὰρ λείπεται, καὶ ἀνάγκη λέγειν. Καὶ τί τοῦτο
16. Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλήθειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ ‘ἐκ τῆς οὐσίας τοῦ Πατρὸς’ ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν Υἱόν· τὸ γὰρ ὅλως ‘μετέχεσθαιʼ τὸν Θεὸν ἴσον ἐστὶ λέγειν ὅτι καὶ γεννᾷ· τὸ δὲ ‘ γεννᾷνʼ τί σημαίνει ἢ υἱόν ; Αὐτοῦ γοῦν τοῦ Υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ Πνεύματος γινομένην παρ᾿ . αὐτοῦ χάριν· καὶ φανερὸν ἐκ τούτου γίνεται ὅτι αὐτὸς μὲν ὁ Υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ Πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ Υἱός. Αὐτοῦ γὰρ τοῦ Υἱοῦ μετέχοντες, τοῦ Θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Πέτρος, ‘ ἵνα γένησθε θείας κοινωνοὶ φύσεως,ʼ ὥς φησι [*](2 Pet. i. 4.) καὶ ὁ ἀπόστολος, ‘ οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε ;ʼ καὶ, ‘ ἡμεῖς [*](Cor. iii. 16. 2 Cor. vi. 16.) γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος.᾿ Καὶ αὐτὸν δὲ τὸν Υἱὸν βλέποντες, ὁρῶμεν τὸν Πατέρα. Ἡ γὰρ τοῦ Υἱοῦ ἔννοια καὶ κατάληψις [*](Cp. Jonh xiv. 9.) γνῶσίς ἐστι περὶ τοῦ Πατρὸς, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. Ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ μερισμὸν τῆς τοῦ Θεοῦ οὐσίας· (δεδήλωται γὰρ καὶ ὡμολόγηται μετέχεσθαι τὸν Θεὸν, καὶ ταὐτὸ εἶναι μετέχεσθαι καὶ γεννᾷν·) οὕτως τὸ γέννημα οὐ πάθος, οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας. Οὐκ ἄπιστον ἄρα ἐστὶν Υἱὸν ἔχειν τὸν Θεὸν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδʼ ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ Θεοῦ σημαίνομεν, λέγοντες ‘Υἱὸν καὶ γέννημα·᾿ ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ [*](Cp. c. 8.) ἀληθινὸν καὶ τὸ μονογενὲς τοῦ Θεοῦ γινώσκοντες, οὕτω πιστεύομεν. Τούτου δὲ οὕτω πεφασμένου καὶ δεικνυμένου, ὅτι τὸ ἐκ
17. Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέπειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. Εἰ ποιητὴς καὶ κτίστης ἐστὶν ὁ Θεὸς, διὰ Υἱοῦ δὲ τὰ ποιήματα κτίζει, καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ Λόγου γινόμενα· πῶς οὐ βλάσφημον, ποιητοῦ ὄντος τοῦ Θεοῦ, λέγειν τὸν δημιουργικὸν αὐτοῦ Λόγον καὶ τὴν Σοφίαν ‘ μὴ εἶναί ποτε ;᾿ Ἴσον γάρ ἐστιν εἰπεῖν ὅτι μηδὲ ποιητής ἐστιν ὁ Θεὸς, οὐκ ἔχων ἴδιον ἐξ αὐτοῦ δημιουργικὸν Λόγον, ἀλλʼ ἔξωθεν [*](Cp. ii. 43.) ἐπεισαγόμενός ἐστι καὶ ξένος αὐτοῦ, καὶ ἀνόμοιος κατʼ οὐσίαν τυγχάνων, ἐν ᾧ δημιουργεῖ. Ἔπειτα λεγέτωσαν ἡμῖν—μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσσέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν, ‘ ἦν ποτε ὅτε οὐκ ἢν,ʼ καὶ, οὐκ ἦν πρὶν γεννηθῇ·᾿ Εἰ γὰρ οὐκ ἀϊδίως σύνεστιν ὁ Λόγος τῷ Πατρὶ, οὐκ ἔστιν ἡ Τριὰς [*]((4.) Cp. iv. 13.) ἀΐδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγονεν ὕστερον Τριὰς, καὶ προϊόντος τοῦ χρόνου κατʼ αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις. Πάλιν τε, εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, ἀλλʼ ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται Τριὰς, καὶ ‘ ἦν ποτε ὅτε οὐν ἦνʼ Τριὰς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς Τριὰς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὶν γένηται ὁ Υἱὸς, πλήρης δὲ ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενητὸν τῷ κτίστῃ συναριθμεῖται, καὶ τό ποτε
18. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο· οὐκ ἔστι γενητὴ ἡ [*](iii. 6.) Τριάς· ἀλλʼ ἀίδιος καὶ μία θεότης ἐστὶν ἐν Τριάδι, καὶ μία [*](Cp. the Quicunque, v. 5.) δόξα τῆς ἁγίας Τριάδος· καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε· τοῦ Πατρὸς ἀϊδίου ὄντος, τὸν συγκαθήμενον αὐτῷ Λόγον λέγετε ὅτι ‘ ἦν ποτε ὅτε οὐκ ἦν·᾿ τοῦ δὲ Υἱοῦ συγκαθημένου τῷ Πατρὶ, ἐνθυμεῖσθε τοῦτον μακρύνειν ἀπʼ αὐτοῦ, Κτίζουσά ἐστι καὶ δημιουργὸς ἡ Τριάς· καὶ οὐ φοβεῖσθε καταφέροντες αὐτὴν εἰς τὰ ἐξ οὐκ ὄντων· οὐκ αἰδεῖσθε τὰ δοῦλα συνεξισάζοντες τῇ εὐγενείᾳ τῆς Τριάδος, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ τοῖς ὑπηκόοις συντάττοντες, Παύσασθε συμφύροντες τὰ ἄμικτα, μᾶλλον δὲ τὰ μὴ ὄντα τῷ ὄντι. Οὐκ ἔστι ταῦτα λέγοντας ἐνεγκεῖν δόξαν καὶ τιμὴν τῷ Κυρίῳ, ἀλλὰ ἀδοξίαν καὶ ἀτιμίαν· ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν ἀτιμάζει τὸν Πατέρα. Εἰ γὰρ νῦν ἐν Τριάδι ἡ θεολογία τελεία ἐστὶ, καὶ [*](Cp. Ath. ad Afros 11.) αὕτη ἡ ἀληθὴς καὶ μόνη θεοσέβειά ἐστι, καὶ τοῦτό ἐστι τὸ καλὸν καὶ ἡ ἀλήθεια, ἔδει τοῦτο οὕτως ἀεὶ εἶναι, ἴνα μὴ τὸ καλὸν καὶ ἡ ἀλήθεια ἐπιγένηται, καὶ ἐκ προσθήκης συνίσταται [*](Qy. συν. ισταται.) τὸ τῆς θεολογίας πλήρωμα. Ἔδει οὖν τοῦτο ἀϊδίως εἶναι· εἰ δὲ μὴ ἀιδίως ἦν, ἔδει μηδὲ νῦν οὕτως αὐτὴν εἶναι, ἀλλʼ οὕτως εἶναι, ὥσπερ ἐξ ἀρχῆς ὑμεῖς αὐτὴν ὑποτίθεσθε, ἵνα μηδὲ νῦν Τριὰς ᾖ. Ἀλλʼ οὐ ἂν ἀνάσχοιτό τις Χριστιανῶν τῶν τοιούτων αἱρετικῶν· Ἑλλήνων γὰρ ἴδια ταῦτα, ὥστε γενητὴν εἰσάγειν τριάδα, καὶ τοῖς γενητοῖς αὐτὴν συνεξισάζειν· τῶν γὰρ γενητῶν ἐστιν ἐλλείψεις καὶ προσθήκας δέχεσθαι· Χριστιανῶν δὲ ἡ πίστις ἄτρεπτον καὶ τελείαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν
19. Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς [*](Jer. ii. 13.) διὰ μὲν Ἱερεμίου, ‘ ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος·᾿ καὶ [*](Ib. xvii. 12.) πάλιν, ‘ Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν· ὑπομονὴ Ἰσραὴλ, Κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατέλιπον πηγὴν [*](Baruch iii. 12.) ζωῆς τὸν Κύριον·᾿ ἐν δὲ τῷ Bαροὺχ γέγραπται· ‘ ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας·’ ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς ‘πηγῆςʼ εἶναι, ἀλλʼ ἴδια, μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλʼ ἀεὶ εἶναι. Ἔστι δὲ ταῦτα ὁ Υἱὸς, [*](John xiv. 6.) ὁ λέγων, ‘ Ἐγώ εἰμι ἡ ζωὴ,’ καὶ, ‘ Ἐγὼ ἡ Σοφία κατεσκήνωσα [*](Prov. viii. 12.) βουλήν.᾿ Πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων, ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός ;᾿ Ἴσον γάρ ἐστιν εἰπεῖν, ‘ ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ [*](C. 14.) ἦν, χωρὶς τῆς ζωῆς καὶ τῆς σοφίας.᾿ Ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι πηγή. Ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο ὁ μὲν γὰρ Θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλλεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν [*](Isa. lviii. 11.) ὕδωρ, λέγων διὰ Ἡσαΐου τοῦ προφήτου, ‘ Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ·᾿ οὗτοι δὲ τὸν Θεὸν, λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶσιν. Ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ ἀλήθεια μαρτυρεῖ πηγὴν ἀΐδιον εἶναι τὸν Θεὸν τῆς ἰδίας σοφίας. Ἀϊδίου δὲ τῆς πηγῆς οὔσης, ἐξ ἀνάγκης καὶ τὴν Σοφίαν ἀΐδιον εἶναι δεῖ. Ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει [*](Ps. ciii. (civ.) 24.) Δαβὶδ, ‘Πάντα ἐν σοφίᾳ ἐποίησας·ʼ καὶ Σολομών φησιν, ‘ Ὁ [*](Prov. iii. 19.) Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει.᾿ Αὐτή τε ἡ Σοφία ἐστὶν ὁ Λόγος, καὶ ‘ δι᾿ αὐτοῦ,ʼ ὡς
20. Πότε γοῦν τοῦ ἰδίου χωρὶς ἦν ὁ Θεός; ἢ πῶς τις περὶ τοῦ ἰδίου, ὡς περὶ ξένου καὶ ἀλλοτριοουσίου δύναται λογίσασθαι; [*](Cp. c. 26. ; iii. 11, 26.) Τὰ μὲν γὰρ ἄλλα, οἷά ἐστι τὰ γενητὰ, οὐδὲν ὅμοιον κατʼ οὐσίαν ἔχει πρὸς τὸν πεποιηκότα· ἀλλʼ ἔξωθεν αὐτοῦ ἐστι, χάριτι καὶ βουλήσει αὐτοῦ τῷ Λόγῳ γενόμενα, ὥστε πάλιν δύνασθαι καὶ παύεσθαί ποτε, εἰ θελήσειεν ὁ ποιήσας· ταύτης γάρ ἐστι φύσεως τὰ γενητά. Τὸ δὲ ἴδιον τῆς οὐσίας τοῦ Πατρὸς (ὡμολόγηται [*](c. 16.) γὰρ ἤδη τοῦτο εἶναι ὁ Υἱός)· πῶς οὐ τολμηρὸν καὶ δυσσεβὲς εἰπεῖν ‘ἐξ οὐκ ὄντων καὶ ὅτι ‘οὐκ ἦν πρὶν γεννηθῇ,ʼ ἀλλʼ ἐπισυμβέβηκε, καὶ δύναται πάλιν μὴ εἶναί ποτε ; Τοῦτο δὲ καὶ μόνον ὁ ἐνθυμούμενος κατανοείτω, πῶς τὸ τέλειον καὶ τὸ πλῆρες τῆς τοῦ Πατρὸς οὐσίας ἀφαιρεῖται· καὶ γὰρ φανερώτερον ἄν τις ἴδοι πάλιν τὸ ἄτοπον τῆς αἱρέσεως, ἐὰν ἐνθυμηθῇ ὅτι ὁ Υἱὸς ‘ εἰκώνʼ [*](Υ.) ἐστι καὶ ‘ἀπαύγασμα τοῦ Πατρὸς, καὶ χαρακτὴρ,’ καὶ ‘ἀλήθεια.᾿ Εἰ γὰρ ὑπάρχοντος φωτὸς, ἔστιν εἰκὼν αὐτοῦ τὸ ἀπαύγασμα, καὶ οὔσης ὑποστάσεως, ἔστι ταύτης ὁ χαρακτὴρ ὁλόκληρος, καὶ ὄντος